Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων

Νικόδημος ὁ Ἁγιορείτης

Κανόνες του αγίου Πέτρου Αλεξανδρείας

Βιογραφικά, ιστορικό πλαίσιο των διωγμών και ερμηνεία των δεκατριών κανόνων του ιερομάρτυρος Πέτρου Αλεξανδρείας περί των πεπτωκότων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 3 από 18

ΠΕΡΙ ΤΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΕΤΡΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΠΡΟΛΕΓΟΜΕΝΑ Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Πέτρος ἔζη ἐν ἔτει 296. Τὸν δὲ Θεωνᾶν διαδεξάμενος, Ἀρχιεπίσκοπος Ἀλεξανδρείας ἐγένετο, δέκατος ἕβδομος ἐν τῇ σειρᾷ τῶν Ἀρχιεπισκόπων τῆς Ἀλεξανδρείας εὑρισκόμενος. Ἐπεὶ δὲ ὁ Μελίτιος, ὁ τῆς ἐν Θηβαίδι Λυκοπόλεως. Ἐπίσκοπος, ἠλέγχθη ὅτι ἐμέτεχεν ἀπὸ πολλὰς αἱρετικὰς παρανομίας, ἐκάθῃρε τοῦτον ὁ Ἅγιος, καὶ τὸ βάπτισμα αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν οὐκ ἐδέχετο. Οὗτος καὶ τὸν Ἄρειον φαινόμενον περὶ τὸ τῆς πίστεως δόγμα σπουδαῖον, ἐχειροτόνησε Διάκονον. Ἀλλ’ ἐπειδὴ μετὰ ταῦτα εἶδεν αὐτὸν ὑπερασπιζόμενον τὸν ἀποκηρυχθέντα Μελίτιον καὶ συμφωνοῦντα εἰς τὰς μιαρὰς αὐτοῦ δόξας, ἐκάθῃρεν αὐτόν, καὶ ἀπὸ τὴν Ἐκκλησίαν ἐξέβαλε. Καλῶς οὖν καὶ θεαρέστως ἐπὶ νομὰς ζωηφόρους ποιμάνας τὸ ποίμνιον αὐτοῦ, τέλει μαρτυρικῷ τὸν βίον αὐτοῦ κατέκλεισεν ἐπὶ Διοκλητιανοῦ, καταλιπὼν διάδοχον τὸν Ἀχιλλᾶν, φωνῆς οὐρανόθεν ἀκουσθείσης, ὅτε ἀπετμήθη ἡ πανίερος αὐτοῦ κεφαλή, ἥτις ταῦτα ἔλεγε, «Πέτρος ἀρχὴ Ἀποστόλων, καὶ Πέτρος τέλος Μαρτύρων». Μετὰ γὰρ τὸν θάνατον αὐτοῦ ἔπαυσεν ὁ κατὰ χριστιανῶν διωγμὸς τῶν τυράννων, καὶ ἐβασίλευσεν ὁ Ἰσαπόστολος μέγας Κωνσταντῖνος.

Ἐν δὲ τῷ 304 ἔτει τοὺς παρόντας Κανόνας, συνέγραψε περὶ τῶν διαφόρως ἀρνηθέντων ἐν τῷ διωγμῷ, ἀναγκαίους ὄντας εἰς τὴν τῆς Ἐκκλησίας εὐταξίαν καὶ κατάστασιν, οἵτινες ἐπικυροῦνται ἀορίστως μὲν ἀπὸ τὸν αʹ. τῆς δʹ. καὶ αʹ. τῆς ζʹ. ὡρισμένως δὲ ἀπὸ τὸν βʹ. τῆς Οἰκουμενικῆς ϛʹ. καὶ διὰ τῆς ἐπικυρώσεως ταύτης Οἰκουμενικὴν τρόπον τινὰ ἀναλαμβάνουσι δύναμιν. Εὑρίσκονται δὲ ἐν τῷ βʹ. τόμ. τῶν Πανδέκτων, καὶ ἐν τῷ αʹ. τόμ. τῶν Συνοδικῶν σελ. 129.

Οἱ ιεʹ. Κανόνες τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πέτρου Ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ Μάρτυρος ἑρμηνευόμενοι, εἰς οὕς, παρ’ ἕνα, ὁ περὶ Μετανοίας αὐτοῦ λόγος διῄρηται. ΚΑΝΩΝ Αʹ Ἐπεὶ τοίνυν τέταρτον ἤδη Πάσχα ἐπικατείληφε τὸν διωγμόν, αὐτάρκως ἔχει τοῖς μὲν προσενεχθεῖσι καὶ φυλακισθεῖσι, βασάνους τε ἀνηκέστους ὑπομεμενηκόσι, καὶ ἀφορήτους μάστιγας καὶ πολλὰς ἑτέρας ἀνάγκας δεινάς, ὕστερον δὲ προδεδομένοις ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, εἰ καὶ μὴ ἐξ ἀρχῆς παρεδέχθησαν διὰ τὴν παρακολουθήσασαν μεγίστην πτῶσιν· ὅμως διὰ τὸ πολλὰ αὐτοὺς ἠθληκέναι καὶ ἐπὶ πολὺ ἀντιμάχεσθαι (οὐ γὰρ κατὰ προαίρεσιν ἐν τούτῳ ἐληλύθασιν, ἀλλὰ καταπροδοθέντες ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἐπειδὴ καὶ τὰ στίγματα τοῦ Ἰησοῦ ἐνδείκνυνται ἐν τοῖς σώμασιν αὐτῶν, καὶ ἤδη τινὲς τρίτον ἔτος ἔχουσι καταπενθοῦντες), προσεπιτιμηθῆναι αὐτοῖς ἀπὸ τῆς προσελεύσεως, καθ’ ὑπόμνησιν, ἄλλας τεσσαράκοντα ἡμέρας· ἃς καί περ νηστεύσας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι, ἐπειράσθη ὑπὸ τοῦ διαβόλου, εἰς ἃς καὶ αὐτοὶ κατὰ τὸ περισσὸν διαγυμνασθέντες, ἐντονώτερόν τε νήψαντες, γρηγορήσουσιν εἰς προσευχὰς τοῦ λοιποῦ, καταμελετῶντες τὸ λεγόμενον ὑπὸ τοῦ Κυρίου πρὸς τὸν πειράζοντα αὐτόν, ἵνα προσκυνήσῃ αὐτῷ. «Ὕπαγε ὀπίσω μου, σατανᾶ, γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις».

