Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Λόγοι

Νικήτας Στηθᾶτος

Ερμηνευτικά και εσχατολογικά ζητήματα

Θεολογική ερμηνεία του «Αλληλούια» των Αναβαθμών και εσχατολογική αναφορά στον καινό ουρανό, την καινή γη και τον συνδοξασμό των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 10 από 10

Περὶ τοῦ «ἀλλ’ ἔνευεν ἀλληλούϊα» τῶν ἀναβαθμῶν. Τὸ τῶν ἀναβαθμῶν ἀλληλούϊα, μεθ’ οὗ τὰ τροπάρια ψάλλομεν τῶν πονημάτων τοῦ μεγάλου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, οὐχ ἁπλῶς οὕτω καὶ δίχα λόγου τινὸς τῇ μελῳδίᾳ τῶν τροπαρίων συνεξυφαίνομεν, εἰ καὶ δοκεῖ τισι τοῦτο, οἷς οὐδὲν ἐρευνᾶται τῶν βαθέων τοῦ Πνεύματος, περιττόν, ἀλλὰ λελογισμένως ἄγαν καὶ μετὰ σοφίας θεολογοῦντες τῆς ἄνωθεν. Καί, εἰ βούλει, ἑστώσαις ἀκοαῖς, πυθόμενος καὶ περὶ τούτου μαθεῖν, ἄκουε.

Κατὰ τὴν ἑβραΐδα φωνήν, εἰς τρία διαιρεῖται τὸ ἀλληλούϊα· ἄλλ καὶ σημαίνει τὸ ἔρχεται, ἤλ ὁ Θεός, οὔϊα καὶ σημαίνει τὸ ὑμνεῖτε τὸν ζῶντα Θεόν. Ἢ καὶ ἄλλως· ἄλλ ἰσχυρός, ἤλ ὁ θεός, οὔϊα κραταῖος. Ἀλλ’ ἵνα μὴ δόξωμέν σοι ἐκ προοιμίων παραλογίζεσθαι, κατὰ μὲν τὸ προφανὲς τοῦ λόγου καὶ καθὼς ἀκούειν δύνανται καὶ νοεῖν οἱ πολλοί, ἔστι τῶν ψαλλομένων εἰς κόσμον θεολογίας τὸ ἀλληλούϊα καὶ τοῦ μέλους ὥσπερ ἐνήχησις, τοὺς μαθητὰς τῶν ᾀσματικῶν ὕμνων ἐντέχνως εἰς τὴν τῶν μαθημάτων ἀνάληψιν ἀκονοῦν καὶ εὐστρόφους ποιοῦν καὶ τὸν νοῦν αὐτῶν δεκτικὸν τῶν τοιούτων ἀπεργαζόμενον· κατὰ δὲ τὸ νοούμενον καὶ τὴν διάνοιαν τοῦ ῥητοῦ, ὡς ἡμεῖς ψάλλοντες αἰχμαλωτίζομεν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἔστι θεολογία τὸ εἰρημένον καὶ νοὸς ὑψηλοῦ γνῶσις καὶ ὕμνος τῶν ἄνω δυνάμεων. Ἐν γὰρ τῷ ἐπισυνάπτειν τοῖς δαυϊτικοῖς τῶν στίχων τὸ «ἀλλ’ ἔνευεν ἀλληλούϊα», τὸν νοῦν ἀνανεύοντες ἀναφέρομεν πρὸς τὰς ἄνω τοῦ Θεοῦ δυνάμεις καὶ τὴν ὑμνῳδίαν αὐτῶν, ὧν αἱ μὲν ᾄδουσιν ὁμοφώνως τῷ ζῶντι Θεῷ «ἀλληλούϊα», αἱ δὲ «ἅγιος, ἅγιος, ἅγιος»· καὶ ποιοῦμεν τὸ λογιζόμενον ἡμῶν οὕτω θεοπρεπῶς λογίζεσθαι τὸ «ἀλλ’ ἔνευεν ἀλληλούϊα».

