Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικήτας Στηθᾶτος

Ερμηνεία του θείου εμφυσήματος και ανασκευή των λατινικών επιχειρημάτων

Ανάλυση της δωρεάς του Πνεύματος στους αποστόλους, ανασκευή επιχειρημάτων που βασίζονται στην έννοια της κτήσης και επισήμανση των χριστολογικών κινδύνων που ελλοχεύουν στην προσθήκη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 3 από 5

εἰ δὲ παρὰ τὰς ἄλλας ἰδιότροπον ταύτην φῂς τοῦ πνεύματος τὴν ἀποστολὴν ὡς καὶ τὴν ἐκπόρευσιν, δῆλος εἶ ταὐτόν τι βουλόμενος ὀνομάζειν ἀποστολὴν καὶ ἐκπόρευσιν. οὐκοῦν οὐδὲ συλλογιστικῶς τε καὶ ἀποδεικτικῶς, ἀλλ’ αὐτόθεν λαμβάνεις—ὥσπερ ὁμολογούμενον—τὸ ἐν ἀρχῇ σοι αἰτούμενον, τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ἀποστέλλεσθαι εἴτ’ οὖν ἐκπορεύεσθαι. ἀλλὰ σὺ παρὰ σαυτοῦ τοῦτο λέγων, οὐ πιστευτέος. ἀλλ’ ἢ παράστησον τὸν εἰπόντα, εἰ τὸν Χριστὸν ἔχεις, εἰ τὸ θεῖον πνεῦμα, εἰ τῶν θεοπνεύστων θεολόγων τινά· ἢ μὴ ἔχων, σιωπῇ μᾶλλον τίμα τὰ θεῖα μηδὲν τοῖς θεόθεν εἰρημένοις περὶ αὐτῶν προστιθείς. „Ναί“, φησί, „ὁ Χριστὸς ἐνεφύσησε καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον. τί οὖν τὸ ἐμφύσημα τοῦ Χριστοῦ; τοῦτό ἐστι τὸ πνεῦμα τὸ ἅγιον. εἰ ἐγὼ λέγω παρ’ ἐμαυτοῦ, μὴ πιστεύσῃς· εἰ δὲ Χριστός, τί ἀντιλέγεις“; οὔμενουν οὐκ εἶπε· λάβετε τὸ πνεῦμα τὸ ἅγιον, ἵν’ αὐτὸ τὸ ὅλον καὶ παντελές, μᾶλλον δὲ ὑπερτελὲς ἅγιον πνεῦμα νοήσωμεν λέγεσθαι· ὡς εἰς ταὐτὸν ἄγειν τό τε ἅγιον πνεῦμα καὶ τὸ τοῦ κυρίου ἐμφύσημα.

ἢ γὰρ ἂν ὁ τοῦτο διδοὺς καὶ τὸ πρῶτον ἐμφύσημα—ὃ πλάσας ἀπ’ ἀρχῆς τὸν ἄνθρωπον ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο ὁ ἄνθρωπος, ᾗ φησιν ἡ γραφή, εἰς ψυχὴν ζῶσαν—τὸ πνεῦμα δώσει τὸ ἅγιον εἶναι, τὸ τοῦ δημιουργοῦ ὁμοούσιον, καὶ οὕτως τῇ τῶν Μανιχαίων κακονοίᾳ συνυπαχθήσεται· ἢ διὰ τί τοῦτο διδοὺς οὐ δώσει κἀκεῖνο, ὁπότε μᾶλλον ἔδει ἐκεῖνο ἢ τοῦτο διδόναι; εἴπερ ἐκεῖνο μὲν ἀσώματον ὅλον, τοῦτο δὲ σωματικόν, ὅτι καὶ ἀπὸ σώματος τὸ ἐμφύσημα. ἔτι, εἰ τηνικαῦτα τὸ ὅλον ἐνεφύσησε καὶ ἔδωκε πνεῦμα τοῖς ἀποστόλοις, τί τὸ μετὰ ταῦτα τῆς πεντηκοστῆς συμπληρουμένης καταπεμφθὲν αὐτοῖς καὶ διαμερισθὲν ἐν εἴδει πυρίνων γλωσσῶν; οὔτε γὰρ τὸ ἅπαξ δοθὲν ἀφῃρέθησαν οὔτε, ὃ προλαβόντες εἶχον, καὶ αὖθις ἔλαβον. ἢ πῶς ἠλήθευε λέγων· ἐὰν ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται; καὶ μὴν πνεῦμα ἅγιον οὐ τοῦτο δὴ μόνον τὸ συμπληρωτικὸν τῆς τριάδος λέγεται πνεῦμα· ἀλλ’ ἔστιν, ὅπου καὶ ὁ πατήρ· πνεῦμα, γάρ φησιν, ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· τίνα δὲ εἶπε θεὸν προσκυνούμενον, ἐδήλωσε προειπών· ἔρχεται ὥρα, ἐν ᾗ οὐχὶ ὧδε ἢ ὧδε προσκυνήσουσι τῷ πατρί. ἔστι δ’, ὅπου καὶ ὁ υἱὸς ὡς τὸ πνεῦμα πρὸ προσώπου ἡμῶν, Χριστὸς κύριος. πνεῦμα ἁπλῶς καὶ ἡ θεότης, ὡς τό· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.

πνεῦμα ἅγιον καὶ ὁ ἄγγελος, ἐκεῖθεν ἕλκων τὴν ἁγιότητα, ὡς δὲ καὶ ἡ τοῦ δικαίου ψυχή. πνεῦμα πάντως ἅγιον, καὶ ὃ τῷ γράμματι ἀντιδιαστέλλεται καὶ ὃ τῷ πνεύματι τῆς δουλείας ἄλλο, τὸ καὶ τῆς υἱοθεσίας ὀνομαζόμενον. ἠρίθμηται δὲ καὶ τῷ Ἡσαΐᾳ ἑπτά τινα πνεύματα οὐδ’ ἐκεῖνά γε τῆς ἁγιωνυμίας ἄξια. καὶ ἁπλῶς ἕκαστον τῶν θείων καὶ πνευματικῶν χαρισμάτων πνεῦμα ἅγιον ὀνομάζεται. τοσούτων δὴ πνευμάτων ἁγίων καὶ ὄντων καὶ λεγομένων, τὸ τὸ καθ’ ἕκαστον οἴεσθαι τούτων αὐτὸ εἶναι τὸ χορηγὸν πάντων—τῶν μετὰ τὴν θεότητα ἁγίων πνευμάτων κατὰ μετοχὴν λεγομένων—καὶ δημιουργὸν τῶν ὄντων καὶ κυρίως καὶ αὐτοάγιον πνεῦμα, ἀμοίρου πνεύματος ἁγίου καὶ ἀσυνέτου πάντως φρενός. τὸ δὲ καὶ τοιαύτην νομίζειν τοῦ παναγίου πνεύματος τὴν ἐκπόρευσιν εἴτ’ οὖν ὕπαρξιν—καθ’ οἵαν ἦν ποτε καὶ νῦν, ὅπερ ἐστὶ χρονικῶς ἐμπνεόμενον, τοῦτο καὶ ἐνεργούμενον καὶ τοῖς γεννητοῖς μεταδιδόμενον, —σαφῶς ἂν εἴη τῶν ὑποτιθεμένων τὸ πνεῦμα ψιλὴν ἐνέργειαν καὶ τοῖς γεννητοῖς, οἷς ἐμπνεῖται καὶ μεταδίδοται, σύγχρονον. εἰ γὰρ τὰ γεννητὰ ὑπὸ χρόνον, καὶ ἡ πρὸς ταῦτα μετάδοσις τοῦ πνεύματος ὑπὸ χρόνον.

