Ἔργον
Νικήτας Στηθᾶτος – Κατὰ ἁγιοκατηγόρων
Προοίμιο και θρήνος για την πνευματική παρακμή της εποχής
Ο συγγραφέας εισάγει το θέμα του έργου με προφητικούς λόγους, θρηνώντας για την αποστασία και την καταφρόνηση των θείων από τη σύγχρονη γενεά.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και θρήνος για την πνευματική παρακμή της εποχής
Ο συγγραφέας εισάγει το θέμα του έργου με προφητικούς λόγους, θρηνώντας για την αποστασία και την καταφρόνηση των θείων από τη σύγχρονη γενεά.
Νικήτα μονάζοντος καὶ πρεσβυτέρου μονῆς τῶν Στουδίου τοῦ Στηθάτου κατὰ ἁγιοκατηγόρων Καλὸν ἐκ τοῦ Ἰερεμίου τοῦ προφήτου προοιμιάσασθαι τήμερον καὶ οὕτω κατ’ ἐκεῖνον μέσον τῆς παρούσης γενεᾶς τῶν ἀνθρώπων γεγωνότερον ἐκβοῆσαι· ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε καὶ ἐπ’ ἀδελφῷ ἑαυτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται. Τοῦτο τοίνυν καὶ λεγόμενον νῦν ἀκούειν δοκῶ καὶ ἐνεργούμενον ὁρῶ κατὰ τὸν παρόντα τοῦ χρόνου καιρὸν ἢ ὅτε οὐκ ἠθέλησεν εἰδέναι Θεὸν Ἰσραὴλ καὶ τόκος ἐπὶ τόκῳ καὶ δόλος ἐπὶ δόλῳ ηὐξάνετο καὶ ἀλήθεια τρανῶς οὐκ ἐλέγετο, διὰ τὸ τὴν γλῶσσαν αὐτῶν τηνικαῦτα λαλεῖν μεμαθηκέναι ψευδῆ. Διὸ καὶ θρηνῆσαί μοι καὶ φάναι κατ’ αὐτὸν οὕτως ἔπεισιν· οἴμοι ὅτι οἱ ἔσθοντες τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις, οἱ τιθηνούμενοι ἐπὶ κοσκίνῳ περιεβάλοντο κοπρίαν καὶ ὡμοιώθη ὁ λαὸς ὁ ἐκλεκτὸς τοῦ Θεοῦ λαῷ μὴ ἔχοντι γνῶσιν καὶ ἀκούοντι πρὸς Θεοῦ· Σύ, φησίν, ἐπίγνωσιν ἀπώσω καὶ ἐγὼ ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μοι. Τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, ὁ ὁρῶν τὸν Θεὸν Ἰσραήλ, ἠτιμώθημεν, ἠχρειώθημεν, ὅτι ἐπληθύνθημεν καὶ λοιμῷ προσομιλοῦντες διαφθειρόμεθα ὅτι μήτρα δυστυχῶς ἐγενήθη ἡμῖν, κατὰ τὴν πάλαι τοῦ προφήτου ἀράν, ἀτεκνοῦσα καὶ μαστοὶ ξηροί. Τί γάρ, φησί, δώσεις αὐτοῖς; Δὸς αὐτοῖς, Κύριε, μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς.
Καὶ πάλαι μὲν Ναζιραίων τὸ γένος, ἅγιον ὂν ἐς τὰ μάλιστα καὶ ἐκλεκτὸν τῷ Θεῷ ἔλαμπεν ὑπὲρ γάλα, κατὰ τὸν θρηνοῦντα ἡμᾶς Ἰερεμίαν δικαίως, καὶ ὑπὲρ χιόνα καθαρὸν ἦν καὶ ὑπὲρ λίθον σάπφειρον ὑπῆρχε τὸ εἶδος αὐτοῦ, γνῶσις δηλαδὴ καὶ σοφία, ἐξ ἄκρας ἐνσεμνυνόμενον καθαρότητος. Ἐκαθαριώθησαν, φησί, ναζιραῖοι αὐτῆς ὑπὲρ χιόνα, ἔλαμψαν ὑπὲρ γάλα, ἐτυρώθησαν ὑπὲρ λίθον σάπφειρον τὸ εἶδος αὐτῶν. Καὶ οὕτω φῶς ἦν καὶ ἅλας τῆς γῆς, κατὰ τὸν ἱερώτατον λόγον, καὶ δεδοξασμένον ταῖς ἀρεταῖς μέσον τῆς παγκοσμίου καὶ κοινῆς τῶν πιστῶν ἐκκλησίας. Νυνὶ δὲ οὐκ οἶδ’ ὅ, τι καὶ ὅπως ἐμαυτοῦ πρῶτον ἐπιλαβόμενος εἴπω τὸ ἐν σοφίᾳ πάλαι καὶ γνώσει βεβοημένον σκότει ἀγνωσίας κατακαλύπτεται καὶ ἀντὶ φωτὸς ζόφος μικροῦ τοῖς πᾶσιν ὁρᾶται· καὶ οὐχ ἅλας ἀρτῦον τῷ πνεύματι τὰς ἀνάλους καὶ ἀσυνέτους ψυχάς, ἀλλὰ πικρία ψυχῆς τὴν αἴσθησιν τῶν ἐντυγχανόντων καταπικραίνουσα. Εἰσὶ δέ, πλὴν ὀλίγων καὶ τούτων ἢ ἐρριμένων ἴσως ἢ φθονουμένων ἢ μόνῳ τῷ τὰ πάντα εἰδότι Θεῷ γινωσκομένων, καθόσον καὶ αὐτὸς πρὸς αὐτῶν ἐπεγνώσθη, οἳ καὶ ἀναιδῶς ἐν φαυλότητι βίου καὶ δυστροπίᾳ ψυχῆς τῶν θείων τολμηρῶς κατορχούμενοι καὶ τοῖς ἑαυτῶν καταπατοῦντες ποσίν, ὅσον τὸ ἐπ’ αὐτοῖς τὰ ἅγια οἱ ἐναγεῖς καθυβρίζουσι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.