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανὼν ὅτι, ἐκεῖνοι ὁποῦ πρὸ τριῶν χρόνων ἤδη (τοῦτο γὰρ δηλοῖ τὸ τέταρτον Πάσχα) ἐπροδόθησαν ἀπὸ ἄλλους, καὶ ἐφυλακώθησαν μὲν πρῶτον, καὶ βάσανα ἀνιάτρευτα, καὶ πληγὰς ἀνυποφόρους καὶ ἄλλα δεινὰ ἔλαβον ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ, ὕστερον δὲ διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς νικηθέντες, ἠρνήθησαν· οὗτοι ἀγκαλὰ καὶ προσελθόντες τότε εἰς τὴν Ἐκκλησίαν δὲν ἐδέχθησαν, ὅμως διὰ τί πολλὰ ἠγωνίσθησαν ὑπὲρ Χριστοῦ, καὶ διὰ τί ὄχι κατὰ προαίρεσιν ἠρνήθησαν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς σαρκός, καὶ μάλιστα διὰ τί εἰς τὸ διάστημα τῶν ἀπερασμένων τριῶν χρόνων ἐπένθησαν καὶ ἐμετανόησαν, διὰ τὴν πτῶσιν τῆς ἀρνήσεως, οὗτοι, λέγω, κοντὰ εἰς τοὺς τρεῖς χρόνους, πρέπει ἀκόμη νὰ κανονισθοῦν τεσσαράκοντα ἡμέρας, τόσας δηλαδή, ὅσας καὶ ὁ Κύριος ἐνήστευσεν ἐπὶ τοῦ ὄρους, καὶ μετὰ ταῦτα ἐπειράσθη ὑπὸ τοῦ διαβόλου, ἵνα καὶ αὐτοὶ εἰς τὰς ἡμέρας αὐτὰς περισσότερον γυμνασθῶσι, καὶ προσεκτικώτεροι γενόμενοι, ἀγρυπνήσωσιν εἰς προσευχάς, μελετῶντες ἐκεῖνο τὸ λόγιον ὁποῦ εἶπεν ὁ Κύριος πρὸς τὸν διάβολον, ὅταν τοῦ ἔλεγε νὰ προσκυνήσῃ αὐτόν. «Ὕπαγε ὀπίσω μου, σατανᾶ.

Ὅτι εἶναι γεγραμμένον, Κύριον τὸν Θεόν σου θέλεις προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ μετὰ ταῦτα νὰ δέχωνται εἰς τὸ νὰ μεταλάβουν. Ὅρα καὶ τὸν δʹ. τῆς ἐν Ἀγκύρᾳ.

ΚΑΝΩΝ Βʹ Τοῖς δὲ μετὰ τὸ φυλακισθῆναι μόνον, καὶ ὑπομεμενηκέναι τὰς ἐν τῷ δεσμωτηρίῳ, ὡς ἂν ἐν πολιορκίᾳ, θλίψεις τε καὶ δυσωδίας, ὕστερον δὲ χωρὶς πολέμου βασάνων γενομένοις αἰχμαλώτοις, κατὰ πολλὴν πτωχείαν δυνάμεως, ἐπαρκέσει ἐνιαυτὸς πρὸς τῷ ἑτέρῳ χρόνῳ, ἐπεὶ ὅλως καὶ αὐτοὶ ἐπιδεδώκασιν ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ θλιβῆναι, εἰ καὶ ἀπήλαυσαν ἐν τῷ δεσμωτηρίῳ τῆς παρὰ τῶν ἀδελφῶν πολλῆς ἀναπαύσεως, ἅπερ πολλαπλασίονα ἀποδώσουσι, ποθοῦντες λυτρωθῆναι ἀπὸ τῆς πικροτάτης αἰχμαλωσίας τοῦ διαβόλου, μεμνημένοι μάλιστα τοῦ λέγοντος, «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με.

Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως».

Ἑρμηνεία Ἐκεῖνοι δὲ ὁποῦ μόνον ἐφυλακώθησαν ὑπὲρ τοῦ Χριστοῦ πρότερον, καὶ τὰς ἐν φυλακῇ κακοπαθείας καὶ βρώμας ὑπέμειναν, ὕστερον δὲ χωρὶς κᾀμμίαν βίαν βασάνων ἠρνήθησαν διὰ τὴν μεγάλην πτωχείαν τῆς δυνάμεώς των, ἤτοι διὰ τὴν ὀλιγοψυχίαν καὶ τὴν τύφλωσιν τοῦ νοός των: οὗτοι, (διορίζει ὁ παρὼν Κανών,) ὅτι κοντὰ εἰς τοὺς τρεῖς χρόνους ὁποῦ μετανοοῦντες διεπέρασαν, νὰ κανονίζωνται ἀκόμη ἕνα χρόνον, καὶ ὄχι περισσότερον, ἐπειδὴ καὶ αὐτοὶ ὁπωσδήποτε ἔδωκαν τὸν ἑαυτόν τους εἰς θλίψιν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ, ἀγκαλὰ καὶ νὰ ἔλαβον ἀνάπαυσιν, καὶ παράκλησιν εἰς τὴν φυλακὴν ἀπὸ τοὺς ἄλλους ἀδελφούς. (

Ὡς φαίνεται γὰρ οἱ μὴ κρατηθέντες ἀπὸ τοὺς διώκτας Χριστιανοὶ ἔδιδον τὰ πρὸς τὴν χρείαν εἰς τοὺς ἐν φυλακῇ κρατουμένους, καὶ ἀνέπαυον αὐτούς·) τῆς ὁποίας ἀναπαύσεως τὸν μισθὸν θέλουν ἀποδώσουν πολλαπλάσιον εἰς αὐτούς, ἐὰν πολλαπλασίως θλίψαντες τὸν ἑαυτόν τους λυτρωθῶσιν ἀπὸ τὴν πικρὰν σκλαβίαν τοῦ διαβόλου, τὴν ὁποίαν ἔπαθον διὰ τῆς ἀρνήσεως, ἐνθυμούμενοι τὸ ῥητὸν τοῦ προφήτου Ἡσαΐου, τὸ εἰρημένον, ὡς ἐκ προσώπου τοῦ Κυρίου, «Πνεῦμα Κυρίου εἶναι εἰς ἐμέ, τὸ ὁποῖον μὲ ἔχρισε, καὶ μὲ ἔστειλε νὰ δώσω καλὰ μηνύματα εἰς τοὺς πτωχούς, νὰ κηρύξω λύτρωσιν εἰς τοὺς σκλαβωμένους, ὀμμάτωσιν εἰς τοὺς τυφλούς, νὰ στείλω ἐλευθέρους τοὺς κακοπαθημένους, καὶ νὰ διαλαλήσω πῶς ἦλθε χρόνος δεκτὸς εἰς τὸν Θεόν, καὶ ἡμέρα λυτρώσεως». Ὅρα καὶ τὸν δʹ. τῆς ἐν Ἀγκύρᾳ.

