Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικήτας Στηθᾶτος

Υπεράσπιση του Συμβόλου της Πίστεως και το μοναδικό αίτιο του Πατέρα

Προβολή των αποφάσεων των Οικουμενικών Συνόδων, απόρριψη της αλλοίωσης του Συμβόλου της Νίκαιας και οριστική θεολογική τεκμηρίωση του Πατέρα ως αποκλειστικής πηγής της θεότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 5 από 5

τὰ δόματα δὲ νῦν μὲν λέγονται παρὰ τοῦ πατρὸς καταπέμπεσθαι—ὡς ὁ θεῖός φησιν Ἰάκωβος· πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων—νῦν δὲ παρὰ τοῦ υἱοῦ δίδοσθαι—ὡς ὁ μέγας Παῦλος· κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. αὐτὸς γὰρ ἔδωκεν τὰ καὶ τά—νῦν δὲ ἐνεργεῖσθαι καὶ διαιρεῖσθαι παρὰ τοῦ πνεύματος—ὡς αὐτὸς πάλιν ἀπόστολος· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. —ὅθεν δῆλον, ὅτι κοινὰ τῆς ὅλης θεότητος δόματα τὰ χαρίσματα, ὡς ἐκεῖθεν καὶ καταπεμπόμενα καὶ δωρούμενα καὶ ἐνεργούμενα καὶ διαδιδόμενα παρὰ τῆς μιᾶς βασιλείας καὶ ἐξουσίας καὶ ἀρχῆς καὶ δυνάμεως. οὐκ αὐτὸ ἄρα τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι παρά τινος εἴρηται τῶν ἀποστόλων. οὔμενουν, οὐκ ἔστι τοῦτο εἰπεῖν, οὐκέστι. μάλιστα μὲν οὖν πάντες συμφωνοῦσιν, ἐκ τοῦ πατρὸς εἶναι καὶ τοῦ υἱοῦ τὴν γέννησιν καὶ τοῦ πνεύματος τὴν ἐκπόρευσιν λέγοντες, καὶ τούτῳ μόνῳ τὴν πατρικὴν αἰτίαν ἀνατιθέντες, ὡς ἤδη καὶ ὁ θεῖος Ἰάκωβος πατέρα τῶν φώτων αὐτὸν ἀνηγόρευσεν. τίνων δὲ τούτων; υἱοῦ δηλονότι καὶ πνεύματος. μᾶλλον δὲ εἴτῳ δοκεῖ τὸ μὲν „πᾶσα δόσις ἀγαθὴ“ περὶ τῶν χαρισμάτων αὐτῷ εἰρῆσθαι, τὸ δὲ „πᾶν δώρημα τέλειον“ περὶ αὐτοῦ τοῦ ὅλου καὶ παντελοῦς πνεύματος, ὥσπερ ἄρα καὶ τὸ „πᾶν ἄρσεν διανοῖγον μήτραν“ περὶ Χριστοῦ εἴρηται ἐκδηλότερον.

κἀντεῦθεν ὁ θεολόγος οὗτος παρίστησι τὸ „ἐκ τοῦ πατρὸς εἶναι“ τὴν τοῦ πνεύματος πρόοδον. ὁ δέ γε θειότατος εὐαγγελιστὴς καὶ τὸ „θεολόγος“ ὄνομα κατ’ ἐξαίρετον κληρωσάμενος, διὰ πάσης αὐτοῦ τῆς εὐαγγελικῆς ὑψηγορίας τὸ πνεῦμα θεολογήσας· καί, ὅτι μὲν „ἐκ τοῦ πατρὸς ἐκπορεύεται“, αὐτὸν παραστήσας μάρτυρα τὸν Χριστόν, τὸν μάρτυρα κατ’ αὐτὸν εἰπεῖν τὸν πιστόν· ὅτι δὲ καὶ „παρὰ τοῦ υἱοῦ“, μήτ’ αὐτὸς εἰπὼν μήτ’ ἄλλον εἰπόντα παραστησάμενος. σαφέστατα γὰρ ἡμῖν ἤδη διήρθρωται καὶ τὸ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ὡς τοῖς ἠκουσμένοις ἐμμένειν ἡμᾶς, ὡς μηδὲν παρ’ ἑαυτῶν ἢ προστιθέναι ἢ ἀφαιρεῖν ἢ ὅλως καινοτομεῖν. ὑμεῖς, λέγων, ὃ ἠκούσατε ἀπ’ ἀρχῆς ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ, ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε· ὥστε· εἰ μὴ μένει ἐν ἡμῖν ὃ ἠκούσαμεν, ἀλλ’ ἕτερόν τι παρ’ ἐκεῖνο παραδεχόμεθα, ἔξω τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἀποπίπτομεν. ὢ τῆς ζημίας. ἠκούσαμεν δὲ ἀπ’ ἀρχῆς, ὅτι τὸ πνεῦμα παρὰ τοῦ πατρὸς εἴτουν ἐκ τοῦ πατρὸς ἐκπορεύεται· ὅτι δὲ καὶ παρὰ τοῦ υἱοῦ, ἢ ἐκ τοῦ υἱοῦ. οὐκ ἠκούσαμεν. ἀλλὰ νῦν τοῦτο καινοτομεῖται παρὰ τῶν εἰς ἕτερον πνεῦμα πιστευόντων, παρ’ ὃ ἠκούσαμεν, παρ’ ὃ ἐκ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐμάθομεν· ὅπερ οὐκ ἔστι πάντως Χριστοῦ.

