Ἔργον
Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν
Η κατανόηση των Γραφών, τα θεία μυστήρια και η έξοδος της ψυχής
Οι τρόποι ανάγνωσης των Γραφών, η ανακαίνιση της φύσης μέσω της Θείας Ευχαριστίας και η μακαριότητα της ψυχής κατά την έξοδό της.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η κατανόηση των Γραφών, τα θεία μυστήρια και η έξοδος της ψυχής
Οι τρόποι ανάγνωσης των Γραφών, η ανακαίνιση της φύσης μέσω της Θείας Ευχαριστίας και η μακαριότητα της ψυχής κατά την έξοδό της.
ϟʹ. Ἄλλως τοῖς εἰσαγωγικοῖς εἰς τὸν τῆς εὐσεβείας βίον τῶν Γραφῶν ἡ ἀνάγνωσις γίνεται, καὶ ἄλλως τοῖς ἐπὶ τὸ μέσον προκόψασι, καὶ ἑτέρως τοῖς ἐπὶ τὸ τέλειον ἀνατρέχουσι. Τοῖς μὲν γάρ, ἄρτος γίνεται τραπέζης Θεοῦ, στηρίζων τὰς ἰδίας αὐτῶν εἰς τοὺς ἱεροὺς ἀγῶνας τῆς ἀρετῆς· ὃς καὶ δύναμιν ἰσχύος παρέχει αὐτοῖς εἰς τὴν συμπλοκὴν τῶν ἐνεργούντων τὰ πάθη πνευμάτων, καὶ μαχητὰς ἀνδρείους κατὰ τῶν δαιμόνων τούτους ἀποτελεῖ, ὡς λέγειν αὐτούς· «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με·» τοῖς δέ, οἶνος ποτηρίου θείου, εὐφραίνων τὰς καρδίας αὐτῶν, καὶ ἐξιστῶν αὐτοὺς τῇ δυνάμει τῶν ἐννοιῶν, καὶ τὸν νοῦν ἐπαίρων αὐτῶν ἀπὸ τοῦ ἀποκτιννύντος γράμματος, καὶ πρὸς τὰ βάθη τοῦ Πνεύματος ἐρευνητικῶς ἐμβιβάζων, καὶ ὅλον γεννητικόν τε καὶ ἐφευρετικὸν νοημάτων ἀπεργαζόμενος, ὡς καὶ αὐτοὺς οἰκείως λέγειν· «Καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον·» τοῖς δέ, ἔλαιον θείου Πνεύματος, λιπαῖνον αὐτῶν τὴν ψυχήν, καὶ καταπραῧνον καὶ ταπεινοῦν αὐτὴν τῇ ὑπερβολῇ τῶν θείων ἐλλάμψεων, καὶ ὅλην ὑπεράνω ποιοῦν τῆς τοῦ σώματος ταπεινώσεως· ὡς καὶ αὐτὴν καυχωμένην βοᾷν· «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ἔλεός σου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καταδιώξει με.» ϟαʹ.
