Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικήτας Στηθᾶτος

Προοίμιο και βιβλική θεμελίωση της ορθόδοξης τριαδολογίας

Εισαγωγή στη θεογνωσία, παράθεση μαρτυριών της Γραφής και των Πατέρων για το ομοούσιο, τις υποστάσεις και την εκπόρευση του Αγίου Πνεύματος από τον Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 1 από 5

Ἑτέρα σύνθεσις κατὰ Λατίνων, ἐν οἷς βλασφημοῦσι εἰς τὸ πνεῦμα τὸ ἅγιον λέγοντες ἐκ τοῦ υἱοῦ τοῦτο ἐκπορεύεσθαι. τοῦ Στηθάτου. Τὸ περὶ τοῦ ἁγίου πνεύματος λέγειν περὶ θεοῦ λέγειν ἐστίν, ἐπεὶ καὶ τὸ πνεῦμα θεός. θεὸν δὲ οὐδεὶς ἑώρακε πώποτε οὐδὲ ἰδεῖν δύναται, φασὶ Ἰωάννης καὶ Παῦλος, οἱ τὴν ἀκρόπολιν τῆς θεολογίας κατειληφότες καὶ φύλακες εἶναι ταύτης πεπιστευμένοι. οὐκοῦν οὐδὲ λέγειν ἔξεστιν οὐδὲν οὐδενὶ παρ’ ἑαυτοῦ περὶ τοῦ ἁγίου πνεύματος, τοῦ θεοῦ τοῦ ἀγνώστου, τοῦ ἀθεάτου οὐ τούτοις δὴ μόνον τοῖς αἰσθητοῖς ὀφθαλμοῖς, ἀλλ’ οὐδὲ τοῖς νοητοῖς τε καὶ νοεροῖς. εἰ γὰρ τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσι τὸν θεὸν ἀγαθὰ οὐκ ὀφθαλμῶν μόνον καὶ ὤτων, ἀλλὰ καὶ καρδίας εἴτουν νοός, τῆς ἀκροτάτης ἐν ψυχῇ δυνάμεως ὑπερβαίνει κατάληψιν—ὃ γὰρ καρδία ἐν σώματι, τοῦτον νοῦς ἔχει λόγον ἐν τῇ ψυχῇ, ἐπεὶ καὶ ἔστι τὸ συνεκτικόν τε καὶ ἄναρχον τῆς οἰκείας ἑκάτερον ἑκατέρου ζωῆς—πολλῷ δήπου μᾶλλον τὸ πάντων ἐφετῶν, πάντων ἀγαθῶν ἀκρότατον ὁ θεός, τῷ τῆς ἀκαταληψίας σκότει κατακρυβήσεται, καθ’ ἃ καὶ τῷ μακαρίῳ Δαβὶδ προείρηται. οὐδεὶς μὲν οὖν ἐρεῖ παρ’ ἑαυτοῦ περὶ θεοῦ ἢ τοῦ πατρὸς ἢ τοῦ υἱοῦ ἢ τοῦ πνεύματος τὸ παράπαν οὐδέν, ἢ οὕτως εἰπὼν οὐδαμῶς πιστευθήσεται.

