Καὶ ὁ μέγας Παῦλος ἑνὶ ἑκάστῳ, φησίν, ἡμῶν ἐδόθη χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· εἶτα τὴν τοῦ Χριστοῦ δωρεὰν ἐξαπλῶν· αὐτός, φησίν, ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες—δηλονότι οὐχ ἕκαστος καὶ καθ’ ἕνα, ἀλλ’ ἀγαπητόν, εἰ καὶ πάντες—εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν ἐπίγνωσιν τοῦ υἱοῦ τοῦ θεοῦ, ὅπερ ἐστὶν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. καὶ πάλιν ἑτέρωθι· ἑκάστῳ δέδοται, φησίν, ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἑτέρῳ δὲ διακρίσεως πνεῦμα, ἑτέρῳ δὲ γένη γλωσσῶν. πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. δόματα οὖν λαμβάνομεν ἐκ τοῦ πνεύματος τοῦ πληρώματος τοῦ Χριστοῦ, οὐκ αὐτὸ τὸ πνεῦμα καὶ πλήρωμα.