Ἔργον
Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν
Οι βαθμίδες της τελειώσεως, η θεία σοφία και το διδακτικό έργο
Η κάθαρση και ο φωτισμός, η οργάνωση των αρετών εντός της ψυχής και η προσφορά του πνευματικού διδασκάλου στην Εκκλησία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι βαθμίδες της τελειώσεως, η θεία σοφία και το διδακτικό έργο
Η κάθαρση και ο φωτισμός, η οργάνωση των αρετών εντός της ψυχής και η προσφορά του πνευματικού διδασκάλου στην Εκκλησία.
μαʹ. Τρεῖς εἰσι τάξεις ἐν τοῖς ποιουμένοις τὰς προκοπὰς τῶν τελειοποιῶν ἀναβάσεων, καθαρτική, φωτιστική, μυστική, ἤ ἐστι καὶ τελειοποιός. Καὶ ἡ μὲν ἔστι τῶν εἰσαγωγικῶν, ἡ δὲ τῶν μέσων, ἡ δὲ τῶν τελείων. Διὰ γὰρ τῶν τριῶν τούτων κατὰ τάξιν ἀνερχόμενος ὁ σπουδαῖος, αὐξάνεται τὴν κατὰ Χριστὸν ἡλικίαν, καὶ γίνεται «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.» μβʹ. Ἡ καθαρτική, τῶν ἤδη πρὸς ἀγῶνας ἱεροὺς εἰσαγομένων ἐστί. Καὶ ἴδιον μὲν αὐτῆς, ἡ ἀπόθεσις τῆς μορφῆς τοῦ χοϊκοῦ ἀνθρώπου, ἡ ἀπολύτρωσις πάσης προσύλου κακίας, καὶ ἡ ἀμφίασις τοῦ καινοῦ ἀνθρώπου τοῦ διὰ Πνεύματος ἀνακαινιζομένου ἁγίου.
Ἔργον δέ, τὸ μῖσος τῆς ὕλης, ἡ τῆξις τῆς σαρκός, ἡ φυγὴ πάσης αἰτίας ἐρεθιζούσης πρὸς πάθος τὸ λογιζόμενον, ἡ ἐπὶ τοῖς πεπραγμένοις μεταμέλεια· πρὸς δὲ τὸ τοῖς δάκρυσιν ἀποκλύσασθαι τὴν ἅλμην τῆς ἁμαρτίας· τὸ τὰ ἤθη τῇ χρηστότητι ῥυθμίσαι τοῦ πνεύματος, καὶ τὸ ἐντὸς τοῦ ποτηρίου, ἤγουν τὸν νοῦν, διὰ κατανύξεως ἐκκαθᾶραι παντὸς μολυσμοῦ σαρκός τε καὶ πνεύματος, καὶ οὕτω τὸν οἶνον τοῦ λόγου βαλεῖν ἐν αὐτῷ, τοῦ εὐφραίνοντος καρδίαν ἀνθρώπου καθαιρομένου, καὶ προσαγαγεῖν τῷ βασιλεῖ τῶν πνευμάτων εἰς γεῦσιν· τέλος δέ, τὸ πυρωθῆναι ἐμπράκτως τῷ πυρὶ τῆς ἀσκήσεως, καὶ τοῖς πόνοις τῶν ἀγώνων, πάντα ἰὸν ἀποσείσασθαι ἁμαρτίας, στομωθῆναί τε καλῶς, καὶ βαφῆναι τῷ τῆς κατανύξεως ὕδατι· καὶ ξίφος ἀποτελεσθῆναι τομόν, κατὰ παθῶν καὶ δαιμόνων, εἰς δύναμιν. Ὁ εἰς τοῦτο φθάσας διὰ πολλῶν ἀγώνων ἀσκήσεως, ἔσβεσε δύναμιν ἐμφύτου πυρός· ἔφραξε στόματα λεόντων, ἀγρίων παθῶν· ἐνεδυναμώθη τῷ πνεύματι ἀπὸ ἀσθενείας· ἐγένετο ἰσχυρός· καὶ ὡς ἄλλος τις Αὐσίτης τρόπαιον ὑπομονῆς ἔστησε νικήσας τὸν πειράζοντα.
μγʹ. Ἡ φωτιστική, τῶν ἐξ ἱερῶν ἀγώνων προκοψάντων ἐστὶν εἰς πρώτην ἀπάθειαν. Καὶ ἴδιον μὲν αὐτῆς, ἡ γνῶσις τῶν ὄντων, ἡ θεωρία τῶν λόγων τῆς κτίσεως, καὶ ἡ μετουσία τοῦ ἁγίου Πνεύματος· ἔργον δέ, ἡ κάθαρσις τοῦ νοός, ἡ διὰ τοῦ πυρὸς γινομένη τοῦ θείου, ἡ τῶν ὀφθαλμῶν τῆς καρδίας νοερὰ ἀποκάλυψις, καὶ ἡ τοῦ λόγου γέννησις μεθ’ ὑψηλῶν τῶν νοημάτων τῆς γνώσεως, τέλος δέ, ὁ διατρανῶν λόγος τῆς σοφίας τὰς φύσεις τῶν ὄντων, Ἡ ἐπίγνωσις τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ ἡ ἀποκάλυψις τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν. Ὁ εἰς τοῦτο φθάσας διὰ νοερᾶς τοῦ νοὸς ἐργασίας, ἅρμα πυρὸς ἐποχεῖται τῇ τετρακτύϊ τῶν ἀρετῶν, ὡς εἴ τις ἄλλος Θεσβίτης, καὶ ἔτι ζῶν εἰς ἀέρα τὸν νοητὸν αἴρεται, καὶ περιπολεῖ τὰ οὐράνια, ὑπεράνω τῆς τοῦ σώματος γεγονὼς ταπεινώσεως.