Οὐδὲ γάρ, ὅταν ψάλλωμεν τὰ τροπάρια, τότε τούτοις καὶ τὸ ἀλληλούϊα ἑπομένως συνάπτομεν, ἀλλ’ ὅταν τοὺς δαυϊτικοὺς στίχους ψάλλωμεν τῶν ψαλμῶν, συνήθως καὶ τὸ ἀλληλούϊα κατὰ τὸ μέλος τοῦ τροπαρίου πληθύνοντες αὐτὸ λέγομεν, στιχολογοῦντες δηλονότι τῶν ἀναβαθμῶν τοὺς ψαλμούς.

Καὶ ἵνα σοι τὸ νοούμενον ἐν τοῖς λεγομένοις λεπτύναντες σαφηνίσωμεν, ἄκουε δι’ ὀλίγων καὶ ἄλλως. Ἐπειδὴ γὰρ εἰς τρία διαιρούμενον τὸ ἀλληλούϊα Θεὸς ἑρμηνεύεται ἰσχυρὸς καὶ κραταιός, ὥσπερ εἴρηται, ἐμφαίνειν ἡμῖν λογιζόμεθα ταύτην τὴν ὑμνῳδίαν τοιοῦτον αὐτῆς τὸ σοφώτατον νόημα· λέγομεν γάρ· «Ἀλλ’ ἔνευεν ἀλληλούϊα», οἷον· «Ὁ ἰσχυρὸς Θεὸς καὶ κραταιὸς ἐν δυνάμει ἔνευε» ταῖς τάξεσιν αὐτοῦ τῶν ἀσωμάτων νόων ἀσιγήτως ὑμνεῖν τὸ ἀλληλούϊα. Πείθομαι γὰρ μηδὲ αὐτὰς ὑμνεῖν τὰς ἄνω δυνάμεις τοῦ νεύματος χωρὶς τοῦ Θεοῦ, ὁπότε μηδὲ τὴν παραγωγὴν ἔσχον ἐκτὸς τοῦ θείου νεύματος τούτου μεθ’ ἅμα πάσης τῆς κτίσεως, ἀλλ’ ἔνευεν ἀλληλούϊα.

Ἔνευε μέν, ἡνίκα πάλαι τὸ πᾶν ἐκ μὴ ὄντων παρήγετο πρὸς αὐτοῦ εἰς τὸ εἶναι, οὕτως αἰνεῖν ὁ Θεὸς τοῖς ἀγγέλοις, ἡνίκα χοῦν λαβὼν ἀπὸ τῆς γῆς κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ τὸν ἄνθρωπον ἔπλασεν καὶ βασιλέα τοῦτον πάσης πεποίηκε κτίσεως. Ἔνευε δὲ καὶ ὁπόταν ἐσαρκοῦτο, ἀσώματος ὤν, καὶ ἄνθρωπος ἐγεννᾶτο ἐκ τῆς Παρθένου, Θεὸς ὤν, οὕτως ὑμνεῖν τοῖς ἀγγέλοις τὸ ἄφραστον μυστηρίον τῆς οἰκονομίας αὐτοῦ. Νεύει δὲ οὐχ ἧττον καὶ διόλου τούτοις ἀσιγήτως ὑμνεῖν τὸ ἀλληλούϊα, φιλαγάθως τὴν σωτηρίαν ἡμῶν ἀεὶ ἐργαζόμενος καὶ ποιῶν πάντα καὶ μεταπλάττων ἐ<πὶ> τὸ κρεῖττον, ἀπὸ τοῦ χείρονος καὶ ἀπὸ τοῦ ἥττονος ἀγαγὼν τοὺς σπεύδοντας ἐπὶ τὰ πρόσω καὶ τελεώτερα, ὡς γίνεσθαι τῆς δεξιᾶς αὐτοῦ τὴν ἀλλοίωσιν ἐν ψυχαῖς καθ’ ἑκάστην τῶν σῳζομένων καὶ χαρὰν ἐν οὐρανοῖς ἐπὶ τοῖς μεταμελωμένοις καὶ πρὸς τὸν ἀσιγήτως τριαδικῶς ὑμνούμενον ἐπιστρέφουσιν.

