Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Ὁμολογία πίστεως

Νικόδημος ὁ Ἁγιορείτης

Το μυστήριο της Θείας Ευχαριστίας

Υπεράσπιση της ορθόδοξης πίστης για την πραγματική παρουσία και την αφθαρσία του Δεσποτικού Σώματος στα Τίμια Δώρα. Ανασκευή των συκοφαντιών περί ανάρμοστης μεταφοράς της Θείας Κοινωνίας και περί συνεχούς μεταλήψεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 7 από 9

<Ζʹ.> ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ. Συκοφαντοῦσιν ἡμᾶς τινὲς ὅτι φρονοῦμεν, πὼς τὸ Μυστήριον τῆς θείας Εὐχαριστίας, ἤτοι τὸ ἄχραντον Σῶμα τοῦ Κυρίου καὶ τὸ τίμιον αὐτοῦ Αἷμα, εἶναι παθητὸν καὶ φθαρτόν, καὶ πὼς δὲν εἶναι ὅλον τὸ Σῶμα τοῦ Κυρίου εἰς κάθε μέρος τοῦ ἁγιασθέντος Ἄρτου, οὔτε ὅλον τὸ Αἷμα εἰς ὅλα τὰ μέρη τοῦ ἁγιασθέντος Οἴνου· καταγέλαστοι ὅμως εἶναι οἱ τοιοῦτοι, διατὶ αὐτοὶ ἔπρεπε νὰ ἀναγνώσουν τὰς Εὐχάς, ὁποὺ ἐσυνθέσαμεν ἐν εἴδει Οἴκων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν, τὰς ὁποίας συνετυπώσαμεν ἐν ἔτει ͵αψϟϛʹ, μὲ τὸ Βιβλίον τὸ καλούμενον τοῦ «Ἀοράτου Πολέμου», διὰ νὰ μάθουν ἀπὸ ἐκεῖ τί φρονοῦμεν περὶ τούτου· ἀλλ’ ἐπειδὴ ἐκεῖνοι ἐτυφλώθησαν καὶ δὲν ἀνέγνωσαν τὰς Εὐχὰς ἐκείνας, διὰ τοῦτο ἡμεῖς φέρομεν αὐτολεξεὶ ὅσα περὶ τούτου γράφομεν ἐκεῖ πρὸς καταισχύνην αἰώνιον τῶν ἀδίκως κατηγορούντων ἡμᾶς.

Ἐν Σελίδι, λοιπόν, 334 τῆς ῥηθείσης Βίβλου, οὕτω γράφομεν: «Ῥύσιον τοῦ βροτείου γένους, ὦ Ἰησοῦ μου, μυστήριον παρέδωκας μύσταις, τὸν μὲν Ἄρτον ἐν τῷ δείπνῳ εἰς αὐτό σου τὸ Σῶμα μεταβαλών, τὸν δὲ Οἶνον εἰς αὐτὸ τὸ Αἷμά σου, τοῦτο ποιεῖν αὐτοῖς παραγγείλας εἰς τὴν σὴν ἀνάμνησιν· ἐξ ὧν ἐγὼ ὡς ἀφθάρτων συνεχῶς κοινωνῶν ἁγιάζομαι, καὶ θεούμενος κράζω σοι ταῦτα».

