Ἔργον
Νικήτας Στηθᾶτος – Λόγοι
Λόγος κατά Ιουδαίων
Απολογητική και δογματική πραγματεία για το μυστήριο της Ενσαρκώσεως, τις προφητικές προτυπώσεις και την ανασκευή των ιουδαϊκών αντιλήψεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος κατά Ιουδαίων
Απολογητική και δογματική πραγματεία για το μυστήριο της Ενσαρκώσεως, τις προφητικές προτυπώσεις και την ανασκευή των ιουδαϊκών αντιλήψεων.
ΝΙΚΗΤΑ ΜΟΝΑΧΟΥ ΤΟΥ ΣΤΗΘΑΤΟΥ ΛΟΓΟΣ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ ΚΑΙ ΕΛΕΓΧΟΣ ΕΚ ΠΡΟΟΙΜΙΩΝ ΤΗΣ ΑΠΕΙΘΕΙΑΣ ΚΑΙ ΑΠΙΣΤΙΑΣ ΑΥΤΩΝ. «Ἀναγγείλατε» φησὶν ὁ Θεὸς διὰ Ἰερεμίου τοῦ προφήτου «ἐν τῷ Ἰούδα καὶ ἀκουσθήτω ἐν Ἱερουσαλήμ, εἴπατε, σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς καὶ κεκράξατε μέγα ... Ἀπαγγείλατε τὰ ῥήματά μου εἰς τὸν οἶκον Ἰακὼβ καὶ ἀκουσθήτω ἐν τῷ Ἰούδα.» Ταῦτα προτρεπομένου τοῦ Πνεύματος ἄνωθεν, δεῖν ὠήθημεν βραχύ τι καὶ συντετμημένον, ὡς ἔσχατοι καὶ ἡμεῖς ἐν ἐσχάτοις καιροῖς, διαλεχθῆναι τοῖς Ἰουδαίοις ὑμῖν.
Ἀρχὴν οὖν τοῦ πρὸς ὑμᾶς λόγου προφητικήν, ὡς εἰκός, ἐκ Δαυὶδ ποιήσομεν· «Υἱοὶ Ἑβραίων, ἕως ποτὲ βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; Ἵνα τί ἐγενήθη ὑμῖν τὸ ῥῆμα Κυρίου εἰς ὀνειδισμὸν καὶ οὐ βούλεσθε ἀκούειν αὐτό; Γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον καὶ μονογενῆ παῖδα αὐτοῦ. Ἀκούσατε» περὶ τῆς ἀφράστου αὐτοῦ γεννήσεως ῥήματα ζωῆς αἰωνίου «λαὸς μωρὸς καὶ ἀκάρδιος, οἷς εἰσιν ὀφθαλμοὶ καὶ οὐ βλέπετε, ὦτα καὶ οὐκ ἀκούετε ... ἐπειδὴ ἀπερίτμητά εἰσι καὶ ἀκούειν οὐ δύνασθε.» Ὄντως ὑμεῖς ἐστε πρὸς οὓς εἶπεν ὁ Θεὸς διὰ τοῦ προφήτου· «Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίου καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ βαδίσατε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. Καὶ εἴπατε· οὐ πορευσόμεθα.» Ὑμεῖς ἐστε πρὸς οὓς εἶπε· «Καθέστηκα ἐφ’ ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος. Καὶ εἴπατε· οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσε, φησί, τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν ἡμῖν.» Καὶ τὸν λόγον Κυρίου ἀκούσαντες εἰς τὸν Υἱὸν αὐτοῦ ἐπιστεύσαμεν. «Πῶς οὖν ἐρεῖτε» πάλιν δι’ αὐτοῦ φησιν· «ὅτι σοφοί ἐσμεν ἡμεῖς καὶ ὁ νόμος Κυρίου μεθ’ ἡμῶν ἐστιν.
Εἰς μάτην ὄντως ἐγενήθη σχοῖνος ψευδὴς ὑμῖν τοῖς γραμματεῦσιν. Ἐπειδὴ γὰρ τὸν λόγον Κυρίου ἀπεδοκιμάσατε, διὰ τοῦτο ἠσχύνθητε ἔρημοι καταλειφθέντες καὶ ἐπτοήθητε καὶ ἑάλωτε ἅλωσιν αἰώνιον», ἐξ ἧς οὐδέποτε ἐλευθερωθήσεσθε.
Διὰ τοῦτο ἐγκατέλιπεν ὑμᾶς, εἰπὼν διὰ τοῦ αὐτοῦ προφήτου· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου καὶ τὴν κληρονομίαν μου ... Ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδ’ οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα καὶ ταῖς νεφέλαις ἐντελοῦμαι μὴ βρέξαι ὑετὸν ἐπ’ αὐτόν.» Διὰ τοῦτο εἶπε πρὸς ὑμᾶς· «Τί μοι, φησί, πλῆθος τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμί· ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι οὐδὲ ἐὰν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε ἔτι. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστιν· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἐγενήθητέ μοι εἰς πλησμόνην.» Καὶ πάλιν· «Ἵνα τί μοι λίβανον φέρεις ἐκ Σάβα καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτὰ καὶ αἱ θυσίαι ὑμῶν οὐκ ἥδυνάν με ...
Συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν τὰ ὁλοκαυτώματα ὑμῶν καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐνετειλάμην ὑμῖν ἡμέρᾳ ἐξήγαγον ὑμᾶς ἐκ τῆς Αἰγύπτου περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν.» Καὶ πάλιν· «Ἀπόστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι ...
