Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν

Νικήτας Στηθᾶτος

Τρίτη εκατοντάδα: Η ψυχή ως εικόνα Θεού και μικρόκοσμος

Εισαγωγή στα γνωστικά κεφάλαια, με ανάλυση του κατ' εικόνα και καθ' ομοίωσιν, της τρισυπόστατης αναλογίας της ψυχής και της ενότητας του ανθρώπου με τη δημιουργία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 10 από 14

ΤΟΥ ΑΥΤΟΥ ΤΡΙΤΗ ΓΝΩΣΤΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ ΕΚΑΤΟΝΤΑΣ ΠΕΡΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΕΛΕΙΩΣΕΩΣ ΒΙΟΥ. αʹ. Νοῦς ἀπαθής ἐστιν ὁ Θεός, ὑπὲρ πάντα νοῦν καὶ πᾶσαν ἀπάθειαν· φῶς, καὶ πηγὴ φωτὸς ἀγαθοῦ· σοφία, λόγος, καὶ γνῶσις, καὶ σοφίας, λόγου, καὶ γνώσεως χορηγός. Οἷς οὖν ἐδόθη ταῦτα ἐκ καθαρότητος, καὶ ἐν οἷς ἐπιθεωρεῖται πλουσίως, τούτοις ἀνασωθὲν καὶ τὸ κατ’ εἰκόνα, τετήρηται, ὡς εἶναι αὐτοὺς ἐντεῦθεν υἱοὺς Θεοῦ, ἀγομένους, κατὰ τὸ εἰρημένον, ὑπὸ τοῦ Πνεύματος· «Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.» βʹ. Ὅσοι, πόνοις ἀσκήσεως, καθαροὺς ἑαυτοὺς ἀπειργάσαντο ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, δοχεῖα τῆς ἀθανάτου γεγόνασι φύσεως διὰ τῶν χαρισμάτων τοῦ Πνεύματος. Οἱ δέ γε πεφθακότες εἰς τοῦτο, φωτός εἰσιν ἀγαθοῦ ἔμπλεοι, ἐξ οὖ γαλήνης ἐν εἰρήνῃ τὴν καρδίαν πληρούμενοι, ἐρεύγονται λόγους ἀγαθούς, καὶ ἡ σοφία Θεοῦ πηγάζει ἀπὸ τῶν χειλέων αὐτῶν, ἐν γνώσει θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ ὁ λόγος αὐτῶν ἀθόλωτος, τὰ βάθη τοῦ Πνεύματος ἐξηγούμενος. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος, ἅπαξ ἑνωθέντων τῷ Θεῷ, καὶ τὴν καλὴν ἀλλοιωθέντων ἀλλοίωσιν.

γʹ. Ὁ τῇ ἐκθύμῳ σπουδῇ πρὸς τὸ Θεῖον ἀπευθυνόμενος ἐμπόνως, ἀπόμοργμα τῆς εἰκόνος ἐκείνου, ταῖς ἀρεταῖς, τῆς ψυχῆς καὶ τοῦ σώματος γίνεται· αὐτὸς μὲν ἐν τῷ Θεῷ, ὁ δὲ Θεὸς ἐν αὐτῷ ἀναπαυόμενος κατὰ ἀνάκρασιν, ὡς εἶναι καὶ φαίνεσθαι αὐτὸν μὲν ἐντεῦθεν, εἰκόνα τῆς θείας μακαριότητος, ἐν τῷ πλούτῳ τῶν χαρισμάτων τοῦ Πνεύματος, καὶ θέσει Θεόν, Θεὸν δὲ τελετάρχην τῆς αὐτοῦ τελειότητος.