ΚΑΝΩΝ Γʹ Τοῖς δὲ μηδ’ ὅλως, μηδέν τι τοιοῦτον πεπονθόσι, μηδὲ ἐνδειξαμένοις καρπὸν πίστεως, ἀλλ’ αὐτομολήσασι πρὸς τὴν κακίαν, προδεδομένοις ὑπὸ δειλίας καὶ φόβου, νῦν δὲ εἰς μετάνοιαν ἐρχομένοις, ἀναγκαῖόν ἐστι καὶ ἁρμόζον τὴν τῆς ἀκάρπου συκῆς παραβολὴν παραθέσθαι, ὡς ὁ Κύριος λέγει. «Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὑτοῦ, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν, ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω, ἔκκοψον αὐτήν, ἵνα μὴ καὶ τὴν γῆν καταργῇ. Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τὸ ἔτος τοῦτο, ἕως οὗ σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια, κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν». Ἣν πρὸ ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.

Ἑρμηνεία Ἐκεῖνοι δέ, ὁποῦ χωρὶς νὰ πάθουν κᾀνένα δεινὸν ἀπὸ τὰ προειρημένα, ἀλλὰ θεληματικῶς ἀπὸ λόγου των ἐπῆγαν καὶ ἠρνήθησαν διὰ φόβον μόνον καὶ δειλίαν καὶ τώρα μετανοοῦν· διὰ τοῦτο οὕτω διορίζει ὁ παρὼν Κανών, ὅτι πρέπει νὰ ἔχουν ἔμπροσθεν εἰς τοὺς ὀφθαλμοὺς τοῦ νοός των τὴν συκῆν ἐκείνην, εἰς τὴν ὁποίαν ἐρχόμενος ὁ οἰκοκύρης αὐτῆς τρεῖς χρόνους, καὶ μὴ εὑρίσκωντας καρπόν, ἐζήτει νὰ κόψῃ ἀπὸ τὴν ῥίζαν αὐτήν, ἵνα μὴ καὶ τὸν τόπον κάμνῃ μάταιον καὶ ἀργόν. Ὁ δὲ ἀμπελουργὸς παρεκάλεσεν αὐτὸν νὰ τὴν ἀφήσῃ ἀκόμη καὶ τὸν τέταρτον χρόνον, καὶ ἂν δὲν κάμῃ καρπόν, τότε νὰ τὴν κόψῃ. Ταύτην λέγω τὴν παραβολὴν τοῦ Κυρίου καὶ οἱ ἀφ’ ἑαυτῶν ἀρνηθέντες, μελετῶντες καὶ καρπὸν ἄξιον τῆς μετανοίας δείξαντες εἰς τέσσαρας χρόνους, θέλουν ἐκ τούτου ὠφεληθοῦν. Ἀνάγνωθι καὶ τὸν ιαʹ. τῆς αʹ.

ΚΑΝΩΝ Δʹ Τοῖς δὲ παντάπασιν ἀπεγνωσμένοις καὶ ἀμετανοήτοις, δέρμα τε Αἰθίοπος ἀμετάβλητον κεκτημένοις καὶ ποικίλματα παρδάλεως, λεχθήσεται τὸ τῆς ἑτέρας συκῆς. «Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Δι’ ὃ καὶ παραχρῆμα ξηραίνεται.» Ἀποπληροῦται γοῦν ἐπ’ αὐτοῖς καὶ τὸ ὑπὸ τοῦ Ἐκκλησιαστοῦ εἰρημένον. «Διεστραμμένον οὐ δυνατὸν ἀποκοσμηθῆναι. Καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι». Εἰ μὴ γὰρ πρότερον τὸ διεστραμμένον διορθωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἐπικοσμηθῆναι. Καὶ εἰ μὴ πρότερον τὸ ὑστέρημα ἀναπληρωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἀριθμηθῆναι. Ὅθεν καὶ ἐπὶ τέλους συμβήσεται αὐτοῖς τὸ λελεγμένον ὑπὸ τοῦ προφήτου Ἡσαίου. «Καὶ ὄψονται γάρ, φησι, τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί, ἐπεὶ καὶ ὡς προλέλεκται ὑπ’ αὐτοῦ, οἱ δὲ ἄδικοι οὕτω κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ μὴ δυνήσονται· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν εἶπεν ὁ Θεός.»

Ἑρμηνεία Οἱ μὲν προῤῥηθέντες Κανόνες περὶ ἀρνησιχρίστων ἐῤῥέθησαν τῶν μετανοούντων, ὁ δὲ παρὼν περὶ ἀρνησιχρίστων διορίζει τῶν μὴ μετανοούντων, οἵτινες ἀπεγνωσμένοι ὄντες καὶ κακόγνωμοι, ἀμετάβλητον ἔχουσι τὴν μελανάδα τῆς κακίας των, ὡσὰν ὁ Ἀράπης τὸ μαῦρον δέρμα, καὶ ἡ πάρδαλις ταῖς παρδαλάδαις της. Εἰς τούτους λοιπὸν θέλει ῥηθῇ ἡ κατάρα, ὁποῦ εἶπεν ὁ Κύριος εἰς τὴν ἄκαρπον συκῆν, «μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα, καὶ παρευθὺς ἐξηράνθη ἡ συκῆ. Καὶ πληροῦται εἰς αὐτοὺς ἐκεῖνο ὁποῦ λέγει ὁ Ἐκκλησιαστής, τὸ στραβὸν πρᾶγμα δὲν ἐμπορεῖ νὰ στολισθῇ μὲ ἄλλον τινὰ στολισμόν, ἂν πρῶτον δηλαδὴ δὲν ἰσασθῇ, καὶ τὸ ἐλλειπὲς πρᾶγμα δὲν ἠμπορεῖ νὰ ἀριθμηθῇ ὡς τέλειον, χωρὶς δηλαδὴ πρῶτον νὰ ἀναπληρωθῇ. Ὅθεν εἰς τὸ τέλος τῆς ζωῆς θέλει συμβῆ εἰς αὐτοὺς ἐκεῖνο ὁποῦ λέγει ὁ Ἡσαΐας, ὅτι θέλουν ἰδεῖ οἱ ἄνθρωποι τὰ κόκκαλα τῶν ἀνθρώπων, ὁποῦ παρέβηκαν τὰ λόγιά μου καὶ μὲ ἠρνήθηκαν, καὶ ὁ σκώληξ αὐτῶν δὲν θέλει παύσει ἀπὸ τὸ νὰ τοὺς κατατρώγῃ, καὶ τὸ πῦρ ὁποῦ τοὺς καίει, δὲν θέλει σβεσθῇ. Θέλει δὲ πληρωθῇ εἰς αὐτοὺς καὶ τὸ ἄλλο ῥητόν, ὁποῦ πρὸ τῶν ῥημάτων τούτων εἶπεν ὁ αὐτὸς Ἡσαίας. Οἱ ἄδικοι θέλουν φουρτουνιασθοῦν, καὶ δὲν θέλουν εὕρει ἀνάπαυσιν· διότι εἰς τοὺς ἀσεβεῖς δὲν εἶναι χαρά, λέγει ὁ Θεός.»