Παρακάτω δέ, ἐν Σελίδι 335, προσθέτομεν καὶ ταῦτα: «Ἰησοῦ, ὁ ὅλος ἐν ὅλῳ τῷ Μυστηρίῳ καὶ ὅλος ἐν παντὶ μέρει αὐτοῦ, ἐξομολογοῦμαί σοι, ὅτι οὐ μετὰ τῆς δεούσης προετοιμασίας πλησιάζω τῇ Ἁγίᾳ Τραπέζῃ σου». Ἰδοὺ τὸ εὐσεβὲς φρόνημα, ὁποὺ ἡμεῖς περὶ τοῦ ἀκαταλήπτου Μυστηρίου τούτου, ὄχι μόνον ἐφρονήσαμεν καὶ φρονοῦμεν, ἀλλὰ καὶ μὲ τὰς ἰδίας μας χεῖρας ἐγράψαμεν· καὶ ὄχι μόνον ἐγράψαμεν, ἀλλὰ καὶ ἐτυπώσαμεν, οὐχὶ πρὸ ἑνὸς χρόνου, ἢ δύω, ἢ τριῶν, ἀλλὰ πρὸ δέκα ἤδη χρόνων καὶ ἐπέκεινα, ὡσὰν νὰ ἠθέλαμεν τὸ προβλέψωμεν πὼς ἔμελλον νὰ σηκωθοῦν τινὲς φθονεροὶ νὰ μᾶς συκοφαντήσουν, καὶ διὰ τοῦτο ἐπρολάβομεν καὶ ἐκλείσαμεν τὰ ἀπύλωτα αὐτῶν στόματα μὲ τὰ λόγια ταῦτα· εἰ γὰρ καὶ σύντομα, ἀλλ’ ὅμως ἱκανά εἰσι ταῦτα νὰ ἐπιστομίσουν τοὺς συκοφάντας, ὡς ἐμπεριέχοντα ὅλον τὸ κέντρον καὶ τὴν πυτίαν, διὰ νὰ εἰπῶμεν ἔτζι, τῆς ἀναιρέσεως τῶν συκοφαντιῶν τους· ἵνα ὅμως ἐκ περιουσίας χαλινὸν ἐπιθήσωμεν τοῖς αὐτῶν χείλεσιν, ἰδοὺ προστίθημεν καὶ τὰ ἀκόλουθα.

Πρὸς περισσοτέραν καὶ συντομωτέραν κατάληψιν τῶν ῥηθησομένων, ἀναφέρομεν ἐδῶ ὅλα τὰ συστατικὰ αὐχήματα, καὶ ἰδιώματα τοῦ θείου Μυστηρίου τῆς Εὐχαριστίας, εἰς δύω γενικοὺς καὶ καθολικοὺς ὅρους, ἀπὸ τοὺς ὁποίους τὰ ἄλλα ἤρτηται, ἵνα δείξωμεν τί φρονοῦμεν περὶ τοῦ Μυστηρίου τούτου.

Πιστεύομεν οὖν ἀδιστάκτως τῇ καρδίᾳ, ὁμολογοῦμεν δὲ τῷ στόματι εἰς σωτηρίαν, καὶ τῇ χειρὶ γράφομεν εἰς πληροφορίαν, ὅτι τὸ πανάχραντον Σῶμα τοῦ Κυρίου, καὶ τὸ ζωηρὸν αὐτοῦ Αἷμα, πρῶτον μὲν εἶναι Πραγματικόν· δεύτερον δέ, εἶναι Πνευματικόν. Εἶναι Πραγματικὸν διατὶ ὁ μετὰ τὸν Ἁγιασμὸν ἐπὶ τῆς Ἁγίας Τραπέζης προκείμενος Ἄρτος εἶναι αὐτὸ ἀληθῶς τὸ Σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐκ ἄλλο καὶ ἄλλο· ὁμοίως καὶ ὁ μετὰ τὸν Ἁγιασμὸν ἐν τῷ Ποτηρίῳ εὑρισκόμενος Οἶνος, αὐτό ἐστιν ἀληθῶς τὸ ζωηρὸν Αἷμα τοῦ Κυρίου, καὶ οὐκ ἄλλο καὶ ἄλλο. Ἐπειδὴ δὲ οὐκ ἄλλο καὶ ἄλλο σῶμά ἐστιν ἀλλ’ ἓν καὶ τὸ αὐτὸ πραγματικῶς, ἐκ τούτου ἕπεται ὅτι ὁ Ἡγιασμένος Ἄρτος αὐτὸ εἶναι τὸ Σῶμα τοῦ Κυρίου τὸ πραγματικῶς συλληφθὲν ἐκ Πνεύματος Ἁγίου, τὸ πραγματικῶς γεννηθὲν ἐκ τῆς Παρθένου, τὸ πραγματικῶς βαπτισθέν, τὸ πραγματικῶς παθόν, τὸ πραγματικῶς σταυρωθέν, τὸ πραγματικῶς ταφέν, τὸ πραγματικῶς ἀναστάν, τὸ πραγματικῶς ἀναληφθὲν εἰς τοὺς Οὐρανούς, τὸ πραγματικῶς καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός, καὶ τὸ πραγματικῶς μέλλον ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς.

