Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Ἐπιστολαί

Νικήτας Στηθᾶτος

Εκκλησιαστική ευταξία και ο ρόλος των λαϊκών στη λατρεία

Αυστηρή νουθεσία προς τους λαϊκούς που διεκδικούν διδασκαλικό ρόλο, υπενθύμιση των κανόνων περί λειτουργικής τάξης και έλεγχος της χρήσης των ιδιωτικών ευκτηρίων οίκων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 7 από 8

Οὐ πολλάκις εἶπόν σοι; Φεῖσαι σαὐτοῦ, μὴ διδάσκειν φίλει, λαϊκὸς ὤν, τοῦ ἀποστόλου λέγοντος· «Λαϊκὸν δὲ οὐκ ἐπιτρέπομεν διδάσκειν ἐν ἐκκλησίᾳ»—οὔπω γὰρ ἔλαβες τὸ τῆς διδασκαλίας ἀξίωμα—, ἀλλὰ καὶ τῆς Συνόδου θεσπιζούσης ἐπὶ λέξεως οὕτω, ὅτι «Οὐ χρὴ δημοσίᾳ λαϊκὸν δογματικὸν λόγον κινεῖν ἢ διδάσκειν, ἀξίωμα ἑαυτῷ διδασκαλικὸν ἐντεῦθεν περιποιούμενον, ἄλλ’ εἴκειν τῇ παραδοθείσῃ παρὰ τοῦ Κυρίου τάξει καὶ τὸ οὖς τοῖς τὴν χάριν τοῦ διδασκαλικοῦ λαβοῦσι λόγου διανοίγειν καὶ τὰ θεῖα παρ’ αὐτῶν ἐκδιδάσκεσθαι»; Τί μὴ σιωπὴν ἄγεις, λαϊκὸς ὤν, ὥσπερ εἴρηται; Τί μὴ τὰ οἰκεῖα μέτρα γινώσκεις καὶ τοὺς οἰκείους ὅρους τηρεῖς, ἐντὸς τούτων ἱστάμενος, ἀλλ’ ὑπὲρ τὰ ἐσκαμμένα, ὃ δὴ λέγεται, τολμᾷς ᾄττειν, ἡττώμενος ἐν τούτῳ τῶν τε ἀλόγων ζῴων καὶ τῶν ἀψύχων κτισμάτων;

Ἢ οὐχ ὁρᾷς τὴν εὐταξίαν ὅση ἐν τοῖς ἀψύχοις τούτοις καὶ ὁρωμένοις, ὅπως ἕκαστον αὐτῶν οἶδε τὸν ἴδιον καιρὸν καὶ τὸν οἰκεῖον ὅρον οὔποτε ὑπερβαίνει; Ἥλιος καὶ γὰρ τοῦ ἰδίου δρόμου σχολὴν οὐκ ἄγει ποτέ, οὐδὲ τὸν οἰκεῖον ὑπερβαίνει ὅρον, ὡς καὶ φαίνειν δίχα σελήνης ἐπὶ νυκτός· νὺξ δέ, τοῦ φωτὸς συσταλέντος, τὸν ἴδιον ὅρον οὐχ ὑπερπηδᾷ, ἀλλὰ τῆς ἡμέρας ἀνιούσης κατὰ μικρὸν αὐτὴ πρὸς ἑαυτὴν πάλιν παραδόξως συνάγεται. Οὕτω δὲ καὶ θάλασσα οὐ παρελεύσεταί ποτε τοὺς ἰδίους ὅρους, ὡς ἐπιδραμεῖν καὶ καλύψαι πᾶσαν τὴν γῆν· χειμών τε καὶ ἔαρ, θέρος τε καὶ μετόπωρον τὸν ἴδιον οἶδε καιρὸν καὶ τούτων οὐδὲν οὐδέποτε τὸν ἴδιον ὅρον ὑπερβαίνει. Οὕτω δὲ καὶ ζῴων πάντων ἀγέλαι, πτηνῶν, πεζῶν τε καὶ ἐναλίων, τῆς τε νομῆς καὶ ὀχείας αὐτῶν τὸν καιρὸν τὸν ἴδιον ἴσασι καὶ τοὺς ἰδίους ὅρους οὐχ ὑπερβαίνουσιν. Οὕτω καὶ σμῆνος μελισσῶν ὑπὸ βασιλεῖ τάττεται· γεράνων, χηνῶν τε γένος καὶ κύκνων τῷ προπομπῷ φυλάττει τὴν εὐταξίαν. Καὶ πάντα, συνελόντα εἰπεῖν, τὸν καιρὸν οἶδε καὶ τὸν ὅρον τὸν ἴδιον. Εἰ δὲ ταῦτα οὕτω τὰ ἄλογά τε καὶ ἄψυχα, ὡς ἄνωθεν ὑφ’ ὅρον ἐκτίσθησαν, τὴν ἰδίαν τάξιν οἶδε φυλάττειν καὶ τὴν προσήκουσαν εὐταξίαν τηρεῖ, πῶς οὐκ αἰσχύνη σοι, βέλτιστε, λογικῷ τυγχάνοντι καὶ σοφῷ, ὅταν ὑπερβαίνῃς τοὺς ἰδίους ὅρους καὶ τὴν εὐταξίαν οὐκ οἶδας τῆς τοῦ Θεοῦ Ἐκκλησίας φυλάττειν;

