Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν

Νικήτας Στηθᾶτος

Προοίμιο και τα θεμέλια του πρακτικού βίου

Εισαγωγή στο έργο, η αποταγή του κόσμου, η μετάβαση των αισθήσεων από τα ορατά στα νοητά και η πίστη ως προϋπόθεση της πνευματικής προκοπής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 1 από 14

ΝΙΚΗΤΑ ΜΟΝΑΧΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΤΗΣ ΕΥΑΓΕΣΤΑΤΗΣ ΜΟΝΗΣ ΤΩΝ ΣΤΟΥΔΙΩΝ ΤΟΥ ΣΤΗΘΑΤΟΥ ΜΑΘΗΤΟΥ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ ΠΡΑΚΤΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ ΕΚΑΤΟΝΤΑΣ ΠΡΩΤΗ αʹ. Τέσσαρας οἴομαι τὰς αἰτίας εἶναι ἐν τριάδι τελείᾳ τῶν ἀρετῶν, τὰς ἐπὶ τὸ γράφειν κινούσας τὰ λυσιτελῆ, τὸν ἄρτι τὸ μέσον τῆς ἀρχῆς ὑπερκύψαντα, καὶ πρὸς τὴν τριάδα τῆς μυστικῆς ἐφθακότα θεολογίας.

Καὶ πρώτην μὲν εἶναι τὴν ἐλευθερίαν, αὐτήν φημι τὴν ἀπάθειαν τῆς ψυχῆς, τὴν ἐξ ἐπιπόνου πράξεως ἐπὶ τὴν φυσικὴν προκόψασαν θεωρίαν τῆς κτίσεως, καὶ εἰς τὸν γνόφον τῆς θεολογίας εἰσελθοῦσαν ἐκεῖθεν. Δευτέραν δέ, τὴν ἐκ δακρύων καὶ προσευχῆς τοῦ νοὸς καθαρότητα· παρ’ οὗ ὁ λόγος γεννᾶται τῆς χάριτος, καὶ τὰ ῥεῖθρα πηγάζει τῶν νοημάτων.

Τρίτην, τὴν ἐν ἡμῖν τῆς ἁγίας Τριάδος ἐνοίκησιν· ἐξ ἧς αἱ φωτοχυσίαι τοῦ Πνεύματος αἱ πρὸς τὸ συμφέρον ἐν ἑκάστῳ τῶν καθαιρομένων γινόμεναι, εἰς φανέρωσιν τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἀνακάλυψιν τῶν κεκρυμμένων ἐν τῇ ψυχῇ θησαυρῶν τοῦ Θεοῦ. Τετάρτην, τὴν ἐπικειμένην ἀνάγκην, παντὶ τῷ τὸ τάλαντον λαβόντι τοῦ λόγου τῆς γνώσεως, τῆς ἀπειλῆς τοῦ Θεοῦ, «Δοῦλε πονηρέ, λεγούσης, καὶ ὀκνηρέ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθών, ἀπῄτησα ἂν τὸ ἐμὸν σὺν τόκῳ.» Δι’ ἣν ἄρα καὶ Δαβὶδ μάλιστα δεδοικὼς ἔλεγεν· «Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, Κύριε, σὺ ἔγνως. Τὴν δικαιοσύνην σου, οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.»

βʹ. Ἀρχὴ τοῦ κατὰ Θεὸν βίου, ἡ καθόλου τοῦ κόσμου φυγή. Αὕτη δέ ἐστιν ἡ τῶν θελημάτων ἄρνησις τῆς ψυχῆς, καὶ τοῦ χοϊκοῦ φρονήματος ἡ μετάθεσις· δι’ ἧς ἐπὶ τὸ θεῖον ἀνατρέχοντες φρόνημα, πνευματικοὶ ἐκ σαρκικῶν γινόμεθα, νεκρούμενοι μὲν τῇ σαρκὶ καὶ τῷ κόσμῳ, ζωοποιούμενοι δὲ τῇ ψυχῇ, ἐν Χριστῷ καὶ τῷ Πνεύματι.

γʹ. Δόξα ψυχῆς περὶ Θεοῦ ἀψευδής, καὶ πίστις ἐνδιάθετος ἐν καταφρονήσει τῶν ὁρωμένων, καὶ πρᾶξις ἀρετῆς φιλαυτίας πάσης κεχωρισμένη, ἔντριτον, κατὰ τὸν Σολομῶντα, σπαρτίον· ὃ ταχέως οὐ ῥαγήσεται παρὰ τῶν πνευμάτων τῆς πονηρίας.

δʹ. Πίστει τὰς ἀμοιβὰς ἐλπίζομεν τῶν καμάτων ἀπολαβεῖν, διὸ καὶ φέρομεν τοὺς πόνους ῥᾳδίως τῶν ἀρετῶν. Ὑπὸ δὲ τοῦ θείου πληροφορούμενοι Πνεύματος, τῇ ἀγάπῃ πτερούμεθα πρὸς Θεόν. εʹ. Οὐχ ὅταν ὑπὸ λογισμῶν ἐνοχλούμεθα ἀκαθάρτων, ἤδη καὶ τῆς τῶν ἐνεργούντων τὰ φαῦλα μερίδος γινόμεθα· ἀλλ’ ὅταν τοῦ τόνου ἑαυτῆς ὑποχαλάσασα ἡ ψυχή, καὶ ὁ νοῦς, ἐξ ἠμελημένης καὶ ἀκολάστου διαίτης, θολώδεις ἕξει καὶ σκιώδεις τὰς φαντασίας, καὶ οἱ πόνοι τῆς ἀρετῆς ἐν ῥᾳθυμίᾳ τῆς μελέτης καὶ προσευχῆς ἐπιλείψωσι. Τηνικαῦτα καὶ μὴ ἐνεργοῦντες τὰ φαῦλα, ἐν τῇ χώρᾳ τῶν ἐν ταῖς ἡδοναῖς ἑκουσίως ἰλυσπωμένων ταττόμεθα.

ϛʹ. Αὐθέντων δὲ τῶν χαλινῶν τῶν ἡγεμονικωτέρων αἰσθήσεων, αὐτίκα καὶ παθῶν ἐπανάστασις γίνεται, καὶ ἡ τῶν ἀνδραποδεστέρων αἰσθήσεων κινεῖται ἐνέργεια. Εἴωθε γάρ πως ἡ τούτων ἀλογία τῶν τῆς ἐγκρατείας λυθεῖσα δεσμῶν, ταῖς αἰτίαις ἐπισκιρτᾷν τῶν παθῶν, καὶ ὡς ἐν θανασίμοις αὐταῖς ἐπιβόσκεσθαι πόαις, καὶ τοσούτῳ μᾶλλον, ὅσον καὶ ἡ ἄνεσις χρονιώτερον ἐπιτείνεται. Οὐ γὰρ ἀνέχεται, καθ’ ὧν φυσικῶς ἔχει τὴν ὄρεξιν, λυθεῖσα τῶν χαλινῶν, τὴν μέθεξιν ἀποκρούσασθαι.