Ὅθεν καὶ ὁ Συρίγου Μελέτιος εἶπεν: «ἡμεῖς κάνομεν τὴν ἀνάμνησιν εἰς τὴν Ἁγίαν μας Λειτουργίαν ὅλης τῆς Οἰκονομίας τοῦ Χριστοῦ, ὑμνοῦντες μὲ εὔφημον φωνὴν καὶ ἐνθύμησιν τὴν Γέννησίν του καὶ τὴν κήρυξιν τοῦ Εὐαγγελίου ὁποὺ ἔκαμε, καὶ τὰ Πάθη τὰ Ἅγια, τὸν Σταυρόν, τὴν ἀποκαθήλωσιν, τὴν τριήμερον Ἀνάστασιν καὶ τὴν εἰς Οὐρανοὺς Ἀνάληψιν· ἀλλὰ ταῦτα πάντα τὰ κάνομεν ἐπάνω εἰς τὸν προκείμενον Ἄρτον». Καὶ ἐν Κεφαλαίῳ ιζʹ, τῶν δύω Συνόδων, τῶν κατὰ Κυρίλλου τοῦ Λουκάρεως συνελθουσῶν, τῆς μὲν ἐν Κωνσταντινουπόλει, τῆς δὲ ἐν Γιασίῳ, ταῦτα γράφεται: «Ἐν τῇ Ἱερουργίᾳ πιστεύομεν παρεῖναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀληθῶς καὶ πραγματικῶς, ὥστε μετὰ τὸν Ἁγιασμὸν τοῦ Ἄρτου καὶ τοῦ Οἴνου μεταβάλλεσθαι, μετουσιοῦσθαι, μεταποιεῖσθαι, μεταῤῥυθμίζεσθαι, τὸν μὲν Ἄρτον εἰς αὐτὸ τὸ ἀληθὲς τοῦ Κυρίου Σῶμα, ὅπερ ἐγεννήθη ἐν Βηθλεὲμ ἐκ τῆς Παρθένου καὶ Θεοτόκου Μαρίας, ἐβαπτίσθη ἐν Ἰορδάνῃ, ἔπαθεν, ἐτάφη, ἀνέστη, ἀνελήφθη, κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός, μέλλει ἐλθεῖν ἐπὶ τῶν νεφελῶν τοῦ Οὐρανοῦ. Τὸν δὲ Οἶνον μεταποιεῖσθαι καὶ μετουσιοῦσθαι εἰς αὐτὸ τὸ ἀληθὲς τοῦ Κυρίου Αἷμα, ὅπερ, κρεμαμένου ἐπὶ τοῦ Σταυροῦ, ἐχύθη ὑπὲρ τῆς τοῦ Κόσμου ζωῆς».

Ἐκ τούτου ἕπεται καὶ ὅτι τὸ Μυστήριον τῆς Εὐχαριστίας εἶναι Θυσία ἀληθὴς καὶ Προσφορὰ τελεία, ἐν ᾗ ὁ αὐτός ἐστι Χριστός, καὶ θύτης καὶ θῦμα, καὶ ὁ τὴν Θυσίαν σὺν τῷ Πατρὶ προσδεχόμενος, καὶ Ἱερεὺς καὶ Ἱερεῖον, καὶ προσφέρων καὶ προσφερόμενος, καὶ πρὸς ὃν ἡ Προσφορὰ γίνεται· ὅθεν εἶπεν ὁ Χρυσοῤῥήμων: «ὥσπερ οὖν πολλαχοῦ προσφερόμενος (ὁ Χριστὸς) ἓν σῶμά ἐστι, καὶ οὐ πολλὰ σώματα, οὕτω καὶ μία Θυσία· ὁ Ἀρχιερεὺς ἡμῶν ἐκεῖνός ἐστιν, ὁ τὴν Θυσίαν τὴν καθαίρουσαν ἡμᾶς προσενεγκών· ἐκείνην προσφέρομεν καὶ νῦν, τὴν τότε προσενεχθεῖσαν, τὴν ἀνάλωτον».