Οὗτός ἐστιν ὁ ἡμέτερος ὕμνος κατὰ τὴν ἄνωθεν ὑμνῳδίαν καὶ γνῶσιν ὑμνούμενος ἐπὶ τῇ προκοπῇ τῶν ἀλλοιουμένων ἐν Πνεύματι καὶ διατιθεμένων ἀναβάσεις σοφίας καὶ γνώσεως ἐν ταῖς καρδίαις αὐτῶν· καὶ τοῦτό ἐστι τὸ ψαλλόμενον παρ’ ἡμῶν «ἀλλ’ ἔνευεν ἀλληλούϊα» ἐπὶ τῇ σπουδῇ τῶν ἀνερχομένων εἰς βαθμοὺς καθ’ ἑκάστην ὑψηλοτέρους τῶν ἀρετῶν καὶ τὴν ἰδίαν ὥσπερ αἰσθανομένων εὐαισθήτως ἀνύψωσιν. Καὶ τοιοῦτον τὸ νοούμενον ἡμῖν ἐντεῦθεν τῆς θεολογίας μυστήριον, ὃ τῶν ἀνθρώπων οἱ πλείους νοεῖν θεοπρεπῶς μὴ δυνάμενοι καταμωκῶνται τῶν θείων, ὡσεὶ τῶν θεατρικῶν τε καὶ παιζομένων ἐπὶ σκηνῆς, ἐξ ὧν οὐδὲν ἢ γέλως τοῖς πρὸς ταῦτα ὁρῶσι γίνεται. Ἀλλ’ ἐατέον τὸ εἰκαῖον τοῦ φρονήματος τῶν τοιούτων, μόνῳ δὲ προσεκτέον τῷ ἐν τῷ ῥητῷ κρυπτομένῳ νοΐ, ἵνα καὶ συνεργοῦν ἕξομεν τὸ Πνεῦμα, τὸ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, πρὸς τὸ νοεῖν τῶν γεγραμμένων καὶ ψαλλομένων τὴν δύναμιν, ὡς ἂν τῷ φωτὶ αὐτοῦ ὁδηγούμενοι εἰς τὴν γνῶσιν τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων μὴ προσκόπτωμεν πρὸς λίθον βλασφημίας τοῖς νοεροῖς ποσὶ τοῦ νοὸς ἡμῶν, ἀλλ’ εὐθυδρομεῖν διδαχθῶμεν πρὸς τὰ ὕψη τῆς οὐρανίου γνώσεως τοῦ Θεοῦ, ὡς εἰς οὐρανοὺς ἐσχηκότες, κατὰ Παῦλον, καὶ τὸ πολίτευμα.

[ΤΙΣ Ο ΚΑΙΝΟΣ ΟΥΡΑΝΟΣ] Τί δὲ καὶ ἕτερον προτείνονται ἡμῖν ἐπαποροῦντες οἱ τὰ καινὰ σοφοὶ καὶ τῶν κεκρυμμένων μυστηρίων ἐξετασταί; Ζητοῦσι μαθεῖν τί ποτε ἆρα μετὰ τὴν λύσιν ἔσται τοῦδε τοῦ παντός, πάσης ἐκλειπούσης δηλονότι πνοῆς, τίς ὁ καινὸς οὐρανὸς καὶ ἡ καινὴ γῆ, κατὰ τὸν οὕτω λέγοντα κορυφαῖον τὴν γνῶσιν, καὶ εἰ ἄρα ἐν τῷ κατὰ ἀνατολὰς φυτευθέντι παραδείσῳ τῶν ἁγίων ἔσται ἡ κατασκήνωσις, ἔνθα πρῶτος ἐτέθη πλασθεὶς ὁ Ἀδάμ, καὶ εἰ ἐν τῇ καινῇ γῇ ἐκείνῃ αἱ κολάσεις ἔσονται τῶν ἁμαρτωλῶν.