ζʹ. Τῶν αἰσθήσεων, αἱ μὲν αὐτῶν λογικαί τέ εἰσιν· ὅρασις, ἀκοή, καὶ τῶν ἄλλων ἐμφιλόσοφοί τε καὶ ἡγεμονικώτεραι· αἱ δὲ ἄλογοι καὶ κτηνώδεις· γεῦσις, ὄσφρησις, ἀφὴ πρὸς ὑπηρεσίαν τῶν λογικῶν. Ὁρῶμεν γὰρ πρῶτον καὶ ἀκούομεν, καὶ οὕτως ὑπὸ τοῦ λόγου κινούμενοι, ἁπτόμεθά τε τοῦ προκειμένου, καὶ ὀσφραινόμενοι, τῇ γεύσει διδοῦμεν. Διὸ καὶ τῶν δύω, ζωοδέστατοί εἰσιν αἱ τρεῖς, καὶ ἀτεχνῶς, ἀνδραποδωδέστατοι· περὶ ἃς τῶν θρεμμάτων καὶ θηρίων τὰ γαστριμαργότατα καὶ συνουσιαστικώτατα πεπόνηται μάλιστα· δι’ ὅλης γὰρ ἡμέρας καὶ νυκτός, ἣ τροφῶν ἀπλήστως ἐμφορεῖται, ἢ πρὸς τὰς ὀχείας ὁρμᾷ.

ηʹ. Ὁ τὰς ἐνεργείας τῶν ἐκτὸς αἰσθήσεων πρὸς τὰς ἔνδον τρέψας αἰσθήσεις, καὶ τὴν μὲν ὅρασιν, πρὸς τὸν ὁρῶντα νοῦν τὸ φῶς τῆς ζωῆς, ἐκπετάσας· τὴν δὲ ἀκοήν, πρὸς τὴν σύνεσιν τῆς ψυχῆς· τὴν δὲ γεῦσιν, πρὸς τὴν τοῦ λόγου διάκρισιν· τὴν δὲ ὄσφρησιν, πρὸς τὴν διάνοιαν τοῦ νοός· τὴν δὲ ἀφήν, πρὸς τὸ τῆς καρδίας μετακινήσας ἐγρήγορον, ἀγγελικὴν ζωὴν ἐπὶ γῆς διανύει, ἄνθρωπος μὲν ἀνθρώποις καὶ ὤν, καὶ ὁρώμενος· ἄγγελος δὲ ἀγγέλοις συνών, καὶ νοούμενος.

θʹ. Διὰ μὲν τοῦ ὁρῶντος νοός, τὸ φῶς τῆς ἐνθέου ζωῆς, τῶν κεκρυμμένων μυστηρίων Θεοῦ τὴν γνῶσιν λαμβάνομεν· διὰ δὲ τῆς συνέσεως τῆς ψυχῆς, τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ τῶν λογισμῶν διατιθέμεθα μετὰ γνώσεως, διακρίνοντες ἀπὸ τῶν κρειττόνων τοὺς χείρονας· διὰ δὲ τῆς τοῦ λόγου διακρίσεως τὰ εἴδη τῶν νοημάτων ἀπογευόμεθα. Καὶ τὰ μὲν ἐκ πικρᾶς φυόμενα ῥίζης; ἢ μετασκευάζομεν ἐπὶ τὴν γλυκεῖαν ἀνάδοσιν τῆς ψυχῆς, ἢ καθολικῶς ἀποβαλλόμεθα· τὰ δὲ ἐκ βοτάνης εὐθέτου καὶ χλοερᾶς προσιέμεθα, πᾶν νόημα αἰχμαλωτίζοντες εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Διὰ δὲ τῆς τοῦ νοὸς διανοίας, τοῦ νοητοῦ μύρου τῆς τοῦ Πνεύματος χάριτος ὀσφραινόμεθα, εὐφροσύνης καὶ ἀγαλλιάσεως τὴν καρδίαν πληρούμενοι· διὰ δὲ τῆς ἐγρηγόρου καρδίας, τοῦ δροσίζοντος ἄνωθεν Πνεύματος τὴν φλόγα τῆς ἐπιθυμίας ἡμῶν τῶν καλῶν, ἢ καὶ θερμαίνοντος τὰς καταψυχθείσας δυνάμεις ἡμῶν τῷ κρύει τῶν παθῶν, εὐσυνέτως ἐπαισθανόμεθα.

ιʹ. Καθάπερ τῷ σώματι ἡμῶν αἰσθήσεις πέντε εἰσίν, ὅρασις, ἀκοή, γεῦσις, ὄσφρησις, καὶ ἁφή· οὕτω καὶ τῇ ψυχῇ κατὰ τὸν αὐτὸν ἀριθμὸν πέντε αἰσθήσεις εἰσί· νοῦς, λόγος, αἴσθησις νοερά, γνῶσις, καὶ ἐπιστήμη. Εἰς τρεῖς δὲ τῇ ψυχῇ ἐνεργείας ταῦτα συνάγεται· εἰς νοῦν, εἰς λόγον, εἰς αἴσθησιν. Καὶ διὰ μὲν τοῦ νοός, τὰς διανοήσεις· διὰ δὲ τοῦ λόγου, τὰς ἐρμηνείας· διὰ τῆς αἰσθήσεως δέ, τὰς φαντασίας τῆς θείας ἐπιστήμης καὶ γνώσεως λαμβάνομεν.

ιαʹ. Ὁ τὸν νοῦν ἔχων τὰς διανοήσεις τῶν λογισμῶν εὖ διακρίνοντα, καὶ τὰ θεῖα νοήματα καθαρῶς προσιέμενον, τὸν δὲ λόγον, ἑρμηνευτὴν τῶν φυσικῶν κινήσεων τῆς ὁρωμένης ἁπάσης κτίσεως, τοὺς λόγους δηλονότι τῶν ὄντων διατρανοῦντα, τὴν δὲ νοερὰν αἴσθησιν, ὑποδεχομένην τῆς οὐρανίου σοφίας καὶ γνώσεως τὴν ἐπιστήμην, διὰ τῶν ἐλλάμψεων τοῦ Ἡλίου τῆς δικαιοσύνης πᾶσαν περάσας τὴν αἴσθησιν, εἰς τὰ ὑπὲρ αἴσθησιν γέγονε, καὶ τῶν ἀοράτων κατατρυφᾷ τῆς τερπνότητος.