Εἶναι δὲ καὶ Πνευματικὸν τὸ ἐν τῷ Μυστηρίῳ Σῶμα καὶ Αἷμα τοῦ Κυρίου, δηλαδὴ ἀγκαλὰ καὶ ᾖναι Πραγματικὸν καὶ ἀληθές, ὡς εἴπομεν ἀνωτέρω, δὲν εἶναι ὅμως καὶ φυσικὸν ἢ ὁρατὸν ἢ ὅλως αἰσθητόν, ἀλλ’ εἶναι Πνευματικόν. Τοῦτο δὲ νοεῖται διχῶς. Πρῶτον, διατὶ τὸ ἐν τῷ Μυστηρίῳ Σῶμα καὶ Αἷμα τοῦ Κυρίου ἐνεργεῖται καὶ τελεσιουργεῖται, οὐχὶ διὰ μέσου τῶν ὅρων τῆς φύσεως, ἀλλὰ διὰ τῆς παντοκρατορικῆς ἐνεργείας καὶ δυνάμεως τοῦ Παναγίου καὶ Τελεταρχικοῦ Πνεύματος. Ἐντεῦθεν τὸ Μυστήριον τοῦτο εἶναι ὑπερφυσικόν, εἶναι μυστηριῶδες, εἶναι ἀκατάληπτον, καὶ ἀκολούθως εἶναι ἄῤῥητον καὶ ἀνέκφραστον καὶ διὰ Πίστεως μόνης δεχόμενον.

Δεύτερον, εἶναι Πνευματικὸν τὸ ἐν τῇ Εὐχαριστίᾳ Σῶμα καὶ Αἷμα τοῦ Κυρίου, καθ’ ὅτι αὐτὸ δὲν νοεῖται κατὰ τὸν τρόπον τοῦ ἀνθρωπίνου σώματος, ἀλλὰ κατὰ τὸν τρόπον τῆς ψυχῆς, ἥτις Πνεῦμά ἐστιν, ὡς λέγει ὁ Συρίγου Μελέτιος· ὅθεν ἐκ τούτου ἕπεται, ὅτι καθὼς τὸ Πνεῦμα, εἴτ’ οὖν ἡ ψυχή, εἶναι ἀόρατος καὶ ταῖς αἰσθήσεσιν οὐχ ὑποπίπτει, ἔτζι καὶ τὸ ἐν τῇ Εὐχαριστίᾳ Σῶμα καὶ Αἷμα τοῦ Κυρίου ἀόρατά εἰσι καὶ ταῖς αἰσθήσεσιν οὐχ ὑποπίπτουσιν, ὑπὲρ τὴν αἴσθησιν ὄντα· λέγει γὰρ ὁ αὐτὸς Συρίγου: «οὔτε ὁρατὸν καὶ ὅλως δι’ ὅλου αἰσθητὸν πιστεύομεν τὸ Σῶμα τοῦ Κυρίου· ἀλλὰ λέγομεν νὰ σκεπάζεται ὑποκάτω εἰς τὸ ῥοῦχον τοῦ ἄρτου, καὶ νὰ ᾖναι παρὼν ἀοράτως εἰς τὴν Εὐχαριστίαν», ὅθεν οὐκ ὀρθῶς τινες, καταχρώμενοι τὸ ὄνομα τοῦ Πραγματικοῦ, θέλουσιν αἰσθητὴν σφαγὴν σώματος καὶ αἰσθητὴν χύσιν αἵματος ἐν τῷ Μυστηρίῳ τῆς Εὐχαριστίας· εἰ γὰρ ἦν τοῦτο, ἔπρεπε νὰ συνδράμουν ὁρατῶς καὶ ὅλα τὰ αἰσθητὰ ὄργανα τὰ ὑπηρετήσαντα εἰς τὴν τοιαύτην σφαγήν, καὶ τὴν τοιαύτην χύσιν τοῦ Αἵματος τοῦ Κυρίου, ὁ Σταυρὸς δηλαδὴ καὶ οἱ ἧλοι καὶ ἡ λόγχη καὶ τὰ λοιπά· ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· διατί, εἰ καὶ πραγματική ἐστιν ἡ ἐν τῷ Μυστηρίῳ Θυσία τοῦ Σώματος τοῦ Κυρίου, ἀλλὰ καὶ Πνευματική ἐστιν αὕτη, τουτέστι μυστική, ἀόρατος καὶ ὑπὲρ τὴν αἴσθησιν· ὅθεν καὶ Θυσία καλεῖται ἀναίμακτος· Πίστιν γάρ, ἀλλ’ οὐχὶ αἴσθησιν τὰ Μυστήρια ἀπαιτοῦσιν.

