Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Ἐπιστολαί

Νικήτας Στηθᾶτος

Κοσμολογία και ανθρωπολογία: Δημιουργία και φύση της ψυχής

Επεξήγηση της φύσης των νοερών δυνάμεων, του αιθέρα και του φωτός, καθώς και απόρριψη της ωριγένειας προϋπαρξης μέσω της θεώρησης περί ταυτόχρονης δημιουργίας ψυχής και σώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 2 από 8

Περὶ δὲ ὅτι ὑπὸ τὸν οὐρανόν εἰσιν αἱ νοεραὶ δυνάμεις καὶ οὐκ ἔχουσι τὸ ἀόριστον, τοῦτο λέγει γράφων περὶ οὐρανοῦ κατὰ τὸ μʹ κεφάλαιον καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ Δαμασκηνός, ὃν πιστὸν ἡγησάμενοι καὶ τεθεωμένον ἄνδρα καὶ τὰ θεῖα τρανῶς ὑπὲρ ἡμᾶς εἰδότα, τὴν γνώμην ταύτην ἐλάβομεν ἐξ αὐτοῦ καὶ τῷ λόγῳ συνεξυφήναμεν, ταῖς φυσικαῖς ἡμῶν ἐννοίαις ἐξακολουθῆσαι μὴ βουληθέντες, μηδὲ σοφωτέρους ἢ διαβατικωτέρους τῇ θεωρίᾳ ἑαυτοὺς ἐκείνου ἡγήσασθαι ὅλως κρίναντες.

Ὁ αἰθήρ, ὡς καὶ ὁ Δαμασκηνός φησι, μετὰ τὸ γενέσθαι τὸν οὐρανὸν ἐτάγη παρὰ Θεοῦ· πῦρ γάρ ἐστι καὶ στοιχεῖον κουφότερον τῶν ἄλλων καὶ ἀνωφερέστερον. Οὐ γὰρ ἄλλο τὸ πῦρ καὶ ἄλλος ὁ αἰθήρ, οὐδὲ ἕτερον τὸ πῦρ καὶ ἕτερον τὸ φῶς, ἀλλὰ τὸ φῶς τοῦ πυρός ἐστι. Τὸ γὰρ πῦρ καυστικὸν καὶ φωτιστικόν ἐστιν, ὃ καὶ αἰθὴρ καλεῖται.

Ἐκτίσθη δὲ τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ δημιουργοῦ, καθὼς ἡ θεία λέγει Γραφή· «Καὶ εἶπεν ὁ Θεός· γεννηθήτω φῶς· καὶ ἐγένετο φῶς», ὅπερ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ πῦρ, αὐτὸς ὁ αἰθὴρ ὥσπερ εἴρηται. Τὸ δὲ ἀνεφύη πρῶτον ἡ βοτάνη καὶ τὰ φυτά, εἶτα ἐξηνέχθη τὰ ζῶα, ὡς δευτερόπρωτον τῷ λόγῳ ἐτέθη διά τε τὸν τούτου ῥυθμὸν καὶ τὴν συνθήκην αὐτοῦ καὶ οὐδὲν ἐν τούτῳ τὸ προσιστάμενον ἔσται τοῖς ἐπαΐουσιν.

Πρὸ δὲ τῆς παραβάσεως εἰ καὶ ἐθελότρεπτον τὸ σῶμα ἦν τοῦ Ἀδάμ, ἀλλ’ οὐκ ἐφρόνει κατὰ τοῦ πνεύματος οὔτε ὁ ὀφθαλμὸς τοῦ σώματος ἐπλανήθη πρῶτον, ὡς ἔγραψας, εἶτα ἡ ψυχή, ἀλλ’ ἡ ψυχὴ αὐτὴ ἐπλανήθη διὰ τῶν ὀφθαλμῶν τοῦ σώματος. Ὁ γὰρ ὀφθαλμὸς τοῦ σώματος φῶς οὐκ ἔχει παρ’ ἑαυτῷ, ὥσπερ οὐδὲ ἡ σελήνη ἴδιον, ἀλλὰ τὸ φῶς αὐτοῦ ἀπὸ τῆς ψυχῆς ἐστι τῆς τὸ σῶμα κινούσης, καθὰ καὶ τῇ σελήνῃ ἀπὸ τοῦ ἡλίου. Ἡ ψυχὴ οὖν ὡς διὰ θυρίδων τῶν αἰσθήσεων παρακύπτουσα τῶν αἰσθητῶν τε καὶ ὁρωμένων ἀντιλαμβάνεται πρῶτον καὶ οὕτω τὴν καθ’ ὁρμὴν κινεῖ τοῦ σώματος κίνησιν πρὸς τὸ αὐτῶν ἅψασθαι, ἐπειδὴ ἐκτὸς αὐτῆς νεκρόν ἐστιν εἰς πᾶσαν κίνησιν καὶ ἀκίνητον· ὥστε οὐχὶ τοῦ σώματός ἐστιν ἡ πλάνη, ἀλλὰ τῆς ψυχῆς, δι’ ἧς πρὸς τὴν πλάνην ἐκεῖνο κινεῖται. Ὁ γὰρ Ἀδὰμ ὡς ἄγγελος ἦν αὐλιζόμενος ἐν τῷ παραδείσῳ καὶ τὴν τρυφὴν εἶχεν ἐν τῇ θεωρίᾳ τοῦ ὄντως ὄντος, καθὰ καὶ τῷ σοφῷ δοκεῖ Ἰωάννῃ τῷ Δαμασκηνῷ ἐν τῷ περὶ παραδείσου κεφαλαίῳ.

