Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Ἐπιστολὴ πρὸς Θωμᾶν

Νικόδημος ὁ Ἁγιορείτης

Θεολογική θεμελίωση και έπαινος της παρθενίας

Σύγκριση της παρθενίας με τον γάμο βάσει του θείου θελήματος. Παράθεση αγιογραφικών και πατερικών μαρτυριών, καθώς και ανάλυση των φυσικών και πνευματικών πλεονεκτημάτων της παρθενικής ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 3 από 5

Καὶ ἂν ὁ ἐθνικὸς οὕτω λαλῇ, τί δὲν πρέπει νὰ λέγωσι καὶ νὰ πράττωσιν οἱ τοῦ φωτὸς καὶ τῆς χάριτος υἱοί; Ἐπειδὴ δὲ καὶ κατὰ τοῦ ὑψηλοῦ καὶ ὄντως ἀγγελικοῦ χρήματος τῆς παρθενίας χωρεῖς, καὶ λέγεις πὼς δὲν εἶναι μόνον ἀρκετὸν τὸ νὰ μὴ ὑπανδρευθῇ τινάς, ἀλλὰ εἶναι ἐν ταὐτῷ καὶ κακία, καὶ ῥητὰ προφέρεις εἰς σύστασιν τούτου ἐκ τῆς ἁγίας Γραφῆς, ἡμεῖς, πρὸς μὲν τὸ πρῶτον ῥητὸν ἐκεῖνο ἀποκρινόμεθα, ὅτι ναί, ἄρσεν καὶ θῆλυ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐξ ἀρχῆς, ἀλλ’ ὄχι ποτὲ καὶ προηγούμενον θέλημα ἦτον τοῦ Θεοῦ, ἵνα διὰ φθορᾶς καὶ σπερμογονίας αὐξηθῇ τὸ γένος τῶν ἀνθρώπων, ὡς γίνεται νῦν, ἄπαγε! Προειδὼς δὲ τὴν μέλλουσαν παράβασιν τῶν προπατόρων, καὶ τὴν ἐντεῦθεν γενησομένην αὐτῶν ἐξορίαν εἰς ταύτην τὴν κατάρατον γῆν, προλαβὼν τὴν γυναῖκα ἐποίησεν, ἵνα μὴ ἀπόληται ἡ τοῦ γένους διαδοχή· ὥστε, κατὰ τὸ ἑπόμενον καλούμενον παρὰ τοῖς θεολογοῦσι θέλημα τοῦ Θεοῦ, ὅπερ ἐξ ἡμῶν καὶ οὐκ ἐκ τοῦ Θεοῦ ἤρτηται, θελητὸς ἦν ὁ διὰ τῆς σαρκικῆς μίξεως τοῦ ἄρρενος καὶ τοῦ θήλεος τῶν ἀνθρώπων πολλαπλασιασμός.

Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, δίελθέ μοι ἐσκεμμένως τὴν ἁγίαν Γραφήν, καὶ ἴδε ὅτι πρὸ μὲν τῆς παραβάσεως, ἐν ἐκείνῃ τῇ μακαρίᾳ καὶ τρισευδαίμονι ζωῇ εὑρισκόμενοι ἡ τῶν πρωτοπλάστων δυάς, καίτοι ἄρρεν ὄντες καὶ θῆλυ, διαφορὰν ὅμως ἄρρενος καὶ θήλεος οὐκ ἐγίνωσκον, ἀλλ’ ὡς ἓν ἦσαν τῇ ἁπλότητι καὶ τῇ ἀπαθείᾳ, καὶ τῇ τοῦ Θεοῦ περισκεπόμενοι χάριτι· διὸ καί, γυμνοὶ ὄντες, οὐκ ᾐσχύνοντο· τὸ ὁποῖον ἐπαινετὸν τοῦτο πάθος ἡ φύσις μέχρι τῆς σήμερον μᾶς τὸ ἐφύλαξεν ἐναργέστατον ἐπάνω εἰς τὰ ἁπλᾶ καὶ ἀνήλικα παιδία, ὡσὰν ἕνα ἀξιοσημείωτον ἴχνος ἐκείνης τῆς ἀρχαίας ἀπαθείας καὶ ἀθωότητος· μετὰ δὲ τὴν παράβασιν, καὶ τὴν ἐκείνου τοῦ ζωηροῦ χωρίου, φεῦ! ἔκπτωσιν, παχυνθείσης τε καὶ τραχυνθείσης τῆς φύσεως τῶν σωμάτων διὰ τῆς παχυλῆς ταύτης βρώσεως, τότε, ἐπιφέρει ἡ θεία Γραφή, ὅτι «Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ», καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν. Λοιπόν, εἰ μὴ παρέβησαν τὴν ἐντολήν, οὐ διὰ φθορᾶς καὶ μίξεως, ἑτέρῳ δέ τινι τρόπῳ, ἀπαθεῖ μὲν καὶ καθαρῷ, ἀκαταλήπτῳ δὲ ἡμῖν, (ὃν τρόπον καὶ τὰ τῶν ἀγγέλων πλήθη, καίτοι ἑκατοντάκις τῶν ἀνθρώπων ὄντα πολλαπλασίονα, ἀπαθῶς καὶ ἀρρεύστως ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἐγένοντο) πληθύνεσθαι εἶχε τῶν ἀνθρώπων τὸ γένος, κατά τε τὸν ἱερὸν Γρηγόριον Νύσσης καὶ τὸν ἅγιον Μάξιμον.

Πρὸς δὲ τὸ δεύτερον ἐκεῖνο τῆς ἀποκρίνομαι, ὅτι ἀγκαλὰ καὶ ὁ Κύριος νὰ εὐλόγησε τὸν ἐν Κανᾷ γάμον διὰ νὰ τιμήσῃ τὴν ἀρχὴν τῆς τῶν ἀνθρώπων γεννήσεως, μὲ ὅλον τοῦτο αὐτὸς πάλιν ὁ ἴδιος ἐπροτίμησε τοῦ γάμου τὴν παρθενίαν· καὶ παρθένος γεννηθεὶς ἐκ παρθένου Πατρός, κατὰ τὴν ἄναρχον τῆς θεότητος γέννησιν, ἐπ’ ἐσχάτων δι’ ἡμᾶς ἐγεννήθη ἐκ τῆς ἀειπαρθένου του μητρός, μνηστευθείσης μὲν τῷ Ἰωσήφ, ἵνα τὸν γάμον τιμήσῃ, παρθένου δὲ διαμεινάσης καὶ πρὸ τόκου, καὶ ἐν τόκῳ, καὶ μετὰ τόκον, ἵνα τὴν παρθενίαν προτιμήσῃ, καὶ καινὴν ὁδὸν ἡμῖν αὐτὴν ὑποδείξῃ, ὅπως τοῖς ἐκείνου ἴχνεσιν ἐπακολουθήσωμεν, καὶ κολληθῶμεν αὐτῷ διὰ παρθενίας καὶ ἀφθορίας, οἱ παρθένοι τῷ παρθένῳ, καὶ τῷ ἀφθάρτῳ οἱ ἄφθαρτοι. Καί, ὥσπερ διὰ τῆς κατὰ τὸν γάμον φθαρτῆς γεννήσεως υἱοὶ κατεστάθημεν τοῦ παλαιοῦ Ἀδὰμ καὶ εἰς τὴν τοῦ θανάτου φθορὰν κατηντήσαμεν, οὕτω διὰ τῆς κατὰ τὴν παρθενίαν ἀφθορίας υἱοὶ γενώμεθα τοῦ Νέου Ἀδάμ, καὶ τῆς ἐκείνου ζωῆς μετάσχωμεν.

