Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Διάλεξις καὶ ἀντιδιάλογος περὶ τῶν ἀζύμων

Νικήτας Στηθᾶτος

Υπεράσπιση της έγγαμης ιερωσύνης και λειτουργικές παρατηρήσεις

Κριτική της καθημερινής τέλεσης πλήρους λειτουργίας την περίοδο των νηστειών και εκτενής κανονική κατοχύρωση του γάμου των κληρικών έναντι της υποχρεωτικής αγαμίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 5 από 6

A) ὑμεῖς δὲ ἀναφέροντες τελείαν καθ’ ἑκάστην ἐν τῇ τεσσαρακοστῇ λειτουργίαν, τὴν ὀφειλομένην κατὰ τὴν τρίτην ὥραν τῆς ἡμέρας ἀναφέρεσθαι, τοὺς κειμένους παραβαίνετε κανόνας τῆς ἐκκλησίας, καὶ ἐν τούτῳ καὶ τῇ τῶν πατέρων ἀρᾷ ὑποπίπτετε, (καθὼς εἴρηται A) τίς δέ ἐστιν ὁ παραδοὺς ὑμῖν καὶ τὸ κωλύειν ἢ καὶ τέμνειν τὸν γάμον τῶν ἱερέων; ποῖος τῶν διδασκάλων τῆς ἐκκλησίας τοῦτο ὑμῖν παρέδωκε τὸ ἀτόπημα; εἰ μὲν γὰρ μὴ γαμήσας (χειροτονεῖται, εἶτα πρὸς γάμον ὁρμᾷ ὁ A) χειροτονηθεὶς ἄγαμος, νομίμως τοῦτο (καὶ κατὰ κανόνας ποιεῖτε τὸν τοιοῦτον γάμον κωλύοντες A), εἰ δὲ προγεγαμηκὼς ἦν ὁ χειροτονηθεὶς ἱερεὺς ἐν σεμνῷ τῷ βίῳ καὶ σώφρονι, τὸν αὐτοῦ γάμον λύοντες παρανομεῖτε. καὶ ὅτι ἁμαρτάνοντες κἂν τούτῳ παρανομεῖτε, ἀπὸ τῆς τῶν ἀποστόλων διαταγῆς καὶ τῶν ἱερῶν αὐτῶν ἀποδείξω κανόνων. ἐν μὲν γὰρ τῷ ἕκτῳ βιβλίῳ τῶν διὰ Κλήμεντος πάπα Ῥώμης γραφέντων κατὰ τὸ ἑπτακαιδέκατον κεφάλαιον οἱ ἀπόστολοι ταῦτά φασιν· „ἐπίσκοπον καὶ πρεσβύτερον καὶ διάκονον εἴπομεν μονογάμους καθίσθασθαι, κἄν τε ζῶσιν αὐτοῖς αἱ γαμεταὶ κἄν τε μή. μὴ ἐξεῖναι δὲ αὐτοῖς μετὰ χειροτονίαν, ἀγάμοις οὖσιν ἔτι, ἐπὶ γάμους ἔρχεσθαι, ἢ γεγαμηκόσιν ἑταίραις συμπλέκεσθαι, ἀλλ’ ἀρκεῖσθαι, ᾗ ἔχοντες ἦλθον ἐπὶ τὴν χειροτονίαν.“