μδʹ. Ἡ μυστικὴ καὶ τελειοποιὸς τάξις, τῶν ἤδη πάντα διαδραμόντων ἐστὶ καὶ εἰς μέτρον ἡλικίας ἐλθόντων τοῦ Χριστοῦ. Καὶ ἴδιον μὲν αὐτοῖς τὸ διατεμεῖν τὸν ἀέρα, καὶ τοῦ παντὸς ὑπερκύψαι, τὸ περὶ τὰς ἄνω τάξεις γενέσθαι τῶν οὐρανῶν, καὶ τῷ πρώτῳ φωτὶ πλησιάσαι, καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῆσαι διὰ πνεύματος· ἔργον δέ, τὸ πληρῶσαι τὸν θεατὴν τῶν τοιούτων νοῦν, τῶν περὶ προνοίας λόγων, τῶν περὶ δικαιοσύνης καὶ ἀληθείας, τῶν περὶ λύσεως αἰνιγμάτων, καὶ παραβολῶν, καὶ σκοτεινῶν λόγων τῆς θείας Γραφῆς, τέλος δέ, τὸ μυσταγωγῆσαι τὸν οὕτω τετελεσμένον τὰ ἀπόκρυφα μυστήρια τοῦ Θεοῦ, τό, σοφίας ἑαυτὸν ἀῤῥήτου πληρῶσαι διὰ συνουσίας τοῦ Πνεύματος, καὶ σοφὸν θεολόγον μέσον Ἐκκλησίας μεγάλης ἀποδεῖξαι Θεοῦ, τῷ λόγῳ τῆς θεολογίας τοὺς ἀνθρώπους φωτίζοντα. Ὁ εἰς τοῦτο φθάσας διὰ βαθυτάτης ταπεινοφροσύνης καὶ κατανύξεως, εἰς τρίτον οὐρανὸν ἤρθη θεολογίας, ὡς εἴ τις ἕτερος Παῦλος, καὶ ῥήματα ἤκουσεν ἄῤῥητα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ ὑπὸ τὴν αἴσθησιν ὄντι, ἀκοῦσαι· καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, ἀπεγεύσατο, καὶ διάκονος γέγονε τῶν μυστηρίων Θεοῦ, στόμα γεγονὼς αὐτοῦ, διακονῶν ταῦτα τοῖς ἀνθρώποις διὰ τοῦ λόγου.
καὶ καταπαύων τὴν μακαρίαν ἐν τούτῳ κατάπαυσιν, τέλειος ἐν τελείῳ Θεῷ, συναφθεὶς μετὰ τῶν θεολόγων ταῖς ὑπερτάταις δυνάμεσι τῶν Χερουβίμ τε καὶ Σεραφίμ, ὧν καὶ ὁ λόγος τῆς σοφίας ὁμοῦ καὶ τῆς γνώσεως.
μεʹ. Εἰς δύω διαιρούμενος τῶν ἀνθρώπων ὁ βίος, εἰς τρεῖς τάξεις ἔχει τὰ τέλη συναγόμενα τούτου. Καὶ τὸ μὲν αὐτοῦ κοινωνικόν ἐστι καὶ ἐγκόσμιον· τὸ δέ, ἀκοινώνητον καὶ ὑπερκόσμιον. Καὶ τὸ μὲν κοινωνικὸν εἰς σωφροσύνην διαιρεῖται καὶ ἀπληστίαν· τὸ δὲ ἀκοινώνητον, εἰς φιλοσοφίαν, εἰς φυσικὴν ἐπιστήμην, καὶ εἰς ὑπὲρ φύσιν ἐνέργειαν.
Τούτων τὸ μὲν ἣ τῷ δικαίῳ συνάπτεται κατὰ φύσιν ἐρχόμενον, ἢ τῇ ἀδικίᾳ καὶ εἰς ἀδικίαν χωρεῖ, ἀποπλανηθὲν τῆς κατὰ φύσιν κινήσεως· τὸ δέ, εἰ μὲν κατὰ σκοπὸν διώξῃ τῷ κανόνι ἀπευθυνόμενον, εἰς ἄπειρον τελευτᾷ φύσιν, ὑπὲρ τὴν φύσιν τελειωθέν.