Εἰ δὲ καὶ πολλοὶ τῶν ἱερῶν Ἀποστόλων ἦτον συνεζευγμένοι γυναικί, τί παράδοξον εἶναι τοῦτο; Οὕτω καὶ πολλοὶ ἐξ αὐτῶν ἦσαν ἐλεύθεροι καὶ παρθένοι· ὁ ἠγαπημένος Ἰωάννης, καὶ παρθένος κατ’ ἐξαίρετον ὀνομαζόμενος, Ἀνδρέας ὁ πρωτόκλητος, ὁ ἀδελφόθεος Ἰάκωβος, καὶ αὐτὸς ὁ τῶν ἀποστόλων ἔξαρχος Παῦλος, ὅστις καὶ τὴν παρθενίαν ὑπερεπαινῶν, πάντας μιμητὰς αὐτοῦ γενέσθαι θέλει, λέγων, «λέγω δὲ ταῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐταῖς ἐὰν μείνωσιν ὡς κἀγώ»· καὶ ἀλλαχοῦ προστάζει, ὅτι καὶ αὐτοὶ ὁποὺ φθάσουν νὰ συνδεθοῦν μὲ γυναῖκα, μὲ τόσην σωφροσύνην νὰ ζῶσι καὶ καθαρότητα, ὡσὰν νὰ μὴν ἤθελαν ἔχῃ γυναῖκα ὁλότελα, «ὁ καιρὸς συνεσταλμένος ἐστίν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου».

Ὅσον δέ ἐστιν ἐπαινετὸν τὸ τῆς παρθενίας καλόν, καὶ πόσον αὕτη προτιμητέα τοῦ γάμου, σύμφωνος τῇ θείᾳ Γραφῇ καὶ ἡ ἱερὰ εὑρίσκεται τῶν Πατέρων παράδοσις. Ὁ γὰρ θεῖος Χρυσόστομος ἐν τῷ «Περὶ παρθενίας», τοσούτῳ προὔχει, φησί, τοῦ γάμου ἡ παρθενία, ὅσῳ τῆς γῆς ὁ οὐρανὸς ἀπολείπεται, καὶ τῶν ἀνθρώπων οἱ Ἄγγελοι· ὁ Αὐγουστῖνος, ἡ παρθενικὴ διαγωγή, ἀγγελική ἐστι διαγωγή, φησί, καὶ ἐν φθαρτῷ σώματι ἀϊδίου ἀφθαρσίας μελέτη. Ὁ Ἱερώνυμος, ἡ παρθενία, ἔφη, θυσία ἐστὶ τοῦ Χριστοῦ, καὶ ἔχει μίμησιν ἀγγελικήν· καὶ ἀλλαχοῦ, ὅταν ὁ Υἱὸς τοῦ Θεοῦ κατέβη ἐπὶ τῆς γῆς, ἀγγελικὴν διαγωγὴν κατέστησεν, ὅπως ὁ ὑπὸ τῶν ἀγγέλων ἐν οὐρανῷ προσκυνούμενος, ἀγγέλους ἐπὶ τῆς γῆς ἔχῃ. Ὁ μέγας Ἀθανάσιος· ἡ παρθενία πλοῦτός ἐστιν ἀδαπάνητος, στέφανος ἀμάραντος, ναὸς Θεοῦ, ἐνδιαίτημα τοῦ ἁγίου Πνεύματος, μαργαρίτης ἔντιμος, τρόπαιον καὶ κατὰ τοῦ ᾍδου καὶ κατὰ τοῦ θανάτου. Ὁ θεῖος Ἰγνάτιος, τοὺς παρθένους ἱερεῖς Χριστοῦ ἐπωνόμασεν. Ὁ Ἀμβρόσιος τοὺς παρθένους καλεῖ μάρτυρας· καὶ ὁ Κυπριανὸς ἄνθος καὶ ῥόδον τῆς Ἐκκλησίας τὴν παρθενίαν καλεῖ.