δʹ. Οὐκ ἐκ τῆς ὀργανικῆς τοῦ σώματος θέσεως, ἀγνοίᾳ φερόμενος εἴποι τις, κατ’ εἰκόνα Θεοῦ τὸν ἄνθρωπον, ἀλλ’ ἐκ τῆς νοερᾶς φύσεως τοῦ νοὸς τῆς μὴ περιγραφομένης ὑπὸ τοῦ βρίθοντος κάτω σώματος. Ὥσπερ γὰρ ἡ θεία φύσις ἔξω πάσης κτίσεως καὶ παχύτητος οὖσα οὐ περιγράφεται, ἀόριστος καὶ ἀσώματος οὖσα, καὶ ὑπὲρ οὐσίαν, καὶ λόγον ἅπαντα, ἄποιος, ἀναφής, ἄποσος, ἀόρατος, ἀθάνατος, ἀκατάληπτος, μὴ καταλαμβανόμενος τὸ σύνολον παρ’ ἡμῶν· οὕτω καὶ ἡ δοθεῖσα παρ’ αὐτοῦ ἡμῖν νοερὰ φύσις ἀπερίγραπτος οὖσα, καὶ ἐκτὸς τῆς τούτου παχύτητος, ἀσώματός ἐστιν, ἀόρατος, ἀναφής, ἀκατάληπτος, καὶ εἰκὼν τῆς ἀθανάτου, καὶ ἀϊδίου δόξης αὐτοῦ.

εʹ. Νοῦς πρῶτος ὢν ὁ Θεός, ὡς Βασιλεὺς τοῦ παντός, ὁμοούσιον ἐν ἑαυτῷ ἔχει τὸν Λόγον, καὶ μετὰ τοῦ Πνεύματος συναΐδιον· μήτε τοῦ Λόγου καὶ τοῦ Πνεύματος ἐκτὸς γινόμενος πώποτε, διὰ τὸ τῆς φύσεως ἀδιαίρετον, μήτε συγχεόμενος τούτοις, διὰ τὸ ἀσύγχυτον τῆς διαφορᾶς τῶν ἐν αὐτῷ ὑποστάσεων.

Ἔνθεν τοι καὶ τὸν ἐκ τῆς οὐσίας αὐτοῦ Λόγον φυσικῶς γεννῶν αὐτὸς αὐτοῦ οὐ χωρίζεται, ἄτμητος ὢν ἑαυτοῦ, ἔχει δὲ τὸ συμφυὲς συνάναρχον αὐτοῦ Πνεῦμα, ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον προαιωνίως ὁ συναΐδιος Λόγος καὶ τοῦ γεγεννηκότος οὐκ ἀποτέμνεται· μία γὰρ τοῖς ἀμφοτέροις ἡ φύσις, καὶ ἄτμητος· εἰ καὶ τῇ διαφορᾷ τῶν ὑποστάσεων, διαιρεῖται εἰς πρόσωπα, καὶ Τριαδικῶς ἀνυμνεῖται·

Πατήρ, Υἱός, καὶ ἅγιον Πνεῦμα, καὶ οὐδέ ποτε ταῦτα ὡς μία φύσις, καὶ Θεὸς εἷς, τῆς συναϊδίου χωρίζονται οὐσίας, καὶ φύσεως. Ταύτης οὖν τῆς τρισυποστάτου καὶ ἑνιαίας φύσεως εἰκόνα μοι βλέπε, κατὰ τὸ νοούμενον· τὸν πλασθέντα ὑπ’ αὐτῆς ἄνθρωπον, ἀλλὰ μὴ κατὰ τὸ ὁρώμενον· κατὰ τὸ ἀθάνατον, καὶ ἀεὶ ὡσαύτως ὄν, ἀλλὰ μὴ κατὰ τὸ θνητόν, καὶ λυόμενον.

