Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν

Νικήτας Στηθᾶτος

Η έλλαμψη του νου, η θέωση και η υπεροχή της νοεράς εργασίας

Η ενοποίηση της ψυχής, η μετοχή στο θείο φως, η αγγελική κατάσταση των κεκαθαρμένων και η μυστηριακή έλευση του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 11 από 14

ιεʹ. Ὁ τῇ τοῦ ἑνὸς ἀξίᾳ, καὶ φύσει τὴν τῆς δυάδος καθυποτάξας δουλείαν, τὴν ἅπασαν κτίσιν τῷ Θεῷ καθυπέταξεν, εἰς ἓν τὰ διεστῶτα συνάψας καὶ εἰρηνοποιήσας τὰ σύμπαντα. ιϛʹ. Μέχρις ἂν πρὸς ἑαυτὴν ἡ φύσις τῶν ἐν ἡμῖν δυνάμεων ἀτάκτως ἔχῃ, καὶ εἰς πολλὰς ἑτερότητας διασκίδναται, ἀμέθεκτοί ἐσμεν καὶ τῶν ὑπερφυῶν δωρεῶν τοῦ Θεοῦ· τούτων δὲ ὄντες ἀμέθεκτοι, πόῤῥω που καὶ τῆς μυστικῆς ἱερουργίας τοῦ ἐπουρανίου θυσιαστηρίου τῆς κατὰ τὴν νοερὰν τελουμένης τοῦ νοὸς ἐργασίαν ἱστάμεθα. Ἐπὰν δὲ διὰ πολλῆς σπουδῆς τῶν ἱερῶν ἀγώνων τῆς προσύλου κακίας ἐκκαθαρθῶμεν, καὶ εἰς ἓν τὰς ἑτερότητας ἡμῶν διὰ τῆς τοῦ Πνεύματος δυνάμεως ἐπισυνάξωμεν, τηνικαῦτα καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν τοῦ Θεοῦ ἐν μεθέξει γινόμεθα, καὶ τὰ θεῖα μυστήρια τῆς μυστικῆς τοῦ νοὸς ἱερουργίας εἰς τὸ ὑπερουράνιον, καὶ νοερὸν τοῦ Θεοῦ θυσιαστήριον, ἀξίως τῷ λόγῳ καὶ Θεῷ ἀναφέρομεν, ὡς ἐπόπται καὶ ἱερεῖς τῶν ἀθανάτων μυστηρίων αὐτοῦ.

ιζʹ. Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός, καὶ μάχη τίς ἐστιν ἐν ἀμφοτέροις ἀκήρυκτος, ὅπως θάτερον κατὰ τοῦ θατέρου τὰ νικητήρια ἕξῃ, καὶ ὑφ’ ἑαυτὸ τὸ κράτος ἀγάγηται· αὕτη ἑτερότης ἐν ἡμῖν λέγεται, καὶ στάσις, καὶ ῥοπή, καὶ ζυγός, καὶ ἀμφιγυιὴς πάλη, δι’ ἧς ἡ ψυχὴ μερίζεται ἔνθα ἂν τὴν ῥοπὴν ὁ νοῦς δῷ, εἰς πρᾶγμά τι κατὰ πάθος ἀνθρώπινον.

ιηʹ. Ἕως τοῖς ἀστάτοις τῶν λογισμῶν μεριζόμεθα, καὶ ὁ νόμος τῆς σαρκὸς ἐν ἡμῖν κρατεῖται, καὶ τηρεῖται, εἰς πολλά τε μέρη διασκεδαννύμεθα, καὶ τῆς θείας ἑνάδος ἀποδιοπομπούμεθα, ὡς μὴ πεπλουτηκότες τὴν ταύτης ἑνότητα· ἐπὰν δὲ τὸ θνητὸν τοῦτο καταποθῇ ὑπὸ τῆς ἑνοποιοῦ δυνάμεως, καὶ ὑπερφυοῦς ἀμεριμνίας, καὶ ὁ νοῦς ἑαυτοῦ γένηται, ὑπὸ τῶν σοφοποιῶν ἐλλάμψεων καὶ νοημάτων καταυγασθείς, συμπτυσσομένη [συμποσουμένη] εἰς ἑνάδα θεοειδῶς ἡ ψυχή, ἒν ἀντὶ πολλῶν ἑτεροτήτων γίνεται, καὶ τῇ θείᾳ ἐπισυναχθεῖσα μονάδι, ἐν ἁπλότητι θεομιμήτως ἑνοῦται· καὶ τοῦτό ἐστιν ἡ εἰς τὸ ἀρχαῖον τῆς ψυχῆς ἀποκατάστασις, καὶ ἡ πρὸς τὸ κρεῖττον ἡμῶν ἀνακαίνισις.