Ὅτι σὺ τὴν ἐμὴν ἀπώσω ἐπίγνωσιν, καὶ ἐγὼ ἀπώσομαί σε τοῦ ἱερατεύειν μοι.» Διὰ τί οὖν ἐμίσησε καὶ ἀπώσατο τὴν ὑμῶν λατρείαν, τὰ σάββατα, τὰς θυσίας, τὰς νεομηνίας καὶ τὰς ἑορτάς, ὥσπερ εἴρηται; Οὐ διὰ τὴν ἀπείθειαν καὶ σκληροκαρδίαν ὑμῶν καὶ τὴν πρὸς τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἀπιστίαν;
Τίνα τρόπον προσκόπτετε εἰς Θεὸν Πατέρα καὶ τὸν συναΐδιον αὐτοῦ Υἱὸν καὶ Θεόν; Ὅτι οὐκ ἦν αὐτῷ ἐξουσία ποιεῖν πρὸ αἰώνων ἃ ἐβούλετο ἐν τοῖς ἰδίοις καὶ ὥσπερ ἐξ οὐκ ὄντων τὰ πάντα ἐποίησεν, οὕτω καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἀποστεῖλαι ἐπ’ ἐσχάτων εἰς ἀνάπλασιν ἡμῶν τῶν βροτῶν; Ὅτι οὐ θεμιτόν ἐστι γεννᾶν Θεόν, ἢ Υἱὸν ἀκούεσθαι Θεοῦ; Ὅτι ἀμήχανον Θεὸν κατελθεῖν ἐπὶ γῆς καὶ ἀνθρώποις ὁμοιωθῆναι καὶ πάντα δράσαι καὶ παθεῖν ἐπὶ γῆς ὅσα εἰς αὐτὸν ἐγράφη καὶ λέλεκται; Ὅτι ἀδύνατον χωρητὸν γενέσθαι γυναικὸς ἐν μήτρᾳ τὸν ἐν πᾶσιν ἀχώρητον καὶ σαρκωθῆναι τὸν ἄϋλον καὶ ἀσώματον καὶ ἀπειράνδρως ἐξ αὐτῆς γεννηθῆναι καὶ Θεὸν ἄνθρωπον χρηματίσαι ἀληθῆ τὸν ἀπερίγραπτον καὶ ἀναφῆ καὶ ἀόρατον;
Ταῦτα ἡμῖν, ὦ Ἰουδαίων παῖδες, ἐγκαλεῖτε καὶ λαλεῖν δοκεῖτε δικαίως καὶ οἷον ἐπαπορεῖν εἰς συνηγορίαν τῆς ἀπιστίας ὑμῶν. Ἐρωτῶσιν οὖν ἡμῖν ἀποκρίθητε, εἰ ἔστι λόγος συνέσεως ἐν ὑμῖν. Ὁ Θεὸς μείζων ἐστὶ τοῦ παντὸς ἢ ἐλάττων; Μείζων εὖ δηλονότι. Ἐντὸς οὖν ἐστι τοῦ παντὸς ἢ ἐκτός; Καὶ ἐντὸς καὶ ἐκτός ἐστι καὶ ὑπὲρ τὸ πᾶν, κατὰ τό· «Ὁ οὐρανὸς μὲν θρόνος· ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ» καὶ τό «ἐπὶ πτερύγων ἀνέμων περιπατεῖν» καὶ τό «ἐν τῇ θαλάσσῃ οἱ τρίβοι αὐτοῦ, βρέχει δὲ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηρούς τε καὶ ἀγαθούς.» Εἰ τοίνυν ἐντὸς γίνεται τοῦ παντός, μείζων ὢν τοῦ παντός, ἐξαίρετον δὲ κτίσμα τῶν ἄλλων ὁ ἄνθρωπος, πῶς σοί, ὦ Ἰουδαῖε, νομίζεται ἄπιστον εἰ ἐν τῇ ἀνθρωπίνῃ φύσει, τῇ κρείττονι τῶν ἄλλων κτισμάτων, Θεὸς κατέρχεται, ἐνοικεῖ δὲ καὶ περιπατεῖ καὶ ἐκ τῶν παναγίων αἱμάτων τῆς παναγίας Παρθένου σαρκοῦται, ἵνα τὸν καταρραγέντα τῇ παραβάσει Ἀδὰμ καὶ ταῖς ἁμαρτίαις παλαιωθέντα ἐν ἑαυτῷ ἀναπλάσας καινὸν ἀπεργάσηται;
Εἰ γὰρ ἐν τῇ λοιπῇ κτίσει τῶν ὁρωμένων, τῇ δούλῃ ταύτῃ φημὶ τοῦ ἀνθρώπου, ἐν ᾗ οὐδὲν οἰκεῖον Θεῷ εἰς ὁμοίωσιν, ἐντὸς γίνεται δυνάμει ζωῆς, ὥσπερ εἴρηκας, θρόνον μὲν ποιούμενος τὸν οὐρανὸν τὴν δὲ γῆν ὑποπόδιον, ἄτοπόν σοι δοκεῖ τὸ τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ κατελθεῖν ἐπὶ γῆς καὶ τῇ ἀνθρωπίνῃ φύσει ἑνωθῆναι, ἣν κατ’ εἰκόνα αὐτοῦ καὶ καθ’ ὁμοίωσιν ἔπλασεν;
Ἆρόν σου τὸ φρόνημα τῆς τῶν ὁρωμένων παχύτητος, μηδὲν σωματικὸν ἐννοῶν, κἀγώ σοι τὴν ἄφραστον τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ἄρρητον γέννησιν ἐκ τῶν χαρισθέντων σοι παρ’ αὐτοῦ ἰδιωμάτων ὡς εἰκόνι αὐτοῦ, τῶν καὶ αὐτῷ καὶ σοὶ φυσικῶς προσόντων, διηγούμενος ἀποδείξω καὶ μυσταγωγήσω σε τὴν πρὸς ἡμᾶς αὐτοῦ φιλάνθρωπον οἰκονομίαν καὶ ἀγαθότητα. Οὐ γὰρ ὥσπερ σὺ γεννᾷς οὕτω καὶ Θεός, ἀλλὰ ἄλλη μὲν ἡ ἐκ σαρκὸς καὶ αἵματος γέννησις, ἄλλη δὲ ἡ ἐκ Θεοῦ τοῦ ἀοράτου καὶ ἀσωμάτου καὶ παντὸς ὑπερκειμένου νοὸς καὶ λόγου καὶ ἐνθυμήματος. Καὶ ὅπως, ἐντεῦθεν ἀκριβῶς ἄκουε.