Ἕως ἂν ἐμπόνως διὰ τῆς ἐμπράκτου φιλοσοφίας ἐν ἱδρῶτι τοῦ προσώπου κατευθυνώμεθα πρὸς Θεόν, τὰ πάθη τῆς σαρκὸς ἐκμειοῦντες, τὸν ἐπιούσιον ἄρτον τὸν ἀπὸ τῆς γεωργίας τῶν ἀρετῶν γεωργούμενον, καὶ τὰς καρδίας τῶν ἀνθρώπων στηρίζοντα, τρέφεται ὁ Κύριος μεθ’ ἡμῶν, ἐν τῇ τραπέζῃ τῶν χαρισμάτων αὐτοῦ· ὅταν δὲ διὰ τῆς ἀπαθείας ἁγιασθῇ παρ’ ἡμῖν τὸ ὄνομα αὐτοῦ, καὶ αὐτὸς βασιλεύσῃ, ἐν πάσαις ἡμῶν ταῖς δυνάμεσι τῆς ψυχῆς, καθυποτάξας καὶ εἰρηνεύσας τὰ διεστῶτα, φημὶ δὴ τὸ χεῖρον τῷ κρείττονι λογισμῷ· καὶ τὸ θέλημα αὐτοῦ γένηται ὡς ἐν οὐρανῷ καὶ ἐπὶ ἡμῶν, τότε πόμα καινὸν ὑπὲρ λόγον τῆς σοφίας τοῦ Λόγου, κιρνώμενον ἐν κατανύξει, καὶ γνώσει μυστηρίων μεγάλων, πίνει μεθ’ ἡμῶν ἐν τῇ αὑτοῦ βασιλείᾳ, τῇ εἰς ἡμᾶς γινομένῃ, ἐν μετουσίᾳ δὲ τοῦ Πνεύματος γινομένοις ἡμῖν τοῦ Ἁγίου, καὶ τὴν καλὴν ἀλλοιουμένοις ἡμῖν ἀλλοίωσιν, ἐν τῇ ἀνακαινίσει τοῦ νοὸς ἡμῶν, τότε Θεὸς ὤν, θεοῖς συνέσεται ἡμῖν, ὡς ἀπαθανατίζων τὸ πρόσλημμα.
ϟβʹ. Ὅταν τὸ ἄσχετον ὕδωρ τῶν ἐμπαθῶν τοῦ νοὸς λογισμῶν, διὰ τῆς ἐπιδημίας κατασχεθῇ τοῦ ἁγίου Πνεύματος, καὶ ἡ ἁλμυρὰ τῶν ἀπρεπῶν ἐννοιῶν τε καὶ ἐνθυμήσεων ἄβυσσος, δι’ ἐγκρατείας καὶ μελέτης θανάτου χαλινωθῇ, τότε φυσᾷ τὸ θεῖον Πνεῦμα τῆς μετανοίας, καὶ κατέρχονται τὰ τῇς κατανύξεως ὕδατα, ἅτινα ὁ Θεὸς καὶ Δεσπότης ἐν τῷ τῆς μετανοίας βάλλων νιπτῆρι, τοὺς νοητοὺς ἡμῶν ἀποκαθαίρει πόδας, καὶ πατεῖν ἀξίους αὐτοὺς ποιεῖ τὴν αὐλὴν τῆς βασιλείας αὐτοῦ.
ϟγʹ. Ὁ τοῦ Θεοῦ Λόγος γεγονὼς σάρξ, καὶ τὴν ἡμετέραν φύσιν ἐν ἑαυτῷ ὑποστήσας, καὶ ἄνθρωπος τέλειος χρηματίσας, χωρὶς ἁμαρτίας, ὡς Θεὸς τέλειος ταύτην ἀναπλάσας, ἐθέωσε. Λόγος δὲ ὢν τοῦ πρώτου νοὸς καὶ Θεοῦ, τῷ ταύτης ἡνώθη λογιστικῷ· καὶ τοῦτο τὰ θεῖα φρονεῖν καὶ λογίζεσθαι, εἰς ὕψος ἐπτέρωσεν· ἀλλὰ καὶ πῦρ ὑπάρχων, πυρὶ τῷ οὐσιώδει καὶ θείῳ, τὸ ταύτης θυμικὸν κατὰ τῶν ἀντιπάλων παθῶν καὶ δαιμόνων ὀξέως ἐστόμωσεν· ἔφεσις δὲ ὢν πάσης λογικῆς φύσεως, καὶ κατάπαυσις ἐπιθυμίας, τὸ ἐπιθυμητικὸν αὐτῆς, εἰς τὴν μετουσίαν τῶν ἀγαθῶν ἐκείνων τῆς αἰωνίου ζωῆς μετὰ ἐνδιαθέτου ἀγάπης ἐπλάτυνε. Καὶ οὕτως ὅλον τὸν ἄνθρωπον ἐν ἑαυτῷ ἀνακαινίσας, νέον ἐκ παλαιοῦ ἀπειργάσατο, μηδένα κατηγορίας λόγον κατὰ τοῦ δημιουργοῦ Λόγου ἐν τῇ ἀναπλάσει ἐπιφερόμενον.