καὶ εἰ ἡ μετάδοσις αὕτη ἐστὶν ἡ φυσικὴ καὶ οὐσιώδης καὶ ἰδία τοῦ πνεύματος ὕπαρξις εἴτ’ οὖν ἐκπόρευσις—ἐπειδὴ τὰ ἴδια ἀντιστρέφει τοῖς, ὧν ἐστιν ἴδια· τῆς ἐκπορεύσεως ὑπὸ χρόνον οὔσης—καὶ αὐτὸ τὸ πνεῦμα, οὗ ἴδιον ἡ ἐκπόρευσις, ὑπὸ χρόνον ἔσται. τῆς ἀτοπίας ἢ μᾶλλον εἰπεῖν ἀσεβείας. εἰ δὲ καὶ τὸ χρονικῶς ἐνεργούμενον ἐν τῷ ἐνεργεῖσθαι τὸ εἶναι ἔχει—καὶ πλέον οὐδέν ἐστι μετὰ τὴν ἐνέργειαν, —ἔσχατος ἂν εἴη καὶ ἀκρότατος ὅρος ἀσεβείας, τὸ τοιοῦτον καὶ ὑπολαμβάνειν καὶ λέγειν εἶναι τὸ πνεῦμα· πρὸς ὃ καὶ ὁ θεολόγος Γρηγόριος οὕτω προσυπαντᾷ· «εἰ ἐνέργεια» <τὸ πνεῦμα>, φησί, ἐστιν· «ἐνεργηθήσεται καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται· τοιοῦτον γὰρ ἡ ἐνέργεια. πῶς οὖν ἐνεργεῖ καὶ τάδε λέγει καὶ λυπεῖται καὶ παροξύνεται καί, ὅσα κινουμένου σαφῶς ἐστιν, οὐ κινήσεως;» πάντως δὲ οὐκ ἐνδοιαστέον, μή ποτε τούτῳ τῷ θεολόγῳ ὁ θεῖος ἀντιδοξῇ Κύριλλος, ἐνέργειαν προδήλως τὸ πνεῦμα λέγων.

οὐ γὰρ τοιαύτην τοῦτό φησιν «ἐνέργειαν», ὁποίαν ὥς τι τῶν χωριστῶν «συμβεβηκότων, ἐνεργηθεῖσάν ποτε καὶ παύεσθαι», οὐ μὴν οὐδ’ ἀχώριστον μέν, οὐχὶ δὲ καὶ «καθ’ ἑαυτὴν ὑφεστῶσαν»—πρὸς ἣν δὴ δόξαν καὶ ὁ ῥηθεὶς θεολόγος ἀπήντησεν—ἀλλ’ «ἐνέργειαν φυσικήν τε καὶ οὐσιώδη καὶ ἐνυπόστατον»· τῷ μὲν «φυσικὴν» λέγειν «καὶ οὐσιώδη», τὸ ἀπὸ τοῦ προβαλλομένου ταύτην πατρὸς ἐμφαίνων ἀχώριστον καὶ καθάπερ συμφυὲς καὶ συνουσιώμενον. ἐπεὶ δ’ ἔστι τι καὶ ἀχώριστον ἐν τοῖς ὁπωσοῦν οὖσι συμβεβηκός—ἀχώριστόν τι καὶ ἔτι ἀντιστρέφον τὸ ἴδιον—, ὑπὲρ δὲ ταῦτα καὶ ἡ οὐσιώδης διαφορὰ καὶ τοῦτο μόνον λειπομένη, τὸ μὴ οὐσία εἶναι τελεία τὸ μὴ «καθ’ ἑαυτὴν ὑφεστάναι». ἵνα μή τις δόξῃ τοιαύτην τινὰ καὶ τὸ πνεῦμα λέγειν αὐτὸν ἐνέργειαν, τὴν τοιαύτην ἀναιρῶν ὑποψίαν τῷ προστιθέναι· καὶ «ἐνυπόστατον», τουτέστι «καθ’ ἑαυτὴν ὑφεστῶσαν», ἀλλὰ καὶ ἐνεργοῦσαν· «ἐξ αὐτῆς», γάρ φησι, δηλαδὴ τῆς πατρικῆς οὐσίας, «προϊοῦσα καὶ ἐνεργοῦσα καὶ ἐν αὐτῇ μένουσα πάντα ἐργάζεται τὰ τοῦ θεοῦ». τὸ γοῦν ὅλον συνελόντας εἰπεῖν, τοιαύτην ἐνέργειαν τὸ θεαρχικὸν πνεῦμά φησιν ὁ ἱερὸς Κύριλλος, οἵαν καὶ τὸν υἱὸν ὁ θεολόγος δύναμιν λέγειν οὐκ ἂν παραιτήσηται.

