Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Διάλεξις καὶ ἀντιδιάλογος περὶ τῶν ἀζύμων

Νικήτας Στηθᾶτος

Η νηστεία των Σαββάτων και η Λειτουργία των Προηγιασμένων Δώρων

Έλεγχος της πρακτικής της νηστείας κατά τα Σάββατα της Μεγάλης Τεσσαρακοστής και παρουσίαση της ορθόδοξης τάξης για την τέλεση των Προηγιασμένων Δώρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 4 από 6

μὴ γένοιτο· τῶν ἀποστόλων οἱ κορυφαῖοι ἐν μὲν τῷ πέμπτῳ βιβλίῳ τῶν διατάξεων (τῶν ἀπὸ Κλήμεντος Ῥώμης γραφεισῶν A), ἐν ᾧ „περὶ μαρτύρων“ ἐπιγέγραπται, κατὰ τὸ ιθʹ κεφάλαιον ταῦτά φασι· „τετράδα δὲ καὶ παρασκευὴν προσέταξεν ἡμῖν νηστεύειν“ ὁ κύριος, „τὴν μὲν διὰ τὴν προδοσίαν, τὴν δὲ διὰ τὸ πάθος“· „αὐτὸ δὲ νηστεῦσαι τῷ σαββάτῳ παρέδωκεν, οὐχ ὅτι δεῖ τὸ σάββατον νηστεύειν, κατάπαυσις δημιουργίας ὑπάρχον· ἀλλ’ ὅτι ἐκεῖνο μόνον χρὴ νηστεύειν, τοῦ δημιουργοῦ ἔτι ἐν αὐτῷ ὑπὸ γῆν ὄντος.“ κατὰ δὲ τὸ τέλος τοῦ βιβλίου πάλιν οὕτω φασί· „πᾶν μὲν σάββατον, ἄνευ τοῦ ἑνός, καὶ πᾶσαν κυριακὴν ἐπιτελοῦντες συνόδους εὐφραίνεσθε.“ καὶ μετ’ ὀλίγα· „εὐφρανθῆναι δεῖ ἐν ταύταις, ἀλλ’ οὐ πενθῆσαι.“ ἐν δὲ τῷ ἑβδόμῳ τίτλῳ τῶν αὐτῶν διατάξεων κατὰ τὸ κδʹ κεφάλαιον τάδε φησί· „τὸ σάββατον μέντοι καὶ τὴν κυριακὴν ἑορτάζετε, ὅτι τὸ μὲν δημιουργίας ἐστὶν ὑπόμνημα, ἡ δὲ ἀναστάσεως. ἓν δὲ μόνον σάββατον ὑμῖν φυλακτέον ἐν ὅλῳ τῷ ἐνιαυτῷ, τὸ τῆς τοῦ κυρίου ταφῆς· ὅπερ νηστεύειν προσήκει, ἀλλ’ οὐχὶ ἑορτάζειν. ἐν ὅσῳ γὰρ ὁ δημιουργὸς ὑπὸ γῆν τυγχάνει, ἰσχυρότερον τὸ περὶ αὐτοῦ πένθος τῆς κατὰ τὴν δημιουργίαν χαρᾶς.“