Εἰ δὲ κατὰ φιλοτιμίαν ἐγγυμναζόμενον τοῦ σκοποῦ ψεύσηται, εἰς ἀδόκιμον τελευτᾷ νοῦν, καὶ ὡς ἀτελὲς εἰκότως ἀποδοκιμάζεται τοῦ τελείου. μϛʹ. Φῶς, καὶ ζωή, καὶ εἰρήνη τὸ Πνεῦμα. Ὁ οὖν ὑπὸ τοῦ θείου φωτιζόμενος Πνεύματος, γαληναίαν εἰρηνεύων διανύει ζωήν. Ἐντεῦθεν δὲ ἡ γνῶσις αὐτῷ τῶν ὄντων, καὶ ἡ σοφία τοῦ λόγου πηγάζει, καὶ ὁ νοῦς τοῦ Χριστοῦ ἐπιγίνεται· οὗτος οἶδε τὰ τῆς βασιλείας μυστήρια, εἰς τὰ βάθη χωρεῖ τοῦ Θεοῦ, καὶ ἡμέρᾳ τῇ ἡμέρᾳ ἐρεύγεται λόγους ζωῆς, ἐξ ἀκυμάντου καὶ πεφωτισμένης καρδίας, ἀγαθοὺς τοῖς ἀνθρώποις· ἐπειδὴ ἀγαθός ἐστι, τὸν ἀγαθὸν ἔχων λαλοῦντα ἐν ἑαυτῷ καινά τε καὶ παλαιά.
μζʹ. Σοφία ὁ Θεός, καὶ τοὺς ἐν λόγῳ καὶ σοφίᾳ περιπατοῦντας, τῇ γνώσει τῶν ὄντων [οὐρανίων] θεοποιῶν, ἑνοῖ διὰ φωτὸς αὐτοὺς ἑαυτῷ, καὶ θέσει θεοὺς ἀπεργάζεται. Ὥσπερ δὲ αὐτὸς ἐκ τοῦ μὴ ὄντος σοφίᾳ τὰ πάντα κατασκευάσας, διὰ σοφίας τὰ ἐγκόσμια διεξάγει καὶ διοικεῖ, καὶ τὴν σωτηρίαν πάντων τῶν ἐγγιζόντων αὐτῷ δι’ ἐπιστροφῆς ὡσαύτως ἀεὶ ἐν σοφίᾳ ἐργάζεται, οὕτω καὶ ὁ ἀξιωθεὶς τῆς ἀνωτάτω γενέσθαι σοφίας, ἐκ καθαρότητος, μέτοχος, ἀεὶ ὡς εἰκὼν Θεοῦ καὶ αὐτὸς ἐν σοφίᾳ ποιεῖ καὶ ἐργάζεται τὰ τοῦ θείου θελήματος· συνάγων μὲν ἀπὸ τῶν ἔξω καὶ μεριζομένων εἰς πολλὰ ἑαυτόν, ἀνάγων δὲ ὁσημέραι καὶ ἀνατείνων τὸ λογιζόμενον αὐτοῦ διὰ γνώσεως τῶν ἀποῤῥήτων, πρὸς ἀγγελικὰς τῷ ὄντι ζωάς· καὶ ἑνοειδῆ, κατὰ τὸ ἐφικτόν, τὴν αὑτοῦ ζωὴν ἐργαζόμενος, ἑνοῖ ταῖς ἄνω δυνάμεσιν ἑαυτὸν ταῖς ἑνιαίως περὶ Θεὸν κινουμέναις· καὶ δι’ αὐτῶν πρὸς τὴν πρώτην ἀρχὴν καὶ αἰτίαν ὡς δι’ ἀγαθῶν ἡγεμόνων ἀνάγεται.
μηʹ. Ὁ διὰ σοφίας τῆς κρείττονος ἑαυτὸν ἑνώσας ταῖς ἄνω δυνάμεσι, καὶ διὰ τοῦτο Θεῷ ἑνωθείς, ὡς καθ’ ὁμοίωσιν ὢν τοῦ Θεοῦ, πᾶσι διὰ λόγου καὶ συνουσίας ἐμφιλοσόφως συγγινόμενος, ἀποτέμνει τῶν βουλομένων θείᾳ δυνάμει τὰς ἕξεις ἀπὸ τῶν ἔξω καὶ μεριστῶν, καὶ πρὸς ἑνοειδῆ ζωήν, ὥσπερ ἑαυτόν, οἷα δὴ Θεοῦ μιμητὴς καὶ αὐτοὺς συνελίσσων ἐν πνεύματι, ἀνάγει διὰ σοφίας καὶ γνώσεως, καὶ τῆς τῶν ἀποκρύφων ἐλλάμψεως, πρὸς θεωρίαν τῆς δόξης τοῦ ἑνὸς καὶ πρώτου φωτός· καὶ ἑνώσας αὐτοὺς ταῖς περὶ Θεὸν οὐσίαις καὶ τάξεσιν, εἰς τὴν ἑνότητα ἄγει Θεοῦ, ὁλολαμπεῖς γεγονότας ἐκ τῆς τοῦ Πνεύματος ἐπιλάμψεως.
μθʹ. Τῇ τετρακτύϊ τῶν ἀρετῶν, ὀγδοὰς συνομαρτεῖ φυσικῶν τε καὶ γενικῶν ἀρετῶν, μιᾷ τούτων ἑκάστῃ ἐξ ἑκατέρου μέρους δύω ἐπανατελουσῶν, ὡς καὶ αὐτὴν ἑκάστην γίνεσθαι εἰς Τριάδα. Τῇ οὖν φρονήσει, γνῶσις ἐπανατέλλει, καὶ σοφὴ θεωρία· τῇ δικαιοσύνῃ, διάκρισις, καὶ εὐσυμπάθητος γνώμη· τῇ ἀνδρείᾳ, ὑπομονὴ καὶ ἔνστασις σταθηρά· τῇ σωφροσύνῃ, ἁγνεία καὶ παρθενία. Ταύτης τῆς τριαδικῆς δωδεκάδος, ὥσπερ τις κτίστης καὶ μυσταγωγὸς ὁ Θεὸς ἐν σοφίᾳ ὑπερκαθέζεται ἐν τῷ τοῦ νοὸς θρόνῳ, τὸν Λόγον ἐξαποστέλλων εἰς δημιουργίαν τῶν ἀρετῶν· ὃς καὶ λαμβάνων ἐκ τῶν ὑποκειμένων ἀρχῶν τὴν ἐξ ἑκατέρας ὕλην τῶν εἰρημένων, τὸν νοητὸν τῆς εὐσεβείας κόσμον δημιουργεῖ τῇ ψυχῇ.