Ἐκ τούτου ἕπεται, ὅτι καθὼς τὸ Πνεῦμα, ἤτοι ἡ ψυχή, ὅλη ἐν ὅλῳ ἐστὶ τῷ σώματι, καὶ ὅλη ἐν παντὶ μέρει τοῦ σώματος, οὕτω καὶ τὸ Σῶμα τὸ ἐν τῇ Εὐχαριστίᾳ, ὅλον ἐν ὅλῳ ἐστὶ τῷ ἄρτῳ καὶ ὅλον ἐν παντὶ μέρει τοῦ ἄρτου· ὁμοίως καὶ τὸ Αἷμα, ὅλον ἐστὶν ἐν ὅλῳ τῷ οἴνῳ καὶ ὅλον ἐν παντὶ μέρει τοῦ οἴνου. Ἐκ τούτου ἕπεται, ὅτι καθὼς τὸ Πνεῦμα, εἴτ’ οὖν ἡ ψυχή, φθειρομένου τοῦ σώματος αὕτη ἄφθαρτος διαμένει, ἔτζι καὶ τὸ Σῶμα καὶ Αἷμα τοῦ Κυρίου, φθειρομένων τῶν συμβεβηκότων τοῦ ἄρτου καὶ τοῦ οἴνου, αὐτὰ ἄφθαρτα διαμένουσιν. Ἐκ τούτου ἕπεται, ὅτι καθὼς τὸ πνεῦμα, εἴτ’ οὖν ἡ ψυχή, μία οὖσα, διαιρεῖται ἀδιαιρέτως εἰς ὅλα τὰ μέλη καὶ μέρη τοῦ σώματος, καὶ μερίζεται ἀμερίστως, τοιουτοτρόπως καὶ τὸ τῆς Εὐχαριστίας Σῶμα καὶ Αἷμα διαιρεῖται ἀδιαιρέτως εἰς ὅλα τὰ μέρη τοῦ ἄρτου καὶ τοῦ οἴνου, καὶ μερίζεται ἀμερίστως· ὅθεν εἴρηται: «ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος».

Διό, κατὰ τοὺς χρόνους Ἀλεξίου τοῦ Βασιλέως, τοῦ ἀδελφοῦ Ἰσαακίου, ἐν ἔτει ͵αρϟεʹ, Μοναχοῦ τινος Σικιδίτου ὀνομαζομένου, λέγοντος: «Ἆρα ἄφθαρτόν ἐστι τὸ Σῶμα τοῦ Χριστοῦ εἰς τὸ Μυστήριον, καθὼς ἦν μετὰ τὸ Πάθος καὶ τὴν Ἀνάστασιν, ἢ φθαρτόν, καθὼς ἦν πρὸ τοῦ Πάθους καὶ τοῦ θανάτου;» τούτου, λέγω, ἀκολουθήσαντος, οἱ ὀρθὰ φρονοῦντες ἔφερον Μαρτυρίας ἀπὸ τοῦ Κυρίλλου καὶ Χρυσοστόμου καὶ Γρηγορίου Νύσσης καὶ Εὐτυχίου Κωνσταντινουπόλεως, «ὅτι τὸ ἐν τῷ Μυστηρίῳ Σῶμα Χριστοῦ ἔστιν ἄφθαρτον, ἐπειδή ἐστιν ἐκεῖνο τὸ μετὰ τὴν Ἀνάστασιν ἀπαθές, οὐ τὸ παθητόν, καὶ πρὸ τοῦ Πάθους· καὶ ὅς τις λαμβάνει μέρος τοῦ Ἄρτου, ὅλον τὸν Χριστὸν λαμβάνει, καὶ μετέχει ξένως θείας Θεουργίας εἰς ζωὴν αἰώνιον».