Ἀλλὰ τὸν μὲν περὶ τούτων βαθύτερον λόγον οἶδεν ὁ τὰ πάντα ποιήσας Θεὸς ἐκ μὴ ὄντων καὶ μεταποιήσων ἐς ὕστερον αὐτὰ λόγοις ἀρρήτοις ἡμῖν· ἡμεῖς δὲ φαμὲν πρὸς αὐτούς. Πᾶν γὰρ τὸ γεγονὸς ἄνωθεν δι’ αἰτίαν τινὰ πάντως γέγονεν, ἥτις ὁ ἄνθρωπος ἦν. Πάντων οὖν τῶν ἀνθρώπων μετὰ τὴν τοῦ παντὸς λύσιν συναγομένων εἰς ἓν καὶ διακρινομένων εἰς ἀποκληρώσεις, κατὰ τὸ ὅσιον λόγιον· «Πορεύσονται γάρ, φησίν, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς τὸ πῦρ τὸ ἐξώτερον καὶ αἰώνιον», αἰτίας μὴ οὔσης, ἤγουν ἀνθρώπου, τίνος ἔνεκεν ἄλλη πάλιν κτίσις παρὰ τοῦ δημιουργοῦ γενήσεται καινή τις καὶ ὁρωμένη καὶ αἰσθητή. Ἡ γὰρ κτίσις πᾶσα κατ’ ἀρχὰς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τὸν ἄνθρωπον γέγονε.

Πάλιν, εἰ μέλλει ὁ Θεὸς αἰσθητῶς οὕτως καινὸν οὐρανὸν καὶ καινὴν ὑποστήσεσθαι γῆν, ἀνάγκη δι’ αἰτίαν τινὰ κατασκευάσαι τοῦτον αὐτά· ἡ δέ ἐστιν ὁ ἄνθρωπος, ὥσπερ εἴρηται. Ἀνθρώπων δέ—ἵνα καὶ ἄλλως σκοπήσωμεν περὶ τῶν ὁρωμένων—, τῶν μὲν ἁρπαζομένων εἰς ἀέρα εἰς ἀπάντησιν τοῦ Κυρίου καὶ οὕτω πάντοτε συνέσεσθαι τῷ Κυρίῳ, κατὰ τὸν Παῦλον, μελλόντων, —«Τοῦτο γάρ, φησί, λέγομεν ὑμῖν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα»—, τῶν δὲ καταλειπομένων εἰς ποινὰς ᾅδου, ποία τῶν καινῶν τούτων αὖθις κτισμάτων ἡ χρεία, τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ ἐκτὸς ὄντος τοῦ παντὸς καὶ ὑπὲρ τὸ πᾶν ἐν τῇ δόξῃ τῆς ἀφράστου αὐτοῦ μακαριότητος;

Τούτων δὲ οὕτως ἐχόντων, καὶ πρὸς φωτεινοὺς αἱ μὲν ἀπερχόμεναι τόπους, αἱ δὲ πρὸς ζοφώδεις καὶ σκοτεινούς, ὡς δραμὼν ὁ λόγος ἀπέδειξεν, τίς ἡ περιττὴ κτίσις ἐκείνη καὶ ὁ παρά τισι προσδοκώμενος οὕτω πως αἰσθητὸς οὐρανὸς καὶ αἰσθητὴ ὡσαύτως καὶ πατουμένη γῆ, μὴ ὄντος δηλονότι τοῦ μέλλοντος βασιλεύειν καὶ ἀπολαύειν αὐτῶν; Ἀλλὰ νηπίων ταῦτα καὶ ἀτελῶν ἀνδρῶν καὶ νοῦν ὑγιῆ μὴ ἐχόντων ἀναπλάσματα καὶ διεφθαρμένων, μηδὲ τὸ διακριτικὸν αὐτῶν λελογισμένον καὶ ἄπταιστον. Τί οὖν φησί· «Δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται, καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν»; Ποῦ οὖν ἐπηγγείλατο ἡμῖν ταῦτα ἐξετάσωμεν.