οὔκουν ἀλλήλοις οἱ πατέρες ἀντιδοξάζουσιν, ἀλλὰ τοῖς πατράσιν ἀντιδοξεῖ προφανῶς ὁ τὴν ὁπώσποτε γενομένην ἐμφύσησιν παρὰ τοῦ υἱοῦ—δημιουργικῶς μὲν τὴν προτέραν, ἀνακαινιστικῶς δὲ τὴν δευτέραν —ταύτην εἶναι λέγων ἢ τοιαύτην τοῦ θείου πνεύματος τὴν ἐκπόρευσιν, κἀντεῦθεν ἀφορίζων τὴν τοῦ ὀνόματος ὕπαρξιν ἐν τῷ νῦν οὕτως καὶ νῦν οὕτως γίνεσθαί τε καὶ ἀπογίνεσθαι· πρὸς ὃ καὶ ἄμφω οἱ θεῖοι πατέρες διεμαχέσαντο. ἀλλ’ ἡμεῖς καὶ τοῖς θείοις τούτοις πατράσι καὶ πρὸ τούτων τῷ θεοκήρυκι Παύλῳ ἑπόμενοι, τὸ τοῦ κυρίου ἐμφύσημα τὸ μὲν πρῶτον ἐνεργείας εἶναι ψυχωτικῆς εἴτ’ οὖν ζωτικῆς, τὸ δὲ δεύτερον ἁγιαστικῆς τε καὶ πνευματικῆς ἀποφαινόμεθα χάριτος· ἐγένετο, γάρ φησιν, ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν· ὃ δὴ καὶ πνεῦμα ἅγιον εἰρῆσθαι παρὰ τοῦ σωτῆρός φαμεν· καὶ οὕτω πᾶσαν ἀτοπίαν τοῖς τοῦτ’ αὐτὸ εἶναι τὸ ἐνυπόστατον πνεῦμα λέγουσιν ἑπομένην ἐκκλίνομεν. τοῦτο δὲ καὶ κτιζόμενον πνεῦμα παρὰ τοῦ Ἀμὼς εἰρῆσθαί φησιν ὁ μέγας Ἀθανάσιος, καὶ πάλιν ἐν Ἱεζεκιὴλ πνεῦμα καινὸν μετὰ καρδίας καινῆς δοθήσεσθαι τοῖς ἀνθρώποις ἐπαγγελλόμενον, τὸ διὰ τοῦ εὐαγγελίου ἀνακτιζόμενον καὶ ἀνακαινιζόμενον τῶν ἀνθρώπων πνεῦμα. ὁ μὲν γὰρ ὡς ἐκ προσώπου φησὶ τοῦ θεοῦ· ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα.