ἀλλὰ γὰρ ταῦτα μυστικῶς διὰ Κλήμεντος πάπα γεγραφότες καὶ διαταξάμενοι οὐκ ἔστησαν ἕως τούτων· ἀλλ’ εἰδότες θείῳ πνεύματι, οὐ τὴν τυχοῦσαν παράβασιν εἶναι τὸ νηστεύειν τὰ σάββατα, καὶ ἐπιτιμίῳ σφοδρῷ καταδεσμοῦσι περὶ τοῦτο τὴν ἐκκλησίαν. φασὶ γὰρ ἐν τῷ ξδʹ κανόνι (τῶν ἱερῶν κανόνων αὐτῶν A)· „εἴ τις κληρικὸς εὑρεθῇ τὴν κυριακὴν ἡμέραν νηστεύων ἢ τὸ σάββατον, πλὴν τοῦ ἑνὸς μόνου, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.“ τούτοις ἐξακολουθοῦντες καὶ οἱ ἐν τῇ ἕκτῃ συνόδῳ πατέρες συμφώνως οὕτω νομοθετοῦσι, προκαθεζομένου τῆς ἁγίας συνόδου Ἀγάθωνος πάπα Ῥώμης καὶ Γρηγορίου συνόντος αὐτῷ τοῦ Ἀκραγαντίνων ἐπισκόπου· „ἐπειδὴ μεμαθήκαμεν τοὺς ἐν τῇ Ῥωμαίων πόλει ἐν ταῖς ἁγίαις τῆς τεσσαρακοστῆς νηστείαις τοῖς ταύτης σάββασι νηστεύειν, παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἔδοξε τῇ ἁγίᾳ συνόδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τῇ Ῥωμαίων ἐκκλησίᾳ ἀπαρασάλευτον τὸν κανόνα τὸν λέγοντα· εἴ τις κληρικὸς εὑρεθῇ“, καὶ τὰ ἑξῆς. τούτων οὕτω συνῳδὰ τοῖς ἀποστόλοις διδαξάντων καὶ κανονισάντων τὴν τῶν πιστῶν ἐκκλησίαν μετὰ τοῦ πάπα Ῥώμης Ἀγάθωνος, ὑμεῖς πόθεν (ἄλλοθεν A) καὶ ἐκ τίνος τὸ νηστεύειν τὰ σάββατα παρειλήφατε; ἀλλὰ καὶ τὸ ἀναφορὰν τελείαν καθ’ ἑκάστην λειτουργίαν ποιεῖν ἐν ταῖς ἁγίαις ἡμέραις τῶν νηστειῶν πλὴν σαββάτου καὶ κυριακῆς, πόθεν ἐτυπώθη; (καὶ ἐκ ποίου τοῦτο παρελάβετε διδασκάλου;

A) ἀπὸ τῶν ἀποστόλων; οὐδαμῶς. οἱ μὲν γὰρ ἀπόστολοι κανόνα περὶ τούτου ἐξέθεντο οὕτως εἰπόντες· „εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ἀναγνώστης ἢ ψάλτης τὴν ἁγίαν τεσσαρακοστὴν οὐ νηστεύει, ἢ τετράδα καὶ παρασκευήν, καθαιρείσθω· ἐκτὸς εἰ μὴ δι’ ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο.“ τελουμένης οὖν τελείας λειτουργίας κατὰ τὴν τρίτην ὥραν τῆς ἡμέρας, ἐν ᾗ καὶ νενομοθέτηται ἀναφέρεσθαι τὴν θυσίαν, πῶς τὴν νηστείαν ἕως ἐννάτης ὥρας φυλάξετε, λύοντες αὐτὴν ἐν τῷ καιρῷ τῆς λειτουργίας; οὐδαμῶς. εἰ δὲ τοῦτο ἀδύνατον, ἀναθέματι περιπίπτετε. οἱ γὰρ τῆς ἐν Γάγγρᾳ συνόδου πατέρες κατὰ τὸν ιθʹ κανόνα τάδε φασίν· „εἴ τις τῶν ἀσκούντων χωρὶς σωματικῆς ἀνάγκης ὑπερηφανεύοιτο, καὶ τὰς παραδεδομένας νηστείας ἐν τῷ κοινῷ καὶ φυλασσομένας ὑπὸ τῆς ἐκκλησίας παραλύοι, ὑποικουροῦντος ἐν αὐτῷ τελείου λογισμοῦ, ἀνάθεμα ἔστω.“ Οἱ δὲ τῆς ἐν Λαοδικίᾳ συνόδου πατέρες κατὰ τὸν νʹ κανόνα οὕτω φασίν· „ὅτι οὐ δεῖ ἐν τῇ τεσσαρακοστῇ μαρτύρων γενέθλιον ἐπιτελεῖν, (εἰ μὴ D) (ἀλλὰ τῶν ἁγίων μαρτύρων μνείαν ποιεῖν A) ἐν τοῖς σάββασι καὶ ταῖς κυριακαῖς.“ καὶ κατὰ τὸν μηʹ κανόνα πάλιν φασὶν οἱ αὐτοί· „ὅτι οὐ δεῖ ἐν τῇ τεσσαρακοστῇ ἄρτον προσφέρειν, εἰ μὴ σαββάτῳ καὶ κυριακῇ μόνον.“