Ἡνίκα τοὺς τῆς εὐσεβείας βαθμοὺς ἀριθμῶν ἡμῖν εἰς ἀνόδους ἐννέα, δέκατον τέθεικε βαθμὸν ἐντὸς ἐκείνων τῶν καινῶν οὐρανῶν. Φησὶ γάρ· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν» εἶτα «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν» καὶ συνελών· «Χαίρετε, φησί, καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Ἐν ποίοις ἄρα φησὶν οὐρανοῖς; Πολὺν ἡμῖν ἔσεσθαι τὸν μισθὸν ἐπηγγείλατο ἐν οἷς, ὡς ἐπάγει τὸ τοῦ Πέτρου λόγιον, δικαιοσύνη κατοικεῖ. Τίς οὖν ἐστιν ἡ δικαιοσύνη; Ὁ Θεός, ὁ τῆς δικαιοσύνης καλούμενος ἥλιος. Εἰ οὖν ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ Θεός, ἐν τοῖς καινοῖς ἐκείνοις οὐρανοῖς κατοικεῖ, ὡς τὸ λόγιον, ὁ δὲ Θεὸς ἐκτός ἐστι τοῦ παντὸς καί, λυομένης τῆς κτίσεως, μένει ἐφ’ ἑαυτὸν ὡσαύτως ὢν καὶ ἀεὶ ὢν καὶ μηδέποτε τέλος ἔχων, οὐδὲν ἐν ἐκείνοις ἄλλως πως κτίσμα θεοειδέστερον ἄρα, ἢ μόνον φῶς ἀπρόσιτον, ἐν ᾧ οἰκῶν ὁ Θεὸς φῶς ὡς ἱμάτιον ἀναβάλλεται καὶ τοὺς ὁσίους αὐτοῦ θεοειδεῖς ἀπεργάζεται.

Ἄλλως δέ, κατὰ τὸ λόγιον, ἀλλασσομένη καὶ ἀλλοιουμένη δέχεται τὴν ἀφθαρσίαν ἡ κτίσις ὥσπερ ἡμεῖς καὶ οὐκ ἔσται εἰς φθορὰν ἔτι, ἀλλαγεῖσα καὶ τῆς δουλείας ἐλευθερωθεῖσα. «Ἐλευθερωθήσεται γάρ, φησί, καὶ αὕτη ἡ κτίσις ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Εἰ οὖν ἡ ἐλευθερία τῶν τέκνων τοῦ Θεοῦ θεία τίς ἐστι καὶ ὑπέρλαμπρος δόξα —«Ἔσονται γάρ, φησίν, ὅμοιοι ἀγγέλοις Θεοῦ»—ἄρα παραπλήσιος αὐτῇ καὶ ἡ ἐλευθερία τῆς κτίσεως ἔσται, οὐχὶ δὲ τῶν ἁγίων ὁ κλῆρος αὖθις ἐν αὐτῇ ἔσται ἀπεκδεχομένων συμβασιλεῦσαι Χριστῷ.

Χριστὸς γάρ, Θεὸς ὢν καὶ φύσει ἀόριστος, οὐχ ὁρισθήσεται· ἀλλ’ ἔνθα ἐστὶν ἐκ δεξιῶν καθήμενος τοῦ Θεοῦ καὶ Πατρός, ἐκεῖ καὶ πάντες οἱ Χριστὸν ἐσχηκότες ἐν αὐτοῖς ζῶντα καὶ λαλοῦντα διὰ τοῦ Πνεύματος γενήσονται, καθὼς ἐκεῖνος αὐτὸς ὁ Θεὸς Λόγος πρὸς τὸν Πατέρα φησί· «Πάτερ, οὓς δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι· τὴν γὰρ δόξαν, ἣν ἔδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσι ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ.» Εἰ δὲ φίλον σοι ᾖ, ἄνθρωπε, ἡ τοῦ παραδείσου ἀπόλαυσις μᾶλλον, ἐλεῶ σε τῆς δυστυχίας.