Καὶ ὡς μὲν οὐρανὸν ἐκτείνει αὐτῇ τὴν φρόνησιν, ὅλην κατάστερον εἰς ὁλολαμπῆ ζωήν, ἐν ᾗ ὡς δύω μεγάλους φωστῆρας τὴν θείαν γνῶσιν, καὶ τὴν φυσικὴν θεωρίαν, λάμπειν καὶ καταφωτίζειν ταύτην ποιεῖ· ὡς δὲ γῆν θεμελιοῖ τὴν δικαιοσύνην αὐτῇ, εἰς πανδαισίαν ἀδάπανον· ὡς δὲ ἀέρα ἐφαλοῖ τὴν σωφροσύνην, εἰς ἀνάψυξιν καὶ δρόσον ἀκραιφνεστάτης ζωῆς· ὡς δὲ θάλασσαν τὴν ἀνδρείαν ὁρίζει ἐν τῇ ἀσθενείᾳ τῆς φύσεως, εἰς καθαίρεσιν ὀχυρωμάτων, καὶ ὑψωμάτων τοῦ ἐναντίου. Τοῦτον οὖν οὕτω τὸν κόσμον ὁ Λόγος οἰκοδομῶν, δύναμιν ἐντίθησιν αὐτῇ τὸ Πνεῦμα εἰς κίνησιν μὲν νοητήν, καὶ ἀεικίνητον, εἰς συνοχὴν δὲ ἀδιασκέδαστόν τε καὶ διαρκῆ, κατὰ τὸ εἰρημένον ὑπὸ Δαβίδ· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοὺ πᾶσα ἡ δύναμις αὐτῶν.» νʹ. Ταῖς πνευματικαῖς μεθηλικιώσεσι τῶν σπουδαίων, συναυξάνεσθαι πέφυκε καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Καὶ ὅτε μὲν νήπιοί εἰσι δεόμενοι γάλακτος, θηλάζειν λέγεται τὸ γάλα τῶν εἰσαγωγικῶν ἀρετῶν τῆς γυμνασίας τοῦ σώματος, οὗ τὸ ὠφέλιμον πρὸς ὀλίγον ἐστὶ τοῖς αὐξάνουσι κατ’ ἀρετὴν καὶ κατὰ μικρὸν ἀποβαλλομένοις τὴν νηπιότητα.
Ὅτε δὲ πρὸς νεανίσκους ἀνέλθωσι καὶ τὴν στερεὰν τροφὴν τρέφωνται τῆς θεωρίας τῶν ὄντων, ὡς γεγυμνασμένοι τὰ τῆς ψυχῆς αἰσθητήρια, προκόπτειν λέγεται ἡλικίᾳ καὶ χάριτι, καὶ μέσον πρεσβυτέρων καθέζεσθαι, καὶ ἀνακαλύπτειν αὐτοῖς τὰ βαθέα ἐκ σκότους. Ὅτε δὲ πρὸς ἄνδρα τέλειον, πρὸς μέτρον ἡλικίας τελειωθῶσι τοῦ πληρώματος τοῦ Χριστοῦ, κηρύσσειν λέγεται τὸν λόγον πᾶσι τῆς μετανοίας, καὶ διδάσκειν τοὺς λαοὺς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ πρὸς τὸ παθεῖν κατεπείγεσθαι. Τοῦτο γάρ ἐστι τὸ τέλος παντὸς τοῦ τελειωθέντος ἐν ἀρεταῖς, ἵνα μετὰ τὸ πάσας διελθεῖν τὰς ἡλικίας Χριστοῦ, εἰς τὸ πάθος καταντήσῃ τῶν πειρασμῶν, κατὰ τὸν ἐκείνου σταυρόν.
ναʹ. Ἕως ὑπὸ τὰ στοιχεῖα τῆς γυμνασίας ἐσμέν, παρατηρούμενοι ἅπτεσθαι βρωμάτων, ἢ θίγειν ἁφῆς, ἢ ἐνατενίζειν ὡραιότησιν, ἢ μελῶν ἀκροᾶσθαι, ἢ μύρων ὀσφραίνεσθαι, ὑπὸ ἐπιτρόπους ἐσμὲν καὶ οἰκονόμους, ὡς ἔτι νήπιοι, εἰ καὶ κληρονόμοι τυγχάνομεν, καὶ κύριοι πάντων τῶν τοῦ Πατρός. Ὅτε δὲ ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου αὐτῆς, καὶ διὰ τῆς ἀπαθείας πληρωθῇ, τότε γεννᾶται ὁ λόγος ἐν ἡμῖν ἐκ καθαρᾶς διανοίας, καὶ γίνεται ὑπὸ τὸν νόμον τοῦ Πνεύματος, ἵνα τοὺς ὑπὸ νόμον ἡμᾶς τοῦ σαρκικοῦ φρονήματος ὄντας ἐξαγοράσῃ, καὶ τὴν υἱοθεσίαν ἡμῖν ἀποδῴη. Τούτου δὲ γεγονότος, τότε κράζει τὸ Πνεῦμα εἰς τὰς καρδίας ἡμῶν, Ἀββᾶ ὁ Πατήρ· δεικνύον καὶ γνωρίζον ἡμῖν τὴν υἱότητα, καὶ τὴν πρὸς τὸν Πατέρα καὶ Θεὸν παῤῥησίαν. Καὶ ὡς υἱοῖς καὶ κληρονόμοις Θεοῦ διὰ Χριστοῦ, ἡμῖν συμπαραμένει καὶ διαλέγεται, μὴ τῇ δουλείᾳ τῶν αἰσθήσεων κρατουμένοις.