Φίλιππος δὲ ὁ διάκονος τέσσαρας θυγατέρας παρθένους εἶχε προφητευούσας ἐν τῷ αὑτοῦ οἴκῳ, κατὰ τὸ καʹ κεφάλαιον τῶν Πράξεων. Καὶ ὁ ἀπόστολος Φίλιππος τρεῖς ἔσχε θυγατέρας, ὧν αἱ δύω ἦσαν παρθένοι, κατὰ τὸν Πολυκράτην. Ἡ ἁγία Θέκλα διὰ προτροπῆς Παύλου τὴν παρθενίαν ἐξελέξατο, κατὰ τὸν Ἀμβρόσιον. Ἡ θυγάτηρ τοῦ βασιλέως Ἰφιγένεια, προτροπῇ τοῦ ἀποστόλου Ματθαίου, τῇ παρθενίᾳ ἐνέμεινε, κατὰ τὸν Ἀβδίαν· καὶ ἡ Φλαβία ἡ θυγάτηρ τοῦ Κλήμεντος συμβούλου Ῥωμαίων, προτροπῇ τοῦ ἁγίου Κλήμεντος, τῇ παρθενίᾳ προσεκολλήθη.

Εἰ μὲν οὖν εἶχες δεῖξαι, ὅτι οἱ θεῖοι Ἀπόστολοι μετὰ τὸ ἀκολουθῆσαι τῷ Χριστῷ, καὶ τῆς ἐπιφοιτήσεως ἀξιωθῆναι ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς τοῦ ἁγίου Πνεύματος, καταλιπόντες τὰς μυρίας ταύτας χάριτας συνεζεύχθησαν γυναικί, εἶχεν ἄν τινα λόγον ὁ σὸς λόγος. Ἐπειδὴ δὲ οὗτοι, μετὰ τὸ γενέσθαι Ἀποστόλους, κατέλιπον καὶ πατέρας καὶ μητέρας, καὶ γυναῖκας καὶ τέκνα, ἤδη δὲ καὶ τὸν ἴδιον ἠρνήσαντο ἑαυτόν, καὶ παρθενεύειν τοὺς ἄλλους ἐδίδασκον, ἄρα εἰς τοὐναντίον σοι τοὐπιχείρημα περιέστη, καὶ ἐξ ὧν ἐνόμισας κατὰ τῆς παρθενίας φέρεσθαι, ἐξ αὐτοῦ μάλιστα, ὅσον ἔστιν αὕτη καλόν, ἐβεβαίωσας, εἰς καιρὸν ὁποὺ καὶ αὐτοὶ οἱ ἐπιγύναιοι κατέλιπον τὰς ἰδίας γαμετάς, καὶ ἐπρόκρινον νὰ ἀπεράσωσι μὲ παρθενίαν τὸ ὑπόλοιπον τῆς ζωῆς των διάστημα.

Καὶ ὁ φυσικὸς δὲ λόγος ὑπαγορεύει πόσον ἐστὶν ἡ παρθενία καλόν· τῶν γὰρ ἐν παρθενίᾳ διαβιούντων, καὶ ὁ νοῦς ἐστιν ἐπήβολος καὶ ὀξύς, καὶ ἡ φωνὴ δυνατὴ καὶ λεία καὶ εὔστροφος, καὶ ὁ στόμαχος δυνατός, καὶ οἱ ὀφθαλμοὶ καὶ αἰσθήσεις πᾶσαι μέχρι γήρως σῶαί τε καὶ ὁλόκληροι, καὶ πάντα τὰ μέλη τοῦ σώματος ἀνδρεῖα καὶ εὐσθενῆ, καὶ τελείας προβάλλοντα τὰς ἑαυτῶν ἐνεργείας, ὡσὰν ὁποὺ ἔχουσιν ἀπαραμείωτον διὰ τῆς παρθενίας τὸ λίπος ἐκεῖνο τὸ ἐγκατῳκοδομημένον ὑπὸ τῆς φύσεως κατὰ τὴν πρώτην τοῦ ζῴου σύλληψιν, μὴ ἀποβληθὲν διὰ τῆς σπερμογονίας· καὶ ὅλως τυρός ἐστιν, ἵν’ ἐπὶ παραδείγματος γυμνάσω τὸν λόγον («ἤμελξας γάρ, ἔφη ὁ θεῖος Ἰώβ, ὥσπερ γάλα, ἔπηξας δέ με ἴσα τυρῷ», τὴν πρώτην ἀρχὴν τῆς αὐτοῦ γεννήσεως παριστῶν διὰ τῆς τοιαύτης εἰκόνος), ὁλόκληρον ἔχων τὸ ἴδιον βούτυρον, ὅπερ ἐστὶ τὸ αὐτοῦ λίπος, τὸ λαμπρῦνον, τὸ ἡδῦνον, καὶ ἅπασαν τὴν ἐλαστικότητα παρέχον αὐτῷ.