ϛʹ. Καθάπερ νοῦς ὤν, καὶ ὑπερεπέκεινα τῶν ἐν σοφίᾳ ὑπ’ αὐτοῦ δημιουργηθέντων κτισμάτων ὁ Θεός, γεννῶν ἀρεύστως τὸν Λόγον εἰς τὴν τούτων διαμονήν, καὶ εἰς δύναμιν αὐτῶν ἐκπέμπων, ὡς γέγραπται, τὸ πανάγιον Πνεῦμα, ἐκτός ἐστι καὶ ἐντὸς τοῦ παντός· οὕτω καὶ ὁ τῆς αὐτοῦ Θείας φύσεως μέτοχος ἄνθρωπος, εἰκὼν ὑπάρχων αὐτοῦ, κατὰ τὸ νοούμενον, τῆς νοερᾶς καὶ ἀσωμάτου καὶ ἀθανάτου ψυχῆς, καὶ νοῦν ἔχων φυσικῶς τὸν λόγον γεννῶντα ἐκ τῆς οὐσίας αὐτοῦ, ὑφ’ ὧν πᾶσα ἡ δύναμις συντηρεῖται τοῦ σώματος, ἐκτός ἐστι καὶ ἐντὸς τῆς ὕλης, καὶ τῶν ὁρωμένων αὐτῶν· καὶ ὥσπερ ὁ πλάσας αὐτὸν ἀχώριστός ἐστι τῶν αὑτοῦ ὑποστάσεων, λόγου, λέγω, καὶ πνεύματος, οὕτω καὶ αὐτὸς κατά γε τὴν ψυχὴν ἄτμητός ἐστι τοῦ νοὸς καὶ τοῦ λόγου, τῆς μιᾶς φύσεως καὶ οὐσίας τῆς ἀπεριγράπτου τῷ σώματι.

ζʹ. Τρισυπόστατον τὸ Θεῖον ἐν Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον, τρισὶν ἐπιθεωρεῖται μερισμοῖς καὶ ἡ παρ’ αὐτοῦ πλασθεῖσα εἰκὼν ὁ ἄνθρωπος, ψυχῇ, νοΐ, καὶ λόγῳ προσκυνῶν αὐτὸν τὸν ἐξ οὐκ ὄντων τὰ πάντα πεποιηκότα Θεόν· ἃ οὖν Θεῷ κατὰ φύσιν συναΐδιά τε καὶ ὁμοούσια, ταῦτα καὶ τῇ εἰκόνι αὐτοῦ κατὰ φύσιν συμφυῆ τε, καὶ ὁμοούσια, ἐξ ὧν τὸ καὶ εἰκόνα ἐν ἡμῖν ὁρᾶται, καὶ δι’ ὧν εἰκών εἰμι Θεοῦ, εἰ καὶ τῇ πηλῷ καὶ τῇ εἰκόνι συμφύρομαι.

ηʹ. Ἄλλο εἰκὼν Θεοῦ, καὶ ἕτερον τὰ ἐπιθεωρούμενα τῇ εἰκόνι. Εἰκὼν γὰρ Θεοῦ, ψυχὴ νοερά, νοῦς, καὶ λόγος, ἡ μία καὶ ἀδιαίρετος φύσις· τὰ ἐπιθεωρούμενα δὲ τῇ εἰκόνι, τὸ ἀρχικόν ἐστι, καὶ βασιλικόν, καὶ αὐτεξούσιον. Οὕτω καὶ δόξα ἄλλο νοός, ἄλλο δὲ ἀξία, καὶ ἕτερον τὸ κατ’ εἰκόνα Θεοῦ, καὶ ἄλλο τὸ καθ’ ὁμοίωσιν· καὶ δόξα μὲν νοός, τὸ ἀνωφερές, τὸ ἀεικίνητον πρὸς τὰ ἄνω, τὸ ὀξύ, τὸ καθαρόν, τὸ συνετόν, τὸ σοφόν, τὸ ἀθάνατον· ἀξία δέ, τὸ λογικόν, τὸ βασιλικόν, τὸ ἀρχικόν τε, καὶ αὐτεξούσιον.

