ἀλλ’, εἰ καὶ εἷς θεός, εἷς κύριος ἔστι τε καὶ ὀνομάζεται διὰ τὸ πάντη τῆς οὐσίας ταὐτόν τε καὶ ἀπαράλλακτον, τό τε συνάναρχον καὶ συναΐδιον καὶ ὁμότιμον καὶ ὁμόδοξον καὶ τὴν μίαν ἐξουσίαν καὶ θέλησιν καὶ δύναμιν τήν τε φυσικὴν καὶ ἐνέργειαν· ἀλλ’ ὅμως καὶ τριὰς εἶναι ἀνωμολόγηται καὶ ταύτης ὀνόματα· πατήρ, υἱὸς καὶ πνεῦμα ἅγιον· ἅπερ ἡμῖν ὁ μονογενὴς υἱὸς καὶ εἷς τῆς τριάδος ἐγνώρισεν· ᾧπερ εἰ καὶ σὺ ἠκολούθεις καὶ διέκρινες, ἑνῶν ἀσυγχύτως τὰ πρόσωπα, καὶ ἐτήρεις ἑκάστου τὴν ἰδιότητα, οὐδὲν ἂν οὔτ’ ἀπ’ ἀρχῆς ὑπετίθετο ἄτοπον οὔτε τῇ πρώτῃ ὑποθέσει τἄλλα παρείπετο ἀντίθετα. „Ἀλλ’ εἰ μὴ ἐκ τοῦ υἱοῦ“, φησί, „τὸ πνεῦμα, πῶς ἐνεφύσησε καὶ εἶπε τοῖς ἀποστόλοις· λάβετε πνεῦμα ἅγιον; πῶς δὲ καὶ αὐτὸς αὐτὸ πέμπειν ὑπέσχετο· ὅταν ἔλθῃ, φήσας, ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν; ἢ πῶς τὸ ἐξ αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον οὐκ ἐξ αὐτοῦ; ἐκ τοῦ ἐμοῦ γάρ, φησί, λήψεται καὶ ἀναγγελεῖ ὑμῖν“. πρῶτον τοίνυν πρὸς τὸ ὕστερον προβληθὲν ἀπαντῶντές φαμεν, ὅτι οὐκ ἐκ τοῦ υἱοῦ λαμβάνειν εἴρηται τὸ πνεῦμα, ἀλλ’ ἐκ τοῦ πατρός, ὅθεν λαμβάνει καὶ ὁ υἱός. ἀπ’ ἐμαυτοῦ γάρ, φησί, ἐλάλησα οὐδέν· ἀλλ’, ἃ ἤκουσα παρὰ τοῦ πατρός μου, ταῦτα λαλῶ. τοῦτο οὖν φησι καὶ περὶ τοῦ πνεύματος, ὅτι οὐκ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’, ὅσα ἂν ἀκούσῃ, λαλήσει. πόθεν δὲ ἀκούσει; δηλονότι παρὰ τοῦ πατρός.