ΚΑΝΩΝ Εʹ Τοῖς δὲ καθυποκριναμένοις, κατὰ τὸν ἐπιληπτευσάμενον Δαβίδ, ἵνα μὴ ἀποθάνη, οὐκ ὄντα ἐπίληπτον, καὶ μὴ γυμνῶς ἀπογραψαμένοις τὰ πρὸς ἄρνησιν, ἀλλὰ διαπαίξασι κατὰ πολλὴν στενοχωρίαν, ὡς ἂν παιδία βουλευτικὰ ἔμφρονα, ἐν παιδίοις ἄφροσι, τὰς τῶν ἐχθρῶν ἐπιβουλάς· ἤτοι, ὡς διελθόντες βωμούς, ἢ ὡς χειρογραφήσαντες, ἢ ὡς ἀνθ’ ἑαυτῶν βάλλοντες ἐθνικοὺς (εἰ καί τισιν αὐτῶν συνεχώρησάν τινες τῶν ὁμολογησάντων, ὡς ἤκουσα, ἐπεὶ μάλιστα κατὰ πολλὴν εὐλάβειαν ἐξέφυγον αὐτόχειρες γενέσθαι τοῦ πυρὸς καὶ τῆς ἀναθυμιάσεως τῶν ἀκαθάρτων δαιμόνων)· ἐπεὶ τοίνυν, ἔλαθεν αὐτοὺς ἀνοίᾳ τοῦτο πράξαντας, ὅμως ἑξάμηνος αὐτοῖς ἐπιτεθήσεται τῆς ἐν μετανοίᾳ ἐπιστροφῆς. Οὕτω γὰρ μᾶλλον καὶ αὐτοὶ ὠφεληθήσονται καταμελετῶντες τὸ προφητικὸν ῥητόν, καὶ λέγοντες. «Παιδίον ἐγεννήθη ἡμῖν, υἱός, καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, ὅς περ, ὡς ἴστε, ἐν τῷ ἕκτῳ μηνὶ τῆς συλλήψεως τοῦ ἑτέρου παιδίου, τοῦ προκηρύξαντος πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν, συνελήφθη καὶ αὐτός, κηρύξαι μετάνοιαν».

Καὶ γὰρ τῶν ἀμφοτέρων ἀκούομεν ἐν πρώτοις κηρυττόντων οὐ μόνον περὶ μετανοίας, ἀλλὰ καὶ περὶ βασιλείας οὐρανῶν, ἥτις καθὼς μεμαθήκαμεν, ἐντὸς ἡμῶν ἐστι, τῷ ἐγγὺς ἡμῶν εἶναι τὸ ῥῆμα, «ὃ πιστεύομεν ἐν τῷ στόματι ἑαυτῶν, καὶ ἐν τῇ καρδίᾳ ἑαυτῶν, περὶ ἧς καὶ αὐτοὶ ὑπομνησθέντες μαθήσονται ὁμολογεῖν ἐν τῷ στόματι αὑτῶν, ὅτι Κύριος Ἰησοῦς, πιστεύοντες ἐν τῇ καρδίᾳ ἑαυτῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ἅτε δὴ ἀκούοντες, ὅτι καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν».

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι ἐκεῖνοι ὁποῦ καθὼς ὁ Δαβὶδ φεύγων τὸν Σαοὺλ ὑπεκρίθη ἔμπροσθεν εἰς τὸν Βασιλέα Ἀγχοῦς, ὅτι σεληνιάζεται, διὰ νὰ μὴ θανατωθῇ ἀπὸ αὐτόν, ἔτσι καὶ αὐτοὶ ἐκαμώθησαν πῶς ἐπλησίασαν εἰς τοὺς βωμοὺς τῶν εἰδώλων, ἢ πῶς ἔγραψαν νὰ ἀρνηθοῦν, ἢ ἔβαλον ἀντὶ διὰ λόγου των ἐθνικοὺς καὶ ἐθυσίασαν, ὄχι ὅμως καὶ φανερῶς ἔγραψαν νὰ ἀρνηθοῦν τὴν πίστιν, ἀλλὰ ὑπὸ πολλῆς στενοχωρίας βιαζόμενοι, μὲ κἄποιας μεθόδους ἐπερίπαιξαν τοὺς διώκτας, ὡσὰν τὰ γνωστικὰ παιδία ὁποῦ περιπαίζουν τὰ ἄγνωστα· οὗτοι λέγω, ἀγκαλὰ καὶ ἀπὸ μερικοὺς ἁγίους ὁμολογητὰς ἐσυγχωρήθησαν διὰ τὰς μεθόδους ὁποῦ ἐμεταχειρίσθησαν νὰ μὴ θυσιάσουν οἱ ἴδιοι μὲ τὰς χεῖράς των εἰς τοὺς δαίμονας.

Ἐπειδὴ ὅμως ἐν ἀφροσύνῃ τοῦτο ἔπραξαν, καὶ ἐνομίσθησαν ἀπὸ τοὺς ἀπίστους ὅτι κατὰ τὸ φαινόμενον ἐθυσίασαν, κᾂν καὶ τῇ ἀληθείᾳ δὲν ἐθυσίασαν, πρέπει ἓξ μῆνας νὰ κανονίζωνται καὶ νὰ μετανοοῦν. Ἐπειδὴ δὲ εἰς ἓξ μῆνας τὴν μετάνοιαν αὐτῶν ἐδιώρισε, διὰ τοῦτο καὶ μόνον ἀναφέρει προσφυέστατα τὰ ἑξῆς ῥητὰ καὶ λέγει, ὅτι οἱ μετανοοῦντες αὐτοὶ εἰς τοὺς ἓξ μῆνας πρέπει νὰ ἐνθυμοῦνται τὸν Χριστόν, ὅστις εἰς τὸν ἕκτον μῆνα τῆς συλλήψεως τοῦ Ἰωάννου, τοῦ κηρύξαντος μετάνοιαν, ἐσυλλήφθη κατὰ τὸ Εὐαγγέλιον, καὶ ἐκήρυξε καὶ αὐτὸς παρομοίως τὴν μετάνοιαν. Συμφώνως γὰρ ὁ Πρόδρομος καὶ ὁ Χριστὸς ἐκήρυξαν λέγοντες, «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἑρμηνεύει δὲ ὁ Ἅγιος, ὅτι διὰ τοῦτο ἡ βασιλεία τῶν οὐρανῶν εἶναι μέσα μας, ὡς εἶπεν ὁ Κύριος, καθ’ ὅτι, τὸ ῥῆμα ὁποῦ πιστεύομεν, ὡς λέγει ὁ Μωϋσῆς καὶ ὁ Παῦλος, εἶναι κοντὰ καὶ εἰς τὸ στόμα καὶ εἰς τὴν καρδίαν μας. Ὅθεν ἀκολούθως κατὰ τὸ ῥητὸν τοῦτο καὶ αὐτοὶ ὁποῦ ἐπίστευον μὲν μὲ τὴν καρδίαν τὸν Χριστόν, δὲν ὡμολόγησαν δὲ μὲ τὸ στόμα αὐτόν, πρέπει νὰ μάθουν, ὅτι καὶ μὲ τὴν καρδίαν πρέπει νὰ πιστεύουν, καὶ μὲ τὸ στόμα πρέπει νὰ ὁμολογοῦν, ὅτι εἶναι Κύριος καὶ Θεὸς ὁ Ἰησοῦς, ἀκούοντες τοῦ Παύλου νὰ λέγῃ, «Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν».