δῆλον δὲ πάντως, καὶ τίνα λέγει στερεουμένην βροντήν, ὅτι τὸ εὐαγγέλιον· οὗ καὶ τοὺς ὑπηρέτας υἱοὺς βροντῆς ὁ θεὸς Λόγος ὠνόμασεν. ὁ δέ· δώσω ὑμῖν πνεῦμα καινὸν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. ἐν οἷς καὶ θαυμασίως ὁ μέγας ἐπισημαίνεται, ὅτι—δὶς ἐνταῦθα παραληφθέντος τοῦ πνεύματος—τὸ μὲν καινὸν ὠνόμασεν, ὃ δώσειν ἐπαγγειλάμενος, ἵνα δηλώσῃ τὸ ἐν ἡμῖν ἀνακαινιζόμενον· τὸ δὲ τὸ πνεῦμά μου εἶπε τὸ συμφυὲς αὐτῷ, δηλονότι καὶ ὁμοούσιον, ἐν ᾧ καὶ τὸ ἡμέτερον κτίζεται καὶ ἀνακαινίζεται· καθὼς καὶ ὁ ψαλμῳδός φησιν· ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. καὶ πάλιν εὔχεται καρδίαν καθαρὰν ἐν αὐτῷ κτισθῆναι καὶ πνεῦμα εὐθὲς τοῖς αὐτοῦ ἐγκάτοις ἐγκαινισθῆναι. ἄλλο τοίνυν καὶ κατὰ τοὺς ἁγίους πατέρας καὶ κατὰ τοὺς θείους προφήτας τὸ διὰ τοῦ κυριακοῦ ἐμφυσήματος αὐτίκα τοῖς ἀποστόλοις ἐμπνευσθὲν ἅγιον πνεῦμα, καὶ ἄλλο τὸ μετὰ τοῦτο παρὰ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ τούτοις ἀποσταλὲν ἐν εἴδει τε πυρίνων γλωσσῶν διαμερισθέν.

οὐκ ἄρα τοῦτο τοῦ κυρίου ἐστὶν ἐμφύσημα οὐδ’ ἐνέργεια παρ’ αὐτοῦ καὶ νῦν ἀποτελουμένη· ἀλλ’ ἥπερ ἄρα καὶ τῷ θείῳ Κυρίλλῳ δοκεῖ «ἐνέργεια φυσικὴ καὶ οὐσιώδης καὶ ἐνυπόστατος», οἵα καὶ ὁ υἱὸς δύναμις ἐκ τῆς θείας εἴτουν τῆς πατρικῆς οὐσίας «προϊοῦσα καὶ ἐν αὐτῇ μένουσα καὶ πάντα ἐργαζομένη τὰ τοῦ θεοῦ». „Ἀλλὰ καὶ τοῦ υἱοῦ καὶ τοῦ Χριστοῦ“, φησί, „λέγεται τὸ πνεῦμα· ἐξαπέστειλε γὰρ ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν. καὶ πάλιν· εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει. πῶς οὖν τὸ τοῦ υἱοῦ ὂν οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ εἶναι λέγοιτ’ ἄν;“ ἐξῆν μὲν οὖν ἡμῖν πρὸς τοῦτο εἰπεῖν, ὅτι τὸ ἀποσταλὲν ἐν ταῖς καρδίαις ἡμῶν καί, ὃ παρὰ Χριστοῦ λαβόντες ἔχομεν πνεῦμα οἱ τοῦ Χριστοῦ—τοῦτό ἐστι τὸ καὶ κτίζεσθαι λεγόμενον καὶ τοῖς ἐγκάτοις ἡμῶν ἐγκαινίζεσθαι θεῖον καὶ πνευματικὸν χάρισμα—οὐχ ὅλον αὐτὸ ἐκεῖνο τὸ ἐξ ἀϊδίου συνὸν πατρὶ καὶ υἱῷ καὶ πάσῃ κτίσει ἀχώρητον, ἀλλ’ ἡ ἐκεῖθεν καθήκουσα πρὸς ἡμᾶς ἀπορροή τε καὶ μετουσία, κατὰ τὴν ἤδη προπαραδοθεῖσαν τοῦ μεγάλου Ἀθανασίου περὶ τούτου διαστολήν· καὶ τοῦτο εἰπόντας πραγμάτων ἀπαλλαγῆναι. ἔστω δ’ οὖν ὅμως καὶ δεδόσθω τὸ ἐνυπόστατον αὐτὸ πνεῦμα λέγεσθαι τοῦ υἱοῦ· ἵνα, ὥσπερ ὁ υἱὸς ἴδιος λόγος ἐστί τε καὶ λέγεται τοῦ πατρός, οὕτως καὶ τὸ πνεῦμα τὸ ἅγιον ἴδιον εἶναι πνεῦμα λέγεται τοῦ υἱοῦ.