ιθʹ. Δεινὸν ἡ ἄγνοια καὶ πέρα δεινῶν, αὐτόχρημα σκότος οὖσα ψηλαφητόν, καὶ τὰς ψυχάς, ἐν αἷς ἂν ἐγγένηται, ζοφερὰς ἀποτελοῦσα, εἰς πολλά τε τὸ λογιζόμενον διαιροῦσα, καὶ ἀπὸ τῆς πρὸς Θεὸν ἑνώσεως τὴν ψυχὴν ἀποτέμνουσα· ταύτης τὸ συναγόμενον ἅπαν, ἀλογία ἐστίν· ἄλογον γὰρ καὶ ἀναίσθητον τὸ ὅλον ἀπεργάζεται τὸν ἄνθρωπον, ὂν δὲ τρόπον ἡ ἄγνοια εἰς πάχος ἐπιχυθεῖσα πολὺς βυθὸς ᾅδου γίνεται τῇ ὑπὸ ταύτης καμπτομένῃ ψυχῇ, ἐν ᾧ πᾶσα τιμωρία καὶ ὀδύνη, λύπη καὶ στεναγμὸς ὑπάρχει, οὕτω καὶ ἡ θεία γνῶσις φαιδρά πως καὶ ἄπειρος εἰς φωτοχυσίαν ὑπάρχουσα, φωτοειδεῖς τὰς ψυχάς, ἐν αἷς ἂν διὰ καθαρότητος γένηται, θεοπρεπῶς ἀπεργάζεται, καὶ πληροῖ ταύτας εἰρήνης, γαλήνης, χαρᾶς, σοφίας ἀῤῥήτου, καὶ τελείας ἀγάπης.

κʹ. Ἡ τοῦ θείου φωτὸς παρουσία ἁπλῆ καὶ ἑνιαία οὖσα, πρὸς ἑαυτὴν συνάγει τὰς μετόχους αὐτῆς ψυχάς, καὶ ἐφ’ ἑαυτὴν ἐπιστρέφει, ἑνοῖ τε αὐτὰς τῇ ἑαυτῆς ἑνότητι, καὶ τελειοῖ τῇ ἑαυτῆς τελειότητι, καὶ πρὸς βάθη Θεοῦ ἀνάγει τὸ τῆς διανοίας αὐτῶν ὀπτικόν, καὶ μυστηρίων μεγάλων θεωροὺς καὶ μύστιδας καὶ μυσταγωγοὺς αὐτὰς ἀπεργάζεται. Καθαρθῆναι οὖν βουλήθητι διὰ πόνων εἰς ἄκρον, καὶ ὄψει τῶν λεγομένων ἐν σοὶ ἐναργῶς, τὴν Θεῷ φίλην ἐνέργειαν.

καʹ. Αἱ γινόμεναι διὰ γνώσεως πρὸς τὰς κεκαθαρμένας ψυχὰς ἐλλάμψεις τοῦ πρώτου φωτός, οὐ μόνον αὐτὰς ἀγαθύνουσι καὶ φωτοειδεῖς ἀπεργάζονται, ἀλλὰ καὶ ἀνάγουσι διὰ φυσικῆς θεωρίας εἰς νοητοὺς οὐρανούς· καὶ οὐδὲ οὕτω ταύταις τὰ τῆς θείας ἵστανται ἐνεργείας, ἀλλ’ ἕως ἐκεῖ τελευτᾷ, μέχρις ἂν τῷ ἑνὶ διὰ σοφίας ἑνωθῶσι, καὶ γνώσεως τῶν ἀῤῥήτων, καὶ ἒν ἀντὶ πολλῶν ἐν αὐτῷ γένωνται.