ϟδʹ. Ἱερουργήσας ὁ Λόγος ἐν ἑαυτῷ τὴν ἡμετέραν ἀνάπλασιν, αὐτὸς ὑπὲρ ἡμῶν ἑαυτόν, διὰ σταυροῦ καὶ θανάτου, ἔθυσε, καὶ θύεσθαι ἀεὶ δίδωσι τὸ ἄχραντον αὐτοῦ σῶμα, καὶ εἰς ψυχοτρόφον πανδαισίαν τίθησιν αὐτὸ καθ’ ἑκάστην ἡμῖν, ὡς ἂν τοῦτο τρώγοντες, καὶ πίνοντες αὐτοῦ τὸ τίμιον αἷμα, ἐν αἰσθήσει ψυχῆς γενώμεθα τῇ μεθέξει κρείττονες, ἢ ὅπερ ἐσμέν, ἀνακιρνώμενοι τούτοις, καὶ μεταποιούμενοι ἐπὶ τὸ μᾶλλον ἀπὸ τοῦ ἥττονος, καὶ ἑνοποιούμενοι τῷ διττῷ λόγῳ διττῶς· σώματι, καὶ ψυχῇ λογικῇ, ὡς σεσωματωμένῳ Θεῷ καὶ ἡμῖν κατὰ τὴν σάρκα ὁμοουσίῳ, ὥστε μὴ ἑαυτῶν εἶναι, ἀλλὰ τοῦ ἑνοποιήσαντος ἡμᾶς ἑαυτῷ διὰ τῆς ἀθανάτου τραπέζης, καὶ τοῦτο ποιήσαντος εἶναι θέσει, ὅπερ αὐτὸς κατὰ φύσιν ἐστίν.
ϟεʹ. Εἰ μὲν οὖν δεδοκιμασμένοι ἐν τοῖς πόνοις τῶν ἀρετῶν, καὶ προκεκαθαρμένοι τοῖς δάκρυσι, προσερχόμενοι τρώγομεν ἐκ τοῦ ἄρτου τούτου, καὶ ἐκ τούτου τοῦ ποτηρίου πίνομεν, ταῖς δυσὶ φυσικαῖς δυνάμεσιν, ὁ διττὸς λόγος ἐν πραότητι ἡμῶν ἀνακιρνᾶται, ὅλος μεταποιῶν ἡμᾶς αὐτοὺς ἑαυτῷ, ὡς σεσαρκωμένος, καὶ ἡμῖν, κατὰ τὸ ἀνθρώπινον, ὁμοούσιος, καὶ ὅλους θεοποιῶν τῷ λόγῳ τῆς γνώσεως, καὶ ἑαυτῷ ἡμᾶς, οἷα δὴ συμμόρφους, καὶ ἀδελφοὺς οἰκειούμενος ὡς Θεός, καὶ τῷ Πατρὶ ὁμοούσιος. Εἰ δὲ πεφυρμένοι τῇ ὕλῃ τῶν παθῶν, καὶ ἐσπιλωμένοι τῷ ῥύπῳ τῆς ἁμαρτίας, τῷ φυσικῷ πυρὶ τῷ ἀναλωτικῷ τῆς κακίας προσπελάζων ἡμῖν, ἐμπιπρᾷ καὶ καταφλέγει ὅλους ἡμᾶς, καὶ τὰ τῆς ζωῆς ὑποτέμνει ἡμῶν, οὐ θελήματι τῆς αὐτοῦ ἀγαθότητος, ἀλλὰ τῇ καταφρονήσει τῆς ἀναισθησίας ἡμῶν βιαζόμενος.
