Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Διάλεξις καὶ ἀντιδιάλογος περὶ τῶν ἀζύμων

Νικήτας Στηθᾶτος

Αγιογραφικές και κανονικές μαρτυρίες για τον ευχαριστιακό άρτο

Παράθεση χωρίων της Καινής Διαθήκης, χρονολογική ανάλυση των γεγονότων του Πάθους και μνεία αποστολικών και συνοδικών κανόνων που καταδεικνύουν την αντικανονικότητα των αζύμων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 3 από 6

καὶ ἄρτος τηνικαῦτα, οὐκ ἄζυμον γίνεται. ἀλλὰ τί τοῦτο λέγων ὁ ἀπόστολος γράφει πρὸς Κορινθίους; μή, ὥσπερ ὑμεῖς ὑπολαμβάνετε, περὶ τοῦ ἑορτάζειν αὐτοὺς ἐν ἀζύμοις; οὐδαμῶς· ἀλλ’ ἐπειδὴ ἐκεῖνοι τοῦτο μὲν παρεβλέποντο τὸν τὴν μητροίαν λαβόντα, τοῦτο δὲ καὶ ἐν τοῖς παλαιοῖς ἐθίμοις τῆς ψευδωνύμου γνώσεως αὐτῶν ἐνεκαυχῶντο, θέλων αὐτοὺς ὁ Παῦλος ἐντρέψαι καὶ τῆς παλαιᾶς ἀποκινῆσαι κακίας, οἷον διὰ τῆς εἰκόνος ταύτης—τῆς ζύμης λέγω καὶ τοῦ φυράματος—ἔδειξεν αὐτοῖς, ὅτι ἓν κακὸν ὡς μικρὸν καταφρονούμενον μεγάλην εἰς τὸ κοινὸν σῶμα τῆς ἐκκλησίας τὴν βλάβην ποιεῖται· διὸ καὶ ἐπιφέρων φησί· καὶ οὐκ ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; (δύναται γάρ, φησίν, ἡ κακία αὕτη εἰς πάσας ὑμῶν τὰς πόλεις διαδοθῆναι· καὶ καθάπερ μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, οὕτω πάντων κατακρατῆσαι καὶ ἀναζυμῶσαι καὶ ἓν φύραμα μεγάλας ἁμαρτίας ἐργάσασθαι A). „ἐκκαθάρατε“ οὖν, φησί, „τὴν παλαιὰν ζύμην“ τῆς ἁμαρτίας, ἐξάρατε ταύτην ἐκ μέσου ὑμῶν, „ἵνα ἦτε νέον“ τῷ Χριστῷ „φύραμα, καθώς ἐστε“ βαπτισθέντες „ἄζυμοι“, ἤγουν καθαροί, (νενεκρωμένοι τῷ κόσμῳ καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις. „καὶ γὰρ τὸ πάσχα ἡμῶν“, τοῦτό ἐστιν, ὅτι ὑπὲρ τοῦ γενέσθαι ἡμᾶς ἐλευθέρους ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, „ἐτύθη Χριστός.