Τὸ δὲ κατ’ εἰκόνα Θεοῦ, τὸ περὶ τὴν ψυχήν, καὶ τὸν νοῦν, καὶ τὸν λόγον, αὐθυπόστατόν τε καὶ ὁμοούσιον, ἀδιαίρετόν τε καὶ ἀχώριστον· τῆς γὰρ ψυχῆς ἐστιν ὁ νοῦς, καὶ ὁ λόγος τῆς ἀσωμάτου, καὶ ἀθανάτου, καὶ θείας, καὶ νοερᾶς, ἅτινα καὶ ὁμοούσιά εἰσι, καὶ συναΐδια, μὴ τεμνόμενά ποτε ἑαυτῶν, ἢ χωρισθῆναι δυνάμενα· τὸ δὲ καθ’ ὁμοίωσίν ἐστι, τὸ δίκαιον, τὸ ἀληθές, τὸ εὔσπλαγχνον, τὸ συμπαθὲς καὶ φιλάνθρωπον· ἐν οἷς οὖν ταῦτα ἐνεργεῖται καὶ φυλάττεται, ἐν ἐκείνοις ὁρᾶται τρανῶς καὶ τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν· κατὰ φύσιν μὲν δηλαδὴ κινουμένοις, κατὰ δὲ ἀξίαν τῶν ἄλλων ὑπερκειμένοις.

θʹ. Τῆς λογικῆς ψυχῆς εἰς τρία μεριζομένης, καὶ εἰς δύω θεωρουμένης. Τὸ μὲν γὰρ αὐτῆς, λογικόν ἐστι, τὸ δὲ παθητικόν· καὶ τὸ μὲν λογικὸν αὐτῆς κατ’ εἰκόνα τοῦ Κτίσαντος αὐτὴν ὅν, ἄσχετόν ἐστι καὶ ἀόρατον, καὶ ἀόριστον ταῖς αἰσθήσεσιν, ὡς ἐκτὸς καὶ ἐντὸς ὑπάρχον αὐτῶν· τούτῳ συγκοινωνοῦσα ταῖς νοεραῖς καὶ θείαις δυνάμεσι, κατὰ φύσιν εἰς Θεὸν ὡς εἰς πρωτότυπον διὰ τῆς ἱερᾶς γνώσεως τῶν ὄντων ἀνατρέχει, καὶ τῆς θείας αὐτοῦ ἐν ἀπολαύσει γίνεται φύσεως· τὸ δὲ παθητικὸν αὐτῆς κατακερματίζεται ταῖς αἰσθήσεσι, πάθεσι καὶ ἀνέσεσιν ὑποκείμενον· τούτῳ τῇ αἰσθητικῇ, Θρεπτικῇ τε, καὶ αὐξητικῇ συγκοινωνοῦσα φύσει, ἀέρος ἀντιλαμβάνεται, ψυχρότητός τε καὶ θάλψεως, καὶ τροφῶν εἰς διαμονήν, εἰς ζωήν, αὔξησιν, καὶ ὑγείαν. Διὸ καὶ τούτοις συναλλοιούμενον, ποτὲ μὲν ἐπιθυμεῖ ἀλόγους ἐπιθυμίας τῆς κατὰ φύσιν κινήσεως παρακινηθέν, ποτὲ δὲ παροξύνεται, καὶ ἀλόγῳ θυμῷ φέρεται, πεινᾷν τε ποιεῖ καὶ διψᾷν, λυπεῖσθαι, πονεῖν, καὶ πάλιν διαχέεσθαι, ὡς ταῖς ἀνέσεσι μὲν ἐνηδόμενον, ταῖς δὲ θλίψεσι συστελλόμενον· ὃ καὶ παθητικὸν μέρος αὐτῆς εἰκότως καλεῖται, ὡς ἐξεταζόμενον ἐν τοῖς πάθεσιν.