Προσέτι ἔφερον καὶ παραδείγματα ἐκ τοῦ ἀνωτέρω Εὐτυχίου, λέγοντες: «ὅλως οὖν ἅπαν τὸ Ἅγιον Σῶμα καὶ τὸ τίμιον Αἷμα τοῦ Κυρίου δέχεται, κᾂν εἰ μέρος τούτων δέξηταί τις· μερίζεται γὰρ ἀμερίστως ἐν ἅπασι διὰ τὴν ἔμμιξιν, καθὼς καὶ σφραγὶς μία πάντα τὰ ἐκτυπώματα αὐτῆς καὶ μορφώματα τοῖς μεταλαμβάνουσι μεταδίδωσι, καὶ μία μένει καὶ μετὰ τὴν δόσιν, οὐκ ἐλαττουμένη, οὐδὲ ἀλλοιουμένη πρὸς τὰ μετέχοντα (ἤτοι, καθὼς αὐτὰ εἶναι πολλά, δὲν εἶναι καὶ ἡ σφραγὶς πολλὰ) κᾂν ὦσι τῷ ἀριθμῷ πλείονα· ἢ καὶ μία φωνὴ ὑπό τινος προαχθεῖσα καὶ εἰς ἀέρα χεθεῖσα, καὶ ἐν τῷ ταύτην προεμένῳ πᾶσα μένει, καὶ ἐν τῷ ἀέρι γενομένη πᾶσα, ταῖς ἀκοαῖς πάντων ἐναπετέθη, οὐδενός, πλεῖον ἢ ἔλαττον τοῦ ἑτέρου τῶν ἀκουσάντων εἰσδεχομένου· ἀλλὰ ὅλη ἐστὶν ἀδιαίρετος καὶ ὁλόκληρος παρὰ πᾶσι, κᾂν μυρίοι τὸν ἀριθμόν, ἢ πλείους ὦσιν οἱ ἀκούσαντες, καίτοι σῶμα ὑπάρχουσα».

Ὁ δὲ Σαμωνᾶς Γάζης καὶ Γεννάδιος ὁ Σχολάριος παρομοιάζουσι τὸ ἐν τῷ Μυστηρίῳ Σῶμα τοῦ Κυρίου μὲ καταληπτότερον ὁμοίωμα, ἤτοι μὲ τὸν καθρέπτην· καθὼς γὰρ ὅλος ὁ ἥλιος φαίνεται μέσα εἰς ὅλον τὸν ἀτζάκιστον καθρέπτην, καὶ μέσα εἰς κάθε μέρος τοῦ τζακισθέντος καθρέπτου, τοιουτοτρόπως καὶ ὅλον τὸ Σῶμα τοῦ Κυρίου εὑρίσκεται εἰς ὅλον τὸν ἀμέλιστον Ἄρτον καὶ εἰς κάθε μέρος τοῦ μεμελισμένου Ἄρτου. Καὶ πάλιν λέγει ὁ αὐτὸς Σαμωνᾶς: «ὅταν ὁ ἁγιασθεὶς Ἄρτος εἰς μέρη τέμνηται, μὴ νομίσῃς ὅτι μερίζεται, ἢ ἀποσπᾶται, ἢ διαιρεῖται τὸ ἄχραντον ἐκεῖνο Σῶμα· ἀθάνατον γὰρ καὶ ἄφθαρτον καὶ ἀδαπάνητον· ἀλλ’ ὅτι μερισμός ἐστιν ἐκείνων τῶν αἰσθητῶν συμβεβηκότων μόνον, μετὰ τὸν ἁγιασμόν, πρὸς ῥώμην Πίστεως καὶ παράστασιν ὁρατοῦ σημείου τῶν μελλόντων, καὶ ἀῤῥαβῶνα καὶ ἐφόδιον ζωῆς αἰωνίου».

Λέγει δὲ καὶ ὁ θεῖος Χρυσόστομος: «προσερχώμεθα τοίνυν μετὰ Πίστεως (τῇ μυστηριώδει εὐχαριστίᾳ δηλαδὴ) ἕκαστος ἀσθένειαν ἔχων· εἰ γὰρ οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι, τοσαύτην εἵλκυσαν δύναμιν, πόσῳ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες;» Καὶ ὁ Δαμασκηνὸς Ἰωάννης, ἐν τῇ τῆς Μεταλήψεως Εὐχῇ, λέγει: «Ἐγὼ δὲ ὁ ἐλεεινός, ὅλον σου τὸ Σῶμα τολμῶν δέξασθαι, μὴ καταφλεχθείην».

