Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Ὁμολογία πίστεως

Νικόδημος ὁ Ἁγιορείτης

Τα προνόμια της Κυριακής

Αναλυτική παρουσίαση των δώδεκα προνομίων της Κυριακής ως αναστάσιμης, εσχατολογικής και όγδοης ημέρας, με έμφαση στην υπεροχή της έναντι του ιουδαϊκού Σαββάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 4 από 9

<Δʹ.> ΠΕΡΙ ΠΡΟΝΟΜΙΩΝ ΤΗΣ ΚΥΡΙΑΚΗΣ. Ἐν προσθήκης δὲ μοίρᾳ καὶ τοῦτο ἐνταῦθα σημειωθήτω. Ἡμεῖς φρίττομεν, ἀδελφοί, ἐννοοῦντες τὰ ὑψηλὰ καὶ μεγάλα καὶ θαυμαστὰ τῆς Κυριακῆς καὶ Ἀναστασίμου ἡμέρας προνόμια, ἅτινά εἰσι ταῦτα.

Αʹ. Πρῶτον μέν, ἡ Κυριακὴ εἶναι ἀρχὴ τῆς Δημιουργίας τῆς αἰσθητῆς Κτίσεως, ἣν ὁ Πατὴρ ἰδιαιτέρως ἐνήργησε, καίτοι συνεργούντων καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Βʹ. Ἡ Κυριακὴ ἔγινεν ἀρχὴ ἐκ μέρους τῆς ἀνακαινίσεως τῆς Κτίσεως, ἣν ἐνήργησεν ὁ Υἱὸς ἰδιαιτέρως διὰ τῆς αὑτοῦ Ἀναστάσεως.

Γʹ. Ἡ Κυριακὴ εἶναι ἐκ μέρους τελείωσις τῆς Κτίσεως, ἣν ἐνήργησε τὸ Πνεῦμα τὸ Ἅγιον, κατελθὸν ἐν Κυριακῇ εἰς εἶδος πυρίνων γλωσσῶν, καὶ φωτίσαν καὶ τελειῶσαν τοὺς Ἀποστόλους. Ἰδοὺ πόσον ἐτίμησε τὴν Ἁγίαν Κυριακὴν ὅλη ἡ Ἁγία Τριάς!

Δʹ. Ἡ Κυριακὴ εἶναι ὀγδόη: α) διότι μετὰ τὴν Ἑβδόμην ἀριθμεῖται, καὶ ὑπεραναβέβηκε τὸν Ἑβδοματικὸν καὶ Ἰουδαϊκὸν Σαββατισμόν, κατὰ τὸν Ἀθανάσιον, κατὰ τὸν Βασίλειον, καὶ κατὰ τὸν Θεολόγον Γρηγόριον, εἰς τὴν ἐπιγραφὴν τοῦ ἕκτου Ψαλμοῦ. β) Διότι καὶ ἡ ἐν τῇ Κυριακῇ γενομένη Ἀνάστασις τοῦ Κυρίου ὀγδόη ἐστίν, ἀριθμουμένη μετὰ τὰς ἑπτὰ Ἀναστάσεις, τὰς γενομένας πρὸ τῆς Ἀναστάσεως αὐτοῦ, κατὰ τὸν Θεσσαλονίκης Γρηγόριον, τρεῖς μὲν γὰρ Ἀναστάσεις ἔγιναν ἐν τῇ Παλαιᾷ, μία παρὰ τοῦ Ἠλιού, καὶ δύω παρὰ τοῦ Ἐλισσαίου. Τέσσαρες δὲ αἱ ὑπὸ τοῦ Κυρίου γενόμεναι, τῆς θυγατρὸς τοῦ Ἰαείρου, τοῦ υἱοῦ τῆς χήρας, τοῦ Λαζάρου, καὶ τῶν ἀναστηθέντων κατὰ τὴν μεγάλην Παρασκευήν. Ὀγδόη δὲ εἶναι ἡ τοῦ Κυρίου Ἀνάστασις. γ) Ὀγδόη λέγεται, ὅτι ὁ Κύριος ἀναστὰς κατὰ τὴν ὀγδόην καὶ φανεὶς εἰς τοὺς Ἀποστόλους, πάλιν μετὰ ὀκτὼ ἡμέρας ἐφάνη εἰς αὐτούς, παρόντος καὶ τοῦ Θωμᾶ. δ) Διατὶ αἱ μὲν ἄλλαι Δεσποτικαὶ Ἑορταί, μίαν μόνην φορὰν τὸν χρόνον ἑορτάζονται, ἡ δὲ Κυριακὴ ἑορτάζεται εἰς κάθε ὀκτὼ ἡμέρας, καὶ ἀκολούθως ἑορτάζεται πενήντα δύο φοραῖς τὸν χρόνον. Ἰδοὺ πόσον ἀνωτέρα καὶ ὑπερέχουσα τῶν ἄλλων Ἑορτῶν εἶναι ἡ Κυριακή!