τίς οὖν ὁ λόγος, δι’ ὃν τὸ τοῦ υἱοῦ λεγόμενον εἶναι πνεῦμα καὶ ἐκ τοῦ υἱοῦ λέγοιτ’ ἂν εἶναί τε καὶ ἐκπορεύεσθαι; οὔτε γὰρ πᾶν τό τινος ὂν πάντως καὶ ἐκ τούτου, οὗ ἐστιν, ἔχει τὸ εἶναι· οὔτε μήν, εἰ καὶ ἔχει, λέγοιτ’ ἂν ἐξ ἀνάγκης ἐκ τούτου καὶ ἐκπορεύεσθαι. αὐτίκα γὰρ ὁ υἱὸς τοῦ πατρὸς ὢν υἱός τε καὶ Λόγος καὶ ἐκ τοῦ πατὸς ἔχων τὸ εἶναι, οὐχὶ καὶ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι λέγεται. ὁ δέ γε πατήρ, τοῦ υἱοῦ πατὴρ καὶ τοῦ πνεύματος καὶ ὢν καὶ λεγόμενος—τοῦ μὲν ὡς γεννήτωρ, τοῦ δὲ ὡς προβλήτωρ—οὔτε ἐκ τούτων εἶναι οὔτε πολλῷ μᾶλλον ἐκπορεύεσθαι παρά τινος σωφρονοῦντος λεχθείη ποτ’ ἄν. ἅπερ ἀνάγκη συλλογιστικῶς ἀποφαίνεσθαι, εἴ τις ἁπλῶς τὴν σὴν ὡς ὁμολογουμένην δέχοιτο πρότασιν—τὴν ὅτι, τό τινος ὂν ἐκ τούτου καὶ ἔστι καὶ ἐκπορεύεται—ἧς ἵνα τὴν ἀτοπίαν πλατύτερον ἐξαπλώσωμεν. ἐπειδὴ τὰ πολλὰ τῶν πρός τι ἀλλήλων εἰσί τε καὶ λέγονται—ὡς πατὴρ καὶ υἱός, δοῦλος καὶ δεσπότης, διπλάσιον, ἥμισυ, μεῖζον, ἔλασσον—τὰ τοιαῦτα πάντα καὶ ἐξ ἀλλήλων ἂν εἶεν καὶ ἐκπορεύοιντο. εἴπερ τό τινος ὂν καὶ λεγόμενον ἐκ τούτου πάντως, οὗπέρ ἐστί τε καὶ λέγεται, καὶ ἔστι καὶ ἐκπορεύεται—καὶ μὴν τὸ κτῆμα τοῦδέ τινός ἐστι κτῆμα, ὥς σου ὁ ἵππος καὶ ὁ οἶκος καὶ τὸ ἱμάτιον—ἔσται δή, κατὰ τὴν σὴν πρότασιν, ἐκ σοῦ ὁ ἵππος ὤς τε καὶ ἐκπορευόμενος.