Νοῦς ὢν πρῶτος ὁ Θεὸς ὁ τοῦ παντὸς ποιητής, ἀόρατος, ἀσώματος, ἀναφής, ἀπερίγραπτος, τῷ ἡμετέρῳ νοῒ τῷ ἀοράτῳ, τῷ ἀσωμάτῳ, τῷ ἀναφεῖ καὶ ἀπεριγράπτῳ ἑνοῦται, τῷ μὲν Λόγῳ αὐτοῦ τῷ συναϊδίῳ καθαίρων τὸν ἡμῖν συναΐδιον λόγον, τῷ δὲ Πνεύματι τοῦ στόματος αὐτοῦ τὸ πνεῦμα ἡμῶν, αὐτὴν δηλαδὴ τὴν ψυχήν, φωτίζων καὶ ἁγιάζων, ἀπορρήτως ἑνούμενος ἡμῖν ὅλος ὅλῃ τῇ εἰκόνι. Δεῖ οὖν σε ἐξ αὐτῆς τῆς εἰκόνος, ἣν ἐπιφέρῃ, Θεοῦ, γνῶναι αὐτὸν τὸν σὲ πλαστουργήσαντα. Καὶ ὅρα, ἵνα ἐκ βραχυτάτου παραδείγματος τὴν ἀπόρρητον τοῦ Θοῦ οἰκονομίαν παραδείξω σοι, πῶς καὶ τίνα τρόπον γεννᾷ ὁ Θεὸς τὸν αὐτοῦ συναΐδιόν τε καὶ ὁμοούσιον Υἱόν.
Νοῦς ὤν, καθάπερ εἴρηται, πρῶτος ὁ Θεός, νοῦν σοι ὡς εἰκόνι αὐτοῦ ἐχαρίσατο, ὡς ἀόρατος ἀόρατον, ἀσώματος ἀσώματον, ἀπερίγραπτος ἀπερίγραπτον, ὡς Λόγου πατὴρ πατέρα λόγου, ὡς προβολεὺς Πνεύματος ἁγίου πνεῦμα, ὃ δὴ ψυχὴν νοερὰν καὶ ἀθάνατον οἴδαμεν. Ὥσπερ οὖν ἐκεῖνος τρισυπόστατος ὢν ἀδιαίρετον ἔχει τὴν θείαν φύσιν καὶ ἀσύγχυτον, εἷς ὤν, καὶ ὁρᾶται Πάτηρ Λόγου ζῶντος καὶ προβολεὺς Πνεύματος ἁγίου, δι’ ὧν ἐστερέωσεν ἐξ οὐκ ὄντων τοὺς οὐρανοὺς καὶ δύναμιν ἔθετο ἐν αὐτοῖς εἰς τὸ εἶναι, οὕτω καὶ σὲ τὴν αὐτοῦ εἰκόνα κατὰ τὸ ἀόρατον παραδόξως ἐδημιούργησε τρισὶν ἀναθεωρούμενον μερισμοῖς, ἀσύγχυτον δηλονότι ἔχοντα καὶ ἀδιαίρετον τὴν φύσιν τῆς νοερᾶς καὶ θείας ψυχῆς ἀπὸ τοῦ νοὸς καὶ τοῦ λόγου διὰ τὸ εἶναι τὰ τρία ἕν, ἡ ψυχή, ὁ νοῦς καὶ ὁ λόγος, δι’ ὧν εἰς τὸ εἶναι διατηρεῖται τὸ σῶμα καὶ ζῇ καὶ κινεῖται σαφῶς.
Τοιγαροῦν καθάπερ σὺ τὸν οἰκεῖον λόγον ἐκ τοῦ σοῦ νοὸς γεννᾷς ἀπαθῶς καὶ ἀρρεύστως καὶ ἔστιν ἀδιαίρετος ἀπὸ σοῦ, εἰ καὶ πρὸς ὃν ὁμιλεῖς ἀπέρχεται, ὡς τῷ σῷ νοῒ ὁμοούσιός τε καὶ συναΐδιος, οὕτω μοι νόει καὶ Θεὸν γεννᾶν τὸν συναΐδιον καὶ ὁμοούσιον αὐτοῦ Λόγον καὶ Υἱὸν ἀπαθῶς καὶ ἀρρεύστως, δι’ οὗ οἱ οὐρανοὶ ἐστερεώθησαν, μήτε τεμνόμενον ἐξ αὐτοῦ καὶ εἰς ἡμᾶς κατερχόμενον καὶ συνόντα ἡμῖν Ὥσπερ δὲ πάλιν τὸν ἴδιον λόγον σύ, ἀόρατον ὄντα καὶ ἀναφῆ καὶ ἀσώματον, σεσωματωμένον καὶ ὁρατὸν ποιεῖς ἐν γράμμασι καὶ πρὸς οὓς αὐτὸν ἀποστέλλεις, οὕτω καὶ ὁ Θεὸς ἐπ’ ἐσχάτων τούτων ἡμερῶν βουληθεὶς ἀναπλάσαι τὴν φθαρεῖσαν αὐτοῦ διὰ τῆς παραβάσεως εἰκόνα, ἐξαπέστειλε τὸν ὁμοούσιον αὐτοῦ Υἱὸν καὶ Λόγον ἐφ’ ἡμᾶς, τὸν ἀσώματον, τὸν ἀόρατον, τὸν ἀναφῆ καὶ ἀπερίγραπτον, διακόνῳ τῷ ἀγγέλῳ χρησάμενος Γαβριὴλ εἰπόντι πρὸς τὴν Παρθένον· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Καὶ Θεὸς ὁ Λόγος ἐσκήνωσεν αὐτὸς ἐν αὐτῇ, γραφεὶς ὥσπερ δακτύλῳ Θεοῦ ἐν ταῖς σαρξὶν αὐτῆς ταῖς πανάγνοις, καὶ ἐγένετο σάρξ. Εἶτα γεννηθεὶς ἐξ αὐτῆς ἀπορρήτως τὰ κλεῖθρα τῆς παρθενίας αὐτῆς οὐ διήνοιξεν, ἀλλ’ ὥσπερ ἀφράστως εἰσῆλθεν, οὕτω καὶ γεννηθεὶς ὑπὲρ λόγον ἐξῆλθε Θεὸς καὶ ἄνθρωπος, ἀναπλάσας ἐν ἑαυτῷ τὸν Ἀδάμ, δεύτερος Ἀδὰμ γεγονὼς οὐχ ὡς ἐκεῖνος ἐκ γῆς χοϊκός, ἀλλ’ ἐπουράνιος, ὡς Κύριος τοῦ παντός.