ΚΑΝΩΝ Ϛʹ Τοὺς δὲ δούλους Χριστιανοὺς ἀνθ’ ἑαυτῶν ὑποβεβληκόσιν, οἱ μὲν δοῦλοι, ὡς ἂν ὑποχείριοι ὄντες, καὶ τρόπον τινὰ καὶ αὐτοὶ φυλακισθέντες ὑπὸ τῶν δεσποτῶν, καταπειληθέντες τε ὑπ’ αὐτῶν, καὶ διὰ τὸν φόβον αὐτῶν εἰς τοῦτο ἐληλυθότες καὶ ὀλισθήσαντες, ἐν ἐνιαυτῷ τὰ τῆς μετανοίας ἔργα δείξουσι, μανθάνοντες τοῦ λοιποῦ ὡς δοῦλοι Χριστοῦ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, καὶ φοβεῖσθαι αὐτόν, ἀκούοντες μάλιστα, ὅτι ἕκαστος, ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερός ἐστιν.

Ἑρμηνεία Ὁ παρὼν Κανὼν διορίζει, ὅτι ἐκεῖνοι οἱ δοῦλοι, οἱ ὁποῖοι φοβερισθέντες καὶ φυλακισθέντες, ἀπὸ τοὺς αὐθέντας αὑτῶν, ἀντὶ διὰ αὐτοὺς ἐθυσίασαν βιασθέντες, οὗτοι ἕνα χρόνον νὰ κανονίζωνται, διὰ νὰ μάθουν ὅτι, πιστοὶ ὄντες, δοῦλοι εἶναι τοῦ Χριστοῦ, καὶ ἀκολούθως πρέπει νὰ κάμνουσι τὰ θελήματά του, καὶ νὰ φοβοῦνται αὐτὸν καὶ ὄχι τοὺς ἀνθρώπους, ἀκούοντες μάλιστα τὸν Παῦλον ὁποῦ λέγει, πῶς, ὅτι καλὸν ποιήσῃ τινάς, εἴτε δοῦλος εἶναι, εἴτε ἐλεύθερος, ἐξίσου θέλει τὸ λάβει παρὰ Κυρίου ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως.

ΚΑΝΩΝ Ζʹ Οἱ δὲ ἐλεύθεροι ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὑποκρινάμενοι καὶ ὡς καταναγκάσαντες τοὺς ὁμοδούλους θῦσαι, ἅτε δὴ παρακούσαντες τοῦ Ἀποστόλου τὰ αὐτὰ θέλοντος ποιεῖν τοὺς δεσπότας τοῖς δούλοις, ἀνιέντας τὴν ἀπειλήν, «Εἰδότας, φησίν, ὅτι καὶ ἡμῶν καὶ αὐτῶν ὁ Κύριος ἐν οὐρανοῖς ἐστι, καὶ προσωποληψία ἐν αὐτῷ οὐκ ἔστιν.» Εἰ δὲ ἕνα Κύριον ἔχομεν οἱ πάντες ἀπροσωπόληπτον, ἐπεὶ καὶ πάντα καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστός, ἔν τε Βαρβάροις καὶ Σκύθαις, δούλοις καὶ ἐλευθέροις, σκοπεῖν ὀφείλουσιν ὃ κατειργάσαντο, θελήσαντες τὴν ψυχὴν ἑαυτῶν σῶσαι, οἱ τοὺς συνδούλους ἑλκύσαντες ἐπὶ εἰδωλολατρείαν, δυναμένους καὶ αὐτοὺς ἐκφυγεῖν, εἰ τὸ δίκαιον καὶ τὴν ἰσότητα ἦσαν αὐτοῖς παρασχόντες, ὡς πάλιν ὁ Ἀπόστολος λέγει.

Ἑρμηνεία Ὁ μὲν προλαβὼν Κανὼν τοὺς θυσιάσαντας δούλους ἀντὶ τῶν αὐθεντῶν αὑτῶν ἐκανόνισεν, ὁ δὲ παρὼν εἰς τρεῖς χρόνους κανονίζει τοὺς τῶν τοιούτων δούλων αὐθέντας· (οὗτοι γάρ εἰσιν οἱ ἐνταῦθα λεγόμενοι ἐλεύθεροι) ἕνα μέν, διὰ τί ὑπεκρίθησαν καὶ ἐφάνησαν εἰς τοὺς ἀπίστους ὅτι ἐθυσίασαν, καὶ ἄλλο δέ, διὰ τί ἀνάγκασαν τοὺς κατὰ Χριστὸν ὁμοδούλους δούλους αὑτῶν νὰ θυσιάσουν, παρακούσαντες τὸν Ἀπόστολον Παῦλον ὁποῦ λέγει εἰς τοὺς αὐθέντας, νὰ καταπραΰνουν εἰς τοὺς δούλους αὑτῶν τὴν ἀπειλὴν καὶ τὸν θυμόν, ὡσὰν ὁποῦ καὶ αὐτοὶ καὶ οἱ δοῦλοι ὁμοῦ ἕνα αὐθέντην καὶ Κύριον ἔχουσιν ἀπροσωπόληπτον εἰς τοὺς οὐρανούς, καὶ ἐν τῷ Χριστῷ διαφορὰ κᾀμμία δὲν εἶναι Βαρβάρου καὶ Σκύθου, ἢ δούλου καὶ ἐλευθέρου· καὶ διὰ τί αὐτοὶ μὲν ἐσπούδασαν νὰ λυτρώσουν τὴν ψυχήν των, τοὺς δὲ ἐν Χριστῷ συνδούλους των ἐβίασαν εἰς τὴν εἰδωλολατρείαν, εἰς καιρὸν ὁποῦ ἦτο δυνατὸν νὰ φύγουν καὶ νὰ λυτρωθοῦν καὶ αὐτοί, ἂν ἔδιδαν οἱ αὐθένται των τὸ δίκαιον καὶ τὴν ἰσότητα εἰς αὐτούς, ὡς πάλιν ὁ Ἀπόστολος λέγει.