Τοῖς δὲ μιγνυμένοις συνεχῶς γυναικί, φανερόν, ὅτι ἐναντία ὅλα, ὧν ἀπηριθμήσαμεν, ἀκολουθεῖ, καθὼς ἅπαντες περὶ τούτου συνομολογοῦσι καὶ ἰατροὶ καὶ φιλόσοφοι· λόγος, γὰρ ἰατρῶν ἐκπαιδεύει, ὅτι ἓν δράμιον σπέρματος, τεσσαράκοντα δραμίοις αἵματος ἰσοσταθμεῖ, τούτου δὲ ἐκκενουμένου ἐκ πάντων τῶν σωματικῶν μελῶν διὰ τῆς ἐκροῆς τῆς βιαίας, καὶ τοῦ κατὰ συνουσίαν πόνου, δῆλον, ὅτι τὸ σῶμα ὅλον τυρός τις ἐναπομένει πᾶσαν ἀποβαλὼν τὴν ἔμφυτον λιπαρότητα, καὶ τὴν εὐστροφίαν ἅπασαν καὶ ἐλαστικότητα τῶν τε αἰσθήσεων καὶ κινήσεων ἐλεεινῶς ἀποτίθησιν. Ἴδε καὶ τὸ ιδʹ κεφάλαιον τῆς Ἀποκαλύψεως, καὶ στοχάσου πὼς οἱ παρθένοι, καὶ μετὰ γυναικὸς μὴ μολυνθέντες, ἀκολουθοῦσιν ἀεὶ τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ· πὼς οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ, πὼς οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτῶν, καὶ πὼς στέκονται ἐπάνω εἰς τὸ ὄρος Σιών, εἴτε τῆς κάτω ταύτης καὶ ἀγωνιζομένης Ἐκκλησίας, εἴτε τῆς ἄνω καὶ θριαμβευούσης τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς.

Βλέπεις τώρα πρὸς ποίας ἀληθείας ἀντιμάχῃ, καὶ πόσον πλανᾶσαι τῆς λεωφόρου, κακίαν ὀνομάζων τὴν καὶ τῷ φυσικῷ λόγῳ, καὶ ταῖς ἱεραῖς Γραφαῖς, καὶ ταῖς θείαις παραδόσεσιν ὁμολογουμένως κηρυττομένην καλὴν καὶ ἐπαινετὴν παρθενίαν;

Ἀλλ’ εἰ μὲν μέγα σοι δοκεῖ καὶ δυσεπιχείρητον τὸ ταύτης κατόρθωμα, ὡς ὑπὲρ τοὺς ὅρους ἁλλόμενον τῆς φύσεως, καὶ μὴ πᾶσιν ὂν χωρητὸν («εἰσὶ γάρ, ἔφη ὁ Κύριος, εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τοῦ Θεοῦ ...», καὶ ἐπιφέρει λέγων, «οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται»), ἔπρεπε μάλιστα νὰ θαυμάζῃς καὶ μὲ μυρίας γλώσσας νὰ ἐπαινῇς τοὺς κατορθῶσαι δυναμένους, νὰ κλαίῃς δὲ καὶ νὰ ἀποδύρεσαι τὴν σαυτοῦ ἀσθένειαν, ὅτι ἀδυνατεῖς πρὸς αὐτήν. Τὸ δὲ καὶ νὰ ὀνομάζῃς αὐτὴν κακίαν, ἐγὼ δὲν ἠξεύρω πῶς νὰ ὀνομάσω τοῦτο τὸ χονδρὸν ψεῦμα, μηδὲ ἠμπορῶ νὰ ἐπινοήσω κανένα πρέποντα τίτλον εἰς τὴν τόσον παχυλήν, καὶ ψηλαφητὴν σχεδὸν ἀγνωσίαν.