Εἰ δὲ ἀπορεῖς μοι καὶ πῶς ἐγράφη λέγεις ἐν ταῖς τῆς Παρθένου σαρξὶν ὁ τοῦ Θεοῦ Λόγος καὶ πῶς γραφεὶς ἐσαρκώθη, ξένου καὶ καινοῦ τοῦ πράγματος ὄντος, ἔχω σοι τῷ ἀπόρῳ τὸ ἄπορον λύσαι καὶ ἐπερωτῶν σε ζητῶ μαθεῖν κἀγὼ παρὰ σοῦ πῶς ὁ τοῦ Θεοῦ νόμος ἐγράφη ἐν ταῖς δοθείσαις λιθίνοις πλαξὶ τῷ Μωσεῖ. Εἰ οὖν εἴπης δακτύλῳ, κατὰ τὸ γεγραμμένον, Θεοῦ, λέγω σοι κἀγὼ Πνεύματι ἁγίῳ Θεοῦ· δάκτυλος γὰρ Θεοῦ τοῦτό ἐστι τὸ ἅγιον Πνεῦμα αὐτοῦ. Ἀμέλει καὶ χεῖρας ἀκούων ἐπὶ Θεοῦ, ὦτα καὶ ὀφθαλμούς, δάκτυλον καὶ βραχίονα καὶ εἴ τι ἕτερον, μὴ σωματικῶς ταῦτα νόει—ἀσώματον γὰρ τὸ θεῖον καὶ πάντῃ τῆς παχυτέρας ὕλης ἀμέτοχον—, ἀλλὰ θεοπρεπῶς ὑπολάμβανε ταῦτα εἶναι τὸν Λόγον αὐτοῦ καὶ τὸ Πνεῦμα, τὰς συναϊδίους αὐτοῦ ὑποστάσεις καὶ ὁμοουσίους, δι’ ὧν ἐξ οὐκ ὄντων τὰ πάντα ἐποίησε καὶ οἷς συνέχει τὸ πᾶν ἀδιάλυτον καὶ συντηρεῖ αὐτὸ εἰς αἰῶνας αἰώνων εἰς δόξαν τῆς μεγαλουργίας αὐτοῦ.
Πρὸς δέ, μαθεῖν βούλομαι παρὰ σοῦ καὶ ἄλλα τῶν πάλαι παραδόξων τεραστίων Θεοῦ, ἃ διὰ τὸ καινὸν τοῦτο καὶ ξένον μυστήριον εἰς τύπον αὐτοῦ προεγένοντο. Πῶς, εἰπέ, ὁ ἐπὶ τοῦ Γεδεὼν πόκος μόνος τῆς οὐρανίου δρόσου ἐπλήσθη, ἡ δὲ ἅπασα γῆ ἐκείνη ξηρὰ κατελείφθη μὴ εὐμοιρήσασα τῆς δρόσου αὐτῆς; Πῶς δὲ πάλιν ἡ μὲν γῆ ἐκείνη ἅπασα τὸν ὄμβρον εἰς κόλπον ἐδέξατο, ὁ δὲ πόκος μόνος οὐχί; Ἀλλὰ καὶ ἡ ὀφθεῖσα βάτος τῷ Μωσεῖ, εἰπέ μοι <πῶς> καιομένη ὑπὸ τοῦ πυρὸς οὐ κατεφλέχθη, εὐπρήστου φύσεως οὖσα; Ἡ δὲ ῥᾶβδος Ἀαρών, ἡ ξηρά τε καὶ ἄνικμος, πῶς ἐβλάστησεν εἰπὲ καὶ φύλλοις ὡρᾴσθη κωμῶσα πρὸς τοῖς καρποῖς; Ἀλλὰ καὶ τὸ πρὸ τούτων πάντων τεράστιον γεγονὸς ὑπὸ τοῦ Θεοῦ ἑρμηνευθῆναι βούλομαι παρὰ σοῦ.
Πῶς τὴν πλευρὰν ἀπέσπασεν ὁ Θεὸς τοῦ Ἀδὰμ καὶ ἀντ’ αὐτῆς ἀνεπλήρωσε σάρκα; Πῶς δὲ τὸ βραχύτατον ἐκεῖνο ὀστοῦν εἰς γυναῖκα ζῶσαν ἐποίησε; Διὰ τί δὲ καὶ αὐτὴν ἄνθρωπον οὖσαν οὐκ ἀπὸ γῆς ὁμοίως ἔπλασε τῷ Ἀδὰμ καὶ πνεῦμα εἰς ζῶσαν ψυχὴν ἐνεφύσησε, ἀλλ’ ἐξ αὐτοῦ τοῦ ἀνδρὸς αὐτῆς;
Εἰπὲ καὶ ἀποκρίθητί μοι, εἰ νοῦς ἐστί σοι καὶ λόγος συνέσεως. Εἰ δὲ περὶ τούτων εἰπεῖν ἀπορεῖς σὺ καὶ δοῦναι λόγον οὐκ ἰσχύσεις ποτέ, πῶς ζητεῖς μαθεῖν ἀπ’ ἐμοῦ τὸ πᾶσιν ἀνθρώποις καὶ ἀγγέλοις ἀπὸ τοῦ αἰῶνος κεκρυμμένον μυστήριον; Ὥσπερ οὖν ἐκείνοις πᾶσι πίστις ἡγεῖται μόνη, ἡ ποιοῦσα καὶ δεικνύουσα ἡμῖν ταῦτα πιστὰ τοῖς ἀνθρώποις, καὶ οὐκ ἔρευνα, οὕτω καὶ ἐν τῷ παραδόξῳ τούτῳ τοῦ Θεοῦ μυστηρίῳ καὶ πράγματι, πίστις ἡγεῖσθαι καὶ οὐκ ἀπόδειξις ὀφείλει εἰς τὴν πληροφορίαν αὐτοῦ, ἐπεὶ καὶ διὰ τὸ μὴ ἀπαράδεκτον ἡμῖν δόξαι τὸ μέγα τοῦτο τῆς οἰκονομίας μυστήριον προῳκονομήθη παρὰ Θεοῦ τὰ εἰρημένα τελεσθῆναι μυστήρια τῶν τριῶν παίδων, τοῦ πόκου, τῆς βάτου, τῆς Ἀαρωνίτιδος ῥάβδου, καὶ πρό γε τούτων τῆς Εὔας ἡ πλάσις ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ, ἵνα καὶ ὁ τόκος τῆς Παρθένου καὶ αὐτοῦ τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ ἡ ἀπόρρητος γέννησίς τε καὶ σάρκωσις εὐπαράδεκτος πᾶσι γένηται εἰς τοὺς τύπους καὶ τὰ ὑποδείγματα βλέπουσι καὶ μὴ δόξῃ τοῖς ἀνθρώποις ἄπιστα.