Εʹ. Ἡ Κυριακὴ εἶναι μία, καθὼς τὴν ὀνομάζει ὁ Μωϋσῆς: «καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία». Ὅρα καὶ τὰ κάτωθεν ῥηθησόμενα εἰς τοῦτο ἁρμόζοντα. Ϛʹ. Ἡ Κυριακὴ εἶναι εἰκὼν καὶ προοίμιον τοῦ μέλλοντος αἰῶνος· ὅθεν ὁ μέγας Βασίλειος, ἀπορήσας διατὶ ὠνόμασεν αὐτὴν ὁ Μωϋσῆς μίαν, καὶ οὐχὶ πρώτην, λέγει: «Ἵν’ οὖν πρὸς τὴν μέλλουσαν ζωὴν τὴν ἔννοιαν ἡμῶν ἀπαγάγῃ, μίαν ὠνόμασε τοῦ αἰῶνος τὴν εἰκόνα· τὴν ἀπαρχὴν τῶν ἡμερῶν, τὴν ὁμήλικα τοῦ φωτός, τὴν Ἁγίαν Κυριακήν, τὴν τῇ Ἀναστάσει τοῦ Κυρίου τετιμημένην».

Καὶ ὁ Θεσσαλονίκης Γρηγόριος: «τὴν καινὴν καὶ πρώτην ἁπασῶν ἡμέραν, ἣν ἡμεῖς μὲν Κυριακὴν καλοῦμεν. Ὁ δὲ Μωϋσῆς οὐ πρώτην, ἀλλὰ μίαν προσηγόρευσεν, ὡς τῶν ἄλλων ὑπερεξῃρημένην, καὶ προοίμιον οὖσαν τῆς τοῦ μέλλοντος αἰῶνος μιᾶς καὶ ἀνεσπέρου ἡμέρας».

Ἔφη δὲ καὶ ὁ Θεολόγος Γρηγόριος: «ὁ ἑπτὰ ἀριθμὸς ἐφ’ ἑαυτὸν συντιθέμενος, γεννᾷ τὸν πεντήκοντα, μιᾶς δεούσης ἡμέρας, ἣν ἐκ τοῦ μέλλοντος αἰῶνος προσειλήφαμεν, ὀγδόην τε οὖσαν τὴν αὐτὴν καὶ πρώτην, μᾶλλον δὲ μίαν καὶ ἀκατάλυτον· δεῖ γὰρ ἐκεῖσε καταλῆξαι τὸν ἐνταῦθα Σαββατισμὸν τῶν ψυχῶν, ὡς δοθῆναι μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ».

Ζʹ. Ἡ Κυριακὴ τόσον ὑπερέχει τοῦ Σαββάτου, ὅσον ὑπερέχει ἡ ἀλήθεια καὶ τελειότης τῆς ἀρχῆς καὶ τοῦ τύπου καὶ τῆς σκιᾶς, κατὰ τὸν Θεσσαλονίκης Γρηγόριον, λέγοντα: «ὅπερ ἐστὶν ἡ Παρασκευὴ πρὸς τὸ Σάββατον, τοῦτο τὸ Σάββατον πρὸς τὴν Κυριακήν, ὑπερέχουσαν τούτου σαφῶς, καθόσον ἀρχῆς καὶ τύπου καὶ σκιᾶς, ἡ τελειότης καὶ ἡ ἀλήθεια».

Ηʹ. Ἐν τῇ Κυριακῇ θέλει ἔλθῃ ὁ Κύριος κατὰ τὴν δευτέραν Παρουσίαν· ὅθεν εἶπεν ὁ θεοφόρος Μάξιμος: «τοῦ Κυρίου κατὰ τὴν ὀγδόην ἡμέραν (ἥτις εἶναι ἡ Κυριακή, οὐδεμία γὰρ ἄλλη ὀγδόη ἐστί) φανερουμένου, τουτ’ ἔστι κατὰ τὴν Παρουσίαν αὐτοῦ».