ἐν δὲ τῷ πέμπτῳ κανόνι (τῶν ἱερῶν κανόνων A) αὐτῶν οὕτω φασίν· „ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ γυναῖκα μὴ ἐκβαλλέτω προφάσει εὐλαβείας· ἐὰν δὲ ἐκβάλλῃ, ἀφοριζέσθω· ἐπιμένων δὲ καθαιρείσθω.“ ἐν δὲ τῷ τεσσαρακοστῷ κανόνι· „ἔστω φανερά“, φησί, „τὰ ἴδια τοῦ ἐπισκόπου πράγματα“ „καὶ μὴ προφάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων διαπίπτειν τὰ τοῦ ἐπισκόπου, ἔσθ’ ὅτε γυναῖκα καὶ παῖδας κεκτημένου ἢ συγγενεῖς“ καὶ τὰ ἑξῆς. εἰ γὰρ ἦν κεκωλυμένον τοὺς ἱερεῖς νομίμοις συζεῖν γυναιξίν, οὐκ ἂν οὕτως οἱ κορυφαῖοι τῶν ἀποστόλων κανονίζοντες τὴν ἐκκλησίαν ἐξέθεντο. εἰ δὲ λέγεις γυναῖκα λέγειν τοὺς ἀποστόλους τὴν ἐκκλησίαν, τότε ἂν πιστὸς κατεφάνη ὁ λόγος ὁ σός, ὅταν ἐν τοῖς ἱεροῖς κανόσιν αὐτῶν τοῖς παρ’ ἡμῶν προειρημένοις μὴ ἐκβάλλειν τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους προφάσει εὐλαβείας τὰς ἑαυτῶν γυναῖκας ἐθέσπιζον, καὶ μὴ διαπίπτειν τὰ τῶν ἐπισκόπων πράγματα προφάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων διὰ τὰ τέκνα καὶ τὰς γυναῖκας αὐτῶν. (εἶεν A). τί δὲ καὶ περὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου εἴποις; οὐχὶ τὸν πάπαν ὑμῶν τὸν ἱερώτατον Ἀγάθωνα, ὡς πολλάκις εἴπομεν, πρόεδρον εἶχεν αὕτη τῶν ἑκατὸν ἑβδομήκοντα πατέρων ἐπὶ Κωνσταντίνου βασιλέως τοῦ ἀπογόνου Ἡρακλείου καὶ πατρὸς Ἰουστινιάνου;

πῶς οὐκ ἀντεῖπε τότε ὁ θεῖος Ἀγάθων τῇ ἁγίᾳ συνόδῳ θεσπιζούσῃ κατὰ τῶν παρανομιῶν τούτων, ὧν ἔχετε νῦν; εἰ γὰρ παρὰ τῶν ἀποστόλων εἴχετε ταύτας τὰς παραδόσεις, ἀντεῖπεν ἂν καὶ οὐ κατεδέξατο ταῦτα καθ’ ὑμῶν κανονισθῆναι πάπας ὢν ὑμῶν. ἐπεὶ δὲ νόθας ἐγίνωσκε τὰς παραδόσεις ταύτας καὶ ξένας τῆς τῶν ἀποστόλων διδασκαλίας, διὰ τοῦτο συνάμα τοῖς πατράσι πᾶσι τῆς ἱερᾶς ἕκτης συνόδου, ὥσπερ περὶ τῶν ἀζύμων καὶ τῆς νηστείας τῶν σαββάτων καὶ τῆς ἱερᾶς θυσίας τῶν νηστειῶν, οὕτω καὶ περὶ τοῦ γάμου τῶν ἱερέων ἐνομοθέτησεν οὕτως εἰπών· „ἐπειδὴ ἐν τῇ Ῥωμαίων ἐκκλησίᾳ ἐν τάξει κανόνος παραδεδόσθαι διέγνωμεν, τοὺς μέλλοντας διακόνου ἢ πρεσβυτέρου ἀξιοῦσθαι χειροτονίας καθομολογεῖν, ὡς οὐκέτι ταῖς αὐτῶν συνάπτονται γαμεταῖς· ἡμεῖς τῷ ἀρχαίῳ ἐξακολουθοῦντες κανόνι τῆς ἀποστολικῆς ἀκριβείας καὶ τάξεως, τὰ τῶν ἱερατικῶν ἀνδρῶν κατὰ νόμους συνοικέσια καὶ ἀπὸ τοῦ νῦν ἐρρῶσθαι βουλόμεθα, μηδαμῶς αὐτῶν τὴν πρὸς τὰς γαμετὰς συνάφειαν διαλύοντες, ἢ ἀποστεροῦντες αὐτοὺς τῆς πρὸς ἀλλήλους κατὰ τὸν καιρὸν τὸν προσήκοντα ὁμιλίας· ὥστε εἴ τις ἄξιος εὑρεθείη πρὸς χειροτονίαν ὑποδιακόνου ἢ διακόνου ἢ πρεσβυτέρου, οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ τοιοῦτον βαθμὸν ἐμβιβάζεσθαι, γαμετῇ συνοικῶν νομίμῳ· μήτε μὴν ἐν τῷ τῆς χειροτονίας καιρῷ ἀπαιτείσθω ὁμολογεῖν, ὡς ἀποστήσεται τῆς νομίμου πρὸς τὴν οἰκείαν γαμετὴν ὁμιλίας.“