Τοίνυν ἐκεῖνα μὲν εἰς τύπον τούτου γεγονότα τοῦ μυστηρίου τοῖς τηνικαῦτα εἰς θαῦμα γέγονε καὶ ἔκπληξιν, ὁ δὲ τόκος τῆς Παρθένου καὶ ἡ τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ σάρκωσίς τε καὶ γέννησις οὐκ εἰς θαῦμα μόνον ὥσπερ ἐκεῖνα ἐγένετο, ἀλλ’ εἰς πρᾶγμα μέγα, κοινήν τε καὶ παγκόσμιον ὠφέλειαν, καθὼς καὶ ἦν πρὸ τῶν αἰώνων προωρισμένον καὶ πρὸ τῶν γενεῶν ἄνωθεν.
Τίς δὲ ὁ σκοπὸς τοῦ Θεοῦ καὶ διὰ τίνα τρόπον ἐξαπέστειλε τὸν Υἱὸν αὐτοῦ γεννηθῆναι ἐκ γυναικὸς καὶ ἄνθρωπον τέλειον χρηματίσαι; Ἵνα τῆς δουλείας τοὺς ἀνθρώπους ἐλευθερώσῃ καὶ τοὺς δύο λαούς, λέγω δὴ τῶν ἐθνῶν ἡμῶν καὶ τῶν Ἰουδαίων ὑμῶν, συναγάγῃ διὰ τῆς πίστεως καὶ ἕνα τοὺς ἀμφοτέρους λαὸν ποιήσῃ ἐν ἑαυτῷ, λαβὼν ἀπὸ γῆς, εἰς οὐρανοὺς ἀναδράμῃ καὶ ταῖς ἄνω συνάψας δυνάμεσι μίαν ἀγγέλων καὶ ἀνθρώπων ποιήσῃ χοροστασίαν.
Τοῦτό ἐστι τοῦ καινοῦ μυστηρίου τὸ τέλος, αὕτη ἐστὶν ἡ προωρισμένη κοινωφελὴς τοῦ κόσμου ὠφελεία, δι’ ἣν ὁ εἷς τῆς Τριάδος σαρκωθεὶς ἐκ Παρθένου ἐπὶ γῆς ὤφθη καὶ ἡμῖν τοῖς ἀνθρώποις συνανεστράφη κατὰ τὸν εἰρήσαντα προφήτην, δι’ ἣν παιδίον αὐτὸς ὁ Υἱὸς τοῦ Θεοῦ ἐγεννήθη καὶ ἐδόθη ἡμῖν, οὗ τὸ ὄνομα καλεῖται μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, πατὴρ τοῦ μέλλοντος αἰῶνος, κατὰ τὸν Ἡσαίαν, οὗ τῷ μώλωπι τοῦ θανάτου αὐτοῦ, κατὰ τὸν Ἱερεμίαν ἰάθημεν καὶ ζωῆς ἠξιώθημεν, ἐπειδὴ τῆς ἡμετέρας αὐτὸς κοινωνὸς γενέσθαι κατηξίωσεν ἀσθενείας.
Ἄλλως δὲ καὶ ἵνα τῷ ἀπατήσαντι διαβόλῳ πάλαι τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ καιρίαν δῶ τὴν πληγήν. Ἐπειδὴ γὰρ ἐκεῖνος ἑωσφόρος ὢν καὶ τῶν ἄνω δυνάμεων ὁ πρῶτος διὰ τὴν ὑπερηφανίαν αὐτοῦ ἐξέπεσε τῆς ἀξίας ἐκείνης καὶ τῶν οὐρανῶν ἀπερρίφη καὶ γέγονεν ἀντὶ ἀγγέλου φωτὸς δαίμων σκοτεινὸς καὶ ζοφώδης καὶ τὸν ᾅδην κατοικεῖν κατεκρίθη, ἐφθόνησε δὲ τῷ Ἀδὰμ τῆς μακαρίας ἐκείνης καὶ ἀταλαιπώρου ζωῆς τῆς ἐν τῷ παραδείσῳ καὶ ἀπατήσας διὰ τῆς Εὔας αὐτὸν ἐξώριστον τοῦ παραδείσου πεποίηκεν, εὐδόκησεν ὁ Θεὸς τὸν Υἱὸν καὶ Λόγον αὐτοῦ ἐπὶ τῆς γῆς ἀποστεῖλαι, καὶ σαρκωθῆναι καὶ γεννηθῆναι αὐτὸν ἐκ γυναικός, δι’ ἧς ἐξεπατήθη ὁ Ἀδὰμ καὶ τοῦ φυτοῦ γευσάμενος τοῦ παραδείσου ἐξέπεσεν, ὡς ἂν ἀντὶ τῆς μὲν ἀρᾶς τῆς Εὔας διὰ τῆς παρθένου Μαρίας εὐλογίας τῶν γυναικῶν τὸ γένος ἀξιωθῇ, δανείσῃ δὲ τῷ Λόγῳ τοῦ Θεοῦ ἡ Παρθένος ἐξ οἰκείων καὶ πανάγνων σαρκῶν εἰς ἀνάπλασιν τοῦ γένους ἡμῶν σάρκα, ἣν ἡ Εὔα ἐκ τοῦ Ἀδὰμ διὰ τῆς πλευρᾶς ἐδανείσατο, εἰς τὸ γενέσθαι ἀπαρχὴν ἡμῶν, τὸν δεύτερον Ἀδὰμ Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ τὴν ἀπάτην τοῦ πρώτου κατὰ Ἀδάμ.
