ΤΟΥ ΑΥΤΟΥ ΤΡΙΤΗ ΓΝΩΣΤΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ ΕΚΑΤΟΝΤΑΣ ΠΕΡΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΕΛΕΙΩΣΕΩΣ ΒΙΟΥ.
αʹ. Νοῦς ἀπαθής ἐστιν ὁ Θεός, ὑπὲρ πάντα νοῦν καὶ πᾶσαν ἀπάθειαν· φῶς, καὶ πηγὴ φωτὸς ἀγαθοῦ· σοφία, λόγος, καὶ γνῶσις, καὶ σοφίας, λόγου, καὶ γνώσεως χορηγός. Οἷς οὖν ἐδόθη ταῦτα ἐκ καθαρότητος, καὶ ἐν οἷς ἐπιθεωρεῖται πλουσίως, τούτοις ἀνασωθὲν καὶ τὸ κατ’ εἰκόνα, τετήρηται, ὡς εἶναι αὐτοὺς ἐντεῦθεν υἱοὺς Θεοῦ, ἀγομένους, κατὰ τὸ εἰρημένον, ὑπὸ τοῦ Πνεύματος· «Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.» βʹ. Ὅσοι, πόνοις ἀσκήσεως, καθαροὺς ἑαυτοὺς ἀπειργάσαντο ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, δοχεῖα τῆς ἀθανάτου γεγόνασι φύσεως διὰ τῶν χαρισμάτων τοῦ Πνεύματος. Οἱ δέ γε πεφθακότες εἰς τοῦτο, φωτός εἰσιν ἀγαθοῦ ἔμπλεοι, ἐξ οὖ γαλήνης ἐν εἰρήνῃ τὴν καρδίαν πληρούμενοι, ἐρεύγονται λόγους ἀγαθούς, καὶ ἡ σοφία Θεοῦ πηγάζει ἀπὸ τῶν χειλέων αὐτῶν, ἐν γνώσει θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ ὁ λόγος αὐτῶν ἀθόλωτος, τὰ βάθη τοῦ Πνεύματος ἐξηγούμενος. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος, ἅπαξ ἑνωθέντων τῷ Θεῷ, καὶ τὴν καλὴν ἀλλοιωθέντων ἀλλοίωσιν.