κβʹ. Πρῶτα μέν, ἀμιγεῖς καὶ ἀθολώτους ἡμᾶς χρὴ γενέσθαι, διὰ καθαρτικῆς τάξεως, ἀπὸ τῆς προσύλου κακίας τῶν νοητῶν, εἶτα πεφωτισμένους καὶ ἀειλαμπεῖς, δι’ ἑτέρας τάξεως τῆς φωτιστικῆς, τοὺς νοεροὺς ὀφθαλμούς, ἥτις διὰ τῆς μυστικῆς τελεῖται, καὶ ἐν Θεῷ κεκρυμμένης σοφίας, καὶ οὕτως ἀναδραμεῖν εἰς τὴν τῶν ἱερῶν γνώσεων ἐπιστήμην τὴν τὰ νέα, καὶ τὰ παλαιὰ διὰ τοῦ λόγου τοῖς ἔχουσιν ὦτα διακονοῦσαν, καὶ μεταδοτικοὺς γενέσθαι τῶν κεκρυμμένων αὐτῆς μυστικῶν νοημάτων, εἰς ἀβεβήλους αὐτὰ δηλονότι μετοχετεύοντας ἀκοάς, καὶ ἀπὸ τῶν ἀτελεστέρων διαστέλλοντας, ἵνα μὴ τὰ ἅγια δίδωται τοῖς κυσί, μηδὲ ὁ μαργαρίτης τοῦ λόγου βάλληται εἰς χοιρώδεις ψυχὰς τὰς ἀχρειούσας αὐτόν.

κγʹ. Ὅταν τις τὸ διάπυρον αὑτοῦ τῆς ψυχῆς περὶ τὴν ἐνδιάθετον πίστιν ὁρᾷ πλατυνόμενον, καὶ τὴν τοῦ Θεοῦ ἀγάπην, τότε Χριστὸν ἐπιφέρεσθαι γινωσκέτω ἐν ἑαυτῷ, τὴν ἀπὸ γῆς καὶ τῶν ὁρωμένων ἐνεργοῦντα ἀνύψωσιν τῆς αὐτοῦ ψυχῆς, καὶ εἰς οὐρανοὺς τὴν αὐτῆς ἑτοιμάζοντα κατοικίαν· ὅταν δὲ χαρᾶς πληροῦσθαι τὴν αὐτοῦ καρδίαν κατανοῇ, καὶ ἐν ἐπιθυμίᾳ γίνεσθαι τῶν ἀποῤῥήτων ἐν κατανύξει τοῦ Θεοῦ ἀγαθῶν, τότε εἰδὼς ἔστω ὑπὸ θείου ἐνεργούμενον ἑαυτὸν Πνεύματος· ὅταν δὲ φωτὸς ἀῤῥήτου πληρούμενον αἴσθηται τὸν ἑαυτοῦ νοῦν, καὶ νοημάτων σοφίας τῆς κρείττονος, τότε ἰδέτω τὴν ἐπιδημίαν εἶναι καὶ γίνεσθαι τοῦ Παρακλήτου ἐν τῇ ψυχῇ αὐτοῦ, εἰς φανέρωσιν τῶν κεκρυμμένων ἐν αὐτῷ θησαυρῶν τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὡς παλάτιον Θεοῦ καὶ κατοικητήριον Πνεύματος, ἀκριβῶς ἑαυτὸν φυλαττέτω.

κδʹ. Ἡ φυλακὴ τῶν ἀποκρύφων τοῦ Πνεύματος θησαυρῶν, ἡ σχολὴ τῶν ἀνθρωπίνων πραγμάτων ἐστίν, ἣν κυρίως καὶ ἡσυχίαν ὁ λόγος καλεῖ. Αὕτη δὲ τὸν ἔρωτα τῆς τοῦ Θεοῦ ἀγάπης, ἐκ καθαρότητος καρδίας καὶ ἡδονῆς κατανύξεως, σφοδρότερον ἐπανάπτουσα, λύει τὴν ψυχὴν τῶν δεσμῶν τῶν αἰσθήσεων, καὶ τὴν ἐλευθερίαν πείθει τῶν τρόπων ἀσπάζεσθαι. Τὰς δὲ δυνάμεις αὐτῆς μεταστρέψασα, πρὸς τὸ κατὰ φύσιν ἀνακαλεῖται, καὶ τὴν ἀρχαίαν αὐταῖς ἀποκατάστασιν δίδωσιν εἰς τὸ μὴ κακίας εἶναί τι κατήγορον τῷ Δημιουργῷ τῶν καλῶν ἐκ τῆς ἐπὶ τὸ χεῖρον τῆς εἰκόνος παρατροπῆς καὶ κινήσεως.