ϟϛʹ. Πᾶσι τοῖς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τὴν ὁδὸν ἀρξαμένοις ὁδεύειν τῶν ἐντολῶν τοῦ Χριστοῦ, ὁ Κύριος ἀοράτως ἐγγίζων, ἀτελὲς ἔχουσιν ἔτι τὸ φρόνημα, καὶ διστάζουσαν τὴν ψυχὴν περὶ τοῦ λόγου τῆς ἀρετῆς, συμπορεύεται, ὧν ἄρα δικαίως καὶ οἱ ὀφθαλμοὶ τῆς ψυχῆς κρατοῦνται, τόγε νῦν ἔχον, τοῦ μὴ ἐπιγνῶναι τὴν ἰδίαν προκοπὴν ἐν τῷ συμπορεύεσθαι αὐτοῖς τὸν Κύριον, καὶ συνεργεῖν μὲν εἰς ἀπαλλαγὴν τῶν παθῶν, ὀρέγειν δὲ χεῖρα βοηθείας, εἰς κατόρθωσιν πάσης ἀρετῆς. Ποιουμένων δὲ προκοπὴν εἰς τοὺς ἀγῶνας τῆς εὐσεβείας, καὶ πρὸς τὴν ἀπάθειαν διὰ ταπεινώσεως ἐρχομένων αὐτῶν, οὐ βούλεται ὁ λόγος μέχρι τούτου στῆναι αὐτοὺς κεκμηκότας τοῖς πόνοις τῶν ἀρετῶν, ἀλλὰ ποῤῥωτέρω πορεύεσθαι καὶ πρὸς θεωρίαν ἀνάγεσθαι· ὅθεν καὶ ψωμίσας αὐτοὺς ἐν μέτρῳ, τὸν ἄρτον ἐφ’ ἱκανὸν τῶν δακρύων, διὰ φωτὸς κατανύξεως ἐπευλογεῖ, καὶ τὸν νοῦν αὐτῶν διανοίγει εἰς τὸ συνιέναι τὸ βάθος τῶν θείων Γραφῶν, κἀκεῖθεν τὰς φύσεις καὶ τοὺς λόγους κατοπτεῦσαι τῶν ὄντων, καὶ συστέλλει εὐθὺς ἀπ’ αὐτῶν ἑαυτόν, εἰς τὸ διαναστῆναι αὐτοὺς καὶ σπουδαιότερον ζητῆσαι μαθεῖν, τίς ἡ τῶν ὄντων γνῶσις, καὶ τίς ἡ ἐκ ταύτης ἀνύψωσις· οἳ καὶ σπουδαίως ζητήσαντες, ἐπὶ τὴν ὑψηλοτέραν ἀνέρχονται τοῦ λόγου διακονίαν, καὶ κηρύσσουσι πᾶσι τὴν ἐκ πράξεως καὶ θεωρίας τοῦ λόγου ἀνάστασιν.
ϟζʹ. Εἰκότως ὁ λόγος τὴν βραδυτῆτα προσονειδίζει τοῖς ἐγχρονίζουσιν εἰς τοὺς πόνους τῆς πρακτικῆς γυμνασίας, καὶ μὴ βουλομένοις μεταπεσεῖν ἐκεῖθεν, καὶ πρὸς τὴν ὑψηλοτέραν ἀνελθεῖν τῆς θεωρίας ἐπίβασιν, λέγων αὐτοῖς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, τοῦ πιστεύειν ἐπὶ τὸν δυνάμενον ἀποκαλύψαι λόγον τῆς φυσικῆς θεωρίας τοῖς κατὰ πνεῦμα περιπατοῦσι τὰ βάθη τοῦ Πνεύματος. Τὸ γὰρ μὴ βούλεσθαι ἀπὸ τῶν εἰσαγωγικωτέρων ἀγώνων ἐπὶ τοὺς τελεωτέρους μεταβαίνειν, καὶ ἀπὸ τοῦ ῥητοῦ σώματος τῆς θείας Γραφῆς, ἐπὶ τὸν νοῦν καὶ τὴν διάνοιαν τοῦ λόγου χωρεῖν, δεῖγμα ψυχῆς ῥᾳθύμου, καὶ ἀγεύστου τῆς πνευματικῆς ὠφελείας, καὶ φθονούσης δεινῶς τῇ ἑαυτῆς προκοπῇ, ᾗτινι οὐ μόνον ῥηθήσεται, ὡς ἐσβεσμένην τὴν ἰδίαν φερούσῃ λαμπάδα, Ὕπαγε ἀγόρασον ἔλαιον ἀπὸ τῶν πωλούντων, ἀλλὰ πρὸς τὸ κλεισθῆναι αὐτῇ τὸν νυμφῶνα, καί, Ὕπαγε· οὐκ οἶδά σε πόθεν εἶ.