καὶ μετ’ ὀλίγα· „Εἴ τις οὖν τολμήσει παρὰ τοὺς ἀποστολικοὺς κανόνας κινούμενος, τινὰ τῶν ἱερωμένων—πρεσβυτέρων φαμὲν ἢ διακόνων ἢ ὑποδιακόνων—ἀποστερεῖν τῆς πρὸς τὴν νόμιμον γυναῖκα συναφείας τε καὶ κοινωνίας, καθαιρείσθω· ὡσαύτως καί, εἴ τις πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ γυναῖκα προφάσει εὐλαβείας ἐκβάλλοι, ἀφοριζέσθω· ἐπιμένων δὲ καθαιρείσθω.“ πόθεν οὖν ὑμῖν καὶ ἐκ τίνων τὰ χαλεπὰ νοσήματα ταυτὶ ἐπῆλθεν, ἄνδρες Ῥωμαίων σοφώτατοι καὶ τῶν ἄλλων πάντων ἐθνῶν εὐγενέστατοι; οἴομαι, ὥς τινες τῶν ἀπὸ Ἰουδαίων ἐπὶ τῶν ἀποστόλων πιστεύσαντες, αἰσχροκερδεῖς καὶ φιλάργυροι εὑρεθέντες καὶ βουλόμενοι πολλοὺς τῶν πιστῶν παρασπάσασθαι, τὸ εὐαγγέλιον ἤγουν τὸ τὴς πίστεως κήρυγμα παρέφθειραν, ἐν τῷ κηρύττειν αὐτοὺς ἐν ταὐτῷ καὶ τὸν χριστιανισμὸν καὶ τὸν Ἰουδαϊσμόν· περὶ ὧν ὁ μὲν Ἰωάννης φησίν· „ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν,“ τοὺς περὶ Σίμωνα καὶ Δημᾶν, Νικόλαόν τε καὶ Κλέοβιν ὑπεμφαίνω. οἱ δὲ λοιποὶ τῶν κορυφαίων ἐν τῷ ἕκτῳ βιβλίῳ τῶν διατάξεων κατὰ τὸ δέκατον ἕκτον κεφάλαιον ἐκδηλότερον εἶπον· „οἴδαμεν γάρ,“ φησίν, „ὅτι οἱ περὶ Σίμωνα καὶ Κλέοβιν ἰώδη συντάξαντες βιβλία, ἐπ’ ὀνόματι τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ περιφέρουσιν, εἰς ἀπάτην ὑμῶν τῶν πεφιληκότων Χριστὸν καὶ ἡμᾶς τοὺς αὐτοῦ δούλους.

καὶ ἐν τοῖς παλαιοῖς δέ τινες συνεγράψαντο βιβλία ἀπόκρυφα Μωσέως καὶ Ἐνὼχ καὶ Ἀδάμ, Ἠσαΐου τε καὶ Δαβὶδ καὶ Ἡλία καὶ τῶν τριῶν πατριαρχῶν, φθοροποιὰ καὶ τῆς ἀληθείας ἐχθρά.“ ἀλλὰ καὶ Παῦλον, τὸν τοῦ κυρίου ἀπόστολον ταῦτα προγνόντα—ὡς οἴομαι— οὕτως εἰς ὑμᾶς ἀποβήσεσθαι, ἐκ τῶν τοιούτων τὸν δόλον ἐμφαίνοντα ὑμῖν Φιλιππησίοις γράφειν· „βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.“ καὶ Τιμοθέῳ πάλιν· „ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων· ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων“ καὶ τὰ ἑξῆς. διὸ καὶ Τίτῳ παρήγγειλε· „ἔλεγχε αὐτούς“, φησί, „ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.“