νβʹ. Τοῖς κατὰ Πέτρον εἰς πίστιν προκόψασι, καὶ κατὰ Ἰάκωβον εἰς ἐλπίδα ἐπανελθοῦσι, καὶ κατὰ Ἰωάννην εἰς ἀγάπην τελειωθεῖσι, μεταμορφοῦται εἰς ὄρος ὑψηλὸν ἀνελθών, θεολογίας, ὁ Κύριος· καὶ λάμπει μὲν αὐτοῖς τῇ ἐπιφανείᾳ καὶ τῷ χαρακτῆρι τοῦ καθαροῦ λόγου, ὡς ὁ ἥλιος· τοῖς δὲ νοήμασι τῆς ἀποῤῥήτου σοφίας, γίνεται λαμπρὸς ὡς τὸ φῶς· καὶ ὁρᾶται ὁ λόγος ἐν τούτοις, μέσον ἑστὼς νόμου καὶ προφητείας· τὰ μὲν νομοθετῶν καὶ διδάσκων, τὰ δὲ καὶ ἀνακαλύπτων ἐκ βαθέων καὶ κεκρυμμένων θησαυρῶν τῆς σοφίας· ἔσθ’ ὅτε καὶ προορῶν, καὶ προλέγων· οὓς καὶ ὡς νεφέλη φωτεινὴ ἐπισκιάζει, τὸ Πνεῦμα, καὶ φωνὴ μυστικῆς θεολογίας ἐκεῖθεν πρὸς αὐτοὺς ἔρχεται, μυοῦσα τὸ μυστήριον αὐτοὺς τῆς τρισυποστάτου Θεότητος, καὶ οὕτω λέγουσα· Οὗτός ἐστιν ὁ ἀγαπητός μου ὅρος τοῦ λόγου τῆς τελειώσεως ἐν ᾧ εὐδόκησα, γίνεσθαί μοι τελείους υἱούς, ἐν τελείῳ πνεύματι.
νγʹ. Ψυχὴ τῶν χαμαιζήλων πάντων καταφρονήσασα, καὶ ὁλικῶς τῷ ἔρωτι τρωθεῖσα Θεοῦ, ἔκστασίν τινα ξένην καὶ θείαν ὑφίσταται. Μετὰ γὰρ τὸ κατιδεῖν τρανῶς τὰς φύσεις τῶν ὄντων καὶ τοὺς λόγους αὐτῶν καὶ τὰ τέλη τῶν ἀνθρωπίνων καταλαβέσθαι πραγμάτων, ἐντὸς οὐκ ἀνέχεται τοῦ παντὸς ἔκτοτε εἶναι, καὶ τῷ περιέχοντι περιγράφεσθαι· ἀλλὰ τῶν ἑαυτῆς ὅρων ἐκστᾶσα, καὶ τὰ δεσμὰ τυραννήσασα τῆς αἰσθήσεως, τὰς φύσεις πάντων περάσασα, εἰς γνόφον θεολογίας ἐν ἀῤῥήτῳ σιγῇ εἰσέρχεται, καὶ τὸ κάλλος κατανοεῖ τοῦ ὄντος, ἐν φωτὶ νοημάτων ἀφράστου σοφίας, ὅσον ἂν αὐτῇ κατὰ χάριν ἐκεῖθεν δοθῇ. Θεοπρεπῶς δὲ τοῖς νοήμασιν εἰς τὴν θεωρίαν αὐτοῦ ἐμβαθύνουσα, ἐντρυφᾷ τῶν ἀθανάτων φυτῶν τοῖς καρποῖς, ἀγάπης φόβῳ, τῶν θείων ἐννοιῶν, λέγω, τοῖς νοήμασιν· ὧν οὐδέποτε συστελλομένη πρὸς ἑαυτήν, δύναται τελείως ἐκφράσαι τὸ μεγαλοπρεπές τε καὶ ἔνδοξον· ἀλλ’ οἷον ἐνεργουμένη ξένως ὑπὸ τοῦ Πνεύματος· τὸ μὲν ἐπαινετὸν πάθος, ἐν ἀῤῥήτῳ οἶδε χαρᾷ καὶ σιγῇ· τὸ δὲ πῶς ἐνεργεῖται, ἢ τί ἐστι τὸ κινοῦν καὶ ὁρώμενον, καὶ λέγον αὐτῇ μυστικῶς τὰ ἀπόῤῥητα, ἀμηχανεῖ ἐξηγήσασθαι.