Θʹ. Ἐν τῇ Κυριακῇ ἔχει νὰ γένῃ ἡ κοινὴ Ἀνάστασις τῶν νεκρῶν, καὶ οὐχὶ ἐν ἄλλῃ ἡμέρᾳ· ὅθεν εἶπεν ὁ Θεσσαλονίκης Γρηγόριος: «τοσοῦτο τῇ Κυριακῇ τὸ περιὸν καὶ σεβάσμιον, διὰ τὸ κατ’ αὐτὴν ὑπερευλογημένον τέλος, καὶ τὴν ἐλπιζομένην κατ’ αὐτὴν κοινὴν τῶν ἁπάντων Ἀνάστασιν».

Ιʹ. Ἐν τῇ Κυριακῇ μέλλουν οἱ Δίκαιοι νὰ εἰσέλθουν εἰς τὴν τελείαν κατάπαυσιν τῆς αἰωνίου ἐκείνης καὶ ἀπεράντου ζωῆς, κατὰ τὸν αὐτὸν Ἅγιον λέγοντα: «κατ’ αὐτὴν (τὴν Κυριακὴν δηλ.) ἔσται ἡ τελεία τῶν ἀξίων εἰσέλευσις εἰς τὴν θείαν κατάπαυσιν, καὶ ἡ παντὸς τοῦ Κόσμου ἀναστοιχείωσις».

ΙΑʹ. Ἡ Κυριακὴ τώρα μὲν εἶναι εἰκὼν τοῦ μέλλοντος αἰῶνος, τότε δὲ ἔσται αὐτὸς ἐκεῖνος ὁ ὄγδοος Αἰών· ἐπειδὴ γὰρ ἐν Κυριακῇ ἔχει νὰ γένῃ ἡ δευτέρα Παρουσία, ὡς εἶπεν ἀνωτέρω ὁ θεῖος Μάξιμος, καὶ ἡ ἀνάστασις τῶν νεκρῶν, καὶ ἡ ἀπόλαυσις τῶν Δικαίων, ὡς εἶπεν ὁ Θεσσαλονίκης Γρηγόριος. Πολλοὶ δὲ Ἅγιοι θέλουσιν, ὅτι ἔχει νὰ ἔλθῃ ὁ Κύριος, ὁ ἄδυτος Ἥλιος τῆς δικαιοσύνης, ἐν τῷ μεσονυκτίῳ τῆς Κυριακῆς, ὡς τοῦτο συμπεραίνεται ἀπὸ τὸ Εὐαγγέλιον ἐκεῖνο: «Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, ἰδοὺ ὁ Νυμφίος· ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ»· τούτου χάριν ἡ Κυριακὴ ἐκείνη, ἀφ’ οὗ μίαν φορὰν καταυγασθῇ ἀπὸ τὰς ἀκτῖνας τοῦ νοητοῦ Ἡλίου Χριστοῦ, δὲν λαμβάνει πλέον ἑσπέραν, ἀλλ’ ἔσται μία ἡμέρα ἀνέσπερος καὶ ἀδιάδοχος εἰς αἰῶνας αἰώνων· ὅθεν εἶπεν ὁ μέγας Βασίλειος: «τὴν ἡμέραν Κυρίου τὴν μεγάλην, (καθ’ ἣν δηλαδὴ ἐλεύσεται ἐν τῇ δευτέρᾳ Παρουσίᾳ, ἥτις ἔσται Κυριακή, ὡς ἀνωτέρω εἴπομεν), οὐχὶ ὁ αἰσθητὸς οὗτος Ἥλιος ποιήσει, ἀλλ’ ἀνατολὴ τοῦ τῆς δικαιοσύνης Ἡλίου καταφωτίσει, ἥτις μία ἔσται καὶ διηνεκής, διάδοχον νύκτα μὴ ἔχουσα, ἀλλὰ τῷ αἰῶνι παντὶ συμπαρεκτεινομένη».

Καὶ πάλιν: «καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ ἐσχάτῃ πασῶν ἡμερῶν, ἣν οὔτε νὺξ διακόπτει, οὐ χρόνος περιορίζει, οὐ σωματικὸν φῶς ἀρχὴν αὐτῇ παρέχει καὶ τέλος· ἀλλὰ μία ἐστὶν ὁμοία πρὸς ἑαυτὴν ἀκίνητος, ἀνέσπερος, ἀδιάδεκτος».