ὥστε“, φησίν, „ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ“ ἁμαρτίας, μὴ „ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας“, ἤγουν καθαρότητος βίου καὶ πίστεως, μεθ’ ἧς εἰς θεὸν πιστεύοντες τὴν ἀλήθειαν, ἀληθινοὶ προσκυνηταὶ τούτου γινόμεθα. οὕτω καὶ ὁ μέγας Γρηγόριος ὁ θεολόγος τὸ ῥητὸν ἐξελάβετε τοῦτο A). καὶ οὕτως ἐστίν, ὦ σοφώτατοι, τὰ τῆς διανοίας τοῦ ἀποστολικοῦ τούτου ῥητοῦ, καὶ οὐχ ὥσπερ ὑμεῖς αὐτὸ ἐκλαμβάνετε (περὶ τῆς τῶν ἀζύμων ἑορτῆς καὶ μεθέξεως A). εἰ γὰρ περὶ τῶν ἀζύμων καὶ τῆς αὐτῶν ἑορτῆς Κορινθίοις ὁ Παῦλος ἐπέστελλε καὶ ἐν ἀζύμοις ἑορτάζειν αὐτοὺς προετρέπετο, οὐκ ἄν, δογματίζων μετὰ τῶν ἕνδεκα καὶ πᾶσαν κανονίζων τὴν τῶν πιστῶν ἐκκλησίαν, ἐν τῷ ἑβδομηκοστῷ κανόνι μετ’ ἐπιτιμίου παρεγγυᾶτο πᾶσι καὶ ἐξησφαλίζετο, τὰ τοιαῦτα παρὰ Ἰουδαίων μὴ δέχεσθαι. „εἴ τις“, φησίν, „ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τῶν κληρικῶν νηστεύει μετὰ Ἰουδαίων ἢ ἑορτάζει μετ’ αὐτῶν ἢ δέχεται παρ’ αὐτῶν τὰ τῆς ἑορτῆς αὐτῶν ξένια, οἷον ἄζυμα ἢ τοιοῦτόν τι, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.“ εἰ δὲ λέγετε μὴ δέχεσθαι ταῦτα παρὰ Ἰουδαίων, ἀλλὰ ποιεῖν οἴκοθεν· τί τοῦτο;

εἴτε παρ’ ἐκείνων δεχόμενοι εἴτε οἴκοθεν ποιοῦντες, ἄζυμά ἐστι καὶ κατὰ τοῦτο μᾶλλον βαρυτέραν ἕξετε τὴν τιμωρίαν· ὅτι ἀφέντες ποιεῖν, ἃ προσετάγητε παρὰ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ, ποιεῖτε, ὡς ὑπὸ νόμον δουλείας ὄντες, ἃ ποιοῦσιν οἱ Ἰουδαῖοι ἐν τῇ σκιᾷ καὶ τῷ σκότει τοῦ νόμου καθήμενοι· ἀπειθοῦντες οὕτω λέγοντι Παύλῳ· ἀδελφοί, „ἕκαστος ἐν ᾗ ἐκλήθη“ τάξει, „ἐν ταύτῃ“ καὶ „μενέτω“. οὐ γὰρ εὑρήσετε κἂν ὅλως ἐν τῇ θείᾳ γραφῇ, ὅτι ἄζυμον εἴρηται παρὰ τοῦ Χριστοῦ ἢ παρὰ τῶν ἀποστόλων αὐτοῦ, ὁπηνίκα ἐμυσταγωγοῦντο παρ’ ἐκείνου τὸ τῆς καινῆς διαθήκης μυστήριον. ὁ μὲν γὰρ Παῦλος Κορινθίοις γράφων φησί· („Κρίνατε ὑμεῖς, ὅ φημι. τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; τὸν ἄρτον, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν“. καὶ πάλιν· A) „ἐγὼ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτί, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον“ (φησὶ καὶ οὐκ ἄζυμον) καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· λάβετε, φάγετε (τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· καὶ οὐχ ἅπαξ εἶπεν ἄρτον, ἀλλὰ πολλάκις. A) καὶ οὐχ οὗτος τοῦτο λέγει μόνος, ἀλλὰ καὶ οἱ λοιποὶ τῶν εὐαγγελιστῶν.