καὶ μυρίας ἄν τις συνάξῃ τὰς ἀτοπίας, ἐπεξιὼν τὰ καθ’ ἕκαστον, πρὸς τὸ δεῖξαι ψευδῆ τὴν παρὰ σοῦ λαμβανομένην, ὡς ἀληθῆ πρότασιν—ὅτι τὸ τοῦδέ τινος ὂν ἐκ τοῦδε καὶ ἔστι καὶ ἐκπορεύεται—ἵνα καὶ τὸ πνεῦμα εἴπῃς, ὅτι τοῦ υἱοῦ, διὰ τοῦτο καὶ ἐκ τοῦ υἱοῦ εἶναί τε καὶ ἐκπορεύεσθαι. οὔκουν οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. ἀλλὰ τοῦ μὲν υἱοῦ καὶ Χριστοῦ λέγοιτ’ ἂν εἰκότως τὸ πνεῦμα· ὡς καὶ ἐν αὐτῷ μένον καὶ πλήρωμα αὐτοῦ καὶ ὂν καὶ λεγόμενον, καὶ δι’ αὐτοῦ τοῖς δυναμένοις μεταλαμβάνειν μεταδιδόμενον· ἐκ τοῦ υἱοῦ δὲ οὐχί, ἵνα μὴ καὶ πατὴρ ὁ υἱὸς τοῦ πνεύματος λεχθῇ μηδὲ ὁ πατὴρ καὶ πάππος μηδὲ τὸ πνεῦμα καὶ ἔγγονον καὶ οὕτω συγχεθῶσι καὶ κινηθῶσιν αἱ ἰδιότητες. ἃς ἀσυγχύτους δεῖ σώζεσθαι καὶ ἀκινήτους, ὡς εἰπεῖν, ἵστασθαι· ὅπως ἂν ἀκίνητα μένῃ καὶ τὰ ὀνόματα καὶ μόνος ᾖ τε καὶ λέγηται πατὴρ ὁ πατήρ—ἀλλὰ μὴ δύο πατέρες—καὶ ἔτι μόνον υἱὸς ὁ υἱός—ἀλλὰ μὴ τοῦ μὲν υἱός, τοῦ δὲ πατήρ—καὶ μόνον πνεῦμα καὶ τοῦτο μόνον τὸ πνεῦμα—ἀλλὰ μή, ὅτι δύο ἐκ τοῦ ἑνὸς πατρός, διὰ τοῦτο καὶ δύο υἱοὶ καὶ ἀδελφοί—. μοναδικὸν γὰρ ἔχει ἕκαστον καὶ ἀκοινώνητον πρὸς τἄλλα τὸ ἴδιον ὄνομα καὶ οὐδεὶς ἐκεῖ παρεμπίπτει συνδυασμός. καὶ θεὸς εἷς οὐχ ἧττον τὰ τρία ἢ ἕκαστον τῶν τριῶν, ὅτι μηδὲ τρεῖς θεοὶ μηδὲ μερικαί τινες τρεῖς οὐσίαι θεότητος, εἰ καὶ τρία τὰ ἀριθμούμενα.

ἀλλὰ μία καὶ ἡ αὐτὴ καὶ ὅλη θεότης ἡ τῶν τριῶν τε καὶ ἑκάστου. τὸ γὰρ περὶ τοῦ υἱοῦ εἰρημένον τῷ Παύλῳ· ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, τοῦτο καὶ περὶ τῶν λοιπῶν ἑκάστου ῥητέον ἐστί. καὶ ὥσπερ αἱ ἄλλαι θεωνυμίαι, ὅσαι τὴν ὅλην θεαρχίαν χαρακτηρίζουσιν—ὁ θεός, ὁ κύριος, ὁ βασιλεύς· τὸ ἀγαθόν, τὸ ὄν, τὸ σοφόν· τἄλλα, ὅσα κοινὰ τῆς ὑπερφυοῦς φύσεως ὀνόματα—οὕτω δὴ καὶ τὸ ἕν. πλήρωμα γὰρ τοῦτο τῆς ὅλης θεότητος. καὶ μάλιστά γε, καθότι καὶ καθ’ ἑαυτὸ τὸ παντελέστατόν ἐστιν, αὕτη καὶ πληρέστατον ἕν· καὶ μετὰ τῶν ἄλλων συνονομάζεται εἷς θεός, εἷς κύριος, εἷς βασιλεύς· ἀγαθότης μία, οὐσία