Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, δίελθέ μοι ἐσκεμμένως τὴν ἁγίαν Γραφήν, καὶ ἴδε ὅτι πρὸ μὲν τῆς παραβάσεως, ἐν ἐκείνῃ τῇ μακαρίᾳ καὶ τρισευδαίμονι ζωῇ εὑρισκόμενοι ἡ τῶν πρωτοπλάστων δυάς, καίτοι ἄρρεν ὄντες καὶ θῆλυ, διαφορὰν ὅμως ἄρρενος καὶ θήλεος οὐκ ἐγίνωσκον, ἀλλ’ ὡς ἓν ἦσαν τῇ ἁπλότητι καὶ τῇ ἀπαθείᾳ, καὶ τῇ τοῦ Θεοῦ περισκεπόμενοι χάριτι· διὸ καί, γυμνοὶ ὄντες, οὐκ ᾐσχύνοντο· τὸ ὁποῖον ἐπαινετὸν τοῦτο πάθος ἡ φύσις μέχρι τῆς σήμερον μᾶς τὸ ἐφύλαξεν ἐναργέστατον ἐπάνω εἰς τὰ ἁπλᾶ καὶ ἀνήλικα παιδία, ὡσὰν ἕνα ἀξιοσημείωτον ἴχνος ἐκείνης τῆς ἀρχαίας ἀπαθείας καὶ ἀθωότητος· μετὰ δὲ τὴν παράβασιν, καὶ τὴν ἐκείνου τοῦ ζωηροῦ χωρίου, φεῦ! ἔκπτωσιν, παχυνθείσης τε καὶ τραχυνθείσης τῆς φύσεως τῶν σωμάτων διὰ τῆς παχυλῆς ταύτης βρώσεως, τότε, ἐπιφέρει ἡ θεία Γραφή, ὅτι «Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ», καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν. Λοιπόν, εἰ μὴ παρέβησαν τὴν ἐντολήν, οὐ διὰ φθορᾶς καὶ μίξεως, ἑτέρῳ δέ τινι τρόπῳ, ἀπαθεῖ μὲν καὶ καθαρῷ, ἀκαταλήπτῳ δὲ ἡμῖν, (ὃν τρόπον καὶ τὰ τῶν ἀγγέλων πλήθη, καίτοι ἑκατοντάκις τῶν ἀνθρώπων ὄντα πολλαπλασίονα, ἀπαθῶς καὶ ἀρρεύστως ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἐγένοντο) πληθύνεσθαι εἶχε τῶν ἀνθρώπων τὸ γένος, κατά τε τὸν ἱερὸν Γρηγόριον Νύσσης καὶ τὸν ἅγιον Μάξιμον.