Ὅταν οὖν τὸ θνητὸν τοῦτο καταποθῇ ὑπὸ τῆς τοῦ λόγου ζωῆς, τοῦ κρείττονος ἐκνικήσαντος, τότε καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῇ θνητῇ φανεροῦται σαρκὶ ἡμῶν, τὴν ζωοποιὸν νέκρωσιν ἐν ἡμῖν ἐμποιοῦσα τῆς ἀπαθείας, καὶ τὴν ἀφθαρσίαν τῆς ἀθανασίας παρέχουσα, ἐν τῇ ἐπιδημίᾳ τοῦ Πνεύματος.

ιʹ. Ὥσπερ ὁ δημιουργὸς τοῦ παντὸς καὶ προτοῦ, τὰ πάντα ἐξ οὐκ ὄντων ποιήσας, τὴν γνῶσιν, τὰς φύσεις, καὶ τοὺς λόγους πάντων τῶν ὄντων εἶχεν, ὡς βασιλεὺς τῶν αἰώνων, καὶ προγνώστης ἐν ἑαυτῷ· οὕτω καὶ τὸν κατ’ εἰκόνα αὐτοῦ πλασθέντα εἰς βασιλέα τῆς κτίσεως ἄνθρωπον, πάντων ἔχειν ἐποίησε τῶν ὄντων, τοὺς λόγους, τὰς φύσεις, καὶ τὴν γνῶσιν ἐν ἑαυτῷ. Τοίνυν καὶ τὸ μὲν ξηρὸν καὶ ψυχρὸν τοῦ χυμοῦ, ἐκ γῆς ἔχει κατὰ τὴν πλάσιν αὐτοῦ, τὸ δὲ θερμὸν τοῦ αἵματος καὶ ὑγρὸν ἐξ ἀέρος, καὶ ἐκ πυρός, τὸ δὲ ὑγρὸν τοῦ φλέγματος καὶ ψυχρὸν ἐξ ὕδατος, καὶ ἐκ μὲν τῶν φυτῶν, τὸ αὐξητικόν, ἐκ δὲ τῶν ζωοφύτων, τὸ θρεπτικόν, ἐκ δὲ τῶν ἀλόγων ζώων τὸ παθητικόν, ἐκ τῶν ἀγγέλων τὸ νοερόν τε καὶ λογικόν, παρὰ δὲ Θεοῦ τὴν πνοὴν αὐτὴν τὴν ἄϋλον, τὴν ἀσώματον, καὶ ἀθάνατον ψυχήν, τὴν ἐν νῷ καὶ λόγῳ θεωρουμένην, καὶ ἐν δυνάμει Πνεύματος ἁγίου, εἰς τὸ εἶναι, καὶ ζῇν.

ιαʹ. Καθ’ ὁμοίωσίν ἐσμεν Θεοῦ τοῦ ἡμᾶς κατ’ εἰκόνα ἑαυτοῦ καὶ καθ’ ὁμοίωσιν πλαστουργήσαντος, ἀπὸ τῆς ἀρετῆς καὶ συνέσεως· ἐκάλυψε γὰρ οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ. Ἀρετὴ δὲ Θεοῦ, ἡ δικαιοσύνη, καὶ ὁσιότης, καὶ ἡ ἀλήθεια, καθά φησιν ὁ Δαβίδ· «Δίκαιος εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.» Καὶ πάλιν· «Δίκαιος καὶ ὅσιος ὁ Κύριος, ἀπὸ τῆς εὐθύτητος καὶ χρηστότητος»· χρηστὸς γὰρ καὶ εὐθὺς ὁ Κύριος, ἀπὸ τοῦ λόγου τῆς σοφίας, καὶ τοῦ λόγου τῆς γνώσεως· ἐν αὐτῷ γάρ εἰσι ταῦτα, καὶ σοφία καὶ λόγος καλεῖται, ἀπὸ τῆς ἁγιωσύνης, καὶ τελειότητος, ὡς αὐτός φησι· «Γίνεσθε τέλειοι, ὅτι ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι· γίνεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι·» ἀπὸ τῆς ταπεινώσεως, καὶ πραότητος· «Μάθετε ἀπ’ ἐμοῦ,» φησίν, «ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» ιβʹ. Εἰκὼν Θεοῦ ὢν ὁ ἡμέτερος νοῦς, τὸ οἰκεῖον ἐν ἑαυτῷ ἔχει, ὅταν ἐν τοῖς ἰδίοις μένῃ, καὶ μὴ πόῤῥω τῆς ἑαυτοῦ ἀξίας κινῆται καὶ φύσεως.