αὐτὸ δὲ τοῦτο καὶ Ἰούδας, ὁ ἀδελφὸς Ἰακώβου, παρακαλεῖ λέγων· ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ πίστει. τίς δὲ ἡ ἅπαξ παραδοθεῖσα πίστις, εἰ μὴ ἣν ὁ Χριστὸς παραδέδωκεν, ἀποστέλλων τοὺς μαθητὰς μετὰ τὴν ἀνάστασιν εἰς τὸ κήρυγμα. ταύτης δὴ τῆς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστεως, τὴν μίαν καὶ ὑπερηνωμένην ἀσυγχύτως καὶ διακεκριμμένην ἀχωρίστως θεότητα, τὴν ὅλην ἁπλῆν καὶ τελείαν καὶ πάσης συνθέσεως καὶ πάσης προσθήκης καὶ ὑφαιρέσεως ἀνεπίδεκτον. ταῦτα μὲν ὁ Χριστὸς καὶ τὸ τοῦ Χριστοῦ εὐαγγέλιον καὶ ὁ μείζων ἐν γεννητοῖς γυναικῶν καὶ οἱ τοῦ λόγου αὐτόπται καὶ ὑπηρέται πιστεύειν ἡμᾶς ἐκδιδάσκουσι περί τε τῆς ὅλης θεότητος καὶ αὐτοῦ γε τοῦ θείου πνεύματος. τί δὲ οἱ τῶν ἀποστόλων διάδοχοι; τὸ μὲν καθ’ ἕνα πάντας παράγειν εἴη ἂν ἴσως πρὸς τῷ περιττῷ καὶ περίεργον· ἐν κεφαλαίῳ δὲ πάντως ἀρκέσοι τὴν σύμφωνον πάντων ὁμολογίαν τῆς πίστεως παραστήσασθαι.