ιβʹ. Γενικαὶ δυνάμεις τοῦ νοός εἰσι τέσσαρες· σύνεσις, ἀγχίνοια, κατάληψις, καὶ ἐντρέχεια. Ὁ τοίνυν ταύτας ἐπισυνάψας τὰς γενικὰς τῆς ψυχῆς ἀρετάς, καὶ τῇ μὲν συνέσει τοῦ νοὸς τὴν τῆς ψυχῆς σωφροσύνην συζεύξας, τῇ δὲ ἀγχινοίᾳ τὴν φρόνησιν, τῇ δὲ καταλήψει τὴν δικαιοσύνην, τῇ δὲ ἐντρεχείᾳ τὴν ἀνδρείαν ἑνώσας, ἅρμα φλογερὸν καὶ οὐρανοδρόμον ἑαυτῷ διττῶς συνηρμόσατο, κατὰ τῶν τριῶν γενικωτάτων ἀρχῶν καὶ δυνάμεων τῆς παρατάξεως τῶν παθῶν, φιλαργυρίας, φιληδονίας καὶ φιλοδοξίας.

ιγʹ. Ὁ τὴν φιλαργυρίαν διὰ τῆς καταλήψεως τῆς ἐννόμου δικαιοσύνης, ἥτις ἐστὶν ἡ πρὸς τὸ ὁμογενὲς ἐλεήμων συμπάθεια, κατατροπωσάμενος· τῆς δὲ φιληδονίας, διὰ τῆς εὐσυνέτου σωφροσύνης, ἥτις ἐστὶν ἡ περιεκτικὴ ἐγκράτεια, κατακρατήσας· τὴν δὲ φιλοδοξίαν, διὰ τῆς ἀγχινοίας καὶ φρονήσεως, ἥτις ἐστὶν ἡ εὐδιάκριτος διάκρισις τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων, ὡς ἀσθενεστέραν καταδραμών, καὶ τοῖς ὡραίοις ποσὶν ὡς γεώδη ταύτην καὶ μηδενὸς ἀξίαν καταπατήσας, τὸ χοϊκὸν φρόνημα κατηγωνίσατο τῆς σαρκός· καὶ τοσούτῳ, ὡς εἰς νόμον τοῦ πνεύματος τῆς ζωῆς μεταβαλεῖν αὐτό, καὶ τοῦ νόμου τῆς τυραννούσης σαρκός, ἐλεύθερον ἀπεργάσασθαι, καὶ εἰπεῖν· Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου καὶ τῆς δουλείας τοῦ θανάτου.

ιδʹ. Ὁ τῆς δόξης τῶν ἀνθρώπων ὡς οὔσης, τῆς μηδαμῶς οὔσης ἀντιποιούμενος, καὶ τὴν φιληδονίαν διὰ ψυχῆς ἀπληστίαν κατασπαζόμενος, καὶ τῆς φιλαργυρίας διὰ πλεονεξίας ἀντεχόμενος, ἢ δαιμονιώδης διὰ τῆς οἰήσεως καὶ ὑπερηφανίας κατασκευάζεται, ἢ κτηνώδης διὰ τῶν ἡδονῶν τῆς γαστρὸς καὶ τῶν ὑπογαστρίων ἀποτελεῖται, ἢ θηριώδης γίνεται τοῖς πλησίον διὰ τῆς πλεονεκτικῆς καὶ ἀπανθρώπου φιλαργυρίας· ἐκπίπτων μὲν τῆς πρὸς Θεὸν πίστεως, διὰ τὸ λαμβάνειν δόξαν παρὰ ἀνθρώπων κατὰ τὸ λόγιον· ἐκτρεπόμενος δὲ τῆς σωφροσύνης καὶ καθαρότητος, διὰ τὸ ἐκκαίειν τῇ ἀπληστίᾳ τὰ ὑπογάστρια, καὶ ταῖς ἀτάκτοις ὑπείκειν ὁρμαῖς· ἐξοστρακιζόμενος δὲ τῆς ἀγάπης, διὰ τὸ μόνῳ ἑαυτῷ περιέπειν καὶ μὴ διδόναι τὰ χρήματα χρῄζουσι τοῖς πλησίον· καὶ οὕτω πολύμορφόν τι θηρίον ἐκ πολλῶν συντεθειμένων τῶν ἑαυτοῖς ἐναντίων, ὁ τοιοῦτος ὁρᾶται Θεῷ καὶ ἀνθρώποις καὶ κτήνεσιν ἄσπονδος.

ιεʹ. Θυμὸς καὶ ἐπιθυμία καὶ τὸ λογιστικὸν τοῦ νοός, εἰ μὲν κατὰ φύσιν ἐφ’ ἑαυτῶν ἑστήκασι καὶ κινοῦνται, ὅλον θεῖόν τινα καὶ θεοειδῆ τὸν ἄνθρωπον ἀπεργάζονται, ὑγιῶς δηλονότι κινούμενον, καὶ μηδ’ ὁπωσοῦν τῆς φυσικῆς βάσεως ἐκτρεπόμενον. Εἰ δὲ παρὰ φύσιν τοῦ εἰκότος παρατραπεῖεν, καὶ τῆς ἰδίας ἀποκινηθεῖεν φύσεως, πολύμορφόν τινα τοῦτον, ὥσπερ εἴρηται, καὶ ἐκ πολλῶν τῶν ἐν αὐτοῖς ἐναντιουμένων συντεθειμένον ἀποδεικνύουσιν.