ΚΑΝΩΝ Ηʹ Τοῖς δὲ προδεδομένοις καὶ ἐκπεπτωκόσι, τοῖς τε ἑαυτοῖς προσεληλυθόσιν εἰς τὸν ἀγῶνα, καὶ ὁμολογοῦσιν εἶναι Χριστιανοῖς, ἐμβεβλημένοις τε ἐν τῇ φυλακῇ μετὰ βασάνων, εὔλογόν ἐστιν ἐν ἀγαλλιάσει καρδίας συνεπισχύειν καὶ κοινωνεῖν ἐν πᾶσιν, ἔν τε ταῖς προσευχαῖς, καὶ τῇ μεταλήψει τοῦ Σώματος καὶ τοῦ Αἵματος τοῦ Χριστοῦ, καὶ τῇ παρακλήσει τοῦ Λόγου, ἵνα εὐτονώτερον ἀγωνισάμενοι καταξιωθῶσι καὶ αὐτοὶ τοῦ βραβείου τῆς ἄνω κλήσεως.

Καὶ γὰρ ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται, ὅπερ, εἰ καὶ πάντες οἱ ἐκπεπτωκότες ἐπεποιήκεισαν, τελειοτάτην καὶ ὁλοκάρδιον μετάνοιαν ἐνεδείξαντο.

Ἑρμηνεία Ἐκεῖνοι δὲ ὁποῦ προδοθέντες εἰς τοὺς τυράννους ἀπὸ ἄλλους τινάς, καὶ βασανισθέντες ἠρνήθησαν μὴ ὑποφέροντες· ὁμοίως καὶ ἐκεῖνοι ὁποῦ ἀφ’ ἑαυτοῦ των ἐπῆγαν εἰς τὸ μαρτύριον, ἔπειτα μὴ ὑποφέροντες, ἠρνήθησαν· οὗτοι, λέγω, ἐὰν πάλιν δεύτερον ἐπῆγαν καὶ ὡμολόγησαν τὴν πίστιν, καὶ εἰς φυλακὴν ἐβάλθησαν καὶ ἐβασανίσθησαν, διορίζει ὁ παρὼν Κανών, ὅτι εἶναι δίκαιον μὲ χαρὰν τῆς καρδίας νὰ δέχωνται, καὶ νὰ συγκοινωνοῦν εἰς τὰς προσευχὰς μὲ τοὺς ἄλλους πιστούς, καὶ νὰ μεταλαμβάνουν τὰ θεῖα Μυστήρια, καὶ νὰ παρακινοῦνται διὰ λόγου εἰς τὸ μαρτύριον, ἵνα ἀνδρειότεροι γενόμενοι, ἀξιωθοῦν τῆς βασιλείας τῶν οὐρανῶν. Ἵνα δὲ μὴ νομίζωνται ὡς ἄδεκτοι, διὰ τί προλαβόντως ἠρνήθησαν, ἐπεφέρει μαρτυρίαν ὁ Ἅγιος ἀπὸ τῆς Γραφῆς, τὴν λέγουσαν, ὅτι ἑπτάκις, ἤτοι πολλάκις θέλει πέσει ὁ δίκαιος, καὶ πάλιν θέλει σηκωθῆ, τὸ ὁποῖον τοῦτο σήκωμα, ἂν ὅλοι οἱ ἀρνησίχριστοι ἤθελαν κάμουν, ἤτοι ἂν ἤθελαν ἀναπαλαίσουν τὴν πτῶσιν, καὶ ὁμολογήσουν πάλιν τὸν Κύριον ἐνώπιον τῶν τυράννων, τότε ἤθελαν δείξει μὲ τοῦτο τελειοτάτην καὶ ὁλοκάρδιον μετάνοιαν.

ΚΑΝΩΝ Θʹ Καὶ τοῖς ὡς ἂν ἐξ ὕπνου ἑαυτοῖς παραπηδῶσιν εἰς τὸν ἀγῶνα, ὠδίνοντα καὶ μέλλοντα ἑλκῦσαι, ἑαυτοῖς δὲ πειρασμὸν ἐπισπασαμένοις θαλαττομαχίας καὶ πολλῆς κυματώσεως, μᾶλλον δὲ καὶ τοῖς ἀδελφοῖς προσεκκαίουσιν ἄνθρακα ἁμαρτωλῶν, καὶ αὐτοῖς κοινωνητέον, ἅτε δὴ ἐν ὀνόματι Χριστοῦ παρερχομένοις εἰς τοῦτο, εἰ καὶ μὴ προσέχουσιν αὐτοῦ τοῖς λόγοις διδάσκοντος, «Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν». Καὶ πάλιν ἐν εὐχῇ λέγειν τῷ Πατρί. «Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ» Ἴσως δὲ ἀγνοοῦσι τὰς πολλάκις γινομένας ἀναχωρήσεις τοῦ οἰκείου Δεσπότου καὶ Διδασκάλου ἡμῶν ἀπὸ τῶν θελόντων ἐπιβουλεύειν, καὶ ὅτι ἔσθ’ ὅτε οὔτε παῤῥησίᾳ περιεπάτει δι’ αὐτούς, καὶ ὅτι, καὶ ὅτε καιρὸς τοῦ πάθους αὐτοῦ προσήγγισεν, οὐχ ἑαυτὸν παρέδωκεν, ἀλλ’ ἐξεδέξατο ἕως ἦλθον ἐπ’ αὐτὸν μετὰ μαχαιρῶν καὶ ξύλων. Λέγει οὖν πρὸς αὐτούς· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με»; Οἳ καὶ παρέδωκαν αὐτόν, φησί, Πιλάτῳ. Καθ’ ὁμοιότητα γοῦν αὑτοῦ, καὶ οἱ κατὰ σκοπὸν αὐτοῦ βαίνοντες πεπόνθασι, μεμνημένοι τῶν θείων αὐτοῦ λόγων, δι’ ὧν ἐπιστηρίζων ἡμᾶς περὶ τῶν διωγμῶν λέγει. «Προσέχετε ἑαυτοῖς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς.» Παραδώσουσι δέ, εἶπεν, ἀλλ’ οὐχὶ ἑαυτοὺς παραδώσετε.

Καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε διὰ τὸ ὄνομά μου, ἀλλ’ οὐχὶ ἑαυτοὺς ἄξετε, ἐπεὶ καὶ μεταπηδᾷν ὑμᾶς βούλεται ἀπὸ τόπον εἰς τόπον διωκομένους, διὰ τὸ ὄνομα αὐτοῦ. Ὡς πάλιν ἀκούομεν αὐτοῦ λέγοντος· «Καὶ ὅτε διώκουσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν·» οὐ γὰρ θέλει αὐτομολεῖν ἡμᾶς πρὸς τοὺς τοῦ διαβόλου ὑπασπιστὰς καὶ δορυφόρους, ὅπως μὴ καὶ πλειόνων θανάτων αἴτιοι αὐτοῖς γενώμεθα, ὡς ἂν καταναγκάζοντες αὐτοὺς μᾶλλον κατατραχύνεσθαι καὶ τελεσιουργεῖν τὰ θανατηφόρα ἔργα, ἀλλ’ ἐκδέχεσθαι καὶ προσέχειν ἑαυτοῖς. Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμόν. Οὕτω Στέφανος πρῶτος κατ’ ἴχνος αὐτοῦ μαρτύριον ἀναδεξάμενος ἐν Ἱεροσολύμοις, συναρπασθεὶς ὑπὸ τῶν παρανόμων, καὶ ἀχθεὶς ἐν τῷ συνεδρίῳ λιθοβολούμενος ἐν ὀνόματι Κυρίου Ἰησοῦ Χριστοῦ, ἐδοξάσθη, παρακαλῶν καὶ λέγων, «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Οὕτως Ἰάκωβος δεύτερος συλληφθεὶς ὑπὸ Ἡρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη. Οὕτως ὁ πρόκριτος τῶν Ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ φυλακισθεὶς καὶ ἀτιμασθείς, ὕστερον ἐν Ῥώμῃ ἐσταυρώθη.

Καὶ ὁ περιβόητος Παῦλος πολλάκις παραδοθεὶς καὶ ἕως θανάτου κινδυνεύσας, πολλά τε ἀθλήσας, καὶ καυχησάμενος ἐν πολλοῖς διωγμοῖς καὶ θλίψεσιν, ἐν τῇ αὐτῇ πόλει καὶ αὐτὸς μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη, ὃς ἐν οἷς ἐκαυχήσατο, κατέληξε· καὶ ὅτι ἐν Δαμασκῷ σπυρίδι ἐχαλάσθη διὰ τοῦ τείχους νυκτός, καὶ ἐξέφυγε τὰς χεῖρας τοῦ ζητοῦντος αὐτὸν πιάσαι. Τὸ γὰρ προκείμενον ἦν αὐτοῖς ἐν πρώτοις, εὐαγγελίζεσθαι καὶ διδάσκειν τὸν λόγον τοῦ Θεοῦ, ἐν οἷς ἐπιστηρίζοντες τοὺς ἀδελφοὺς ἐμμένειν ἐν τῇ πίστει, καὶ τοῦτο ἔλεγον, «Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἐζήτουν γὰρ οὐ τὸ ἑαυτῶν συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι, καὶ ἦν πολλὰ λέγειν αὐτοῖς εἰς ταῦτα πρὸς τὸ κατὰ λόγον πράσσειν, εἰμή, ὡς λέγει ὁ Ἀπόστολος, ἐπιλίποι δ’ ἂν ἡμᾶς διηγουμένους ὁ χρόνος».

Ἑρμηνεία Ἐκεῖνοι ὁποῦ σηκωθοῦν ἀπὸ τὸν ὕπνον, καὶ μάλιστα ἀπὸ ὀλίγον ὕπνον, δὲν ἔχουσι στερεὸν τὸν λογισμὸν αὑτῶν, ἀλλὰ τεταραγμένον καὶ ἀκατάστατον. Μὲ τούτους λοιπὸν παρωμοίασεν ὁ Ἅγιος ἐκείνους ὁποῦ παραπηδῶσιν εἰς τὸν ἀγῶνα τοῦ μαρτυρίου, ἤτοι ἐκείνους ὁποῦ δὲν πηγαίνουν εὐτάκτως, ἀλλὰ θρασέως καὶ ἀπερισκέπτως ῥίπτουσι τὸν ἑαυτόν τους εἰς αὐτόν, οὐχὶ φανερὸν ὄντα, ἀλλὰ μελετόμενον ἀπὸ τοὺς διώκτας, οὐδὲ παρόντα καὶ ἐνεργούμενον ἤδη, ἀλλὰ ἀργοποροῦντα εἰς τὸ νὰ τραβίξῃ τοὺς ἀγωνιζομένους Χριστιανούς, καὶ τραβίζουσιν εἰς μὲν τὸν ἑαυτόν τους πειρασμόν, ἀνάπτουσι δὲ καὶ εἰς τοὺς ἄλλους Χριστιανοὺς περισσότερον τὰς τιμωρίας τῶν διωκτῶν μὲ τὸ ἄτακτον αὐτῶν κίνημα. Πλὴν ἂν καὶ ἄξιοι κατηγορίας οὗτοι ᾖναι, μ’ ὅλον τοῦτο, ἐπειδὴ καὶ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ πηδοῦν ἔτσι εἰς τὸ μαρτύριον, προστάζει ὁ Ἅγιος διὰ τοῦ παρόντος Κανόνος νὰ συγκοινωνοῦν μὲ τοὺς ἄλλους πιστούς, ἀγκαλὰ καὶ νὰ μὴ ἀκολουθοῦσι τὸ παράδειγμα τοῦ Χριστοῦ, ὁ ὁποῖος καὶ μὲ τὸν λόγον ἐδίδασκε, ποτὲ μέν, ὅτι νὰ προσευχώμεθα διὰ νὰ μὴ ἔμβωμεν εἰς πειρασμόν, ποτὲ δὲ ἔλεγεν εἰς τοὺς μαθητάς του καὶ Ἀποστόλους, ὅτι ἔχουν νὰ τοὺς παραδώσουν ἄλλοι εἰς τὰς συναγωγὰς καὶ συνέδρια, ὄχι νὰ παραδώσουν αὐτοὶ τὸν ἑαυτόν τους.