καὶ ὁ μὲν Ματθαῖός φησιν· „ἐσθιόντων δὲ αὐτῶν λαβὼν τὸν „ἄρτον“ ὁ Ἰησοῦς—ὁρᾶς, ἄρτον καὶ οὗτός φησι—(καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε, φάγετε.“ A) ὁμοίως δὲ τὰ αὐτὰ καὶ ὁ Μάρκος φησὶ καὶ οἱ λοιποί, καὶ οὐδαμοῦ ἄζυμον παρ’ αὐτῶν μνημονεύεται. ἐπειδὴ παθεῖν ἔδει τὸν Χριστὸν κατὰ τὴν ἡμέραν αὐτὴν τοῦ νομικοῦ πάσχα, καθ’ ἣν καὶ ὁ ἀμνὸς παρὰ τῶν Ἰουδαίων ἐθύετο—ἔμελλε δὲ γενέσθαι τὸ πάσχα παρὰ τῶν θεοκτόνων παρασκευῇ ἡμέρᾳ (ὥς φησιν Ἰωάννης· „ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου“ D), ἐν ᾗ τηνικαῦτα καὶ ἡ ιδʹ τῆς σελήνης κατὰ τὸν πρῶτον μῆνα ἐν τῷ εφλδʹ ἔτει ἐμπεσεῖν ἔτυχε· κύκλος γὰρ ἦν ιηʹ τοῦ ἡλίου καὶ εʹ τῆς σελήνης—· ἵνα μὴ παραδοθεὶς οὐ φθάσῃ τὸ οἰκεῖον πάσχα τοῖς μαθηταῖς παραδοῦναι, „ἐν τῷ δείπνῳ ἀναπεσὼν“ κατὰ τὴν ὀψίαν δηλονότι τῆς εʹ (ἔφαγε μέν, ἀλλὰ τὸ οἰκεῖον τηνικαῦτα πάσχα, πρὸ τῆς ἑορτῆς τῶν ἀζύμων. καὶ τοῦτο δῆλον ἐκ τοῦ „ἀναπεσεῖν“ αὐτόν. οὐκ ἦν γὰρ τοῦτο νενομοθετημένον, ἐπειδὴ ἱσταμένους καὶ ὑποδεδεμένους ἐκέλευεν ἐσθίειν τὸ πάσχα μετὰ σπουδῆς ὁ νόμος. κατέπαυσε μὲν πληρώσας τοῖς ὄπισθεν χρόνοις αὐτοῦ τοῦ κηρύγματος τὸ πάσχα τὸ νομικόν· παρέδωκε δὲ τὸ οἰκεῖον διὰ τοῦ δείπνου.

διὸ καὶ D) μετὰ τὸ δειπνῆσαι λαβὼν ἄρτον καὶ κλάσας παρέδωκε τοῖς ἀποστόλοις τὸ μυστήριον τῆς καινῆς διαθήκης ἐν τῇ νυκτὶ τῆς εʹ, (ἐν ᾗ καὶ παρεδόθη ὑπὸ τοῦ Ἰούδα, καθὼς γέγραπται. ἀλλὰ τί φησι Λουκᾶς ὁ ἀπόστολος; „λαβὼν ἄρτον“ καὶ „εὐχαριστήσας ἔκλασεν“. ἰδοὺ καὶ ὁ Λουκᾶς ἄρτον εἶπε λαβεῖν τὸν Χριστὸν καὶ οὐκ ἄζυμον. οὐ γὰρ ἔτι ἦν τηνικαῦτα, πέμπτης οὔσης ἡμέρας A)· τρισκαιδεκαταία γὰρ ἔτι ἦν ἡ σελήνη τῇ πέμπτῃ ἐκείνῃ, καὶ οὐκ ἦν ἄζυμα διὰ τὸ μήπω γενέσθαι τὴν ἄρσιν τοῦ ἄρτου. τὰ γὰρ ἄζυμα τῇ ιεʹ τῆς σελήνης γίνεσθαι νενομοθετημένον ἦν, τῇ δὲ ιδʹ τὸν ἀμνὸν καὶ μόνον θύεσθαι. διὸ καὶ τὴν μὲν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης πάσχα προσαγορεύει ὁ νόμος, τὴν δὲ ιεʹ πρώτην τῶν ἀζύμων καὶ σάββατον ὀνομάζει. (φεῦ τῆς ἀνοίας τοῦ ἀγραμμάτου. A). καὶ οὐκ ἦν ἄζυμα κατὰ τὴν πέμπτην ἐκείνην, ιγʹ οὔσης τῆς σελήνης. (κατὰ γὰρ τὴν ιεʹ αὐτῆς νενομισμένον ἦν τὰ ἄζυμα γίνεσθαι, ὥσπερ καὶ τὸν ἀμνὸν κατὰ τὴν τεσσαρεσκαιδεκάτην θύεσθαι, καθ’ ἣν ἐτύθη Χριστὸς ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. A). εἰ δὲ Χριστὸς ἐτύθη καὶ ἐσταυρώθη τῇ ιδʹ τῆς σελήνης κατὰ τὴν ἡμέραν τῆς παρασκευῆς, τὸ δὲ σάββατον ἦν τῶν ἀζύμων ἡ ἑορτή, πότε τὰ ἄζυμα ἔφαγε; καὶ πότε ταῦτα τοῖς ἀποστόλοις ἐν τῇ καινῇ διαθήκῃ παρέδωκεν; (ὅτι λέγετε τὰ ἄζυμα παρὰ τῶν ἀποστόλων ποιεῖν παρελάβομεν A).