ἀλλὰ καὶ οἱ ἐν τῇ ἕκτῃ καὶ οἰκουμενικῇ συνόδῳ πατέρες ὁμοίως κατὰ τὸν πεντηκοστὸν δεύτερον κανόνα νομοθετοῦσι, σὺν τῷ ἱερῷ Ἀγάθωνι πάπᾳ Ῥώμης λέγοντες οὕτως· „ἐν πάσαις ταῖς τῆς ἁγίας τεσσαρακοστῆς τῶν νηστειῶν ἡμέραις, παρ’ ἐκτὸς σαββάτου καὶ κυριακῆς καὶ τῆς ἁγίας τοῦ εὐαγγελισμοῦ ἡμέρας, γινέσθω ἡ τῶν προηγιασμένων ἱερὰ λειτουργία.“

οὕτως τοίνυν παραλαβόντες ἡμεῖς, σάββατον λειτουργοῦμεν καὶ κυριακὴν κατὰ τὴν τρίτην τῆς ἡμέρας ὥραν, ἐν ᾗ καὶ τὸ πνεῦμα κατῆλθε τὸ ἅγιον ἐπὶ τοὺς ἀποστόλους, καὶ προσκομίζοντες ἐν αὐταῖς ἁγιάζομεν τὰ δῶρα· ἐξ ὧν ἱκανὰ τῇ ὅλῃ φυλάττοντες ἑβδομάδι (εἰς τὰς ἑτέρας ἡμέρας τῆς ἑβδομάδος A), κατὰ τὸν τῆς ἐννάτης ὥρας καιρὸν συμπεράναντες πᾶσαν ὑμνολογίαν, ἐν τῷ πληρώματι τοῦ λυχνικοῦ ποιοῦμεν οἱ ἱερεῖς μετὰ τῶν διακόνων εἴσοδον θυμιατήριον μόνον ἐπιφέροντες· καὶ μετὰ τὴν ἀνάγνωσιν τῶν προφητειῶν τὰς τυπωθείσας εὐχὰς παρὰ τοῦ μεγάλου Βασιλείου ποιήσαντες, καὶ τὰ δῶρα μετακομίσαντες ἀπὸ τῆς προθέσεως, καὶ εὐξάμενοι ἐπ’ αὐτοῖς, ἔτι δὲ καὶ τὴν παραδοθεῖσαν ἡμῖν εὐχὴν παρὰ τοῦ κυρίου εἰπόντες, ὑψοῦμεν τὸν προαγιασθέντα ἄρτον καὶ λέγομεν „τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις“· καὶ ἑνώσαντες μεταλαμβάνομεν (τοῦ ἄρτου καὶ τοῦ ποτηρίου τῶν μυστηρίων τοῦ Χριστοῦ A), καὶ οὕτως εὐχαριστήσαντες ἀπολύομεν (ἑαυτοὺς τῆς συνάξεως, καὶ κοινῆς τραπέζης διὰ λαχάνων καὶ ὀσπρίων καὶ θερμοῦ ὕδατος μεταλαμβάνομεν οἱ βουλόμενοι. εἰσὶ δέ, οἳ καὶ μετὰ μόνου τοῦ δώρου τῆς εὐλογίας δι’ ὅλης προσκαρτεροῦσι τῆς ἑβδομάδος.