Ἀλλ’ εἴ τι ἐμοί τε καὶ Παύλῳ πείθῃ τῷ νυμφοστόλῳ τῆς τῶν πιστῶν Ἐκκλησίας, οὕτω λέγοντι· «Ἀδελφοί, ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἐν ταύτῃ καὶ μενέτω», φείσῃ σαὐτοῦ καὶ τοὺς οἰκείους ὅρους τηρήσεις, μηδαμῶς τῶν οἰκείων ἐπιλανθανόμενος μέτρων, καὶ φιλήσεις μᾶλλον τὸ οὖς ὑπέχειν τοῖς διδασκάλοις Χριστοῦ, οἷς ἐδόθη γινώσκειν καὶ τὰ μυστήρια τῆς τῶν οὐρανῶν βασιλείας, ὡς ὑπήκοος μαθητής, καὶ φύγῃς τὸ ἑαυτῷ περιτιθέναι ἀξίαν, ἣν διὰ Πνεύματος ἁγίου μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου οὐκ ἔλαβες, ἵνα μὴ πρὸς τῷ παρὰ πάντων ὀφλῆσαι τὸν γέλωτα καὶ κίνδυνον, ὅπερ ἀπεύχομαι, φοβερὸν ὑπομείνῃς τῆς πίστεως.

Εἰρήνη σοί.

Τῷ αὐτῷ. Τὸ «τὰς θύρας, τὰς θύρας, πρόσχωμεν» εἰ ἐπὶ μόνου τοῦ μυστηρίου τῆς θείας καὶ ἀναιμάκτου θυσίας εἰρῆσθαι νοεῖς καί, ὡς ἐπέστειλας, προσέχειν ἔξεστι τοὺς ἱσταμένους πάντας ἐκεῖσε, τελουμένων τῶν θείων, εἰς τὴν αὐτῶν κατανόησιν καὶ ὅλους ὅλως αὐτοῖς τὴν ὅρασιν ἐπιβάλλειν, τοῦτο πάλιν πάντῃ ἀνοίκειον τῆς σῆς ἀρετῆς τε καὶ γνώσεως, μόνης ἀφιερωθείσης τῆς αὐτῶν κατανοήσεως καὶ ὁράσεως πρὸς Θεοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ τοῖς προσφέρουσιν ἱερεῦσιν, ὡς γέγραπται.

Φησὶ γάρ· «Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς», καὶ πάλιν· «Ὑμῖν ἐδόθη γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς.» Ὅθεν καὶ τὸ μυστήριον τοῦτο τῆς καινῆς διαθήκης μόνοις τοῖς μαθηταῖς αὐτοῦ ὁ Κύριος μέλλων σταυρωθῆναι παρέδωκε, καίτοι καὶ ἑτέρων πολλῶν ὄντων τηνικαῦτα πιστῶν· ἀλλὰ καὶ τὴν δόξαν αὐτοῦ τῆς θεότητος ἐπὶ τὸ Θαβώριον ὅρος τοῖς τρισὶ μόνοις ἔδειξε, Πέτρῳ καὶ Ἰακώβῳ, καὶ Ἰωάννῃ, τοῖς δὲ λοιποῖς τῶν μαθητῶν οὐδαμῶς. Τίνα τρόπον; Διδοὺς ἡμῖν κἀν τοῖς θείοις πράγμασιν ὥσπερ καὶ ἐν τοῖς ἀνθρωπίνοις πᾶσιν οἷς ἐποίησε ὑπόδειγμα εὐταξίας καὶ τάξεως, τοῦ μένειν καὶ στοιχεῖν ἕκαστον ἐν ᾗ τάξει ἐκλήθη καὶ μὴ τοὺς οἰκείους ὑπερβαίνειν βαθμοὺς ἢ τῶν οὔπω δοθέντων τολμηρῶς ἐπιβαίνειν. Εἰ δὲ τοιαύτη τις εὐταξία ἐδόθη τῇ τῶν πιστῶν Ἐκκλησίᾳ παρὰ Θεοῦ, οἱ μὴ τηροῦντες αὐτήν, ἀλλὰ τὰ οἰκεῖα ὑπερβαίνοντες μέτρα πάντῃ ἔκφρονες.

Ὅλως δὲ λαϊκὸν ἄνδρα κἂν ἔξεστι λαλεῖν ἢ διδάσκειν ἐν ἐκκλησίᾳ, μήτι γε κατανοεῖν τὰ φρικτὰ τῆς ἱερᾶς θυσίας μυστήρια, τοῦ ἀποστόλου λέγοντος· «Λαϊκὸν δὲ οὐκ ἐπιτρέπομεν ἐν ἐκκλησίᾳ διδάσκειν», καὶ τῆς ϛʹ ὡσαύτως Συνόδου συνῳδὰ θεσπιζούσης τοῖς ἀποστόλοις καὶ διδάσκειν ἀποτρεπούσης ἐν ἐκκλησίᾳ τοὺς λαϊκούς, ὡς καὶ ἐν τῇ πρὸ ταύτης ἐπιστολῇ σοι ἐγράψαμεν.