αὐτοὶ δὲ εἶπον οἱ θεολόγοι περὶ τοῦ θεοῦ καὶ ἡμεῖς φαμεν, παρ’ αὐτῶν ἀκούσαντες καὶ παραλαβόντες μόνα πάντως ἐκεῖνα, ἅπερ ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρὸς μεθ’ ἡμῶν γεγονὼς αὐτοπροσώπως ἡμῖν ἐξηγήσατο· πρὸς δέ, καὶ ἅπερ ὁ μετ’ αὐτὸν ἐπιφοιτήσας παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, πάλαι μὲν τοὺς προφήτας, εἶτα δὲ καὶ τοὺς ἀποστόλους ἐδίδαξε, τοὺς δὲ καὶ ὑπέμνησε—καθὼς καὶ περὶ τούτου ὁ αὐτὸς μονογενὴς υἱὸς προηγόρευσε—πᾶσαν τὴν ἀλήθειαν. λεκτέον τοιγαροῦν περὶ τοῦ ἁγίου πνεύματος, ἃ πολλοῖς τῶν πρὸ ἡμῶν εὐσεβῶς αὐτοῖς εἴρηται, οὐκ ἀπὸ κοιλίας φωνήσασιν οὐδὲ μύθοις ἐξακολουθήσασιν, ἀλλὰ τὸ στόμα μόνον ἀνοίξασι. καὶ δι’ αὐτοῦ θείου πνεύματος πληρωθέντες καὶ φθεγξάμενοι (φάναι Δαυιτικῶς), ὅσα λελάληκεν ἡμῖν κύριος ὁ θεὸς διά τε τῶν εὐαγγελικῶν κηρυγμάτων καὶ τῶν ἀποστολικῶν παραγγελμάτων καὶ διδαγμάτων καὶ τῶν συνοδικῶν τε καὶ πατρικῶν δογμάτων καί τε θεσπισμάτων—ἐπὶ κυρώσει τῆς εὐσεβείας καὶ καταστροφῇ τῆς κεκινημένης παρὰ τῶν Λατίνων τοῦ πνεύματος, μᾶλλον δὲ τῆς ὅλης θεότητος βλασφημίας.

Ὁ μὲν γὰρ θεὸς Λόγος ὁ κύριος Ἰησοῦς Χριστὸς τὴν τοῦ πνεύματος θεολογίαν ἐν εὐαγγελίοις διατρανῶν, παράκλητον ἄλλον οἷος πάντως αὐτός—ἐπεὶ καὶ αὐτὸς παράκλητος—ἵνα δείξῃ τὸ ὁμοούσιον εἴτ’ οὖν ὁμοδύναμον, αὐτὸ προσηγόρευσε· καὶ τὸν τῆς ὑπάρξεως αὐτοῦ τρόπον ἀφορίζων, παρὰ τοῦ πατρὸς αὐτὸ ἔφησεν ἐκπορεύεσθαι. καὶ μέντοι μετὰ τὴν ἐκ νεκρῶν ἑαυτοῦ ἀνάστασιν εἰς τὸ κήρυγμα προπέμπων τοὺς μαθητάς, βαπτίζειν προετρέψατο τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· τῷ μὲν κοινὸν εἰπεῖν τῶν τριῶν ὄνομα τὴν κατ’ οὐσίαν αὐτῶν ἕνωσιν ἐμφήνας· ὁμοῦ καὶ τὸ κρύφιον τῆς οὐσίας καὶ πᾶσι νόοις μὲν ἄγνωστον, λόγοις δὲ ἄρρητον καὶ ἀπόρρητον συνεμφήνας τῷ μὴ σαφῶς παραστῆσαι τὸ ποῖον τὸ πῶς λεγόμενον τὸ τίνος σημαντικὸν πράγματος ὄνομα· τῇ δὲ τῶν προσώπων ἀπαριθμήσει μετὰ τῆς ἑκάστου ὀνομασίας τῶν ἐκείνου τοῦ ἀπορρήτου κοινωνούντων καὶ πράγματος καὶ ὀνόματος, τήν τε διάκρισιν καθ’ ἣν ἕκαστον εἰλήχει καθ’ ἑαυτὸ τὴν οἰκείαν ὑπόστασιν καὶ τὸ πῶς ἕκαστον ὑφέστηκε, διὰ τῶν οἰκείων ὀνομάτων ἀφορισάμενος· ὅτι τὸ μὲν ὡς αἴτιον καὶ τῶν ἄλλων ἀρχή—τοῦτο γὰρ ὁ πατήρ—, τὸ δ’ ὡς ἀπ’ ἐκείνου τὸ μὲν γεννητῶς—τοῦτο γὰρ ὁ υἱός—, τὸ δ’ ὡς πνεῦμα τουτέστιν ἐκπορευτῶς.