ιϛʹ. Ὁ θυμὸς μεθόριόν ἐστιν ἐπιθυμίας, καὶ τοῦ λογιστικοῦ τῆς ψυχῆς, ὅπλον οἷον ἑκάστῳ ὢν ἐν τῇ παρὰ φύσιν, ἢ καὶ κατὰ φύσιν κινήσει αὐτοῦ. Κινουμένης γὰρ τῆς ἐπιθυμίας καὶ τοῦ λογιστικοῦ κατὰ φύσιν ἐπὶ τὰ θεῖα, ὅπλον ἐστὶν ὁ θυμὸς ἑκάστῳ δικαιοσύνης κατὰ μόνου τοῦ συρίζοντος καὶ ἐπιτιθεμένου αὐτοῖς ὄφεως τὴν μετάληψιν τῶν τῆς σαρκὸς ἡδονῶν, καὶ τὴν τῆς δόξης τῶν ἀνθρώπων ἀπόλαυσιν· παρατρεπομένων δὲ τῆς κατὰ φύσιν κινήσεως, καὶ μεταβαλλομένων εἰς τὸ παρὰ φύσιν τὴν δύναμιν, καὶ ἀπὸ τῆς σχολῆς τῶν θείων πραγμάτων ἐπὶ τὰ ἀνθρώπινα μεταφερομένων, ὅπλον ἐστὶν ἀδικίας εἰς ἁμαρτίαν, δι’ αὐτοῦ μαχομένων καὶ ἐπιτιθεμένων τοῖς ἀναχαιτίζουσι τὰς ὁρμὰς καὶ τὰς ὀρέξεις αὐτῶν· ὡς ἐντεῦθεν ἢ πρακτικὸν καὶ θεωρητικὸν καὶ θεολογικώτατον μέσον, δειχθῆναι τὸν ἄνθρωπον, τῆς τῶν πιστῶν Ἐκκλησίας, κατὰ φύσιν κινούμενον, ἢ κτηνώδη καὶ θηριώδη καὶ δαιμονιώδη, εἰς τὸ παρὰ φύσιν παρατρεπόμενον.

ιζʹ. Εἰ μή τις πρῶτον τὰς δυνάμεις τῆς ψυχῆς ἑαυτοῦ δι’ ἐπιπόνου μετανοίας καὶ συντόνου ἀσκήσεως τοιαύτας μεταστρέψας ἀποτελέσει, οἵας ἡμῖν ἐξ ἀρχῆς δέδωκεν ὁ Θεὸς τὸν Ἀδὰμ πλαστουργήσας, καὶ πνοὴν ζωῆς ἐμφυσήσας αὐτῷ, οὐδὲ ἑαυτὸν γνῶναι ἰσχύσειέ ποτε· οὐδὲ τὸν αὐτοκράτορα λογισμὸν τῶν παθῶν ἄτυφον, ἀπερίεργον, ἀπόνηρον, ἁπλοῦν, ταπεινόφρονα, φθόνου καὶ βασκανίας ἐκτός, κτήσασθαι, πᾶν νόημα αἰχμαλωτίζοντα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἀλλ’ οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν ἐκκαιομένην καὶ πυρπολουμένην εὑρήσει εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, μήτε τοὺς ὅρους τῆς ἐγκρατείας ὑπερβαίνουσαν, καὶ ἀρκουμένην τοῖς προκειμένοις, καὶ τῶν ἁγίων ἐφιεμένην τῆς καταπαύσεως. Εἰ δὲ μὴ οὕτω κτήσεται ταῦτα, οὐδὲ τὴν ἑαυτοῦ καρδίαν πραεῖαν, εἰρηνικήν, ἀόργητον, χρηστήν, ἄμαχον, μεστὴν ἐλέους καὶ ἱλαρότητος, κτήσασθαί ποτε δυνηθείη, οὕτω στασιαζούσης καθ’ ἑαυτῆς τῆς ψυχῆς, καὶ διὰ ταραχὴν τῶν δυνάμεων, ἀχωρήτου μενούσης τῶν ἀκτίνων τοῦ Πνεύματος.

ιηʹ. Ὁ μὴ οὕτω τῆς παλαιᾶς εὐγενείας ἀπολαμβάνων ἐν ἑαυτῷ τὴν εὐπρέπειαν, καὶ τοὺς χαρακτῆρας ἀναμορφούμενος ἀεὶ τῆς εἰκόνος τοῦ ἄνωθεν αὐτὸν καθ’ ὁμοιότητα ἑαυτοῦ πλαστουργήσαντος, πῶς δυνατόν ποτε ἐνωθῆναι, οὗ διέστησεν ἑαυτὸν τῇ τῶν χαρακτήρων ἀνομοιότητι; καὶ ᾧ φῶς ὄντι ἀποσβεσθεὶς τοῦ φωτός, τὸ ἐναντίον εἰς ἑαυτὸν ἐπεσπάσατο· μὴ ἑνωθεὶς δὲ ἐξ οὗ τὴν ἀρχὴν ἔσχε τῆς ὑποστάσεως, καὶ παρ’ οὗ ἐξ οὐκ ὄντων ὑπέστη, καὶ τῶν ὄντων ἐκράτησεν, ἆρά που τμηθεὶς ὡς ἀνόμοιος τῷ πεποιηκότι ῥιφήσεται; Δῆλον τοῖς ὁρῶσι, κἂν ἐγὼ σιωπήσωμαι.

ιθʹ. Ἕως μὲν τὰς ὕλας ἐν ἑαυτοῖς ἔχομεν τῶν παθῶν, καὶ τὰς τούτων αἰτίας αὐτοθελῶς περιέπομεν, ἀποσείσασθαι ταύτας μὴ προαιρούμενοι, ἰσχύει αὐτῶν καθ’ ἡμῶν καὶ ἡ δύναμις, τὸ ἰσχύειν λαμβάνουσα δηλαδὴ ἐξ ἡμῶν. Ἐπὰν δὲ ταύτας ἐξ ἑαυτῶν ἀποῤῥίψωμεν, καὶ τὴν καρδίαν τοῖς τῆς μετανοίας δάκρυσι καθαρθῶμεν, μισήσαντες καὶ τὴν τῶν ὁρωμένων ἀπάτην, τηνικαῦτα τῆς τοῦ Παρακλήτου παρουσίας ἐν μεθέξει γινόμεθα, Θεὸν ὁρῶντες ἐν φωτὶ ἀϊδίῳ καὶ ὁρώμενοι ὑπ’ αὐτοῦ.

κʹ. Οἱ τῆς παγκοσμίου αἰσθήσεως ῥήξαντες τὰ δεσμά, ἐν ἐλευθερίᾳ πάσης δουλείας διάγουσι τῶν αἰσθήσεων, μόνῳ τῷ πνεύματι ζῶντες, καὶ αὐτῷ προσομιλοῦντες, ὡς ὑπ’ ἐκείνου κινούμενοι, δι’ οὗ καὶ τοῖς ὁμοουσίοις Πατρί, καὶ Λόγῳ, συνάπτεσθαί πως εἰώθασι, καὶ ἓν Πνεῦμα, κατὰ τὸν Παῦλον, ἀποτελεῖσθαι. Οἳ καὶ οὐ μόνον ἀχείρωτοί εἰσι δαίμοσιν, ἀλλὰ καὶ φοβεροί, ὡς μεταλαβόντες τοῦ θείου πυρός, καὶ πῦρ αὐτόχρημα χρηματίσαντες.