μὴ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν; οὐχ ὁρᾶτε, ὅτι προδήλως ἀπὸ τῶν πραγμάτων ἐλέγχεσθε; (οὐδὲ γὰρ τὸ πάσχα τὸ νομικὸν ἔφθασεν ὁ Χριστὸς κατὰ τὸν χρόνον ἐκεῖνον φαγεῖν. D) ὅτι δὲ οὐκ ἦν τότε ἄζυμα, ὅτε τὰ μυστήρια τῆς καινῆς παρεδίδου διαθήκης τοῖς ἀποστόλοις ὁ Χριστός, ἀποδείξω ὑμῖν καὶ ἀπὸ τῆς Μωσαϊκῆς νομοθεσίας· φησὶ γάρ· „αὗται αἱ ἑορταὶ τοῦ κυρίου“ καὶ αὗται αἱ „ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν· ἐν τῷ πρώτῳ μηνί, ἐν τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνὸς ἀναμέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ· καὶ ἐν τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε“. ἰδοὺ καὶ ἀπὸ τῆς νομοθεσίας Μωσέως ἐμάθετε, ὅτι οὐκ ἦν τότε ἄζυμα (ὅτε μετὰ τὸ δειπνῆσαι A) κατὰ τὴν ἡμέραν τῆς πέμπτης (ὁ Χριστὸς παρέδωκε διὰ τῆς τοῦ ἄρτου κλάσεως τὸ τῆς καινῆς διαθήκης μυστήριον. πρὸ γὰρ τῆς ἑορτῆς τῶν ἀζύμων τοῦτο πεποίηκε κατὰ τὴν ιγʹ ἡμέραν τοῦ μηνός. τῇ γὰρ ιεʹ ἡμέρᾳ τοῦ μηνός, ὡς ἔχει ἡ νομοθεσία τοῦ Μωσέως, ἦν ἡ ἑορτὴ τῶν ἀζύμων. καὶ ὁ Χριστός, τῇ παρασκευῇ σταυρωθεὶς κατὰ τὴν ιδʹ ἡμέραν τοῦ μηνός, ὅτε τὸν ἀμνὸν θῦσαι ὤφειλον οἱ Ἰουδαῖοι, τῷ σαββάτῳ κατὰ τὴν ιεʹ ἡμέραν τοῦ μηνός, ὅτε καὶ ἦν ἡ ἑορτὴ τῶν ἀζύμων, ἐν τῷ τάφῳ ἔκειτο τεθαμμένος.