ἡ γοῦν μεγάλη καὶ πρώτη σύνοδος, ἡ ἐν Νικαίᾳ κατὰ τοῦ θεοστυγοῦς Ἀρείου συναθροισθεῖσα, ταῦτα περὶ τῆς τοῦ πνεύματος θεότητος διὰ τοῦ μακαρίου Λεοντίου τοῦ Καισαρείας πρὸς τὸν ἀμφιβάλλοντα φιλόσοφον ἀπεκρίνατο· «δέχου μίαν θεότητα τοῦ πατρὸς τοῦ γεννήσαντος τὸν υἱὸν ἀνεκφράστως, καὶ τοῦ υἱοῦ τοῦ γεγεννημένου ἐξ αὐτοῦ, καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ πατρός, ἰδίου δὲ ὄντος τοῦ υἱοῦ». καὶ «ὑποδείγμασι» δὲ τὸν λόγον κυροῦσιν εὖ, μάλα διακρινοῦσι τὸ πρόβλημα· ἀνάλογον λαμβάνοντες τῷ πατρὶ μὲν τὸν ἐν ἡμῖν νοῦν, τὸ πῦρ, τὴν πηγήν· τῷ υἱῷ δὲ τὸν λόγον, τὸ ἀπαύγασμα, τὸν ποταμόν· τῷ πνεύματι δὲ τῷ ἁγίῳ τὸ ἐξ ἡμῶν πνεῦμα, τὸ φῶς καὶ τὸ ὕδωρ. ἐκ τούτων δὲ τῶν ὑποδειγμάτων τό τε μοναδικὸν τῆς οὐσίας δεικνύουσι καὶ τὸ τῶν προσώπων τριαδικόν. οὐχ ἧττον δὲ καὶ ἡμῖν τὸ χρήσιμον πρὸς τὴν προκειμένην ζήτησιν ἐμφανίζουσι τὴν ἀναλογίαν καὶ ἐξαπλοῦσι πλατύτερον. λόγος μὲν γὰρ καὶ πνεῦμα, ἐκ νοῦ—ἀπαύγασμα δὲ καὶ φῶς, ἐκ πυρός—ποταμὸς δὲ καὶ ὕδωρ, ἐκ πηγῆς—καὶ λέγονται καὶ εἰσίν. ἐκ δὲ τῶν δευτέρων τὰ τρίτα ἢ ἐκ τῶν τρίτων τὰ δεύτερα, οὐδαμῶς. καὶ μὴν ἐν τῷ λόγῳ τὸ πνεῦμα καὶ τὸ φῶς ἐν τῷ ἀπαυγάσματι καὶ τὸ ὕδωρ ἐν τῷ ποταμῷ. ἀλλὰ καὶ ἕκαστον ἑκάστου τὰ τρίτα γε τῶν δευτέρων ὥσπερ καὶ τῶν πρώτων λέγονται· ἔμπαλιν δὲ τὰ πρῶτα καί γε τὰ δεύτερα καλεῖται τοῖς τῶν τριῶν ὀνόμασιν.

οὕτως οὖν καὶ υἱὸς μὲν καὶ πνεῦμα ἐκ τοῦ πατρός, ἐξ ἀλλήλων δὲ οὐδαμῶς οὐδὲ μὴν θάτερον ἐκ θατέρου. καὶ μὴν τὸ πνεῦμα ἐν τῷ υἱῷ, ἀλλὰ καὶ υἱοῦ καὶ πατρὸς πνεῦμα· τὸ ἔμπαλιν δὲ τὸ πνεῦμα καὶ ὁ πατὴρ καὶ ὁ υἱός. ταῦτα καὶ ἡ πρώτη τῶν τριακοσίων δέκα καὶ ὀκτὼ μακαρίων σύνοδος.

Λεόντιος μὲν γὰρ ἔλεγεν· ἡ δὲ σύνοδος ἐπεκύρου. ἡ δέ γε μετ’ αὐτὴν τῶν ἑκατὸν πεντήκοντα σύνοδος, ἡ κατὰ τῶν πνευματομάχων ἐν Κωνσταντινουπόλει συστᾶσα, σαφῶς αὐτόθεν ἐκ τῆς ἐκθέσεως τοῦ κατ’ αὐτὴν ἱεροῦ συμβόλου τῆς πίστεως, τῷ καθ’ ἡμᾶς συνᾴδει λόγῳ περὶ τοῦ πνεύματος· „κύριον αὐτὸ καὶ ζῳοποιὸν καὶ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, πατρί τε καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον“, διαῤῥήδην ἀναγορεύσασα. ταύτῃ τῇ πίστει καὶ οἱ καθ’ ἡμᾶς τῆς ὀρθοδοξίας μεγάλοι πρόβολοι Ἀθανάσιος, Βασίλειος, οἱ τρεῖς Γρηγόριοι καὶ Ἰωάννης ὁ τὴν γλῶτταν χρυσοῦς, οἱ σύγχρονοι τούτοις τε καὶ ταῖς εἰρημέναις συνόδοις τῆς καθ’ ὑμᾶς Ῥώμης πρόεδροι ἐνησμένισαν. ταύτην καὶ ἡ τῶν ἐν Ἐφέσῳ διακοσίων τρίτη ἐκύρωσεν, ἧς ἔξαρχος Κελεστῖνος ὁ τῆς Ῥωμαίων καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρέων. ταύτην καὶ ἡ τετάρτη τῶν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα ἐπεσφράγισεν, ἀκολούθως τῇ ἐν Ἐφέσῳ προλάμπειν ὁρίσασα τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τὴν τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα ὀκτὼ ἔκθεσιν, κρατεῖν τε καὶ τὰ παρὰ τῶν ἑκατὸν πεντήκοντα μακαρίων ὁρισθέντα πατέρων ἐν Κωνσταντινουπόλει, πρὸς ἀναίρεσιν μὲν τῶν αὐτίκα φυεισῶν αἱρέσεων, βεβαίωσιν δὲ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως, καὶ τέλος ὥρισεν· «ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως.