Προσθέτομεν δὲ καὶ τοῦτο ἐνταῦθα, ὅτι κοντὰ εἰς τὰς ἄλλας συκοφαντίας, προσάπτουσι καὶ ταύτην καθ’ ἡμῶν οἱ φιλολοίδοροι ἀδελφοί, ἤγουν ὅτι ἡμεῖς βαστάζομεν μέσα εἰς τὸ καμιλαύκιόν μας Ἀρτοφόριον μετὰ Ἁγίου Ἄρτου, καὶ περιπατοῦντες εἰς τὸν δρόμον, εἰς ὅποιον μέρος θελήσωμεν, καθήμεθα καὶ μεταλαμβάνομεν. Ταύτας ἡμεῖς τὰς προφανεῖς συκοφαντίας, ὅταν ἠκούσαμεν τὴν πρώτην φοράν, ἐγελάσαμεν, μᾶλλον δὲ κατεγελάσαμεν τῆς ἐκείνων μισαδελφίας· ἐπειδὴ ἡμεῖς ἔχομεν κάθε ἐλευθερίαν, καὶ ὁσάκις ἂν δοκιμάσωμεν ἑαυτούς, κατὰ τὸν Ἀπόστολον, προετοιμαζόμεθα καὶ πηγαίνομεν εἰς Ναὸν Θεοῦ καὶ μεταλαμβάνομεν ὑπὸ τοῦ Ἱερέως. Καὶ τίς ἡ χρεία τοῦ νὰ βαστάζωμεν Ἅγιον Ἀρτοφόριον; πλὴν ἂς χορτάσουν οἱ μισάδελφοι ἀπὸ τὰς καθ’ ἡμῶν συκοφαντίας· ἐγγύς ἐστιν ὁ Κριτής, πρὸς ὃν ἀποδώσουσι λόγον, περὶ ὧν ἐναντίον ἡμῶν σκευωροῦσι, πλάττοντες τὰ ἀνύπαρκτα.

Ταῦτα πάντα ὁμολογοῦμεν καὶ φρονοῦμεν περὶ τοῦ ἀκαταλήπτου Μυστηρίου τῆς θείας Εὐχαριστίας· ὅσοι δὲ λέγουν, ὅτι ἡμεῖς διὰ τοῦτο ἐγράψαμεν ἐν τῷ Περὶ συνεχοῦς Μεταλήψεως Βιβλιαρίῳ, ὅτι εἶναι καλὸν νὰ μεταλαμβάνουν οἱ Χριστιανοὶ συνεχῶς τὰ θεῖα Μυστήρια μετὰ τῆς πρεπούσης προετοιμασίας, ὅσοι δηλαδὴ δὲν ἔχουσι κανονικὸν ἐμπόδιον, μὲ σκοπὸν ἵνα μεταλάβωμεν ὅλον τὸ Σῶμα τοῦ Χριστοῦ, ἐπειδὴ ἅπαξ μεταλαμβάνοντες δὲν μεταλαμβάνομεν ὅλον τὸ Σῶμα αὐτοῦ, οἱ ταῦτα λέγω φλυαροῦντες καθ’ ἡμῶν, αὐτοὶ ἀληθῶς εἶναι στόμα τοῦ Διαβόλου, δι’ οὗ ὁ Διάβολος φθέγγεται καὶ λαλεῖ ὅσα ὑποβάλλει εἰς τὴν καρδίαν τους· ἐπειδὴ τοσοῦτον μακρὰν εἴμεθα ἡμεῖς ἀπὸ τὸ τοιοῦτον κακόδοξον φρόνημα, ὥστε ὁποὺ οὐδέποτε λογισμὸς τοιοῦτος, οὔτε κᾂν ψιλὴ γοῦν ἰδέα καὶ προσβολὴ τοιαύτη ἐπέρασεν ἀπὸ τὴν φαντασίαν μας· ὅθεν καὶ λέγομεν τὸ τῆς Σωσάνης ἐκεῖνο: «ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ ἡμῶν κατεμαρτύρησαν».