καʹ. Ἡ ἁφή, οὐ μερική τίς ἐστιν ἐν τῷ σώματι ἐν ἑνὶ μέρει τὴν ἑαυτῆς ἐνέργειαν, ὥσπερ αἱ λοιπαὶ τῶν αἰσθήσεων, φέρουσα, ἀλλ’ ὁλική τις, καὶ καθόλου τοῦ σώματος. Ὅταν οὖν μὴ χρειωδῶς προσψαύσειέ τινος, ἔτι προσπάσχουσα ταῖς λειότησι, σαλεύεσθαι τὸν νοῦν ὑπὸ λογισμῶν ἐμπαθῶν ἀπεργάζεται. Ὅταν δὲ κατὰ χρείαν; τὴν ἀναγκαίαν τῇ φύσει ταῖς ἁπαλότησιν ἀποταξαμένη, καὶ τὴν αἴσθησιν ὑπερκύψασα, οὐκ εἴωθεν ὑποσαίνειν τὰ τῆς ψυχῆς αἰσθητήρια.

κβʹ. Τοῦ νοὸς ἐν τοῖς ὑπὲρ φύσιν χωρήσαντος, αἱ αἰσθήσεις κατὰ φύσιν ἑστῶσαι, ἀπαθῶς ταῖς αἰτίαις προσομιλοῦσι, τοὺς λόγους μόνους καὶ τὰς φύσεις αὐτῶν ἐρευνῶσαι, καὶ ἀψευδῶς διακρίνουσαι τὰς τούτων ἐνεργείας ὁμοῦ καὶ ποιότητας, μὴ προσπάσχουσαι, ἢ σχετικῶς παρὰ φύσιν κινούμεναι πρὸς αὐτάς.

κγʹ. Ἀγῶνες καὶ πόνοι πνευματικοί, γεννῶσι τῇ ψυχῇ εὐφροσύνην· εἰρήνης δηλονότι προηγησαμένης παθῶν. Ὅπερ οὖν τοῖς ὑπὸ τὴν αἴσθησιν δυσχερές, τοῦτο ψυχῇ πονούσῃ καὶ πόθον ἐξ ἱερῶν ἱδρώτων ἐπὶ Θεὸν κτησαμένῃ, καὶ βεβλημένῃ θείας γνώσεως ἔρωτι, ῥᾷον καὶ μᾶλλον ἡδύτατον. Ἐκείνοις μὲν γὰρ οἱ πόνοι καὶ οἱ ἀγῶνες τῆς ἀρετῆς, ἅτε δὴ ἀνέσεσι σώματος καὶ ἡδονῶν ἀπολαύσεσι προσκειμένοις, δυσχερεῖς εἰσι, καὶ λίαν δοκοῦσι τραχεῖς, μὴ προμελετήσασι τὸ ἁλμυρὸν τῶν ἡδονῶν, ἀποκλύσασθαι τοῖς νάμασι τῶν δακρύων· ταύτῃ δὲ ποθούμενοί τε καὶ ἀσπαζόμενοι, βδελυξαμένῃ τὰς προξένους ἡδονὰς τῆς ὀδύνης, καὶ τὴν εὐπάθειαν ἀποσεισαμένῃ, μετὰ τῆς φιλαυτίας τοῦ σώματος.

Ἓν οὖν αὐτῇ λυπηρόν, ἡ ἄνεσις τῶν πόνων, καὶ ἡ τῶν ἀγώνων ἀργία. Ὃ τοίνυν πρόξενον ἐκείνοις ἐστὶν εἰς εὐφροσύνην σωματικήν, τοῦτο ψυχῇ μεταθεμένῃ τὰς ἐφέσεις ἐπὶ τὰ θεῖα, λύπης αἴτιον· καὶ ὃ ταύτης αἴτιον εὐφροσύνης πνευματικῆς, ἐκείνοις στεναγμῶν καὶ ὀδύνης παραίτιον.

κδʹ. Οἱ πόνοι δοκοῦσι μὲν ἐκ προοιμίων ὀδύνης εἶναι ποιητικοὶ πᾶσι τοῖς εἰσαγομένοις εἰς ἱδρῶτας καὶ ἀγῶνας πνευματικούς· γυμναζομένοις δὲ πρὸς ἐπίδοσιν ἀρετῆς, καὶ πρὸς τὸ μέσον ἐπεκτεινομένοις αὐτοῖς, ἡδονῆς τινος καὶ παραδόξου ἀνέσεως φαίνονται. Ὅταν δὲ τὸ θνητὸν τοῦτο καταποθῇ φρόνημα τῆς σαρκός, ὑπὸ τῆς ἀθανάτου ζωῆς τῆς ἐπιγινομένης ἐξ ἐπιδημίας τοῦ Πνεύματος, ἐν τοῖς ἀληθῶς ἐπεκτεινομένοις πρὸς τὰ τέλη τῶν ἀρετῶν διὰ πόνων, χαρᾶς ἀῤῥήτου καὶ εὐφροσύνης πληροῦνται, ἀναστομωθείσης αὐτοῖς δηλαδὴ πηγῆς καθαρᾶς τῶν δακρύων καὶ γλυκεροῦ νάματος ἄνωθεν ἐπομβρυθέντος τῆς κατανύξεως.

κεʹ. Εἰ βούλει τῶν ὅρων ἐπιβῆναι τῆς ἀρετῆς, καὶ τὴν πρὸς Θεὸν φέρουσαν εὑρεῖν ἀπλανῶς, μὴ δῷς ὕπνον τοῖς ὀφθαλμοῖς σου, μηδὲ νυσταγμὸν τοῖς βλεφάροις σου, ἢ ἀνάπαυσιν τοῖς κροτάφοις σου, ἕως οὗ, διὰ πόνων πολλῶν καὶ δακρύων, τόπον ἀπαθείας εὕρῃς τῇ τετρυχωμένῃ ψυχῇ σου· καὶ εἰσέλθῃς εἰς τὸ ἁγιαστήριον τῆς γνώσεως τοῦ Θεοῦ· καὶ διὰ τῆς ἐνυποστάτου σοφίας αὐτοῦ, εἰς τὰ ἔσχατα τέλει τῶν ἀνθρωπίνων πραγμάτων μετὰ συνέσεως ἴδῃς, καὶ τῶν κάτω καταφρονήσας, ἐπὶ τὰ ὑψηλὰ ὄρη τῆς θεωρίας, κατὰ τὰς ἐλάφους, καὶ αὐτὸς διψητικώτατα ἀναδράμῃς.