Ἀλλὰ καὶ τὸ μυστήριον τῆς Παρθένου οὐ χρὴ τοὺς Ἰουδαίους πάντως ὑμᾶς ἀγνοεῖν. Ἔχετε γάρ, εἰ βούλεσθε, καὶ τοῦ σημείου τούτου τὸν τύπον προγεγονότα καὶ ὑπόδειγμα. Ἐπειδὴ γὰρ ὤφειλεν ἀνάπλασις αὖθις γενέσθαι τῆς καταργηθείσης εἰκόνος Θεοῦ διὰ παραβάσεως, ἔδει δὲ κατὰ πάντα ὁμοίαν γενέσθαι αὐτὴν τῇ πρώτῃ πλάσει τοῦ Ἀδάμ—ἐκείνη γὰρ ἐκ παρθένου γῆς ἐγένετο, μήπω τὴν ἐπελθοῦσαν ἐξ ἀποφάσεως Θεοῦ ἔσχατον αὐτῇ φθορὰν ὑπομεινάσης· «ἐπικατάρατος γάρ, φησίν, ἡ γῆ ἐν τοῖς ἔργοις σου»—, διὰ τοῦτο ἐκ παρθένου γυναικὸς ἁγνῆς καὶ πανάγνου σαρκωθῆναι καὶ γεννηθῆναι ἀσπόρως ἄνευ θελήματος ἀνδρὸς ὡς ὁ πρῶτος Ἀδὰμ καὶ ὁ δεύτερος Ἀδὰμ Ἰησοῦς Χριστὸς εὐδόκησεν.
Καὶ ὅρα μοι κατὰ πάντα τῶν πραγμάτων τὴν ἀκολουθίαν. Ἐκεῖ λαβὼν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ πνεύσας ἔπλασε τὸν Ἀδὰμ εἰς πρῶτον ἄνθρωπον· ἐνταῦθα λαβὼν αὐτὸς πάλιν ὁ Θεὸς Λόγος ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τῆς ἀπὸ γῆς καὶ χοὸς σάρκα παρθένον καὶ Πνεῦμα ἅγιον ἐν αὐτῇ λαβών, τὴν φύσιν ἡμῶν τῶν ἀνθρώπων καὶ εἰς δεύτερον Ἀδὰμ ἐν αὐτῷ ἀνέπλασε· καὶ γεννηθεὶς ἐκ Παρθένου ἀπάρχη τοῦ γένους ἡμῶν, ὥσπερ εἴρηται, γέγονεν.
Εἶδες πῶς τύπος τὰ πάλαι τῶν νῦν γεγόνασιν, ἡ πλάσις ἐκείνη ταύτης τῆς ἀναπλάσεως καὶ ὁ πρῶτος Ἀδὰμ τοῦ δευτέρου Ἀδὰμ Ἰησοῦ Χριστοῦ; Ὅρα μοι καὶ ἑτέραν ἔμφασιν τοῦ καινοῦ μυστηρίου τῆς πανάγνου Παρθένου. Ἡ Εὔα ἐκεῖ πρὸ τῆς παραβάσεως παρθένος ἦν ἐν τῷ παραδείσῳ—μετὰ γὰρ τὴν τοῦ παραδείσου ἐξορίαν ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ— καὶ παρθένῳ οὔσῃ ἐλάλησεν αὐτῇ ὁ σκολιὸς δαίμων διὰ τοῦ ὄφεως, οἷα δὴ ἀγγέλῳ πονηρίας καὶ λύπης τῷ ὄφει χρησάμενος. Καὶ ἡ Μαρία ἐνταῦθα, παρθένος οὖσα καὶ εἰς τὰ ἅγια τῶν ἁγίων αὐλιζομένη, τῆς τοῦ ἀγγέλου θεωρίας ἠξιώθη, καὶ παρθένῳ οὔσῃ ἐλάλησεν αὐτῇ ὁ Θεὸς διὰ τοῦ ἀρχαγγέλου Γαβριήλ, οἷα δὴ τοῦ μυστηρίου τούτου διακόνῳ χαρᾶς χρησάμενος αὐτῷ «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Ἐκεῖ παράδεισος, ἐνταῦθα ἅγια τῶν ἁγίων· ἐκεῖ παρθένος καὶ ἐνταῦθα παρθένος. Ἀλλ’ ἐκείνη μὲν πρόξενος ἐγένετο τῶ γένει τῶν ἀνθρώπων, διὰ τῆς παραβάσεως τοῦ Ἀδάμ, θανάτου καὶ ἁμαρτίας καὶ τῆς εἰς ᾅδην κατακρίσεως· αὕτη δὲ πᾶσιν ἀνθρώποις διὰ τοῦ υἱοῦ αὐτῆς Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἐγένετο ζωῆς αἰωνίου καὶ τῆς εἰς οὐρανοὺς ἀναβάσεως.
Ἐκείνη παρθενεύουσα τὸν λόγον συνέλαβε τοῦ διαβόλου ἀπὸ τῆς τοῦ ὄφεως λαλιᾶς καὶ τὸν θάνατον ἔτεκε διὰ τῆς ἁμαρτίας ἐπὶ τῆς γῆς· αὕτη παρθενεύουσα τὸν Λόγον καὶ Υἱὸν τοῦ Θεοῦ ἀπὸ τῆς τοῦ ἀγγέλου συνέλαβε λαλιᾶς καὶ τὴν ζωὴν ἔτεκε διὰ δικαιοσύνης ἐπὶ τῆς γῆς. Ἐκείνη τὸ γένος ἡμῶν ἀπὸ τοῦ παραδείσου συνεξήγαγεν ἑαυτῇ, αὕτη συνήγαγεν ἡμᾶς εἰς τοὺς οὐρανούς.
