Ἔργον
Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν
Δεύτερη εκατοντάδα: Οι τρεις καταστάσεις του βίου και η εσωτερική ησυχία
Εισαγωγή στα φυσικά κεφάλαια, με τη διάκριση σαρκικού, ψυχικού και πνευματικού ανθρώπου, και η ανάγκη πνευματικής καθοδήγησης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Δεύτερη εκατοντάδα: Οι τρεις καταστάσεις του βίου και η εσωτερική ησυχία
Εισαγωγή στα φυσικά κεφάλαια, με τη διάκριση σαρκικού, ψυχικού και πνευματικού ανθρώπου, και η ανάγκη πνευματικής καθοδήγησης.
ΤΟΥ ΑΥΤΟΥ ΔΕΥΤΕΡΑ ΦΥΣΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ ΕΚΑΤΟΝΤΑΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΝΟΟΣ ΚΑΘΑΡΣΕΩΣ. αʹ. Ἀρχὴ μὲν ἀγάπης Θεοῦ, τῶν ὁρωμένων καὶ ἀνθρωπίνων πραγμάτων ἡ καταφρόνησις· μεσότης δέ, καρδίας καὶ νοὸς κάθαρσις, ἐξ ἧς ἡ νοερὰ τῶν νοητῶν ὀφθαλμῶν ἀποκάλυψις, καὶ ἡ ἐπίγνωσις τῆς κεκρυμμένης ἐν ἡμῖν τῶν οὐρανῶν βασιλείας· τέλος δέ, ἀκατάσχετος ἔρως τῶν ὑπὲρ φύσιν τοῦ Θεοῦ δωρεῶν, καὶ φυσικὴ ἐπιθυμία τῆς μετὰ Θεοῦ συναφείας αὐτῆς τῆς ἐν αὐτῷ καταπαύσεως.
βʹ. Ὅπου ἔρως Θεοῦ, καὶ τῶν νοητῶν πραγμάτων ἡ ἐργασία, καὶ ἡ μετουσία τοῦ ἀπροσίτου φωτός, ἐκεῖ τῶν δυνάμεων τῆς ψυχῆς εἰρήνη, καὶ νοὸς κάθαρσις, καὶ ἡ ἐνοίκησις τῆς ἁγίας Τριάδος. «Ὁ γὰρ ἀγαπῶν με, φησί, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.»
γʹ. Τρεῖς οἶδεν ὁ λόγος καταστάσεις τοῦ βίου· σαρκικήν, ψυχικήν, καὶ πνευματικήν. Τούτων ἑκάστη τὴν οἰκείαν ἔχει διάθεσιν τῆς ζωῆς διακεκριμένην πρὸς ἑαυτήν, καὶ τῶν ἄλλων ἀνόμοιον. δʹ. Ἡ σαρκικὴ τοῦ βίου κατάστασις ὅλη καθόλου πρὸς ἡδονὰς καὶ ἀπολαύσεις τῆς παρούσης ζωῆς καταγίνεται, μηδὲν ἢ ἀπὸ τῆς ψυχικῆς καταστάσεως, ἢ ἁπὸ τῆς πνευματικῆς πρὸς ἑαυτὴν ἔχουσα, ἢ κἂν ὅλως βουλομένη προσκτήσασθαι. Ἡ δὲ ψυχική, μεθόριός τις οὖσα κακίας καὶ ἀρετῆς, πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ ῥῶσιν ὁρᾷ, καὶ πρὸς τὸν ἔπαινον τῶν ἀνθρώπων· ἐπίσης τούς τε πόνους ἀποσειομένη τῆς ἀρετῆς, καὶ τὰς πράξεις φεύγουσα τῆς σαρκός· μὴ προσκειμένη κακίᾳ, ἢ ἀρετῇ, διὰ τὰς ἐν αὐταῖς ἀντιθέτους αἰτίας. ἀρετῇ μέν, διὰ τὸ τραχὺ ταύτης ὁμοῦ καὶ ἐπίπονον· κακίᾳ δέ, διὰ τὸ μὴ προσαπολέσαι τοὺς τῶν ἀνθρώπων ἐπαίνους. Ἡ δὲ πνευματικὴ τοῦ βίου κατάστασις τούτων μὲν οὐδὲν οὔτε ἔχειν αἱρεῖται οὔτε πρὸς οὕτω κακὰ καταγίνεσθαι τὰ ἀμφότερα· ἀλλ’ ὅλη δι’ ὅλου ἐλεύθερός ἐστι ταύτης κἀκείνης, πτέρυξι περιηργυρωμένη ἀγάπης καὶ ἀπαθείας, ὑπεριπταμένη τῶν ἀμφοτέρων, μήτε πράττουσά τι τῶν ἀπηγορευμένων, καὶ τὴν ἀργίαν ἀποφεύγουσα τῶν κακῶν.