κϛʹ. Ὁδὸς ταχεῖα πρὸς ἀνάληψιν ἀρετῆς ἡ σιωπή ἐστι τοῖς εἰσαγωγικοῖς τῶν χειλέων, καὶ ἡ μῦσις τῶν ὀφθαλμῶν, καὶ τῶν ὤτων ἡ κώφευσις. Λαβὼν γὰρ ἐντεῦθεν ὁ νοῦς τὴν τούτων ἀργίαν, τὰς ἐκτὸς καθ’ ἑαυτὸν ἐναποκλείσας εἰσόδους, κατανοεῖν ἑαυτὸν ἄρχεται καὶ τὰς ἰδίας κινήσεις. Καὶ τίνα μέν εἰσιν εὐθὺς ἐρευνᾷ τὰ περὶ τὴν νοητὴν θάλασσαν τῶν λογισμῶν νηχόμενα ἐνθυμήματα· τίνα δὲ τὰ περὶ τὴν χώνην τῆς διανοίας αὐτοῦ εἰσβαλλόμενα νοήματα· πότερον, καθαρά τε καὶ ἀμιγῆ σπερμάτων πικρῶν, καὶ παρ’ ἀγγέλου φωτός, ἢ ζιζάνια ἐπιμιγῆ τε καὶ ἀχυρώδη καὶ παρὰ τῶν τοῦ φωτὸς ἐναντίων.

Καὶ οὕτως, ὥσπερ τις ἡγεμὼν αὐτοκράτωρ μέσον ἱστάμενος ἐννοιῶν, κρίνων καὶ διαιρῶν τοὺς κρείττονας τῶν λογισμῶν ἀπὸ τῶν χειρόνων, τὰ μέν, τῶν εἰσβαλλομένων δεχόμενος τῇ παρ’ ἑαυτοῦ τριβῇ καὶ κινήσει, εἰς νοερὰς ἀνατίθησιν ἀποθήκας, τῷ πυρὶ ἐξοπτηθέντα τοῦ πνεύματος, καὶ ὕδατος θείου πεπληρωμένα, ἀφ’ ὧν καὶ τρεφόμενος, ἐνδυναμοῦται καὶ πληροῦται φωτός· τὰ δέ, ἀποπέμπεται τῷ τῆς λήθης βυθῷ, τὴν τούτων πικρίαν ἀποσειόμενος. Τοῦτο δὲ μόνου ἔργον ἐστὶν ἐκείνου νοερῶς, τοῦ ἁψαμένου τῆς φερούσης πρὸς οὐρανοὺς καὶ Θεὸν ἀπλανῶς, καὶ τὸν πενθήρη χιτῶνα τῶν σκοτεινῶν ἀποδυσαμένου παθῶν.

κζʹ. Ψυχὴ ἡ ἅπαξ ἀποσκευασαμένη τὴν πονηρίαν, καὶ τὸ περίεργον φρόνημα τῆς φαυλοτάτης ἀλαζονείας, ἁπλῆν δὲ καὶ ἄκακον τὴν καρδίαν ἐξ ἐπιδημίας τοῦ Παρακλήτου καταπλουτήσασα, εὐθὺς Θεῷ τε καὶ ἑαυτῇ γίνεται. Καὶ ἃ ὁρᾷ καὶ ἀκούει, πιστὰ καὶ ἀληθῆ νομίζει ἀνενδοιάστως, ὡς ὑπερβᾶσα τὰ χαλεπὰ τῆς ἀπιστίας βάραθρα. καὶ ὑπὲρ τὸν ᾅδην φερομένη τοῦ φθόνου.

κηʹ. Πασῶν τῶν ἀρετῶν προηγεῖται ἡ ἐνδιάθετος πίστις, ὅταν μὴ ἀμφίβολον τὴν γνώμην ἐπιφέρηται ἡ ψυχή, ἀλλ’ εἰς τὸ παντελὲς ἀποβάλληται τὴν φιλαυτίαν. Οὐδὲν γὰρ οὔτως ἕτερον οἶδε τὸν ἄρτι πρὸς ἀγῶνας ἀποδυσάμενον κωλύειν τῆς ἐργασίας τῶν ἐντολῶν, ὡς ἡ παγκάκιστος φιλαυτία. Αὕτη ἐστὶ τὸ ἐμπόδιον τῆς προκοπῆς τῶν σπουδαίων. Αὕτη νόσους αὐτοῖς ὑποτίθεται, καὶ δυσθεράπευτα πάθη σώματος, δι’ ὧν τὴν θέρμην τῆς ψυχῆς ψυχρὰν ἀπεργάζεται, καὶ τὸ κακοπαθεῖν ὑπὲρ ἀρετῆς πείθει παραιτεῖσθαι, ὡς ἐπίβουλον τῆς εὐπαθούσης ζωῆς.

Φιλαυτία δέ ἐστιν ἡ ἄλογος φιλία τοῦ σώματος· ἥτις φίλαυτόν τε ἀποτελοῦσα τὸν μοναχόν, ἤτοι φιλόψυχον, καὶ φιλοσώματον, μακρὰν ποιεῖ αὐτὸν τοῦ Θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ, κατὰ τὸ ὅσιον λόγιον, τό· «Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν.» κθʹ. Ὁ ἐμπόνως ἀρξάμενος τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ θερμῷ τῷ ἔρωτι τὸν ἐλαφρὸν ζυγὸν τῆς ἀσκήσεως ἐπαυχένιον ἄρας, οὐ φείδεται ὑγείας σώματος, οὐ πρὸς τὴν τραχύτητα τῶν ἔργων τῆς ἀρετῆς ἰλιγγιᾷ, οὐ πρὸς τοὺς πόνους ἀποκναίει, οὐχ ὁρᾷ πρὸς ἕτερόν τινα ῥᾳθύμως περὶ τοὺς ἀγῶνας καὶ ἀμελῶς διακείμενον· ἀλλὰ ζέοντι πόθῳ τὴν αὔλακα τέμνει τῶν ἀρετῶν ἐν πάσῃ κακοπαθείᾳ, πρὸς ἑαυτὸν μόνον ὁρῶν, καὶ πρὸς τὰς τοῦ Θεοῦ ἐντολάς· καὶ καθ’ ἑκάστην ἐν δάκρυσι τὰ σπέρματα αὐτοῦ καταβάλλεται ἐν τῇ χώρᾳ τῶν ζώντων, ἕως οὗ φυῇ αὐτῷ ἡ χλόη τῆς ἀπαθείας, καὶ εἰς καλάμην αὐξήσῃ γνώσεως θείας, καὶ στάχυν φέρῃ τὸν κόκκον τοῦ λόγου ἐπιφερόμενον, καὶ ἔλθῃ φέρων τὰ γεννήματα τῆς δικαιοσύνης αὐτοῦ.