νδʹ. Ὁ σπείρων ἑαυτῷ εἰς δικαιοσύνην δάκρυα κατανύξεως, τρυγᾷ εἰς καρπὸν ζωῆς, χαρὰν ἀνεκλάλητον. Ὁ δὲ ἐκζητῶν καὶ ὑπομένων τὸν Κύριον ἕως τοῦ ἐλθεῖν τὰ γεννήματα τῆς δικαιοσύνης αὐτοῦ, οὗτος θερίσει πολύχουν τὸν στάχυν τῆς γνώσεως τοῦ Θεοῦ· καὶ φῶς ἑαυτὸν φωτίσει σοφίας, καὶ λυχνία φωτὸς ἀϊδίου γενήσεται, εἰς τὸ φωτίζειν πάντας ἀνθρώπους· καὶ οὐ φθονήσει ἑαυτῷ καὶ τοῖς πλησίον ὑπὸ τὸ μόδιον τοῦ φθόνου καλύπτων τὸ δοθὲν αὐτῷ φῶς τῆς σοφίας· ἀλλ’ ἐπὶ τῆς Ἐκκλησίας τῶν πιστῶν ἐρεύξεται λόγους ἀγαθούς, εἰς ὠφέλειαν πολλῶν, καὶ φθέγξεται προβλήματα ἀπ’ ἀρχῆς, ὅσα τε ἤκουσεν ἄνωθεν, θείῳ ὑπηχούμενος Πνεύματι, καὶ ὅσα ἔγνω τῇ θεωρίᾳ τῶν ὄντων σχολάζων, καὶ οἱ πατέρες αὐτοῦ διηγήσαντο αὐτῷ.
νεʹ. Ἔσται παντὶ σπουδαίῳ ἐν τῇ ἡμέρᾳ τῆς αὐτοῦ κατ’ ἀρετὴν τελειώσεως, καὶ ἀποσταλάξει αὐτῷ τὰ ὄρη τῆς ἐργασίας τῶν τοῦ Θεοῦ ἐντολῶν γλυκασμὸν εὐφροσύνης, βασιλεύοντι ἐν Σιὼν τῇ καθαρᾷ διανοίᾳ· καὶ οἱ βουνοί, οἱ λόγοι τῶν ἀρετῶν, ῥυήσονται γάλα· τὴν τροφὴν αὐτῷ ἀναπαυομένῳ ἐπὶ κλίνης ἀπαθείας, προσφέροντες· καὶ πᾶσαι αἱ ἐφέσεις Ἰούδα, τῆς αὐτοῦ, φημί, πίστεώς τε καὶ γνώσεως, ῥυήσονται ὕδατα, δόγματα δηλαδή, καὶ παραβολάς, καὶ αἰνίγματα θείων πραγμάτων· καὶ πηγὴ σοφίας ἀποῤῥήτου ἐκ τῆς καρδίας αὐτοῦ ὡς ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων, αὐτοὺς δηλονότι τοὺς τῷ αὐχμῷ καὶ τῷ καύσωνι τῶν παθῶν ἀποξηρανθέντας ἀνθρώπους. Καὶ τότε γνώσεται τὴν ἀληθινὴν ἔκβασιν ἐν ἑαυτῷ τῶν λόγων Κυρίου· φησὶ γάρ· «Ὁ πιστεύων εἰς ἐμέ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι ὕδατος ζῶντος.» νϛʹ. Ἀνατελεῖ ἐν τοῖς φοβουμένοις με, φησὶν ὁ Θεός, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πράξεσιν· καὶ ἐκ φυλακῆς παθῶν ἐξελεύσονται, καὶ σκιρτήσουσιν ὡς μοσχάρια ἐκ δεσμῶν ἁμαρτίας ἀνειμένα· καὶ καταπατήσουσιν ἀνόμους ἄνδρας καὶ δαίμονας ὑποκάτω τῶν ποδῶν αὐτῶν, ὡς σποδόν, ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαταστάσεως αὐτῶν, ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ· ἡνίκα διὰ πασῶν ἀνυψωθῶσι τῶν ἀρετῶν δηλονότι, καὶ τελειωθῶσι διὰ σοφίας καὶ γνώσεως ἐν τῇ μετουσίᾳ τοῦ Πνεύματος.