μία, σοφία μία, δικαιοσύνη μία· ἀλήθεια, δύναμις· πάντα ἑνικὰ καὶ μοναδικά. ἓν οὖν καὶ τὸ πνεῦμα, καὶ πνεῦμα μόνον καὶ οὐδέτερον τῶν λοιπῶν, ἐκ τοῦ πατρὸς μόνου μονοτρόπως ἐκπορευόμενον, οὐ χωριζόμενον. ἀνεκφοίτητος γὰρ ἡ ἐκπόρευσις ὥσπερ ἡ γέννησις τοῦ υἱοῦ· συνημμένον δὲ καὶ τῷ υἱῷ, καὶ οὕτω μένειν ἐν αὐτῷ καὶ νοούμενον καὶ λεγόμενον, καθ’ ἃ καὶ ὁ θειότατος βαπτιστὴς ἐν τῷ βαπτίζειν τὸν κύριον ἑώρακέ τε καὶ μεμαρτύρηκεν· ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἔμεινεν ἐπὶ τὸν Ἰησοῦν. μαρτυροῦσι δὲ καὶ οἱ τὸ βάπτισμα τοῦ κυρίου ἱστοροῦντες εὐαγγελισταί, λέγοντες, ὅτι καὶ βαπτισθεὶς ὁ Ἰησοῦς εἶδε τὸ πνεῦμα τοῦ θεοῦ, καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ’ αὐτόν.

πόθεν καταβαῖνον καὶ ἀπὸ τίνος ἐπὶ τίνα ἐρχόμενον ἢ δηλονότι ἐκ τοῦ τῶν φώτων πατρός; τούτων δὴ τῶν ὁμοουσίων αὐτῷ καὶ ἀλλήλοις, υἱοῦ καὶ πνεύματος· καθ’ ὃ καὶ εἴρηται· πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων. εἰ δὲ λέγεις „καὶ ἐκ τοῦ υἱοῦ“ κατὰ τὴν ἄρτι παρ’ ὑμῖν κρατοῦσαν καινοφωνίαν, πῶς συνάξεις τούτῳ τὸ „ἐρχόμενον καὶ μένον ἐπὶ τὸν Ἰησοῦν“; εἰ μὴ κατὰ Νεστόριον τὸν διπρόσωπον διέλῃς τὸν ἕνα Χριστὸν εἰς δύο, ἵν’ οὕτως εἴπῃς καὶ «πνεῦμα καταβαῖνον ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ» καὶ «ἐρχόμενον καὶ μένον» ὡς ἐπ’ ἄλλο πρόσωπον πάντως, τὸν Ἰησοῦν. ὁρᾷς, εἰς ὅσας σε καὶ ἥλικας αἱρέσεις ἡ δοκοῦσα σμικρὰ ῥῆσις αὕτη κατακρημνίζει; φύγε τοιγαροῦν ταύτην· ὡς ἔχεις, φύγε· «ἥμαρτες, ἡσύχασον». μὴ ἐπαισχυνθῇς εἰπεῖν μετὰ τοῦ Δαυίδ· ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου· δέξαι σύμβουλον τὸν μέγαν Μωσέα· ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. τίς ὁ πατήρ; ὁ προφητικῶς προσαγορευθεὶς πατὴρ τοῦ μέλλοντος αἰῶνος, ὁ πρῶτος ἡμῶν καὶ μόνος καθηγητὴς καὶ διδάσκαλος, ὁ αὐτὸς καὶ θεὸς καὶ τῆς θεολογίας ἐξηγητής, παρ’ οὗ καὶ ἤδη περὶ τοῦ πνεύματος ἔμαθες, ὅτι ἐκ τοῦ πατρὸς ἐκπορεύεται. πρεσβύτεροι δὲ τίνες;