λʹ. Οὐδαμόθεν οὕτως οἴομαι τὴν προκοπὴν γίνεσθαι τῆς ψυχῆς ταχεῖαν καὶ σύντομον, ὡς ἐκ μόνης τῆς πίστεως· πίστεως δέ, οὐ τῆς εἰς Θεὸν μόνον, καὶ τῆς πρὸς τὸν μονογενῆ τούτου Υἱόν, ἀλλὰ καὶ τῆς ἐνδιαθέτου, μεθ’ ἧς πιστεύομεν ἀληθεῖς εἶναι τὰς ἐπαγγελίας Χριστοῦ, ἃς ἐπηγγείλατο καὶ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν, καὶ τὰς ἀπειλὰς καὶ κολάσεις τοῦ ᾅδου, τὰς ἡτοιμασμένας τῷ διαβόλῳ καὶ τοῖς ἐργάταις αὐτοῦ. Αὕτη ἡ πίστις πληροφορεῖ τὴν ψυχὴν ἐλπίζειν ἐναγώνιον οὖσαν, ἐπιτυχεῖν τῆς καταστάσεως τῶν ἁγίων, τῆς μακαρίας αὐτῶν ἀπαθείας, καὶ ἀναδραμεῖν πρὸς τὸ ὕψος τῆς ἁγιωσύνης αὐτῶν, καὶ συγκληρονόμον τούτοις γενέσθαι τῆς τοῦ Θεοῦ βασιλείας. Οὕτω δὲ πληροφορουμένη, σπουδαίως πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν ἐπεκτείνεται, μὴ ἐνδοιάζουσα καθ’ ἑαυτήν, ἀλλὰ μιμουμένη τοὺς πόνους ἐκείνων, καὶ διὰ τῶν ὁμοίων ἀγώνων διώκουσα καταλαβεῖν τὴν αὐτῶν τελειότητα.

λαʹ. Συναλλοιοῦσθαι πέφυκεν ἡ ἔξωθεν τοῦ προσώπου κατάστασις, τῇ ἐντὸς τῆς ψυχῆς καταστάσει. Οἵαν γὰρ ἡ νοερὰ κίνησις αὐτῆς τὴν ἐργασίαν ἔχει, τοιαύτην καὶ ἡ ὄψις τοῦ προσώπου τοῖς ὁρῶσιν ἐμφαίνει τὴν ἰδίαν διάθεσιν. Τοῖς γὰρ ἐνεργοῦσι τὸν λογισμὸν συνδιατιθεμένη καὶ συναλλοιουμένη, ποτὲ μὲν ὁρᾶται φαιδρά, τῆς καρδίας εὐφραινομένης ἐπὶ ἀναβάσεσιν ἀγαθαῖς ἐνθυμήσεων καὶ μελέτῃ Θεοῦ· ποτὲ δὲ κατηφὴς καὶ ζοφώδης, ἐπὶ λογισμοῖς ἀτοπίας πικραινομένης· ἐν οἷς λαθεῖν οὐκ ἔστι τὸν ἐνεργούμενον τοὺς τὰ αἰσθητήρια τῆς ψυχῆς ἐπιφερομένους γεγυμνασμένα. Εἴτε γὰρ ἀλλοίωσίς ἐστι τῆς δεξιᾶς τοῦ Ὑψίστου, φανερά ἐστιν αὐτοῖς ὡς γνωρίμη καὶ φίλη, δι’ ἣν ἀναγεννηθέντες ὑπὸ τοῦ Πνεύματος ἄνωθεν, φῶς καὶ ἄλας ἐχρημάτισαν τοῖς πλησίον· εἴτε τῆς στάσεώς ἐστι τῶν δυνάμεων, καὶ τῆς τῶν λογισμῶν ταραχῆς, δήλη τίς ἐστι τούτοις τρανῶς, ὡς ἀποβαλλομένοις αὐτήν, καὶ τὸν χαρακτῆρα τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐπιφερομένοις λαμπρότατον ἐν τοῖς θείοις χαρίσμασι.

λβʹ. Ἡ ἐντὸς ἐργασία ἢ στεφάνων πρόξενος γίνεται τῇ ψυχῇ, ἢ ποινῶν καὶ κολάσεων. Εἰ μὲν γὰρ περὶ τὰ θεῖα πράγματα καταγίνεται, καὶ ταπεινοφροσύνης φιλοκαλεῖ τὰ χωρία, ἔχει τὴν ἀρδείαν ἄνωθεν τῶν δακρύων, καὶ γεωργεῖ τὴν πρὸς Θεὸν ἀγάπην καὶ πίστιν, καὶ τὴν εἰς τὸν πλησίον συμπάθειαν· δι’ ὧν ἀναμορφουμένη τὸ κάλλος ἡ ψυχὴ τῆς εἰκόνος Χριστοῦ, φῶς γίνεται τοῖς ἀνθρώποις, καὶ ταῖς ἀκτῖσι τῶν ἀρετῶν ἐφέλκεται πρὸς ἑαυτὴν τὰς ὁράσεις αὐτῶν, καὶ κινεῖ πάντας πρὸς δοξολογίαν Θεοῦ. Εἰ δὲ περὶ τὰ κάτω καὶ τὰ ἀνθρώπινα καὶ τοὺς ὑπονόμους τόπους ἐκταράσσει καὶ ἀνασαλεύει τῆς ἁμαρτίας, κάτωθεν ἔχουσα τὸ δυσσῶδες καὶ ζοφερόν, γεωργεῖ τὸ μῖσος καὶ τὴν ἀποστροφὴν τοῦ καλοῦ· δι’ ἧς τὴν χοϊκὴν ἀναμορφουμένη καὶ ἄμορφον εἰκόνα τοῦ παλαιοῦ, σκότος αὐτόχρημα τοῖς πλησιάζουσι γίνεται, καὶ τῇ τῶν φαύλων ἐργασίᾳ καὶ ὁμιλίᾳ, διαφθείρει ψυχὰς ἀπλάστους καὶ ἀστηρίκτους, καὶ κινεῖ κατὰ τοῦ Θεοῦ βλασφημίαν· καὶ οὕτως ἐν οἷς ἂν ὑπὸ τοῦ θανάτου καταληφθῇ ἡ ψυχή, καὶ τὰς ἀμοιβὰς ἀναλόγως εὑρίσκει.