Εἰ γὰρ τὴν εἴσοδον οἱ θεῖοι πατέρες τοῦ θυσιαστηρίου πᾶσιν ἀπέκλεισαν λαϊκοῖς—μόνοις γὰρ ἐφεῖται παρ’ αὐτῶν ἡ εἴσοδος τούτου τοῖς βασιλεῦσι δῶρα προσφέρουσι—, πῶς ἔξεστιν ὅλως αὐτοῖς κἂν πλησιάζειν τῷ θυσιαστηρίῳ, τελουμένων τῶν θείων, μήτι γε καὶ ὄμμα ἐπιβάλλειν ἄναγνον ἐν αὐτοῖς καὶ τοσαύτην ἄδειαν ἔχειν τοῦ τὰ φρικτὰ καὶ θεῖα κατανοεῖν καὶ τὰ ἐν τούτοις τελούμενα; Μόνοις ἐδόθη ταῦτα ὁρᾶν καὶ τελεῖν τοῖς ἱερεῦσι Θεοῦ, οἷς καὶ τὸ διδασκαλικὸν ἐχαρίσθη ἀξίωμα, κατὰ τὸν οὕτω πρὸς Τιμόθεον λέγοντα· «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείαν μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.» Τῶν λαϊκῶν, ἴσθι, ὁ τόπος ἐν τῇ τῶν πιστῶν ἐκκλησίᾳ, τελουμένης τῆς ἁγίας ἀναφορᾶς, μακράν ἐστι τοῦ θείου θυσιαστηρίου. Τὰ μὲν γὰρ ἐντὸς τοῦ ἱεροῦ βήματος μόνων τῶν ἱερέων καὶ διακόνων καὶ ὑποδιακόνων ἐστί· τὰ δὲ ἐκτὸς καὶ πλησίον τοῦ βήματος, τῶν μοναχῶν καὶ τῶν λοιπῶν ταγμάτων τῆς καθ’ ἡμᾶς ἱεραρχίας· τὰ δὲ τούτων ὄπισθεν καὶ τοῦ ὀκρίβαντος, τῶν λαϊκῶν κατὰ τὸν παραδοθέντα διάκοσμον ὑπὸ τῶν ἀποστόλων Χριστοῦ τῇ καθολικῇ τῶν πιστῶν Ἐκκλησίᾳ καὶ ἀναγραφέντα παρὰ Διονυσίου καὶ Κλήμεντος, τῶν μαθητῶν Πέτρου καὶ Παύλου. Πῶς οὖν ἐκ τοσούτου διαστήματος κατανοεῖν ἔστι λαϊκόν, ᾧ οὐκ ἔξεστι, τὰ τελούμενα φρικτῶς μυστήρια τοῦ Θεοῦ παρὰ τῶν ἱερέων αὐτοῦ;

Εἰ δὲ λέγεις σεμνὸν εἶναι τὸ ὑπὸ τὸν οἶκόν σου ἐκκλησιαστήριον, ἀνάγκην παρέχον τοῖς παριστῶσι λαϊκοῖς πλησιάζειν τῷ θυσιαστηρίῳ, τελουμένης τῆς ἀναιμάκτου θυσίας, καὶ τοῦτο πρὸς καταδίκην μεγάλην σοῦ τοῦ κυρίου τοῦ οἴκου ἐν ἀγνοίᾳ καὶ γνώσει προσπταίοντος τῇ τῶν ἀποστόλων καὶ τῶν πατέρων διδασκαλίᾳ. Οὐ γὰρ ἐφεῖταί σοι πρὸς αὐτῶν ἐν τῷ κοινῷ σου συνάγειν οἴκῳ καὶ πηγνύειν θυσιαστήριον ἕτερον παρὰ τὴν καθολικὴν ἐκκλησίαν τὴν πλησιάζουσαν καὶ ἀναφέρειν θυσίαν ἐν αὐτῷ ἱερὰν τῷ Θεῷ. Ταῦτα γὰρ οἱ τοῦ Χριστοῦ μαθηταὶ καὶ σὺν αὐτοῖς οἱ θεῖοι πατέρες ἀπεδοκίμασαν, ἀλλ’ ἐν καθολικῇ καὶ ἀφιερωμένῃ καὶ καθιερωμένῃ Θεῷ ἐκκλησίᾳ προσφέρειν ἐθέσπισαν καὶ συνάγεσθαι ἅπαντας, ἐν ᾗ ὁ διάκοσμος ἅπας σῶός ἐστι τοῦ ἱεροῦ βήματος καὶ οἱ διάκονοι μετὰ τῶν ὑποδιακόνων παρίστανται, τοὺς ἀνιέρους καὶ ἀναξίους ἀπείργοντες ἀπὸ τῶν ἱερῶν θυρῶν τοῦ ναοῦ καὶ μὴ ἐῶντες πρὸς τὰ πρόσω προβαίνειν. Ἀλλὰ τούτων μὲν ἅλις.