Καὶ πάλιν ὁ αὐτός, ἐν τῇ Ἑξαημέρῳ, λέγει: «ἀνέσπερον καὶ ἀδιάδοχον, ἀτελεύτητον τὴν ἡμέραν ἐκείνην οἶδεν ὁ λόγος, ἣν καὶ ὀγδόην ὁ Ψαλμῳδὸς προσηγόρευσε, διὰ τὸ ἔξω κεῖσθαι τοῦ ἑβδοματικοῦ τούτου χρόνου.

Εἴτε οὖν ἡμέρα ἡ κατάστασις ἐκείνη λέγοιτο, μία ἐστί, καὶ οὐ πολλαί· εἴτε αἰὼν προσαγορεύοιτο, μοναχὸς ἂν εἴη καὶ οὐ πολλοστός». Συμφώνως λέγει καὶ ὁ ἀδελφὸς τοῦ μεγάλου Βασιλείου θεῖος Γρηγόριος ὁ Νύσσης: «τοῦ ἑβδοματικοῦ παυσαμένου χρόνου, ἐνστήσεται ἡμέρα ὀγδόη (ἥτις ἐστὶν ἡ Κυριακὴ) μετὰ τὴν ἑβδόμην, ὀγδόη μὲν λεγομένη, ὅτι μετὰ τὴν ἑβδόμην γίνεται, οὐκέτι δὲ τὴν τοῦ ἀριθμοῦ διαδοχὴν ἀφ’ ἑαυτῆς δεχομένη· μία γὰρ εἰς τὸ διηνεκὲς παραμένει, οὐδέποτε νυκτερινῷ διαιρουμένῃ ζόφῳ· ἄλλος γὰρ αὐτὴν ποιεῖ Ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπολάμπων, ὃς ἐπειδὰν ἅπαξ ἐπιφανῇ ἡμῖν, καθὼς φησὶν ὁ Ἀπόστολος, οὐκ ἔτι ἐν δυσμαῖς κρύπτεται· ἀλλὰ πάντα τῇ φωτιστικῇ ἑαυτοῦ δυνάμει περιπτυξάμενος, διηνεκές τε καὶ ἀδιάδοχον τοῖς ἀξίοις τὸ φῶς ἐμποιεῖ, καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου, ἄλλους Ἡλίους ἀπεργαζόμενος, καθώς φησιν ἐν τῷ Εὐαγγελίῳ ὁ Λόγος, ὅτι τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ Ἥλιος».

Καὶ ὁ Δαμασκηνὸς Ἰωάννης λέγει: «αἰώνιος δὲ ζωὴ καὶ αἰώνιος κόλασις τὸ ἀτελεύτητον τοῦ μέλλοντος αἰῶνος δηλοῖ· οὐδὲ γὰρ μετὰ τὴν ἀνάστασιν ἡμέραις καὶ νυξὶν ὁ χρόνος ἀριθμηθήσεται· ἔστι δὲ μᾶλλον μία ἡμέρα ἀνέσπερος (ἡ Κυριακὴ δηλ.), τοῦ Ἡλίου τῆς δικαιοσύνης τοῖς δικαίοις φαιδρῶς ἐπιλάμποντος, τοῖς δὲ ἁμαρτωλοῖς νὺξ βαθεῖα ἀπέραντος».

Ὅλοι δὲ οὗτοι οἱ Πατέρες, οἱ ἀναφέροντες περὶ τῆς ὀγδόης καὶ μιᾶς ἡμέρας τοῦ μέλλοντος αἰῶνος, περὶ τῆς Κυριακῆς ὁμιλοῦσιν, ἥτις καὶ ὀγδόη ἐστὶ καὶ μία, κατὰ τὸν Μωσέα καὶ τοὺς θείους Διδασκάλους, ὡς ἀνωτέρω ἀπεδείχθη.