ϟηʹ. Ὅταν ὁ τοῦ Θεοῦ λόγος ἐν τῇ καταπεσούσῃ ψυχῇ, ὡς ἐν πόλει παραγένηται Βηθανίᾳ, τὸν ὑπὸ τῆς ἁμαρτίας τεθνεῶτα νοῦν αὐτῆς, καὶ τεθαμμένον ὑπὸ τὴν φθορὰν τῶν παθῶν ἐξαναστήσων, τότε ἡ φρόνησις, καὶ ἡ δικαιοσύνη τῇ λύπῃ βεβαπτισμέναι τῆς νεκρώσεως τοῦ νοὸς οἷα δὴ θρηνοῦσαι, προσυπαντῶσιν αὐτῷ, καί φασιν· Εἰ ἦς ὧδε παρ’ ἡμῖν τηρούμενός τε καὶ φυλαττόμενος, οὐκ ἂν ὁ ἀδελφὸς ἡμῶν νοῦν ἐτεθνήκει ὑπὸ τῆς ἁμαρτίας. Ἔνθεν τοι ἡ μὲν δικαιοσύνη θρέψαι τὸν λόγον διὰ πολλῆς μερίμνης καὶ ἐργασίας σπεύδει τῶν ἀρετῶν, καὶ τράπεζαν αὐτῷ ποικίλην, καὶ πολυειδῆ κακοπαθείας τιθέναι φιλοτιμεῖται· ἡ φρόνησις δὲ τῶν ἄλλων πασῶν ἀλογήσασα φροντίδων, καὶ τῆς ἐπιπόνου κακοπαθείας, ἐπὶ τὴν νοερὰν ἐργασίαν, καὶ τὰς νοερὰς κινήσεις τοῦ λόγου, καὶ τὴν τῶν νοημάτων τῆς αὐτοῦ θεωρίας ἀκρόασιν παρακαθέζεσθαι κέκρικε.
Διὸ καὶ τὴν μέν, ἀποδέχεται καλῶς ἀγωνιζομένην ὁ λόγος, θρέψαι αὐτὸν τῇ τραπέζῃ φιλοτίμως τῆς πολυειδοῦς καὶ ἐμπράκτου φιλοσοφίας, ἀλλὰ περὶ πολλὰ μεριμνῶσαν εἴδη κακοπαθείας, καὶ πρὸς τὸ ἐν ὀλίγοις ὠφέλιμον ἀπασχολουμένην ἀεὶ ἐπιμέμφεται· ἑνὸς ὄντος τοῦ ζητουμένου εἰς χρείαν καὶ θεραπείαν τοῦ λόγου, τοῦ τῷ κρείττονι λογισμῷ καθυποτάξαι τὸ χεῖρον, καὶ τὸ χοϊκὸν φρόνημα τῆς ψυχῆς μεταβαλεῖν εἰς πνευματικόν, τοῖς ἱδρῶσι τῆς ἀρετῆς· τὴν δέ, καὶ προσεπαινεῖ, καὶ φυσικῶς οἰκειοῦται, ὡς ἐκλεξαμένην τὴν ἀγαθὴν μερίδα τῆς τοῦ πνεύματος γνώσεως· δι’ ἧς τῶν ἀνθρωπίνων ὑπεριπταμένη πραγμάτων, ἐπὶ τὰ θεῖα βάθη χωρεῖ τοῦ Θεοῦ, καὶ τὸν μαργαρίτην ἐκεῖθεν τοῦ λόγου καλῶς ἐμπορεύεται, καὶ τοὺς ἀποκρύφους θησαυροὺς κατοπτεύει τοῦ Πνεύματος, καὶ ἡ ἄφραστος αὐτῇ χαρὰ ἐπιγίνεται, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.