καὶ πνεῦμα ἅγιον εἴτουν ἄϋλον, ἄχραντον, πάσης ὑπερανεστηκὸς αἰσθητῆς τε καὶ νοητῆς κτίσεως, ἁπλῶς τοιοῦτον, οἷος καὶ ὁ προβάλλων αὐτὸ πατήρ· οὐκ ἐπίκτητον ἄλλοθέν ποθεν ἕλκον τὴν ἁγιότητα, ἀλλ’ αὐτοάγιον καὶ πλοῦτος ὂν ἁγιωσύνης ἄφθονος καὶ ἀνέκλειπτος. ἔτι γε μὴν τὴν μίαν δόξαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἔδειξεν ὁ υἱός, αὐτός τε δόξαν ἔχειν εἰπὼν πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ τῷ πατρὶ καὶ ταύτην αὖθις ὡς ἄνθρωπος αἰτῶν παρ’ αὐτοῦ καὶ αὐτὸς δοξάσαι τὸν πατέρα διατεινόμενος. καὶ πάλιν· πάτερ, δόξασόν σου, φησί, τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σέ· οὐχ ὡς τοῦ πατρὸς δεομένου δόξης, ἀλλ’ ὡς αὐτοῦ διὰ τὸ ἀνθρώπινον τὸ πάθος τε καὶ τὸν θάνατον ἀδοξήσαντος—εἴδομεν γὰρ αὐτόν, φησὶν ὁ προφήτης, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, εἶτα διὰ τῆς ἀναστάσεως εἰς τὴν οἰκείαν δόξαν ἐπανελθεῖν μέλλοντα—καὶ ταύτης δὴ τῆς αὐτοῦ καὶ ἀδοξίας καὶ δόξης ἀναφερομένης εἰς τὸν πατέρα. ὡσαύτως δὲ καὶ τὸ πνεῦμα δοξάζων ἐν τῷ λέγειν περὶ αὐτοῦ, ὃ καὶ περὶ τοῦ πατρὸς εἴρηκεν· ἐκεῖνος ἐμὲ δοξάσει· δοξάζουσι γὰρ ἄλληλα τὰ ὁμότιμα.

ἀλλὰ καὶ θεὸν αὐτὸ προδήλως ἀναγορεύει, δάκτυλον θεοῦ τὴν πνευματικὴν ἐκείνην καὶ θείαν λέγων ἐνέργειαν, ἐν ᾗ ἐξεδίωκε τὰ δαιμόνια, καὶ τὴν εἰς αὐτὸν βλασφημίαν ὡς εἰς θεὸν ἀναμφίλεκτον ἀσύγγνωστον εἶναι ἀποφαινόμενος καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. καὶ αὐτὸ δὲ τὸ πνεῦμα τὸ ἅγιον, τὸ πάλαι μὲν λαλῆσαν καὶ τὰς ὁράσεις ἐνεργῆσαν ἐν τοῖς πατράσι καὶ τοῖς προφήταις, αὖθις δ’ ἀφθονώτερον ἐκχυθὲν ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους καὶ δι’ αὐτῶν τε καὶ ἐν αὐτοῖς ἐκλάμψαν ἐπισημότερον, μυεῖ μὲν Ἡσαΐαν ἐν τῇ φρικτῇ ἐκείνῃ ὁράσει διὰ τῆς σεραφικῆς ὑμνῳδίας τὴν μίαν ὁμοῦ καὶ ταῦτα κατὰ τὴν οὐσίαν, τρισσὴν δὲ κατὰ τὰς ὑποστάσεις ἁγιότητα τῆς θεότητος, θαυμασίαν ἄγαν τῶν ὡς τριῶν ἀριθμουμένων ἁγίων εἰς ἕνα συναπτομένων αὐτίκα κύριον· μυεῖ δὲ πρὸ τούτου τὸν μέγαν Μωσέα ἐν τῷ κατὰ τὴν βάτον ὁράματι τὸ αὐτὸ τρόπον ἄλλον μυστήριον· τοῦ τὴν βάτον ἐν εἴδει πυρὸς ἀκαταφλέκτως διειληφότος ἐγὼ εἰμί, μοναδικῶς φήσαντος εἰς δήλωσιν τῆς μιᾶς φύσεως, εἶτα τρὶς ἐπαγαγόντος τὸ ὁ θεός· ἵνα τὸ τρισσὸν παραδείξῃ τῶν ὑποστάσεων, μετὰ τοῦ καὶ ὅλον θεονὶ καὶ τέλειον ἕκαστον εἶναι. τοῦτο γὰρ ἡ τοῦ ἄρθρου προσθήκη βούλεται· οὐδὲν γὰρ μεριστόν, οὐδὲν ἀτελὲς τῆς τριάδος.