Τοῦτο τῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς καταβάσεως τὸ ἔργον· διὰ τοῦτο σαρκωθεὶς ἐγεννήθη καὶ τοῦ χείρονος μετέλαβε, ἵνα τοῦ κρείττονος ἡμῖν μεταδῶ. Ἐγένετο ἄνθρωπος, ἵνα θεοὺς ἡμᾶς ἀπεργάσηται. Ἐπειδὴ γὰρ ἐξήγαγεν τὸ γένος ἡμῶν ὁ διάβολος ἐκ τοῦ παραδείσου, ἐν ᾧ ἔθετο ἡμᾶς ὁ Θεός, κατῆλθεν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἐπὶ τῆς γῆς καὶ τὴν φύσιν ἡμῶν ἐνδυσάμενος ἀνήγαγεν αὐτὴν εἰς οὐρανοὺς ὅθεν ἐκεῖνος ἐξέπεσεν. Οὗτος ὁ σκοπὸς τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως. Τοῦτο τοῦ καινοῦ μυστηρίου τούτου τὸ ἀποτέλεσμα, τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων ἡμῖν.
Ταῦτα εἰδότες δεῦτε μεθ’ ἡμῶν, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν προσκυνήσατε, τὸν χαρακτῆρα αὐτοῦ τὸν ἅγιον ἐν τῇ εἰκόνι κατασπαζόμενοι. Οὐδὲ γάρ, ὡς ὑμεῖς φατε, εἴδωλα οἱ τὸν Χριστὸν μᾶλλον δὲ οἱ εἰς Χριστὸν πιστεύοντες ἡμεῖς προσκυνοῦμεν. Ἄλλο γὰρ εἴδωλον καὶ ἄλλο εἰκών. Εἴδωλον μὲν γὰρ ἐκεῖνό ἐστιν ὃ οὐκ ἔχει πρωτότυπον, οἷον ἄνθρωπον ζήσαντα ἐν τῷ βίῳ καὶ δίκαιον ἐν ἔργοις δικαιοσύνης φανέντα μέσον ἀνθρώπων, ἀλλὰ κατασκευασθὲν ἐξ ὕλης, λίθου τυχὸν ἢ χαλκοῦ, δι’ ὅλου γλυπτὸν εἰς ἀνθρώπου μορφήν, στέρνα καὶ γόνατα ἔχον καὶ πᾶσαν τὴν ἀπάρτισιν τῶν μελῶν καὶ μερῶν, ὃ καλοῦμεν καὶ ξόανον, ὅπερ ὁ προσκυνῶν καὶ σεβόμενος ὄντως εἰδωλολάτρης ἐστὶ καὶ ξόανον προσκυνεῖ. Εἰκὼν δέ ἐστιν ἡ ἐν πίνακι καὶ τοίχῳ μετὰ χρωμάτων ἀνθρώπου τινὸς δηλονότι ἁγίου ζήσαντος ἐν τῷ βίῳ τούτῳ μετὰ δικαιοσύνης καὶ ἀρετῆς καὶ λάμψαντος μέσον ἀνθρώπων ἔργοις ἐντολῶν τοῦ Θεοῦ, ἢ ἐν θαύμασι καὶ σημείοις, ἢ ἐν σοφίᾳ καὶ διδασκαλίᾳ Θεοῦ, ἢ ἐν ὁμολογίᾳ καὶ θανάτῳ ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ, ἣν ὁ προσκυνῶν καὶ σεβόμενος οὐ χρώματα καὶ ἄσβεστον, ὡς ὑμεῖς ὑπολαμβάνετε, προσκυνεῖ καὶ ἀσπάζεται, ἀλλὰ τὸν χαρακτῆρα ἐκεῖνον οὗ ὁ βίος καὶ ὁ λόγος ἐν τῇ παρούσῃ ζωῇ ὑπὲρ ἥλιον ἔλαμψεν, ἐφ’ ὃν καὶ ἡ τιμὴ ὡς εἰς πρωτότυπον ἀνασῴζεται.
Ὥσπερ γὰρ οἱ πάλαι πατέρες ὑμῶν τὰ χειροποίητα Χερουβίμ, ἃ ὁ Μωυσὴς προστάξει Θεοῦ πεποίηκεν εἰς τὸ κατασκιάζειν τὸ ἱλαστήριον, ἀσπαζόμενοι, οὐ τὸν χρυσὸν τὸν γεγλυμμένον ἐκεῖνον ἠσπάζοντο, οὐδὲ προσεκύνουν εἰδώλοις, ἀλλὰ τὴν μορφὴν καὶ τοὺς χαρακτῆρας τοὺς κατασκευασθέντας εἰς τύπον τῶν ἄνω δυνάμεων, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς ποιοῦντες, οὔτε ἁμαρτάνομεν οὔτε μὴν προσκυνοῦμεν εἰδώλοις.
Διὸ ἀποθέμενοι πᾶσαν ἀντιλογίαν, πᾶσαν ἀπείθειαν, ἑνώθητε ἡμῖν τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ Θεοῦ, λαὸς ἐκλεκτὸς τοῦ Θεοῦ χρηματίσαντες· καὶ φάγητε οὐ μάννα ἢ ὀρτυγομήτρας, ὡς οἱ πατέρες ὑμῶν, τὰ εἰς ἀφεδρῶνα χωροῦντα καὶ φθοράν, οὐδὲ πίητε ὕδωρ ἐκ πέτρας ἀκροτόμου τὸ ῥέον εἰς γῆν καὶ ἀφανισμόν, ἀλλὰ φάγητε ἄρτον σῶμα Χριστοῦ τοῦ Θεοῦ, τὸν ἐξ οὐρανοῦ κατελθόντα καὶ πίητε τὸ ἄχραντον αὐτοῦ αἷμα τὸ ἐκ τῆς νυγείσης πλευρᾶς αὐτοῦ ῥεῦσαν, τὰ ἑνούμενα καὶ ἀνακιρνώμενα ἡμῶν τῇ ψυχῇ καὶ τῷ σώματι, τῇ μὲν ψυχῇ κατὰ τὴν θεότητα, τῷ δὲ σώματι κατὰ τὴν σάρκα, τὴν τυθεῖσαν καὶ θυομένην ὑπὲρ ἡμῶν εἰς ζωὴν αἰώνιον, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ἁγίου Πνεύματος κοινωνίαν. Καὶ γὰρ τὸ μάννα ἐκεῖνο, ὃ ἔφαγον οἱ πατέρες ὑμῶν, τύπος ἦν τοῦ σώματος τοῦ Χριστοῦ, τὸ δὲ ὕδωρ τὸ ἐκ πέτρας πηγάσαν αὐτοῖς, τοῦ αἵματος αὐτοῦ τοῦ ἀχράντου.