ϟθʹ. Ὁ νοῦς ὁ νεκρωθεὶς ὑπὸ τῶν παθῶν, καὶ τῇ ἐπιδημίᾳ ζωοποιηθεὶς τοῦ λόγου τοῦ Θεοῦ, τὸν τῆς πωρώσεως λίθον ἀποσεισάμενος, λύεται τῶν σειρῶν τῆς ἁμαρτίας, καὶ τῶν φθοροποιῶν λογισμῶν, παρὰ τῶν ὑπηρετῶν τοῦ λόγου· τοῦ φόβου, φημί, τῆς κολάσεως, καὶ τῶν πόνων τῆς ἀρετῆς, καὶ τοῦ φωτὸς τῆς μελλούσης ἀπολαύσας ζωῆς, ἀπολύεται εἰς ἀπάθειαν· κἀκεῖθεν ἐπὶ τὸν θρόνον κεκαθικὼς τῶν αἰσθήσεων, καὶ ἱερουργήσας καθαρῶς τὸ τῆς ἐποπτείας μυστήριον, συνδιαιτᾶται τῷ λόγῳ, καὶ συναπελθὼν αὐτῷ εἰς οὐρανοὺς ἀπὸ γῆς, συμβασιλεύει Χριστῷ ἐν τῇ τοῦ Πατρὸς καὶ Θεοῦ βασιλείᾳ, καταπαύσας τὰς ἐφέσεις πάσας αὐτοῦ.
ρʹ. Ἡ μετὰ τὴν λύσιν τοῦ σώματος ἐκεῖθεν ἀποκατάστασις, ἑκάστῳ τῶν σπουδαίων νομίμως ἀθλοῦντι, καὶ πρὸς τὸ μέσον προκόπτοντι, καὶ τελειουμένῳ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, δήλη καὶ φανερὰ γίνεται ἐκ πληροφορίας καὶ ἐνεργείας τοῦ Πνεύματος. Ἡ δὲ χαρά, αἰώνιός ἐστιν ἐν φωτὶ ἀϊδίῳ, ἡ μακαριότης ἐκείνης τῆς λήξεως, χαρὰ δὲ ἄληκτος περιλαμβάνει τὰς καρδίας τῶν ἀγωνιζομένων νομίμως ἐνταῦθα, καὶ καταφιλεῖ αὐτοὺς ἡ εὐφροσύνη τοῦ ἁγίου Πνεύματος, ἥτις, κατὰ τὸν λόγον τοῦ Κυρίου, οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῶν. Ἄρα ὁ τῆς ἐπιδημίας τοῦ Παρακλήτου ἐντεῦθεν ἀξιωθείς, καὶ τῶν καρπῶν κατατρυφήσας αὐτοῦ τῇ γεωργίᾳ τῶν ἀρετῶν, καὶ καταπλουτήσας αὐτοῦ τὰ θεῖα χαρίσματα, χαρᾶς ἔμπλεως ὤν, καὶ πάσης ἀγάπης· φόβου δηλονότι παντὸς δραπετεύσαντος, ἐν χαρᾷ τῶν δεσμῶν τοῦ σώματος λύεται, καὶ μετὰ χαρᾶς ἀπαίρει τῶν ὁρωμένων, ὧν καὶ περιὼν τῆς αἰσθήσεως προελύθη· καὶ εἰς χαρὰν ἀνεκλάλητον καταπαύει φωτός, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία· εἰ καὶ τὸ σῶμα πολλάκις ὠδῖνον ἐν τῇ λύσει καὶ τῇ τομῇ τῆς ἑνώσεως, ἔν τισι πάσχει, κατὰ τὰς δυστόκους τῶν γυναικῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.