κεʹ. Εἰς τὴν ἱερὰν ταύτην, καὶ θείαν τελείωσιν, ἡ εὔλογος ἀνάγει καὶ ἐπιστήμων φαιδρῶς ἡσυχία, ἐξασκουμένη δηλαδή, καὶ μετερχομένη νομίμως. Εἰ δ’ οὐκ εἰς τοσοῦτον τὴν ἀνύψωσιν ἔσχε, καὶ τὴν τελείωσιν ὁ δοκῶν ἡσυχάζειν, ἄρα τὴν νοητὴν οὐκ ἔτι καὶ τελείαν ἡσύχασεν ἡσυχίαν· ἀλλ’ οὐδὲ ἡσυχάσει ἀπὸ τῆς ἔνδον ζάλης τῶν ἀκαθέκτων παθῶν, ἕως ἂν εἰς τοῦτο ἀναδράμῃ τὸ ὕψος· μόνον δὲ τὸ σῶμα τοίχοις περιωρισμένον, ἢ ὀπαῖς, καὶ σπηλαίοις ἔξει, ὑπὸ νοῒ ἀτάκτῳ καὶ πλανωμένῳ κατατριβόμενον.

κϛʹ. Ψυχαὶ αἱ εἰς ἄκρον ἐλάσασαι καθαρότητος, καὶ εἰς ὕψος ἀναδραμοῦσαι μέγα σοφίας καὶ γνώσεως, τοῖς Χερουβὶμ ἐοίκασιν ἀμέσως πως, διὰ τῆς αὐτῶν ἐπιστήμης τῇ πηγῇ πλησιάζουσαι τῶν καλῶν. Κἀκεῖθεν τὴν τῆς εὐθείας ἐποπτείας ἐκφαντορίαν καθαρῶς εἰσδεχόμεναι, ἧς καὶ μόναι τῶν Χερουβὶμ αἱ δυνάμεις ἀμέσως πρὸς τῆς θεαρχίας αὐτῆς καταλάμπονται τὰ πολλά, ὡς ἔφη τις, τῶν θείων θεωριῶν, καθ’ ὑπερτάτην ἀνάτασιν.

κζʹ. Καθάπερ αἱ πρῶται τῶν ἄνω δυνάμεις, αἱ μὲν αὐτῶν θερμόταταί εἰσι, καὶ ὀξύταται περὶ τὰ θεῖα, καὶ ἀκατάληκτον περὶ ταῦτα τὸ ἀεικίνητον ἔχουσιν· αἱ δέ, θεοπτικώταται, γνωστικαί, καὶ σοφώταται· καὶ τοῦτο ἡ θεία ἕξις, τὸ αὐτὰς περὶ ταῦτα κινεῖσθαι ἀεί· οὕτω καὶ αἱ τοιαῦται ψυχαὶ θερμόταταί εἰσι περὶ τὰ θεῖα, καὶ λίαν ὀξύταται, σοφαί τε, καὶ γνωστικαί, καὶ ταῖς μυστικαῖς θεωρίαις ἀνατατικώταται, αἷς ἴδιον κατὰ δύναμιν καὶ θείαν ἕξιν, ἡ περὶ τὸ θεῖον ἀεικινησία καὶ ἀκλινὴς ἵδρυσις καὶ μονή.

Καὶ πρὸς τούτοις, ἡ δεκτικὴ τῶν ἐλλάμψεων ἕξις, μεθ’ ἧς τοῦ ὄντος μετέχουσι, καὶ μεταπέμπουσιν εἰς ἑτέρους ἀφθόνως, διὰ τοῦ λόγου, τὰς τούτου φωτοχυσίας καὶ χάριτας. κηʹ. Νοῦς ἐστιν ὁ Θεός, καὶ αἰτία τῆς τοῦ παντὸς ἀεικινησίας, καὶ πάντες οἱ νόες ἐν αὐτῷ τῷ πρώτῳ νοΐ, τήν τε στάσιν ἔχουσι μόνιμον, καὶ τὴν κίνησιν ἀκατάληκτον. Τοῦτο δὲ πάσχουσιν, ὅσοι οὐ πρόσυλόν τινα τὴν κίνησιν καὶ ἐπιμιγῆ, ἀλλὰ ἀμιγῆ καὶ ἀθόλωτον δι’ ἱερῶν ἐσχήκασιν ἱδρώτων. Πάσχουσι δὲ τοῦτο, κατ’ ἔρωτα θεῖον, κοινωνοῦντες ἀλλήλοις καὶ ἑαυτοῖς, τὰς ἐκ τῆς θεαρχίας ἐκπεμπομένας ἀγαθοδότως ἐλλάμψεις, καὶ τὴν ἐν τούτοις κεκρυμμένην σοφίαν τῶν μυστηρίων Θεοῦ· καὶ ἑτέροις φιλαγάθως μεταδιδόντες, εἰς ὕμνον ἀκατάπαυστον τῆς ἀγάπης Θεοῦ.