Τοιγαροῦν ἀκούσατε ἐν τῇ ἡμέρᾳ ταύτῃ, κωφοὶ γραμματεῖς, λόγους βιβλίου, Ἡσαΐας διαμαρτύρεται, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὀμίχλῃ ὀφθαλμοὶ τυφλῶν Ἰουδαίων, ἴδετε φῶς μέγα τῆς ἐπιγνώσεως. Γνῶτε, οἱ τῷ πνεύματι πλανώμενοι, σύνεσιν· οἱ δὲ γογγύζοντες, μάθετε ὑπακοήν, ἵνα αἱ γλῶσσαι ὑμῶν, αἱ ψελλίζουσαι τὴν θεοσέβειαν, λαλεῖν εἰρήνην, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ Σωτήρ, μαθήσωνται. Ἐπιστρέψατε πρὸς Κύριον διὰ πίστεως καὶ δικαιωθήσεσθε, «ἐπειδὴ ὁ δίκαιος ἐκ πίστεως ζήσεται».
Ἐὰν γὰρ πρὸς Υἱὸν αὐτοῦ καὶ Λόγον ἐπιστρέψητε, ἀποκαταστήσει ὑμᾶς ὡς ῥίζαν θεοσεβείας, καθὼς Ἰεζεκιὴλ καὶ Ἰερεμίας φησίν, εἰς κέδρον μεγάλην καὶ τὰ κλήματα ὑμῶν τῶν υἱῶν ἀποκατασταθήσεται ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ τοῦ Θεοῦ καὶ πρὸ προσώπου αὐτοῦ στήσει ὑμᾶς ὡς βασίλειον ἱεράτευμα καὶ οὐκέτι οἶκος παραπικραίνων ἀκούσετε οὐδὲ σκληροκάρδιοι καὶ φιλόνεικοι, ὡς διὰ Ἰεζεκιὴλ βοᾶ ὁ Θεὸς οὕτω λέγων· «Υἱὲ ἀνθρώπου, ὁ οἶκος Ἰσραὴλ οὐ μὴ θελήσωσιν εἰσακοῦσαί σου διότι οὐ βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ παραπικραίνων ἐστί· φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι ...
Ἀλλὰ ἀνατελεῖ ἐν ταῖς ἡμέραις ταύταις κέρας παντὶ τῷ οἴκῳ Ἰσραήλ ...» «καὶ ὡς φωβουμένοις τὸ ὄνομα αὐτοῦ ἀνατελεῖ ὑμῖν ἥλιος δικαιοσύνης», καθὼς ὁ Μαλαχίας φησί· «Καὶ ἐξελεύσεσθε» ἀπὸ τῆς τοῦ νόμου σκιᾶς «καὶ ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα» τῆς παλαιᾶς διαθήκης «σκιρτήσητε». Καὶ πρὸς τὸν Υἱὸν τοῦ Θεοῦ ἀποβλέψαντες, ταῦτα καὶ ὑμεῖς μετὰ Ἡσαίου βοήσετε· «Ἰδοὺ ὁ Θεός μου σωτήρ μου Κύριος καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ καὶ σῳθήσομαι ὑπ’ αὐτοῦ καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος καὶ ἐγένετό μοι σωτήρ.» Καὶ οὕτως ἀντλήσετε ὕδωρ διδασκαλίας ἐνθέου ἐκ τῶν σωτηρίων πηγῶν καὶ λόγων τοῦ εὐαγγελίου Χριστοῦ καὶ μετ’ εὐχαριστίας πολλῆς καὶ ὑμεῖς ὑμνήσετε τὸν Κύριον καὶ τὸ ὄνομα αὐτοῦ διὰ στόματος ἕξετε καὶ ἀναγγελεῖτε τοῖς υἱοῖς ὑμῶν καὶ πάσῃ τῇ γῇ τὰ ἔνδοξα αὐτοῦ ἔργα καὶ σημεῖα καὶ τέρατα· καὶ οὕτως ἑνωθέντων ὑμῶν τῇ Ἐκκλησίᾳ Χριστοῦ μίᾳ, ἐσόμεθα καὶ εἷς λαὸς τοῦ Θεοῦ καὶ τὸ κατάλειμμα σωθήσεται Ἰσραήλ, κατὰ τὴν τοῦ Παύλου φωνὴν τοῦ ὑμῶν συγγενοῦς καὶ δούλου Χριστοῦ τοῦ Θεοῦ.
Εἰ οὖν πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, ὦ Ἰουδαῖοι καὶ γραμματεῖς, ἡ πηγὴ τῆς σοφίας, ἣν ἐγκατελίπατε, ἥξει πρὸς ὑμᾶς· καὶ πιόντες τὰ νάματα αὐτῆς ζήσεσθε καὶ πορευθήσεσθε τῇ ὁδῷ τῶν ἐντολῶν τοῦ Θεοῦ, κατὰ τὸν εἰρηκότα προφήτην, καὶ ἐν εἰρήνῃ τὸν αἰῶνα κατοικήσετε χρόνον καὶ ζήσαντες γνώσεσθε ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστι σύνεσις, ποῦ ἐστι μακροβίωσις καὶ ζωή, ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη, ἃ πάντα ὁ Χριστός ἐστι καὶ ἅ εἰσιν ἐν αὐτῷ καὶ εὑρίσκονται, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.