εʹ. Οἱ σαρκικῶς ζῶντες, καὶ πολὺ τὸ τῆς σαρκὸς φρόνημα ἐπικείμενον ἐν ἑαυτοῖς ἔχοντες, σάρκες αὐτόχρημα ὄντες, οὐ δύνανται ἀρέσαι Θεῷ· σκοτεινοὶ γάρ εἰσι τοῖς φρονήμασι, καὶ τῶν ἀκτίνων τοῦ θείου φωτὸς πάντων ἀμέτοχοι. Τὰ γὰρ ἐπιπροσθοῦντα νέφη τῶν παθῶν, ὥσπερ ὑψηλὰ τείχη ἀποτειχίζοντα ἔχοντες τὰς λαμπηδόνας τοῦ πνεύματος, ἀφώτιστοι διαμένουσι. Πηροὶ δὲ τὰς αἰσθήσεις ὄντες τῶν ἰδίων ψυχῶν, οὐ δύνανται πρὸς τὰ νοητὰ κάλλη τοῦ Θεοῦ ἀνανεῦσαι, καὶ τὸ φῶς ἰδεῖν τῆς ἀληθινῆς τῷ ὄντι ζωῆς, καὶ ὑπεράνω γενέσθαι τῶν ὁρωμένων τῆς ταπεινώσεως. Ἀλλ’ οἷον ἀποκτηνωθέντες καὶ αἴσθησις γεγονότες τοῦ κόσμου, τοῖς αἰσθητοῖς καὶ ἀνθρωπίνοις πράγμασι, τὸ τοῦ λόγου δεσμοῦσιν ἀξίωμα, καὶ τὸν ἀγῶνα πάντα πρὸς τὰ ὁρώμενα καὶ φθειρόμενα ἔχουσιν, ἀλλήλοις διὰ ταῦτα μαχόμενοι, καὶ ὑπὲρ τῶν τοιούτων ἔσθ’ ὅτε καὶ τὰς ἰδίας ψυχὰς τιθέντες, ἀντεχόμενοι χρημάτων, δόξης, καὶ ἡδονῶν τῆς σαρκός, καὶ ζημίαν μεγάλην τὴν τῶν τοιούτων ἀποτυχίαν ἡγούμενοι. Πρὸς οὓς εἰκότως ὡς ἐκ προσώπου τοῦ Θεοῦ τὸ προφητικὸν ἐκεῖνο λόγιον λέγεται, «Οὐ μὴ μείνει τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» ϛʹ.