ἀζύμων οὖν μὴ ὄντων πρὸ τῆς ἑορτῆς τῶν ἀζύμων—ἐν ὅλῳ τῷ ἐνιαυτῷ ἑπτὰ γὰρ καὶ μόνας ἡμέρας ἤσθιον τὰ ἄζυμα οἱ Ἰουδαῖοι, ὡς ἐνομοθέτησεν ὁ Μωϋσῆς, κατὰ τὴν ιεʹ ἡμέραν τοῦ πρώτου μηνὸς ἀρχόμενοι τῆς τούτων τραπέζης—A) ποῦ εὑρέθησαν τότε τὰ ἄζυμα, ὅτε μετὰ τῶν αὑτοῦ μαθητῶν τὸ δεῖπνον ἔφαγεν ὁ Χριστός; (εἰ γάρ, καθὼς λέγετε, ὅτι παρὰ τοῦ κυρίου παρέλαβον οἱ ἀπόστολοι τὸ ἐσθίειν τὰ ἄζυμα, κἀκεῖνοι πάλιν παρέδωκαν ὑμῖν ταῦτα ἀντίτυπα τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ μυστήριον τῆς καινῆς διαθήκης A) ὡς οὐκ ἔφθασε γενέσθαι ἡ ἄρσις τοῦ ἄρτου κατὰ τὴν νομοθεσίαν Μωυσέως οὐδὲ ἦσαν τότε ἄζυμα, ποῦ εὑρέθησαν; πῶς δὲ οὐκ ἐπίσης τῆς νομοθεσίας Μωσέως ἑπτὰ καὶ μόνας ἡμέρας ταῦτα ποιεῖν παρέδωκαν ὑμῖν, ἀλλ’ ἐν ὅλῳ τῷ ἐνιαυτῷ, τὴν νομοθεσίαν τοῦ Μωσέως πατήσαντες; καίτοι τοῦ Χριστοῦ „μὴ καταλῦσαι τὸν νόμον ἐλθόντος ἀλλὰ πληρῶσαι“. ἀλλ’ εἰς μάτην ἀντιπίπτετε, ἀδελφοί, τῇ ἀληθείᾳ. εἰ γὰρ ἦν παραδεδομένον ὑμῖν παρὰ τῶν ἀποστόλων τὸ ἐσθίειν τὰ ἄζυμα, ἐνέστη ἂν γενναίως ὁ Ἀγάθων ἱερὸς πάπας ὑμῶν, πρόεδρος ὢν τῆς ἱερᾶς ἕκτης συνόδου ἐπὶ Κωνσταντίνου βασιλέως, καὶ ὁ θεῖος Γρηγόριος ὁ Ἀκραγαντινῶν ἐπίσκοπος, ὁπηνίκα ταύτης τῆς ἁγίας συνόδου οἱ θεῖοι πατέρες κατὰ τῶν ἀζύμων νόμον ἐξέθεντο, τοῦ μὴ παρά τινος τῶν πιστῶν ταῦτα γίνεσθαι.

καὶ ἵνα δείξω ὑμῖν τὴν τούτων νομοθεσίαν κατὰ τῶν ἀζύμων, προστίθημι τῷ λόγῳ καὶ τὸν κανόνα αὐτῶν οὕτως ἔχοντα· „μηδεὶς τῶν ἱερατικῷ καταλεγομένων τάγματι ἢ λαϊκὸς τὰ παρὰ τῶν Ἰουδαίων ἄζυμα ἐσθιέτω ἢ τούτοις προσοικειούσθω ἢ ἐν νόσοις προσκαλείσθω καὶ ἰατρείας παρ’ αὐτῶν λαμβανέτω ἢ ἐν βαλανείοις τούτοις παντελῶς συλλουέσθω. εἰ δέ τις τοῦτο πρᾶξαι ἐπιχειροίη, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.“ ὁ γοῦν ἄζυμα ποιῶν καὶ ἐσθίων εἰ καὶ μὴ λαμβάνει ταῦτα παρὰ Ἰουδαίων, ἀλλὰ μιμητὴς ἐκείνων ἐν τούτῳ γινόμενος, ἰουδαιόφρων ἐστὶ καὶ παράνομος, (ὥσπερ εἰ καὶ περιτέμνει τις ἑαυτόν, εἰ καὶ μὴ παρὰ Ἰουδαίων περιτέμνεται· ἀλλ’ ὁμόφρων ἐκείνων ἐστί, τοὺς κανόνας καὶ τὰς πράξεις τῶν ἀποστόλων καὶ πατέρων παραβαίνων καὶ ἀθετῶν, καθὼς ὁ λόγος ἀπέδειξεν. A) ἀλλὰ περὶ μὲν τῶν ἀζύμων ἱκανῶς ὑμῖν τὸ κεκωλυμένον ἀπὸ πάσης θείας γραφῆς ἀπεδείξαμεν. φέρε δὲ ἀποδείξωμεν ὑμῖν καὶ τὸ περὶ τῆς νηστείας τῶν σαββάτων παράνομον. εἴπατε ἡμῖν· πόθεν νηστεύειν τὰ σάββατα τῆς ἁγίας τεσσαρακοστῆς παρελάβετε; ἀπὸ τῶν ἀποστόλων;