Ἤρου δὲ μαθεῖν καὶ πῶς τὴν πλεονεξίαν τοῦ θυμικοῦ μέρους ὡρισάμην εἶναι τῆς ψυχῆς. Πρόσεχε, ἀξιῶ. Ἡ φιλαργυρία μίσους γεννητική ἐστιν, ὠμότητός τε καὶ ἀπανθρωπίας, ἅτινά ἐστιν ἴδια προδήλως τοῦ θυμικοῦ τῆς ψυχῆς. Διὰ γὰρ τῆς τοιαύτης διαθέσεως λιμῷ ἀπολλύμενον τὸν πλησίον ὁρῶν ὁ φιλάργυρος πρὸς ἔλεον ἐκείνου οὐδαμῶς κάμπτεται.

Ὅτι δὲ τριῶν ὄντων τῶν ἰδίων τοῦ σώματος, τομῆς λέγω, ῥεύσεως καὶ μεταβολῆς, τὴν μὲν ῥεῦσιν καὶ τὴν μεταβολὴν ἡρμήνευσα, τὴν δὲ τομὴν ἀφῆκα, τῷ λόγῳ διέδραμε περὶ τὰ νοήματα ἀσχολουμένῳ. Τομὴν οὖν εἶναι σώματος ἴσθι τὴν ἀπὸ τῆς ζωῆς εἰς θάνατον τέμνουσαν αὐτὸ τῆς ἀπὸ τῶν στοιχείων ἑνώσεως, δι’ ὧν συνετέθη, καὶ εἰς φθορὰν ἀπολύουσαν μετὰ τὴν τοῦ πνεύματος ὑποχώρησιν.

Ὅτι δὲ οὐκ ἐναντιοῦται ὁ περὶ παραδείσου λόγος τῷ θεσπεσίῳ Ἰωάννῃ τῷ Δαμασκηνῷ ἐν τῷ λέγειν οὐ ταῖς κατὰ μικρὸν προσθήκαις ἀπαρτιζομένου τοῦ σχήματος, ἀλλ’ ὑφ’ ἓν τελειωθέντος, μᾶλλον δὲ λίαν συμφωνεῖ τούτῳ, ἡ βίβλος τῶν κεφαλαίων αὐτοῦ μαρτυρήσει ἐν τῷ ξεʹ κεφαλαίῳ, ἐν ᾧ περὶ τρόπου γέγραπται τῆς συλλήψεως τοῦ Θεοῦ Λόγου.

Ὅτι δὲ καὶ τὸ τοῦ Ἀδὰμ σῶμα σύγχρονον ἐγένετο ἅμα τῇ ψυχῇ ἐν τῇ πλάσει, μαρτυρεῖ καὶ περὶ τούτου ὁ Δαμασκηνὸς ἐν τῷ κεʹ κεφαλαίῳ, καὶ ὁ Νύσσης Γρηγόριος ἐν τῇ βίβλῳ τῆς Ἑξαημέρου τοῦ μεγάλου Βασιλείου, ἐν ᾗ καὶ αὐτὸς τὴν εἰς τὸν ἄνθρωπον ἐποιήσατο θεωρίαν.

Οὐ γὰρ τὸ μὲν πρῶτον, τὸ δὲ ὕστερον ἐν τῇ πλάσει συνέδραμεν, ὡς φληναφεῖ δογματίζων ὁ Ὠριγένης προΰπαρξιν καὶ μεθύπαρξιν, ἀλλ’ ἅμα σῶμα καὶ ἅμα ψυχὴ ἔπλασται ὁ Ἀδάμ. Ἤδη οὖν λελύκαμεν τὰ ζητηθέντα ἡμῖν πάντα τῇ σῇ σοφωτάτῃ καὶ ἱερωτάτῃ ψυχῇ τῇ τεθείσῃ ἐν τῇ λυχνίᾳ τοῦ φωτίζειν τὴν παγκόσμιον οἰκίαν τῆς Ἐκκλησίας Χριστοῦ καὶ ἡμῶν τῶν ταπεινῶν εἰς παράκλησιν καὶ ὠφέλειαν εἶναι. Σὺ δέ, εἰ μὲν ἀληθείας ἔχονται τὰ λυθέντα, δὸς δόξαν Θεῷ, τῷ καὶ μογγιλάλοις λόγον διδόντι ἐν ἀνοίξει τοῦ στόματος· εἰ δ’ οὖν, ἀλλ’ εὔχου μοι τὸ φῶς ἐκεῖνο τὸ ἄδυτον, ὃ φωτίζει πάντα ἄνθρωπον εἰς τὸν οὐράνιον κόσμον ἐρχόμενον.

Εἰρήνη σοι τῷ εὐλογημένῳ δεσπότῃ μου.