κθʹ. Ἵστανται, καὶ κινοῦνται κύκλῳ περὶ Θεὸν αἱ ψυχαί, ὅσαι τὸ λογιζόμενον κοῦφον τῆς ὕλης εἰργάσαντο, καὶ τὴν μαχομένην πρὸς ἑαυτὴν κατὰ πάντα δυάδα, ἅρμα τοῦτο εὐήνιον τρέχον εἰς οὐρανοὺς συνηρμόσαντο· καὶ κύκλῳ μὲν ἀλήκτως κινοῦνται περὶ Θεόν, ὡς πρὸς κέντρον, καὶ τῆς τοῦ κύκλου κινήσεως αἴτιον· ἵστανται δὲ μονίμως, καὶ ἀῤῥεπῶς, ὡς πρὸς κύκλον, μὴ διασκεδασθῆναι δυνάμεναι ἐκ τῆς ἰδίας ἐπὶ τὸ αὐτὸ συνοχῆς, πρὸς τὴν αἴσθησιν, καὶ τὴν κάτω πλάνην τῶν ἀνθρωπίνων πραγμάτων. Τοῦτο οὖν ἐστι τὸ τετελεσμένον τέλος τῆς ἡσυχίας, εἰς τοῦτο ἄγον τοὺς ἀληθῶς ἡσυχάζοντας· ὥστε κινουμένους ἵστασθαι, καὶ μονίμως ἱσταμένους κινεῖσθαι περὶ τὰ θεῖα. Ἕως δ’ ἂν μὴ τοῦτο γένηται, τῷ δοκεῖν ἡμῖν ἡσυχάζουσιν, ἀμήχανον τῆς ὕλης ἐκτὸς καὶ τῆς ἅλης γενέσθαι τὸν ἡμέτερον νοῦν.

λʹ. Ὁπηνίκα πρὸς τὸ ἀρχαῖον κάλλος τοῦ λόγου, διὰ πάσης ἐπιμελείας τε καὶ σπουδῆς γενώμεθα, καὶ τῆς ἄνωθεν διδομένης ἡμῖν σοφίας καὶ γνώσεως, διὰ τῆς ἐπιδημίας τοῦ Πνεύματος εὐμοιρήσωμεν, τηνικαῦτα ἡ πρώτη πηγή, καὶ αἰτία τῆς τῶν πάντων παραγωγῆς, σοφὴ καὶ καλὴ πρὸς ἡμῶν τῶν ὁρᾷν φυσικῶς δυναμένων γνωρίζεται, μηδὲν κατήγορον ἑαυτῆς ἐν ἡμῖν φέρουσα ἐκ τῆς ἐπιτριβείσης κακίας τῷ πλάσματι, ἀπὸ τῆς ἐπὶ τὰ χείρω παρατροπῆς.

Ἡνίκα τὸ μὲν ἀποσπασθέν, ὑπεῤῥύη, καὶ τοῦ ἀρχαίου κάλλους ἐκρεῦσαν, ἐξέπεσε τῆς θεώσεως. Ἡ δὲ τούτῳ ἐπεισπηδήσασα, τὴν ἄλογον αὐτῆς μορφὴν ἐνεποίησε. λαʹ. Μία καὶ πρώτη βάσις τῶν ἐπεκτεινομένων εἰς προκοπάς, ἡ γνῶσις τῶν ὄντων ἐκ τῆς ἐμπράκτου ἐπιγινομένη φιλοσοφίας αὐτοῖς. Δευτέρα, ἡ τῶν κεκρυμμένων μυστηρίων τοῦ Θεοῦ ἐπίγνωσις ἀπὸ τῆς φυσικῆς θεωρίας μυσταγωγουμένη αὐτοῖς. Καὶ τρίτη, ἡ μετὰ τοῦ πρώτου φωτὸς συνάφεια καὶ ἀνάκρασις, ἐν ᾗ πάσης προκοπῆς ἐμφιλοσόφου καὶ θεωρίας ἀνάπαυσις.