νζʹ. Ἐὰν ἐπ’ ὄρους πεδινοῦ τοῦ κόσμου τούτου, καὶ τῆς Ἐκκλησίας Χριστοῦ, γνώσεως καινῆς ἄνωθεν ἄρῃς σημεῖον, καὶ ὑψώσῃς τὴν φωνὴν ἑαυτῷ, κατὰ τὸν εἰρηκότα, τῆς δοθείσης σοι σοφίας ἀπὸ Θεοῦ, παρακαλῶν τῷ λόγῳ καὶ διδάσκων τοὺς σοὺς ἀδελφούς, διανοίγων τὸν νοῦν αὐτοῖς τῆς θείας Γραφῆς, εἰς κατανόησιν τῶν θαυμασίων δωρεῶν τοῦ Θεοῦ, καὶ προβιβάζων αὐτοὺς εἰς τὴν ἐργασίαν τῶν αὐτοῦ ἐντολῶν, μὴ φοβηθῇς ἀπὸ τῶν φθονούντων τῇ δυνάμει τῶν λόγων σου, καὶ διαστρεβλούντων πᾶσαν θείαν Γραφήν, κενῶν ὄντων καὶ σεσαρωμένων, καὶ ἑτοίμων εἰς κατοικίαν τῷ διαβόλῳ. Συντάσσει γὰρ τὰ τῶν χειλέων σου ὁ Θεὸς ἐν τῇ βίβλῳ τῶν ζώντων, καὶ οὐκ ἔσται σοι βλάβη ἐκ τῶν τοιούτων, ὡς οὐδὲ Πέτρῳ ἐκ Σίμωνος. Ἐρεῖς δὲ μᾶλλον καὶ αὐτὸς μετὰ τοῦ προφήτου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ κατασκευάζοντας ὁρᾷς κατὰ σοῦ τοὺς τοιούτους σκάνδαλα τρίβου, «Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, καὶ σωθήσομαι ὑπ’ αὐτοῦ, καὶ οὐ φοβηθήσομαι. Διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι Σωτήρ· καὶ οὐ παύσομαι ἀναγγέλλειν τὰ ἔνδοξα αὐτοῦ ἐν πάσῃ τῇ γῇ.» νηʹ. Εἰ ἔγνως ὅτι ἡ φορὰ τῆς τῶν παθῶν ἐνεργείας ἔστιν ἐν σοὶ ἄπρακτος, καὶ ἡ κατάνυξις ἐκ ταπεινοφροσύνης πηγάζει ἀπὸ τῶν ὀφθαλμῶν σου, γνῶθι ὅτι ἦλθεν ἡ βασιλεία τοῦ Θεοῦ ἐπὶ σέ, καὶ ἐγκύμων ἐγένου τοῦ ἁγίου Πνεύματος.
Εἰ δὲ καὶ ἐνεργοῦν, κινούμενόν τε καὶ λαλοῦν τὸ Πνεῦμα νοεῖς ἐν τοῖς ἐγκάτοις σου, καὶ διεγεῖρόν σε τοῦ λέγειν ἐν ἐκκλησίᾳ μεγάλῃ τὸ σωτήριον, καὶ τὴν ἀλήθειαν τοῦ Θεοῦ, μὴ δὴ κωλύσῃς τὰ χείλη σου διὰ τὸν φθόνον τῶν Ἰουδαιοφρόνων ἀνδρῶν· ἀλλὰ καθίσας, γράψον ἐπὶ πυξίου, καθώς φησιν Ἡσαΐας, ἃ τὸ Πνεῦμά σοι λέγει· ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα, καὶ ἕως εἰς τὸν αἰῶνα· κατὰ τὸν οὕτω εἰπόντα. Οἱ γὰρ τὸν φθόνον ὠδίνοντες, λαὸς ἀπειθής εἰσιν, υἱοὶ ψευδεῖς, οἷς οὐκ ἔστι πίστις, οἳ οὐ βούλονται ἀκούειν, ὅτι ἔτι τὸ Εὐαγγέλιον ἐνεργεῖ, καὶ φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει· ἀλλὰ λέγουσι τοῖς προφήταις καὶ διδασκάλοις τῆς Ἐκκλησίας· Μὴ ἀναγγέλλετε ἡμῖν τὴν σοφίαν τοῦ Θεοῦ. Τοῖς τὰ ὁράματα τῆς φυσικῆς θεωρίας ὁρῶσι μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, ἣν ὁ κόσμος φιλεῖ, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ.
Μηδὲ προσέξῃς τῇ βασκανίᾳ, καὶ τοῖς λόγοις αὐτῶν· ἀκούσονται γὰρ τὰ ὑπηχούμενά σοι πρὸς ὠφέλειαν πολλῶν ἄνωθεν κωφοὶ ἔσχατον, καὶ οἱ ἐν τῷ σκότει τοῦ βίου, καὶ οἱ ἐν τῇ ὁμίχλῃ τῆς ἁμαρτίας ὀφθαλμοὶ τυφλῶν, ὄψονταί σου τῶν λόγων τὸ φῶς, καὶ ἀγαλλιάσονται ἐν αὐτοῖς οἱ πτωχοὶ τῷ πνεύματι, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων, ἐμπλησθήσονται εὐφροσύνης, καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι, σύνεσιν ἐν τοῖς λόγοις σου· οἱ δὲ γογγύζοντες κατὰ σοῦ, μαθήσονται ὑπακούειν τῶν λόγων τοῦ Πνεύματος, καὶ γλῶσσαι αἱ ψελλίζουσαι, λαλεῖν εἰρήνην μαθήσονται.