τοὺς δὲ τολμῶντας ἑτέραν πίστιν παραδιδόναι ἢ ἕτερον ἐκτίθεσθαι σύμβολον, τούτους ἐπισκόπους μὲν ὄντας τῆς ἐπισκοπῆς, κληρικοὺς δὲ τοῦ κλήρου ἀλλοτριοῦσθαι, μονάζοντας δὲ καὶ λαϊκοὺς ἀναθεματίζεσθαι». ταύτην τὴν πίστιν ὡς ἄγκυραν ἐκράτησαν ἀσφαλῆ καί, ὅσαι μετὰ τὰς ἠριθμημένας θεοκινήτως συνεκροτήθησαν, οἰκουμενικαὶ σύνοδοι. διὰ ταύτης συνελόντα φάναι· πᾶς ὁ τῶν ἁγίων ὀρμαθὸς τετελείωται. ὧν πάντων τῆς κοινωνίας ὁ μὴ ταύτην τὴν πίστιν φυλάττων ἀπαρεγχείρητον ἠλλοτρίωται, καὶ αὐτῆς (οἴμοι) τῆς ὑπερτάτης ἐκπίπτει τριάδος κατὰ τὴν ἤδη πραχθεῖσαν θεολογικὴν παρεγγύησιν. οὐ φυλάττει δὴ τὴν πίστιν ἀπαρεγχείρητον ὁ μὴ στοιχῶν τῇ ἅπαξ παραδοθείσῃ, ἀλλ’ ἢ παραλλάσσων ἢ προστιθείς τι ἢ ἀφαιρούμενος ὥσπερ καὶ νῦν, ὦ καλὲ Λατῖνε, τὴν περὶ τοῦ πνεύματος τοῦ ἁγίου πίστιν· ἣν παρέδωκεν ὁ Χριστὸς ὁ πρῶτος ἡμῶν καὶ μόνος καθηγητὴς καὶ διδάσκαλος, ἐκήρυξάν τε οἱ ἀπόστολοι καὶ ἐκύρωσαν αἱ σύνοδοι πᾶσαι, καὶ ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησία παρέλαβε· τήν, ὅτι «ἐκ τοῦ πατρὸς ἐκπορεύεται», παραχαράττεις, προστιθεὶς «καὶ ἐκ τοῦ υἱοῦ». „Ἀλλὰ καὶ σύ“, φησί, „προστίθης τὸ «μόνου ἐκ πατρός», λέγων «μόνου», καίτοι μηδαμοῦ τοῦτο τῆς θείας γραφῆς παραλαμβανούσης.