λβʹ. Πάντες οἱ νόες, αὐτοί τε καθ’ ἑαυτούς, καὶ πρὸς ἑαυτούς, καὶ πρὸς τὸ ὄντως ὂν διὰ τῶν τριῶν ἑνοειδῶς φερόμενοι, συνελίσσονται· καὶ τοὺς πλησίον φωτίζοντες, μυσταγωγοῦσι τὰ θεῖα καὶ τελειοῦσιν ὡς καθαιρόμενα πνεύματα διὰ τῆς οὐρανίου σοφίας, αὐτοὺς ἑαυτοῖς, καὶ τῇ ἑνάδι ἑνοποιοῦντες.

λγʹ. Θέωσίς ἐστιν ἐν τῷ βίῳ, ἡ νοερὰ καὶ θεία τῷ ἄντι ἱερουργία, καθ’ ἣν ἱερουργεῖται ὁ λόγος τῆς ἀποῤῥήτου σοφίας, καὶ τοῖς ἑτοιμάσασιν ἑαυτούς, ὡς ἐνόν, μεταδίδοται. Ταύτην ἀγαθοπρεπῶς ὁ Θεὸς τῇ λογικῇ φύσει ἄνωθεν ἐδωρήσατο εἰς ἑνότητα πίστεως, ἵνα οἱ μέν, ὅσοι ἐκ καθαρότητος τῆς ἀξίας αὐτῆς διὰ γνώσεως τῶν θείων ἐν μεθέξει γεγόνασιν, ἀφομοιῶνται Θεῷ, σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ γενόμενοι, ταῖς ὑψηλαῖς καὶ νοεραῖς αὐτῶν περὶ τὰ θεῖα κινήσεσι· καὶ οὕτως θέσει θεοὶ ἔσονται ταῖς ἀνθρώποις ἐπὶ τῆς γῆς. Οἱ δὲ τῇ καθάρσει διὰ τοῦ θείου αὐτῶν λόγου καὶ τῆς ἱερᾶς συνουσίας τελειοῦνται πρὸς ἀρετήν, καὶ ἀναλόγως τῆς ἰδίας προκοπῆς καὶ καθάρσεως, ἐν μεθέξει τῆς τούτων θεώσεως γίνονται, καὶ κοινωνοῦσιν αὐτοῖς ἐν Θεῷ τῆς ἑνώσεως, ὡς ἂν οἱ πάντες εἰς ἓν ἑνούμενοί τε, καὶ συμπτυσσόμενοι τῇ ἑνότητι τῆς ἀγάπης, τῷ ἑνὶ Θεῷ ἑνωθῶσιν ἀπαύστως· καὶ ἔσται Θεὸς ἐν μέσῳ θεῶν, ἀγαθῶν ἔργων αἴτιος, ὁ φύσει τῶν θέσει, μηδὲν κατήγορον ἑαυτοῦ φέρων ἀπὸ τῆς κτίσεως.

λδʹ. Τῆς πρὸς Θεὸν ἀφομοιώσεως, ὡς ἡμῖν ἐφικτόν, ἀμήχανον τεύξασθαι τὸν σπουδαῖον, εἰ μὴ πρότερον τῆς ἐπιπροσθούσης τῶν κακῶν ἰλύος διὰ δακρύων θερμῶν τὴν ἀμορφίαν ἀποσκευάσεται, καὶ τῆς ἱερουργίας ἅψεται τῶν ἱερῶν τοῦ Χριστοῦ ἐντολῶν. Ἄλλως γὰρ ἐν μετουσίᾳ τῶν ἀποῤῥήτων τοῦ Θεοῦ ἀγαθῶν γενέσθαι τοῦτον, ἀδύνατον. Ὁ γὰρ ἐπιθυμῶν γεύσασθαι τῆς θείας νοερῶς τῶν νοερῶν γλυκύτητός τε καὶ ἡδονῆς, πάσης ἀποδημεῖ τῆς τοῦ κόσμου καθόλου αἰσθήσεως, καὶ τῇ ἐφέσει τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν, ἐν τῇ θεωρίᾳ τῶν ὄντων ἀδολεσχοῦσαν ἔχει τὴν ἰδίαν ψυχήν.