Διὰ τοῦτο καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία ὅλην τὴν Διακαινήσιμον Ἑβδομάδα, ὡς μίαν ἡμέραν τῆς Κυριακῆς καὶ λαμπροφόρου λογίζεται· διὰ νὰ δείξῃ μὲ τοῦτο, ὅτι καὶ ὅλος οὗτος ὁ ἑβδοματικὸς αἰὼν τῆς παρούσης ζωῆς, ἔχει νὰ γένῃ μία ἡμέρα ὀγδόη, ἤτοι Κυριακή, ἥτις ἔσται ὁ ὄγδοος ἐκεῖνος αἰὼν τῆς μελλούσης ζωῆς.

ΙΒʹ. Προστεθείσθω τοῖς εἰρημένοις ἕνδεκα Προνομίοις τῆς Κυριακῆς καὶ δωδέκατον· τοῦτο δὲ εἶναι αὐτὸ τὸ ὄνομα τῆς Κυριακῆς· διατὶ ἀγκαλὰ καὶ ὅλαι αἱ ἄλλαι ἡμέραι τῆς Ἑβδομάδος εἶναι τοῦ Κυρίου, ὡς κτίσματα αὐτοῦ, δὲν ὠνομάσθησαν, ὅμως καὶ Κυριακαί, μόνη δὲ αὕτη ἡ μία καὶ ὀγδόη ἠξιώθη νὰ ὀνομάζεται Κυριακή, παρωνύμως ἀπὸ τοῦ Κυρίου, ἕνα μέν, διατὶ ἐν αὐτῇ καὶ οὐχὶ ἐν ἄλλῃ ἡμέρᾳ ἡ τοῦ Κυρίου Ἀνάστασις ἔγινε· καὶ ἄλλο δέ, διατὶ αὐτὴ κατ’ ἐξαίρετον ἀπὸ τὰς ἄλλας ἡμέρας, εἶναι ἀφιερωμένη τῷ Κυρίῳ.

Ἴδετε, ἀδελφοί, προνόμια ὑψηλά; Ἴδετε προνόμια μεγάλα; Ἴδετε προνόμια θαυμαστὰ τῆς Ἀναστασίμου ἡμέρας τῆς Κυριακῆς; Αὐτά, λοιπόν, τὰ τόσον ὑψηλὰ καὶ μεγάλα προνόμια τῆς Κυριακῆς, ἡμεῖς φοβούμεθα νὰ τὰ ἀθετήσωμεν, καὶ νὰ ἐναντιωθῶμεν εἰς αὐτά· φοβούμεθα νὰ προσάψωμεν καμμίαν ἀτιμίαν εἰς τὴν Κυριακήν, τὴν ὑπὸ τῆς Ἁγίας Τριάδος τετιμημένην· φοβούμεθα νὰ εἰσάξωμεν εἰς τὴν Ὀγδόην τὰ τῆς Ἑβδόμης· φοβούμεθα νὰ ἐμβάσωμεν τὴν σκιὰν καὶ τὸν τύπον τοῦ Σαββάτου, μέσα εἰς τὴν ἀλήθειαν καὶ τὴν τελειότητα τῆς Κυριακῆς, καθὼς ἐπωνόμασεν αὐτὴν ὁ Θεσσαλονίκης Γρηγόριος· φοβούμεθα νὰ μὴ προσφέρωμεν τὴν πρέπουσαν τιμὴν εἰς τὴν εἰκόνα τοῦ μέλλοντος αἰῶνος· διατὶ ἡ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει· καθὼς ἐκ τοῦ ἐναντίου καὶ ἡ ἀτιμία τῆς εἰκόνος ἐπ’ αὐτὸ τοῦτο ἀνάγεται· δειλοὶ γὰρ ἡμεῖς ἐσμέν, εἴπερ ἐν τοῖς τοιούτοις τινὲς ἄλλοι, καὶ τὴν δειλίαν ταύτην ἀσφάλειαν εἶναι λογιζόμεθα. Εἰ δέ τις τὰ μεγάλα ταῦτα προνόμια τῆς Κυριακῆς ἀθετεῖ, καὶ τοὺς ταῦτα λέγοντας Θεολόγους καὶ Ἁγίους Διδασκάλους τῆς Ἐκκλησίας ἐν Καρὸς μοίρᾳ τίθεται, ὃ θέλει ποιείτω· ἕκαστος γὰρ τῆς ἑαυτοῦ γνώμης ὑπάρχει κύριος· μὴ ὅμως καὶ δυσφημήτω, ἀλλὰ μᾶλλον καὶ ἐπαινείτω ἡμᾶς, ὁποὺ φυλάττομεν τὰ προνόμια ταῦτα.