λγʹ. Ὁ τῶν φαύλων ἐννοιῶν γεωργὸς ζοφώδεις αὐτοῦ ποιεῖται καὶ στυγνὰς τὰς ἐκτὸς ὄψεις, ἄναυδόν τε τὴν γλῶτταν ἔχει τῶν θείων ὕμνων, καὶ δυσαπάντητός ἐστι πᾶσιν εἰς ἐντυχίαν. Ὁ δὲ τῶν ἀγαθῶν καὶ ἀθανάτων φυτῶν γεωργὸς τῆς καρδίας χαροπὸν καὶ γεγαννωμένον ἔχει τὸ πρόσωπον, μελῳδόν τε εἰς δεήσεις τὴν γλῶτταν αὐτοῦ, καὶ ὅλον ἑαυτὸν εἰς ὁμιλίαν ἡδύτατον· ὡς φανερὸν εἶναι καὶ γίνεσθαι τοῖς ὁρῶσιν ἐντεῦθεν καλῶς, αὐτόν τε τὸν ὑπὸ δουλείαν ἔτι τῶν ἀκαθάρτων ὄντα παθῶν, καὶ ὑπ’ ἀνάγκην τοῦ νόμου τελοῦντα τοῦ γεώδους φρονήματος.

Καὶ τὸν ἐλευθερωθέντα τῆς τοιαύτης δουλείας, ὑπὸ τοῦ νόμου τοῦ πνεύματος, κατὰ τὸν σοφὸν Σολομῶντα· «Καρδίας εὐφραινομένης, θάλλει πρόσωπον· ἐν δὲ λύπαις οὔσης, στυγνάζει.» λδʹ. Τὰ ἐμπράκτως τελούμενα πάθη ἐμπράκτως καὶ θεραπεύονται. Ὥσπερ γὰρ ἀκρασία, ἡδονὴ καὶ ἀδδηφαγία, καὶ βίος ἀμελὴς καὶ διακεχυμένος, τὴν ἐμπαθεστάτην ἕξιν ἀποτελοῦσιν ἐν τῇ ψυχῇ, καὶ εἰς πράξεις ἀτόπους αὐτὴν ἄγουσιν, οὕτω στένωσις καὶ ἐγκράτεια, πόνοι καὶ ἀγῶνες πνευματικοί, τὴν ἀπάθειαν περιποιοῦνται αὐτῇ, καὶ ἐξ ἐμπαθείας εἰς ἀπάθειαν αὐτὴν μεταφέρουσιν.

λεʹ. Ὅταν ἐξ ἐπιπόνου τις καὶ συντόνου ἀσκήσεως δωρεῶν μεγάλων παρὰ Θεοῦ διὰ ταπεινοφροσύνης ἀξιωθῇ, εἶτα ὑποσυρεὶς ἐκεῖθεν, πάθεσιν ἔκδοτος γένηται καὶ δαίμοσι παιδευταῖς, ἴστω ἑαυτὸν ὑψωθέντα, καὶ μεγάλα περὶ ἑαυτοῦ οἰηθέντα, καὶ τῶν ἄλλων κατεπαρθέντα· οὐδαμόθεν οὖν ἄλλοθεν ὁ τοιοῦτος εὑρήσει τὴν θεραπείαν καὶ ἀπαλλαγὴν τῶν συνεχόντων αὐτοῦ τὴν ζωὴν παθῶν καὶ δαιμόνων, ἀλλ’ ἢ ἀπὸ τοῦ ἀναδραμεῖν αὐτὸν διὰ μετανοίας εἰς τὴν πρώτην κατάστασιν, καὶ χρήσασθαι μεσίτῃ καλῷ, τῇ ταπεινώσει καὶ τῇ ἐπιγνώσει τῶν οἰκείων μέτρων· δι’ ἧς πᾶς ὁ ἱστάμενος καλῶς ἐν τῷ θεμελίῳ τῶν ἀρετῶν, ὑποκάτω ἑαυτὸν ἔχει πάσης κτίσεως.

λϛʹ. Ἴσον κακόν ἐστι παρὰ Θεῷ καὶ ἀνθρώποις, ζῶσι κατὰ Χριστόν, τὸ καὶ ἐμπαθῆ τινα εἶναι ταῖς πράξεσι γνώμης ἀκολασίᾳ, καὶ πεφυσιωμένον ἐν ταῖς ἀρεταῖς τῷ τῆς οἰήσεως πνεύματι. Ὃν τρόπον γὰρ τοῦ πρώτου τὰ ἐμπράκτως καὶ κρυφῆ γινόμενα αἰσχρόν ἐστι καὶ λέγειν, οὕτω καὶ τοῦ δευτέρου τὰ ὑψώματα τῆς καρδίας βδελύγματά εἰσιν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ὥσπερ ἐκεῖνος ἀποτρόπαιος τῷ Θεῷ εἰς ἀνάπαυσιν, διὰ τὸ εἶναι αὐτὸν σάρκα, κατὰ τὸ λόγιον, οὕτω καὶ οὗτος παρὰ Κυρίῳ ἀκάθαρτος, διὰ τὸ εἶναι αὐτὸν ὑπερήφανον.

λζʹ. Οὐ γὰρ εἴ τι πάθος, τοῦτο καὶ ἔμπρακτος ἁμαρτία· ἀλλὰ ἕτερον τοῦτο, καὶ ἄλλο ἐκεῖνο. Πάθος μὲν οὖν ἐστι τὸ ἐπὶ ψυχὴν κινούμενον· πρᾶξις δὲ ἐφάμαρτος, ἡ ἐπὶ τὸ σῶμα θεωρουμένη· οἷον φιληδονία, φιλαργυρία, καὶ φιλοδοξία, πάθη χαλεπά ἐστι τῆς ψυχῆς· πορνεία δέ, καὶ πλεονεξία, καὶ ἀδικία, πράξεις ἐφάμαρτοι τῆς σαρκός· ἐπιθυμία, θυμός, καὶ ὑπερηφάνεια, πάθη ψυχῆς, παρὰ φύσιν τῶν δυνάμεων κινουμένων αὐτῆς· μοιχία δὲ καὶ φόνος, κλοπὴ καὶ μέθη, καὶ εἴ τι ἄλλο διὰ τοῦ σώματος πράττεται, πράξεις ἐφάμαρτοι καὶ χαλεπαὶ τῆς σαρκός.