ἀλλ’ εἰ καὶ διακέκριται τὰ πρόσωπα καὶ καθ’ ἑαυτὸ ὑφέστηκεν ἕκαστον, ἀκοινώνητον ἔχον πρὸς τἄλλα τὴν ἰδιότητα—οὕτω γὰρ ἂν εἴη καὶ ἰδιότης—ἀλλὰ τὴν μίαν οὐσίαν ἀμέριστον ἔχουσι καὶ ὅλος καὶ τέλειος θεὸς καὶ θεὸς ἕκαστον. ὅλα γὰρ ὅλοις ἀλλήλοις ἀσυγχύτως ἥνωται τὰ τρία· καὶ ὅλα ὅλων ἀλλήλων ἀχωρίστως διακέκριται. ἐν τούτῳ καὶ Δαυὶδ κύριον ἑαυτῷ τὸν ἐξ αὐτοῦ, τὸ κατὰ σάρκα γνωρίσας, ὠνόμασεν. καὶ πάλιν εἴρηται ἀλλαχοῦ τῷ λόγῳ κυρίου τοὺς οὐρανοὺς στερεωθῆναι καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν τὴν δύναμιν αὐτῶν· κύριον σαφῶς, οὗ καὶ τὸν λόγον εἶναι καὶ τὸ πνεῦμα τοῦ στόματος, τὸν πατέρα λέγων καὶ πρὸς αὐτὸν ἀνάγων καὶ τοῦ Λόγου τὴν ὕπαρξιν καὶ τοῦ πνεύματος. καὶ ἵνα τὰς ἄλλας περὶ τούτου προφητικὰς μαρτυρίας ἐν τῷ τέως παρῶ—ἐν τούτῳ, τῷ θεῷ λέγω καὶ πνεύματι—καὶ ὁ θειότατος βαπτιστὴς εἶδεν αὐτὸ τὸ πνεῦμα καταβαῖνον ἐν εἴδει περιστερᾶς ἄνωθεν—ἀπὸ τοῦ πατρὸς δηλονότι, ὅθεν ἐξηχεῖτο καὶ ἡ τῷ βαπτιζομένῳ τὴν υἱότητα μαρτυροῦσα φωνή—καὶ μένον ἐπὶ τὸν Ἰησοῦν· ἵν’ ἅμα καὶ τὴν ἐκ τοῦ πατρὸς μάθωμεν τοῦ πνεύματος πρόοδον καὶ τὴν ἐν τῷ υἱῷ μονὴν καὶ ἀνάπαυσιν.

τοῦτο καὶ τοῖς εὐαγγελισταῖς τὴν αὐτοῦ περὶ ἑαυτοῦ συμφωνίαν ἐνέπνευσε· τοῦτο καὶ πᾶσι τοῖς ἀποστόλοις, ἐν οἷς καὶ ὁ τῇ ἀδελφότητι τοῦ κυρίου τετιμημένος Ἰάκωβος ἐπιστέλλων φησί· πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων. δῆλον γάρ, ὅτι τὸ πᾶν καὶ τέλειον δώρημα ἔστι τὸ πνεῦμα τὸ ἅγιον· ὅ, καίτοι τῆς μοναδικῆς καὶ ὑπὲρ πάντα φύσεως ὄν, ὅμως διὰ τὸ πλῆθος τῶν διαφόρων κατ’ αὐτὸ χαρισμάτων πᾶν δεδικαίωται λέγεσθαι· καθ’ ἃ καὶ ὁ εἷς κύριος Ἰησοῦς Χριστὸς πᾶν ἄρσεν διανοῖγον μήτραν λέγεται διὰ τὸ πλῆθος τῶν κατ’ αὐτὸν πνευματικῶς ἀναγεννωμένων, καὶ μήτραν διανοιγόντων τῆς ἐκκλησίας τὴν πρὶν στειρεύουσαν, καὶ μασθοὺς αὐτῆς τοὺς πάλαι ξηροὺς θηλῆς δοξαζόντων. δῆλον, καὶ τίνων φώτων πατὴρ ὁ πατήρ, ὅτι τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, εἷς τῶν δύο, οὐ τοῦ ἑνὸς οἱ δύο· ἐπεὶ καὶ καθ’ ὅλου μονὰς δυάδος ἀρχή, οὐ δυὰς μονάδος· διὸ καὶ «μονὰς ἀπ’ ἀρχῆς» φησὶν ὁ μέγας ἐν θεολόγοις Γρηγόριος, «εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη». τοῦτο καὶ Παῦλον λέγειν ἐδίδαξεν· εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα. ταῦτα καὶ τὰ τούτοις συνᾴδοντα ὁ θεὸς Λόγος, ὁ μονογενὴς υἱὸς μεθ’ ἡμῶν γεγονώς, ἐξηγήσατο.