λεʹ. Τὸ τὴν θεοειδῆ ἀφομοίωσιν ἀναλλοίωτον ἑαυτοῖς διατηρῆσαι, τὴν ἐξ ἀκροτάτης ἐπιγινομένην καθάρσεως, καὶ ἀγάπης πολλῆς τοῦ Θεοῦ, μόνης ἐστὶ τῆς πρὸς τὸν Θεὸν διηνεκοῦς ἀνανεύσεως, καὶ τῆς τοῦ θεωρητικωτάτου νοὸς ἀνατάσεως, ἥτις ἐπιγίνεσθαι πέφυκε τῇ ψυχῇ, ἀπὸ τῆς ἐπιμόνου τῶν ἀρετῶν ἡσυχίας, ἀπὸ τῆς ἀΰλου καὶ ἀρεμβάστου καὶ διηνεκοῦς προσευχῆς, ἀπὸ τῆς καθόλου ἐγκρατείας, καὶ τῆς συντόνου τῶν Γραφῶν ἀναγνώσεως.

λϛʹ. Οὐ τὸ εἰς εἰρήνην μόνον ἐλθεῖν τῶν ἐν ἡμῖν δυνάμεων, σπεύδειν χρή· ἀλλὰ καὶ τὸ εἰς πόθον φθάσαι τῆς νοερᾶς ἀναπαύσεως· ἥτις πᾶσαν οἶδεν ἐπ’ ἀγαθοῖς ἔφεσιν διὰ γαλήνης ἐπαναπαύειν τῶν λογισμῶν, καὶ διὰ τῆς οὐρανόθεν κατερχομένης θείας δρόσου, τὴν τετρωμένην ἰᾶσθαι καὶ ἀναψύχειν καρδίαν, ἀπὸ τοῦ πυρὸς τοῦ ἄνωθεν βαλλομένου, καὶ ἀναπτομένου ὑπὸ τοῦ Πνεύματος.

λζʹ. Οὐ δύναται εἰς βάθος τρωθεῖσα ψυχὴ τῷ ἔρωτι τοῦ Θεοῦ, μετὰ τὴν γεῦσιν τῶν νοητῶν τῆς γλυκύτητος αὐτοῦ δωρεῶν, ὅλως ἐφ’ ἑαυτὴν ἵστασθαι, ἢ μένειν ἐπὶ τὸ αὐτὸ καὶ μὴ πρὸς τὰ πρόσω τῶν εἰς οὐρανοὺς ἀναβάσεων ἀνατείνεσθαι. Ὅσῳ γὰρ τὰς ἑαυτῆς ἀναβάσεις ἀμείβει διὰ τοῦ Πνεύματος, καὶ ἐπὶ τὰ βάθη χωρεῖ τοῦ Θεοῦ, τοσούτῳ πυρπολεῖται τῷ πυρὶ τῆς ἐφέσεως, καὶ τῶν ἔτι βαθυτέρων αὐτοῦ μυστηρίων τὸ μέγεθος ἐρευνᾷ, καὶ πλησιάσαι τῷ μακαρίῳ φωτὶ κατεπείγεται, ἔνθα πᾶσα νοὸς ἔκτασις ἵσταται· ἵνα τὴν τῶν ἰδίων δρόμων κατάπαυσιν ἐν εὐφροσύνῃ καταπαύσῃ καρδίας.

ληʹ. Ὁπηνίκα γένηταί τις ἐν μετουσίᾳ τοῦ ἁγίου Πνεύματος, καὶ τὴν ἐπιφοίτησιν τούτου διά τινος ἀῤῥήτου ἐν ἑαυτῷ γνῷ ἐνεργείας καὶ εὐωδίας, ὡς διατρέχειν τὴν εὐωδίαν αὐτοῦ καὶ κατὰ τὴν τοῦ σώματος ἐπιφάνειαν, τηνικαῦτα μένειν ὁ τοιοῦτος ἐν ὅροις φύσεως τοῦ λοιποῦ οὐκ ἀνέχεται· ἀλλὰ τὴν καλὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου ἀλλοιωθείς, ἐπιλανθάνεται τροφῆς, ὕπνου, κατευμεγεθεῖ σωματικῶν, σωματικῆς ἀλογεῖ ἀναπαύσεως· καὶ ὅλην τὴν ἡμέραν ἐν κόποις ὤν, καὶ ἱδρῶσιν ἀσκητικοῖς, κόπου τινός, ἢ φυσικῆς ἀνάγκης οὐκ ἐπαισθάνεται, πείνης ἢ δίψης, ὕπνου, καὶ τῶν ἄλλων τῆς φύσεως ἀναγκῶν· ἐκκέχυται γὰρ ἀοράτως ἡ ἀγάπη τοῦ Θεοῦ μετὰ χαρᾶς ἀῤῥήτου ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρὸς διακαρτερῶν, τὴν νοερὰν ἐν σωματικῇ γυμνασίᾳ ἐργασίαν ἐργάζεται, καὶ τῆς ἀθανάτου κατατρυφᾷ πανδαισίας τῶν ἀθανάτων τοῦ νοητοῦ παραδείσου φυτῶν. Εἰς ὃν καὶ Παῦλος ἀρθείς, ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ ἀκοῦσαι, τῇ αἰσθήσει τῶν ὁρωμένων προσπάσχοντι.