εἰ τοίνυν σοὶ ἔξεστι προστιθέναι, οὐ πολλῷ μᾶλλον ἐμοί, τῷ πρώτῳ θρόνῳ, τῷ κορυφαίῳ, τῷ τὰς κλεῖς τῆς βασιλείας ἐκ διαδοχῆς Πέτρου τοῦ θείου παρὰ τοῦ σωτῆρος πεπιστευμένῳ;“ οὔμενουν. οὐκ ἐγὼ προστίθημι, οὐ μεταίρω αἰώνιον ὅριον, ὃ Χριστὸς ἔθετο καὶ οἱ μετὰ Χριστὸν πατέρες ἡμῶν. οἶδα «μὴ ἐξεῖναι» μήτ’ ἐμοὶ μήτ’ ἄλλῳ τῳ, κἂν μυριάκις ὑπεραυχῇ τὰ ὑπὲρ φύσιν καὶ ὑπεραίρηται ὡς ὁ λέγων· θήσω τὸν θρόνον μου ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ, προστιθέναι τι τῷ λόγῳ Χριστοῦ, τοῦ μόνου ἱκανοῦ τῆς τοῦ πνεύματος θεολογίας ἐξηγητοῦ. ἢ μὴν ὁ εἰς τοσοῦτον ἐξολισθήσας ἐν αὐτῷ τῷ ἐπαρθῆναι, καταβληθήσεται καὶ εἰς χάος ἀπορριφήσεται τὸ ἀπέραντον. τί οὖν; οὐ προσθήκη τὸ „μόνου“; οὐχί, ὁπότε καὶ μὴ ἐκφωνούμενον συννοεῖται. εἰ μὴ γὰρ καὶ ἄλλος ἐν τῇ τριάδι πατήρ, ἀλλ’ εἷς, ὡς ὁ Παῦλός φησι, θεὸς ὁ πατήρ, αὐτόθεν δῆλον, ὅτι καὶ μόνος. ἢ δὸς σὺ πατέρα δεύτερον, καὶ τότε ἀπὸ τοῦ ἑνὸς ἀφαίρει τὸ μόνου. εἰ δὲ καὶ προσθήκη, σὺ ταύτης αἴτιος, ὁ τὴν ὄντως προσθήκην εἰσαγαγών, τὸ „ἐκ τοῦ υἱοῦ“, κἀμοὶ δεδωκὼς ἐξ ἀνάγκης τὴν πρόφασιν τοῦ προσθεῖναι τὸ „μόνου“, πρὸς ἀναίρεσιν τῆς παρὰ σοῦ καινοτομηθείσης προσθήκης. καὶ πῶς προσθήκη ἡ τῆς προσθήκης ἀναίρεσις; ἀλλὰ τί δὴ περὶ τῆς ἐμῆς, ὡς φῄς, προσθήκης λογομαχεῖς;

σὺ τὴν σὴν ἄφελε προσθήκην, εἰ τὴν πίστιν φυλάττειν θέλεις ἀπαρεγχείρητον· κἀγὼ οὐκέτι δεήσομαι τῆς αὐτὴν ἀναιρούσης προσθήκης. οὕτως εἰρηνικὸς ἐγώ· οὕτως πρὸς καταλλαγὰς ἑτοιμότατος. „Ἀλλ’ οὐδὲ τὸ ἐμόν, φησί, προσθήκη. συννοεῖται γάρ· ὥσπερ ὅτε λέγεται «τοῦ πατρὸς» τὸ πνεῦμα, καὶ τὸ «ἐκ τοῦ πατρός»· οὕτως, ἐπειδὴ καὶ «τοῦ υἱοῦ» λέγεται, τὸ «ἐκ τοῦ υἱοῦ».“ ἀλλ’ οὐ συννοεῖται τῷ „τοῦδε“ πάντως τὸ «ἐκ τοῦδε»· ὁπότε τὸ μὲν ψιλῆς συγχύσεως τὸ «τοῦδε», τὸ δ’ «ἐκ τοῦδε» τοιᾶσδέ τινος τῆς ὡς αἰτιατοῦ πρὸς αἴτιον ἀναφορᾶς ἐστι δηλωτικόν. καὶ ἄλλως δὲ διὰ πλειόνων ἡμῖν ἤδη προαποδέδεικται τὸ διάφορον τοῦ «τοῦδε» «ἐκ τοῦ τοῦδε». καὶ γοῦν ἀδελφὸς ἀδελφοῦ λέγεται, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ ἀδελφοῦ λεχθείη ποτ’ ἄν, καίτοι ἄμφω καὶ «τοῦ πατρὸς» υἱοὶ καὶ «ἐκ τοῦ πατρός». οὕτως οὖν καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα· «τοῦ πατρὸς» ἄμφω καὶ μέντοι «ἐκ τοῦ πατρός»· αἴτιος γὰρ ἀμφοῖν ὁ πατήρ. ἀλλ’ ὁ μὲν γέννημα τοῦ πατρός, διὸ καὶ υἱός· τὸ δὲ πρόβλημα, διὸ καὶ πνεῦμα. καὶ οὐκ ἀδελφοὶ οὔτε δύο υἱοὶ οὔτε δύο πνεύματα τὰ ἐκ τοῦ ἑνὸς προϊόντα πατρός. οὐ γὰρ ὁμοία οὐδ’ ἡ αὐτή, ἀλλ’ ἰδιότροπος ἑκατέρου ἡ πρόοδος καὶ μονότροπος.