Οἱ ψυχικῶς ζῶντες, καὶ διὰ τοῦτο καλούμενοι ψυχικοί, ἡμίμωροί τινες, καὶ ὡς παρειμένοι τὰ μέλη τυγχάνουσι, μήτε πονέσαι ποτὲ ὑπὲρ ἀρετῆς καὶ ἐντολῆς Θεοῦ προθυμούμενοι, καὶ τὰς ἐπιψόγους πράξεις διὰ τὴν τῶν ἀνθρώπων δόξαν ἐκφεύγοντες· φιλαυτίᾳ δὲ τῇ τροφῷ τῶν ὀλεθρίων παθῶν κατακρατούμενοι, πάσης θεραπείας, διὰ τὴν ὑγείαν καὶ ἀπόλαυσιν τῆς σαρκός, ἀντιποιοῦνται· καὶ πᾶσαν θλίψιν, καὶ πάντα πόνον, καὶ πᾶσαν κακοπάθειαν ὑπὲρ ἀρετῆς, ἀποσείονται, τὸ πολέμιον πέρα τοῦ δέοντος ἐπιθάλποντες σῶμα. Οὕτω δὲ βίου καὶ ἀγωγῆς ἔχοντες, ἀπογεοῦνται τὸν νοῦν, τοῖς πάθεσι παχυνθέντα, καὶ ἀπαράδεκτοί εἰσι τῶν νοητῶν, καὶ θείων πραγμάτων, ὑφ’ ὧν ἡ ψυχὴ τῆς ὕλης ἁρπάζεται, καὶ ὅλη πρὸς νοητοὺς ἐμπεριπολεῖ οὐρανούς.
Τοῦτο δὲ πάσχουσιν, ὑπὸ τοῦ ὑλικοῦ ἔτι κατεχόμενοι πνεύματος, ὡς τὰς ἰδίας φιλοῦντες ψυχάς, καὶ ποιεῖν τὰ θελήματα αὐτῶν προαιρούμενοι· κενοὶ γὰρ ὄντες Πνεύματος ἁγίου, ἄμοιροί εἰσι καὶ τῶν χαρισμάτων αὐτοῦ. Ὅθεν οὐδὲ καρπὸν ἔστι θεῖον ἰδεῖν ἐν αὐτοῖς, ἀγάπην εἰς Θεὸν καὶ τὸν πλησίον, ἢ χαρὰν ἐν πτωχείᾳ καὶ θλίψεσιν, ἢ ψυχῆς εἰρήνην, ἢ ἐνδιάθετον πίστιν, ἢ περιεκτικὴν ἐγκράτειαν· ἀλλ’ οὐδὲ κατάνυξιν, ἢ δάκρυον, ἢ ταπείνωσιν, καὶ συμπάθειαν· πάντα δὲ ὄγκου καὶ ὑπερηφανίας μεστά· ἔνθεν τοι καὶ ἐμβαθύνειν εἰς τὰ βάθη τοῦ πνεύματος οἴκοθεν δυνάμεως ἀποροῦσιν. Οὐδὲν γάρ ἐστιν ἐν αὐτοῖς τὸ ὁδηγοῦν φῶς, καὶ διανοῖγον τὸν νοῦν εἰς τὸ συνιέναι τὰς Γραφάς. Ἀλλὰ γὰρ οὐδὲ ἄλλων διηγουμένων ἀκοῦσαι ταῦτα ἀνέχονται. Εἰκότως οὖν καὶ περὶ τῶν τοιούτων ὁ Ἀπόστολος ἀπεφήνατο· «Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. μωρία γὰρ αὐτῷ εἰσι, καὶ οὐκ οἶδεν ὅτι ὁ νόμος πνευματικός ἐστι καὶ πνευματικῶς ἀνακρίνεται.» ζʹ. Οἱ πνεύματι στοιχοῦντες, καὶ τὴν πνευματικὴν ἐπανῃρημένοι δι’ ὅλου ζωήν, εὐάρεστοί εἰσι τῷ Θεῷ, αὐτῷ ὡς Ναζιραῖοι προσανακείμενοι· ἀεὶ γὰρ πόνοις ἑαυτῶν καθαίρουσι τὰς ψυχάς, καὶ τὰς ἐντολὰς τοῦ Κυρίου τηροῦσι.