νθʹ. Μακάριος ὃς ἔχει ἐν Σιὼν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, σπέρμα διδασκαλίας τῶν λόγων αὐτοῦ, φησὶν Ἡσαΐας, καὶ υἱοὺς οἰκείους ἑαυτῷ, καὶ τῷ Πνεύματι, ἐν τῇ ἄνω τῶν πρωτοτόκων Ἱερουσαλήμ· ἔσται γὰρ ὁ ἄνθρωπος ἐκεῖνος, κρύπτων εἰς καιρόν, φησί, τοὺς λόγους αὐτοῦ, καὶ κρυβήσεται ὡς ἀφ’ ὕδατος φερομένου, καὶ ἔσχατον, φανήσεται ἐν Σιὼν τῇ τῶν πιστῶν Ἐκκλησίᾳ, ὡς ποταμὸς φερόμενος ἔνδοξος, γῇ διψώσῃ τοῖς ῥείθροις τῆς σοφίας αὐτοῦ· καὶ οὐκ ἔτι ἔσονται οἱ ὑπὸ τῶν φθονούντων ἀνατρεπόμενοι πεποιθότες ἐπ’ αὐτοῖς, ἀλλὰ τὰ ὦτα αὐτῶν δώσουσιν ἀκούειν τῶν λόγων τοῦ ἀνθρώπου ἐκείνου, καὶ ἡ καρδία τῶν κατὰ ψυχὴν ἀσθενούντων, προσέξει τοῦ ἀκούειν· καὶ οὐκ ἔτι οὐ μὴ εἴπωσιν οἱ ὑπηρέται τοῦ φθόνου Σίγα· ἐπειδὴ εὐσεβὴς ὢν συνετὰ ἐβουλεύσατο, καὶ οὐχ ὥσπερ οἱ μωροὶ τοῦ κόσμου σοφοὶ μωρὰ ἐλάλησεν· οὐδὲ ἡ καρδία αὐτοῦ νενόηκε μάταια τοῦ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς τὸν Θεὸν πλάνησιν ὡς ἂν διασπείρῃ ψυχὰς πεινώσας, καὶ ψυχὰς τὰς διψώσας, κενὰς ποιήσῃ. Διὰ τοῦτο οἱ λόγοι αὐτοῦ μενοῦσιν εἰς ὠφέλειαν πολλῶν, κἂν μὴ δοκῇ τοῖς βασκαίνουσι.
ξʹ. Τῷ ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς οἰκοῦντι, ἄρτος εἰς κόρον δοθήσεται γνώσεως, καὶ ὁ κρατὴρ τῆς σοφίας εἰς μέθην· καὶ οὕτως ἔσται πιστὸν τὸ ὕδωρ αὐτοῦ· βασιλέα μετὰ δόξης ὄψεται, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ γῆν πόῤῥωθεν ὄψονται· ἡ ψυχὴ αὐτοῦ μελετήσει σοφίαν, καὶ ἀναγγελεῖ πᾶσι τὸν τόπον τὸν αἰώνιον, οὗ τῶν ὅρων ἐκτὸς οὐδέν.
ξαʹ. Εἰ οὖν ἡ παιδεία Κυρίου ἀνοίγει τὰ ὦτα παντὸς τοῦ φοβουμένου αὐτόν, καὶ προστίθησιν ὠτίον αὐτῷ τοῦ ἀκούειν, καὶ γλῶσσαν δίδωσι παιδείας τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον, τίς ἕτερος ὁ ἀποστρέφων φρονίμους καὶ σοφοὺς τοῦ κόσμου εἰς τὰ ὀπίσω, καὶ τὴν σοφίαν μωραίνων αὐτῶν, μόνον δὲ ἱστῶν τὰ ῥήματα τῶν δούλων αὐτοῦ, ἀλλ’ ἢ αὐτὸς ὁ ποιῶν καινὰ καὶ παράδοξα εἰς δόξαν αὐτοῦ, ὁ ποιῶν ἐν τῇ ἐρήμῳ καὶ ξηρᾷ καρδίᾳ ὁδὸν ταπεινώσεως καὶ πραότητος, ἐν δὲ τῇ ἀνίκμῳ, καὶ ἀνύδρῳ διανοίᾳ, ποταμοὺς σοφίας ἀῤῥήτου, εἰς τὸ ποτίσαι τὸ γένος αὐτοῦ τὸ ἐκλεκτόν, λαὸν ὃν περιεποιήσατο, τὰς ἀρετὰς αὐτοῦ διηγεῖσθαι; Ἔμπροσθεν γὰρ τῶν ἀγαπώντων καὶ φοβουμένων αὐτὸν πορεύεται, καὶ ὄρη παθῶν ὁμαλίζει, καὶ θύρας χαλκᾶς ἀγνωσίας συντρίβει, καὶ ἀνοίγει τῆς αὐτοῦ γνώσεως τὰς θύρας, καὶ ἀνακαλύπτει αὐτοῖς θησαυροὺς αὐτῆς σκοτεινούς, ἀποκρύφους τε καὶ ἀοράτους, ἵνα γνῶσιν, ὅτι αὐτός ἐστι Κύριος ὁ Θεός, ὁ καλῶν τὸ ὄνομα αὐτῶν Ἰσραήλ.
ξβʹ. Τίς ὁ ταράσσων τὴν θάλασσαν τῶν παθῶν, καὶ ἱστῶν τὰ κύματα αὐτῆς; Ὁ ῥυόμενος τοὺς ἀγαπῶντας αὐτὸν τοῦ κινδύνου τῆς ἁμαρτίας, καὶ τὴν ζάλην τῶν λογισμῶν εἰς γαλήνην ποιῶν Κύριος Σαβαώθ· ὁ τοὺς λόγους αὐτοῦ τιθεὶς εἰς τὸ στόμα αὐτῶν, καὶ σκέπων αὐτοὺς ὑπὸ τὴν σκιὰν τῶν χειρῶν αὐτοῦ, ἐν ᾗ ἕστησε τὸν οὐρανόν, καὶ τὴν γῆν ἐθεμελίωσεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.