Διὸ φιλεῖ πως ἐν τοῖς περὶ Θεοῦ ἐμφιλοχωρεῖν, καὶ αὐτῷ ἑνοῦσθαι ζητεῖ ἐξ οὗ τὴν ἀρχὴν ἔσχε, καὶ δι’ οὗ κινεῖται, καὶ πρὸς ὃν ἀνατρέχει ταῖς φυσικαῖς ἰδιότησι, καὶ αὐτὸν μιμεῖσθαι ποθεῖ τῷ φιλανθρώπῳ καὶ τῇ ἁπλότητι· ἔνθεν τοι καὶ αὐτὸς τὸν λόγον γεννῶν, ὡς ἄλλους οὐρανοὺς τὰς ψυχὰς ἀναπλάττει τῶν ὁμοφύλων ἀνθρώπων, καὶ στεῤῥὰς αὐτὰς δι’ ὑπομονῆς τῶν ἐμπράκτων ἀποτελεῖ ἀρετῶν, καὶ ζωογονεῖ ταύτας τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, δύναμιν κατὰ τῶν ὀλεθρίων παθῶν ἐμπαρέχων αὐταῖς, καὶ οὕτως ὁρᾶται δημιουργὸς καὶ αὐτὸς τῆς νοητῆς κτίσεως, καὶ τοῦ μεγάλου κόσμου τὸν αὑτοῦ μιμούμενος εἰκότως Θεόν· καὶ ἀκούει τρανῶς ἄνωθεν· «Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται.» ιγʹ. Ὁ ταῖς κατὰ φύσιν κινήσεσι τοῦ νοός, καὶ τῇ ἀξίᾳ ἐπιμένων τοῦ λόγου, καθαρὸς ἀπὸ τῆς ὕλης διατηρεῖται, καὶ κατακοσμεῖται πραότητι, ταπεινοφροσύνῃ, ἀγάπῃ καὶ συμπαθείᾳ, καὶ ὑπὸ τῶν ἐλλάμψεων τοῦ ἁγίου καταφαιδρύνεται Πνεύματος· ταῖς ὑψηλαῖς δὲ θεωρίαις ἐνατενίζων, ἐν γνώσει γίνεται τῶν κεκρυμμένων τοῦ Θεοῦ μυστηρίων, καὶ διὰ λόγου σοφίας τοῖς ἀκούειν δυναμένοις ταῦτα φιλαγάθως διακονεῖ, οὐχ ἑαυτῷ μόνον πολυπλασιάζων τὸ τάλαντον, ἀλλὰ καὶ τοῖς πλησίον τῆς τούτου μεταδιδοὺς ἀπολαύσεως.

ιδʹ. Ὁ τὸ ἓν τῆς δυάδος ὑπερκουφίσας, καὶ ταύτης ἐλευθέραν ἐργασάμενος τὴν τούτου εὐγένειαν, ἄϋλον εὗρεν ἐν ἀΰλοις πνεύμασι τὸ πολίτευμα, πνεῦμα καὶ αὐτὸς νοερὸν γεγονώς, εἰ καὶ μέσον ὁρᾶται τῶν ἄλλων ἀνθρώπων ἀναστρεφόμενος σώματι.