Κενοῦντες ἑαυτῶν τὰ αἵματα ὑπὲρ τῆς ἀγάπης αὐτοῦ, καθαίρουσι τὴν σάρκα νηστείαις καὶ ἀγρυπνίαις, δάκρυσι τὸ πάχος λεπτύνουσι τῆς καρδίας, κακοπαθείαις νεκροῦσι τὰ μέλη, προσευχῇ καὶ μελέτῃ τὸν νοῦν πληροῦσι φωτὸς καὶ λαμπρὸν αὐτὸν ἀπεργάζονται, τῇ ἀπαρνήσει τῶν θελημάτων χωρίζουσι τὰς ἰδίας ψυχὰς ἀπὸ τῆς τοῦ σώματος προσπαθείας, καὶ ὅλοι μόνου τοῦ πνεύματος γίνονται· διὸ καὶ πνευματικοὶ οὐ μόνον γνωρίζονται, ἀλλὰ καὶ καλοῦνται παρὰ πάντων εἰκότως.
Οὗτοι πρὸς ἀπάθειαν καὶ ἀγάπην ἐρχόμενοι, πρὸς θεωρίαν πτεροῦνται τῆς κτίσεως. Καὶ τὴν γνῶσιν ἐκεῖθεν τῶν ὄντων διὰ σοφίας λαμβάνουσι τῆς ἀποκεκρυμμένης Θεῷ, καὶ μόνοις διδομένης τοῖς ὑπεράνω γινομένοις τῆς τοῦ σώματος ταπεινώσεως.
Τοίνυν καὶ πᾶσαν τὴν αἴσθησιν τοῦ κόσμου διαπεράσαντες, καὶ διανοίᾳ πεφωτισμένῃ εἰς τὰ ὑπὲρ αἴσθησιν γεγονότες, τρανοῦνται τὸν λόγον, καὶ ἐν μέσῳ Ἐκκλησίας Θεοῦ καὶ συναγωγῆς πολλῆς τῶν πιστῶν λόγους ἀγαθοὺς ἐκ καθαρᾶς καρδίας ἐρεύγονται· καὶ γίνονται τοῖς ἀνθρώποις ἅλας καὶ φῶς, καθὰ καὶ ὁ Κύριος πρὸς αὐτοὺς ἀποφθέγγεται· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου καὶ τὸ ἅλας τῆς γῆς.» ηʹ. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός.
Τοῦ θείου λόγου τοῦτο φωνή, καὶ πρακτικῶς τοῖς βουλομένοις ἐπιγινώσκεται. Συμφέρον οὖν ἐστι τῷ ἅπαξ ἀποταξαμένῳ τῇ πολυταράχῳ τοῦ βίου καὶ δεινῇ ματαιότητι, διὰ προσοχῆς πολλῆς ἑαυτὸν καὶ ἡσυχίας, τῶν ἔσω πραγμάτων, ἐπιμελῶς ἐπισκέπτεσθαι, καὶ τὸν Θεὸν ἐν ἑαυτῷ ζητεῖν ἐπιγνῶναι· ἐντὸς ἡμῶν οὔσης τῆς βασιλείας αὐτοῦ. Μόλις γὰρ ἂν οὕτω ποιῶν τις, διὰ πολλῶν περιόδων τοῦ χρόνου, τοὺς τύπους τῆς κακίας ἀποξέσαι τῆς ψυχῆς δυνηθείη, καὶ τὸ ἀρχαῖον κάλλος τῷ δόντι καθαρῶς ἀνασώσασθαι.
θʹ. Ὁ προαποτεθεὶς ἰὸς ἐν ἡμῖν τῆς κακίας, πολὺς ὤν, πολὺ καὶ τὸ πῦρ ἄρα τὸ καθαρτικὸν διὰ δακρύων χρῄζει τῆς μετανοίας, καὶ τῶν ἑκουσίων τῆς ἀσκήσεως πόνων. Ἐπειδὴ ἢ δι’ ἑκουσίων πόνων καθαιρόμεθα τῶν μολυσμῶν τῆς ἁμαρτίας, ἢ δι’ ἀκουσίων ἐπιφορῶν· τῶν γὰρ ἑκουσίων προηγουμένων, οὐχ ὑπαντᾷ τὰ ἀκούσια· ἐκείνων δὲ μὴ ἐνεργούντων τὴν κάθαρσιν τοῦ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ταῦτα σφοδρότερον ἐνεργεῖ τὴν ἡμετέραν πρὸς τὸ ἀρχαῖον ἀποκατάστασιν, οὕτω τοῦ τεχνίτου οἰκονομήσαντος.