λθʹ. Ἅπαξ τὸ σῶμα πυρωθὲν τῷ πυρὶ τῆς ἀσκήσεως, καὶ τῷ ὕδατι βαφὲν τῶν δακρύων, οὐκ ἔτι τοῖς πόνοις ἀμβλύτερον γίνεται, τῶν πολλῶν καταπαῦσαν ἱδρώτων, ὡς ὑπὲρ τὴν ἔμπρακτον γενόμενον δηλονότι σπουδήν· ἀλλὰ γαλήνην καὶ σιωπὴν εἰρήνης δεξάμενον ἔνδοθεν, πλῆρες μᾶλλον ἄλλης δυνάμεως γίνεται, ἄλλης εὐτονίας, ἄλλης ἰσχύος τοῦ Πνεύματος.

Τοιοῦτον δὲ τὸ συνεργοῦν ἡ ψυχὴ καταπλουτήσασα σῶμα, καὶ ὑπὲρ τὴν σωματικὴν γυμνασίαν εὑραμένη τὴν τούτου κατάστασιν, εἰς νοητοὺς ἀγῶνας τὰς φυσικὰς μεταλλάττει κινήσεις, καὶ τὴν νοερὰν ἐργασίαν ὀξέως ἐργαζομένη, φυλάσσει τῶν ἀθανάτων φυτῶν ἑαυτῇ τοὺς καρπούς, ἐν τῷ νοητῷ παραδείσῳ.

Ὅθεν ἡ πηγὴ τῶν θεοπρεπῶν νοημάτων κατὰ ποταμοὺς ἀναβλύζει, καὶ ἐν ᾧ τὸ φυτὸν τῆς τοῦ Θεοῦ γνώσεως ἵσταται, φέρον σοφίας καρπούς, χαρᾶς, εἰρήνης, χρηστότητος, ἀγαθωσύνης, μακροθυμίας, καὶ ἀγάπης ἀῤῥήτου. Οὕτω δὲ σπουδαίως ἐργαζομένη, καὶ οὕτω φυλάττουσα, ἐκδημεῖ τοῦ σώματος, καὶ εἰς γνόφον εἰσδύνει θεολογίας. Ἐξίσταται τοῦ παντός, ὡς ὑπ’ οὐδενὸς κρατουμένη τῶν ὁρωμένων, καὶ Θεῷ συναφθεῖσα, τῶν ἱδρώτων παύεται καὶ τοῦ πόθου [τοῦ πένθους].

μʹ. Τί τῶν ἐν ἡμῖν ὑψηλότερον ὁ λόγος φησίν, ἡμῖν τοῖς σπουδαίοις, τὸ ὁρώμενον ἢ τὸ νοούμενον; Εἰ οὖν τὸ ὁρώμενον, οὐδὲν ἄρα τῶν φθειρομένων ἔσται ἡμῖν, ἢ προτιμητέον καὶ στεργόμενον, οὐδὲ κρείττων τοῦ σώματος ἡ ψυχή. Εἰ δὲ τὸ νοούμενον, «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Καὶ οὕτω, περιττὸν ἡ σωματικὴ γυμνασία, ὁπόταν ἔῤῥωται ἡ νοερὰ τῆς ψυχῆς ἐργασία· τὸ βρῖθον κάτω κουφίζουσα καὶ τὸ ὅλον αὐτοῦ ἐργαζομένη πνευματικόν, ἐν ἑνώσει τοῦ κρείττονος.