ταῦτα τοὺς οἰκείους μύστας ἐδίδαξε τὸ πνεῦμα τὸ ἅγιον, τὸ μόνον τὰ βάθη τῆς θεότητος ἐρευνῶν καὶ οὕτως ταῦτα εἰδός, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ, μετὰ τοῦ οἰκείου δηλαδὴ προσδιορισμοῦ. ὡς γὰρ τοῦτο ἀνθρωποπρεπῶς, οὕτως ἐκεῖνος θεοπρεπῶς. οὐ γὰρ ἄλλως τοῖς ἡμετέροις τὰ θεῖα συγκρίνεται. ἐντεῦθεν ἡμεῖς ἐδιδάχθημεν, ὅτι ὅλη μονὰς καὶ ὅλη τριὰς ἡ θεότης· εἷς μόνος καὶ ὅλος καὶ τὸ ὅλον πατὴρ ὁ πατήρ· εἷς μόνος καὶ ὅλος καὶ τὸ ὅλον υἱὸς ὁ υἱός· ἓν μόνον καὶ ὅλον καὶ τὸ ὅλον πνεῦμα τὸ ἅγιον· εἷς τὰ τρία θεὸς καὶ ἕκαστον τῶν τριῶν ἐπίσης ἓν καὶ θεός. πάντα, ὅσα τοῦ πατρός, καὶ τοῦ υἱοῦ, πλὴν τῆς πατρικῆς ἰδιότητος· εἴγε καὶ μέλλει μένειν ἰδιότης ἡ ἰδιότης. πάντα, ὅσα τοῦ υἱοῦ, καὶ τοῦ πνεύματος, πλὴν πάλιν τῆς υἱκῆς ἰδιότητος. καὶ καθ’ ὅλου πλὴν τῶν ἰδιοτήτων τὰ θεοπρεπῆ πάντα κοινὰ τῶν τριῶν. ἰδιότης δὲ τοῦ μὲν πατρὸς τὸ γεννᾶν τὸν υἱὸν καὶ τὸ πνεῦμα προβάλλεσθαι· τοῦ δὲ υἱοῦ τὸ ἐκ τοῦ πατρὸς γεννᾶσθαι· τοῦ δὲ πνεύματος τὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι. οὕτω καθαρῶς ἴσμεν ἐν τῇ μοναδικῇ καὶ ἁπλῇ τριάδι περιχορεῦον τὸ ἕν, τήν τε μίαν φύσιν τηροῦν ἀδιαίρετον καὶ ταῖς τρισὶν ὑποστάσεσι φυλάττον τὸ διακεκριμμένον τε καὶ ἀσύγχυτον· κάτω προσρίπτον τὴν δυαδικὴν σύνθεσιν τῇ ὕλῃ.

ἡ γὰρ ἄνω παρὰ τῆς ἀρχικῆς μονάδος ἐν τῇ τριάδι συνεκφανθεῖσα δυάς, ἕως οὔπω τῆς μονάδος κεχώρισται, οὐδέπω δυάς· ἀλλ’ ἢ μονάς τε κυρίως καὶ τριὰς κρατεῖ καὶ εἶναι καὶ νοεῖσθαι καὶ λέγεσθαι· τὸ μὲν τῇ φύσει, τὸ δὲ τῷ ἀριθμῷ.