ιʹ. Παίζουσι τὴν εὐσέβειαν, καὶ παίζονται ὑπὸ τῶν πραγμάτων, οἱ μὴ κατὰ λόγον τὴν ἑαυτῶν πεποιηκότες ἀποταγήν, μηδὲ διδασκάλῳ χρήσασθαι καὶ ὁδηγῷ βουληθέντες ἐκ προοιμίων, ἀλλὰ τῇ ἰδίᾳ συνέσει ἀκολουθήσαντες, καὶ φανέντες ἐνώπιον αὐτῶν ἐπιστήμονες.
ιαʹ. Οὔτε τῶν σωματικῶν παθῶν τὰς νοσοποιοὺς αἰτίας δύναταί τις ἀκριβῶς εἰδέναι, καὶ τὰς θεραπείας αὐτῶν, ἄνευ πείρας πολλῆς τῆς ἰατρικῆς ἐπιστήμης, οὔτε τῶν ψυχικῶν, ἄνευ τῆς πολλῆς περὶ ταῦτα ἀσκήσεως. Ἐπειδὴ ὥσπερ σφαλερὰ δοκεῖ, καὶ ὀλίγοις κομιδῆ εὔγνωστος ἡ τῶν σωματικῶν νοσημάτων διάγνωσις, περὶ ἣν ἡ τῶν ἰατρῶν καταγίνεται ἐπιστήμη, οὕτω σφαλερωτέρα καὶ πολλῷ μᾶλλον, ἢ ἐκείνη, ἡ τῶν ψυχικῶν. Ὅσῳ γὰρ ψυχὴ σώματος κρείττων, τοσοῦτον μείζω τὰ ἐκείνης καὶ δυσκατανόητα πάθη, ἢ τοῦ φαινομένου πᾶσιν αἰσθητῶς τούτου σώματος.
ιβʹ. Φύσει τοῖς ἀνθρώποις αἱ γενικαὶ καὶ ἄρχουσαι τὸ λοιπὸν ἀρεταὶ συνεκτίσθησαν, ἀφ’ ὧν ὡς ἐκ τεσσάρων ἀρχῶν οἱ ποταμοὶ τῶν ἄλλων ἁπασῶν ἀρετῶν πληροῦνται ὑδάτων, καὶ ποτίζουσι τὴν πόλιν τοῦ Θεοῦ ἤτις ἐστὶν ἡ καθαιρομένη καρδία, καὶ παρακαλουμένη διὰ δακρύων. Ταύτας ὁ τηρήσας ἀκατασείστους ἀπὸ τῶν πνευμάτων τῆς πονηρίας, ἢ ὁ συμπτωθείσας διὰ πόνων πολλῶν τῆς μετανοίας ἀνεγείρας, οἶκον ἑαυτῷ βασιλικὸν καὶ παλάτιον ἤγειρεν, ἐν ᾧ μονὴν ποιεῖται ὁ Βασιλεὺς τοῦ παντός, καὶ τὰς ὑψηλὰς δωρεὰς αὐτοῦ τοῖς οὕτως ἑαυτοὺς εὐτρεπίσασιν ἀφθόνως ἀπονέμει καὶ δίδωσι.
ιγʹ. Βραχὺς ὁ βίος, μακρὸς ὁ μέλλων αἰών, καὶ ὀλίγον τὸ διάστημα τῆς παρούσης ζωῆς. Ἄνθρωπος δὲ τὸ μέγα καὶ βραχὺ τοῦτο ζῶον, ᾧ στενὸς ὁ παρὼν ἐδόθη καιρός, ἀσθενής· καὶ ὁ μὲν στενός, ὁ δὲ ἀσθενής· τὸ δὲ προκείμενον ἆθλον, εἰς ἐπάθλων ἀντιμισθίαν, μέγα, μυρίους ἔχον τοὺς σκόλοπας, καὶ εἰς βραχυτάτην κινδυνεῦον ζωήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.