Καὶ πάλιν τοὺς ἔλεγεν, ὅταν τοὺς διώκωσιν οἱ τύραννοι ἀπὸ μίαν πόλιν, νὰ φεύγουν καὶ νὰ πηγαίνουν εἰς τὴν ἄλλην, καὶ νὰ μὴ πηγαίνουν εἰς αὐτοὺς αὐτοὶ ἀπὸ λόγου των, διὰ νὰ μὴ τοὺς σκληρύνουσι περισσότερον, καὶ γίνωνται αἴτιοι νὰ θανατώνουν περισσοτέρους Χριστιανούς. Ὄχι μόνον δὲ μὲ τὸν λόγον ἐδίδασκε ταῦτα ὁ Κύριος, ἀλλὰ καὶ μὲ τὸ ἔργον τὸν λόγον ἐβεβαίονε. Καὶ πρὸ τοῦ πάθους γὰρ ἀνεχώρει πολλάκις ἀπὸ τὸν θυμὸν τῶν Ἰουδαίων, καὶ ἐκρύβετο ἀπὸ αὐτούς. Ἐν δὲ τῷ καιρῷ τοῦ πάθους δὲν παρέδωκεν αὐτὸς τὸν ἑαυτόν του εἰς τοὺς Ἰουδαίους, ἀλλ’ ἐκαρτέρησεν αὐτοὺς ἕως ὁποῦ ἦλθον εἰς τὸν κῆπον καὶ τὸν ἐπίασαν, καὶ εἰς τὸν Πιλάτον παρέδωκαν, ὡς διηγοῦνται τὰ θεῖα Εὐαγγέλια. Ὅθεν καὶ οἱ τοῦ Κυρίου μιμηταὶ Ἀπόστολοι ἀκολουθοῦντες καὶ εἰς τὰ ἀνωτέρω λόγια τοῦ Κυρίου, καὶ εἰς τὸ διὰ τῶν ἔργων παράδειγμά του, ἔτσι παρομοίως ἔκαμαν. Ἔτσι ὁ πρωτομάρτυς Στέφανος δὲν ἐπῆγεν, ἀλλ’ ἐτραβίχθη εἰς τὸ συνέδριον ἀπὸ τοὺς Ἰουδαίους καὶ λιθοβοληθεὶς ἐμαρτύρησεν. Οὕτω ὁ Ἰάκωβος ὁ ἀδελφὸς Ἰωάννου ἐπιάσθη ἀπὸ τὸν Ἡρώδην καὶ ἀπεκεφαλίσθη. Ἔτσι ὁ Πέτρος πιασθεὶς ἐσταυρώθη. Οὕτω Παῦλος πρότερον μὲν ἐκρεμάσθη ἀπὸ τὸ τειχόκαστρον τῆς Δαμασκοῦ μὲ ζιμπίλι, καὶ ἔφυγεν ἀπὸ τὸν Ἐθνάρχην τοῦ βασιλέως Ἀρέτα ὁποῦ ἐζήτει νὰ τὸν πιάσῃ, ὕστερον δὲ ἐν τῇ Ῥώμῃ πιασθεὶς ἀπεκεφαλίσθη.

Καὶ ἄλλα πάμπολλα ὁμοίως ἤθελα διηγηθῶ εἰς αὐτούς, ἂν εἶχον καιρόν.

ΚΑΝΩΝ Ιʹ Ὅθεν οὐκ ἔστιν εὔλογον οὐδὲ τοὺς ἀπὸ Κλήρου αὐτομολήσαντας, ἐκπεπτωκότας, καὶ ἀναπαλαίσαντας, ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι, ἅτε δὴ καταλείψαντας τὸ τοῦ Κυρίου ποίμνιον καὶ μωμησαμένους ἑαυτούς, ὅπερ οὐδεὶς τῶν Ἀποστόλων πεποίηκε. Καὶ γὰρ ὁ πολλοὺς διωγμοὺς ἐξανύσας, πολλά τε ἆθλα ἀγωνισμάτων ἐνδειξάμενος, ὁ μακάριος Ἀπόστολος Παῦλος, ἐγνωκὼς ὅτι καλλιόν ἐστιν ἀναλύσαι, καὶ σὺν Χριστῷ εἶναι, ἐπιφέρει λέγων «Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς». Σκοπῶν γὰρ οὐ τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν, ἀναγκαιότερον τῆς ἑαυτοῦ ἀναπαύσεως ἡγήσατο τὸ παραμένειν τοῖς ἀδελφοῖς καὶ ἐπιμελεῖσθαι αὐτῶν, ὃς καὶ τὸν διδάσκοντα θέλει εἶναι ἐν τῇ διδασκαλίᾳ τύπον γινόμενον τῶν πιστῶν. Ὅθεν οἱ τῇ εἱρκτῇ ἐπιδικαζόμενοι, τῆς λειτουργίας ἐκπεπτωκότες καὶ ἀναπαλαίσαντες, πάνυ ἀναισθητοῦσι. Πῶς γὰρ αἰτοῦσιν ὃ κατέλειψαν, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ; Ἕως μὲν οὖν ἄπταιστοι ἦσαν, συγγνώμην εἶχον ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει, ὅτε δὲ ἔπταισαν, ὡς ἂν περπερευσάμενοι καὶ ἑαυτοὺς μωμησάμενοι, οὐκ ἔτι δύνανται λειτουργεῖν. Διὸ φροντιζέτωσαν μᾶλλον ἐν τῇ ταπεινοφροσύνῃ πῶς ἐκτελέσουσι, παυσάμενοι τῆς κενοδοξίας.

Ἀρκεῖ γὰρ αὐτοῖς ἡ κοινωνία μετ’ ἐπιστάσεως καὶ ἀκριβείας πρὸς ἀμφότερα γινομένη, καὶ ἵνα μὴ δόξωσι λυπεῖσθαι, μετὰ βίας περιδρασσόμενοι τῆς ἐντεῦθεν ἀναλύσεως, καὶ ἵνα μή τινες ἐκπεσόντες, προφασίζωνται, ὡς ἂν διὰ τὴν ἀφορμὴν τῆς ἐπιτιμήσεως ὑπεκλελυμένοι, οἵτινες πλέον ἁπάντων αἰσχύνην καὶ ὄνειδος ἕξουσι κατ’ ἐκεῖνον τὸν τεθεικότα θεμέλιον, καὶ μὴ ἰσχύσαντα ἐκτελέσαι. «Ἄρξονται γάρ, φησι, πάντες οἱ παραπορευόμενοι ἐμπαίζειν αὐτόν, λέγοντες, οὗτος ὁ ἄνθρωπος θεμέλιον ἔθηκε, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.»

Ἑρμηνεία Ἐπειδὴ ἀνωτέρω εἶπεν ὁ Ἅγιος διὰ τοὺς ἀφ’ ἑαυτῶν τρέχοντας εἰς τὸ μαρτύριον, τώρα εἰς τὸν παρόντα Κανόνα λέγει περὶ Κληρικῶν ὁποῦ τοιοῦτό τι πράξουν, διορίζων, ὅτι ἀνίσως Ἱερωμένοι καὶ Κληρικοὶ ἐπῆγαν μὲν ἀφ’ ἑαυτοῦ των εἰς τὸ μαρτύριον, ἔπειτα δὲ μὴ ὑποφέροντες τὰ βάσανα ἠρνήθησαν, καὶ πάλιν μετὰ τὴν ἄρνησιν ὡμολόγησαν δεύτερον τὸν Χριστόν, οὗτοι δὲν πρέπει πλέον νὰ εὑρίσκωνται εἰς τὴν λειτουργίαν, ἀλλὰ νὰ καθαίρωνται. Καὶ ἡ ἀφορμὴ εἶναι, ἕνα μέν, διὰ τί ἀφῆκαν τὸ ποίμνιόν τους καὶ ἀνεχώρησαν, εἰς τὸ ὁποῖον ἐδύναντο νὰ φανοῦν χρήσιμοι ἐν καιρῷ τοιούτῳ, στηρίζοντες αὐτὸ εἰς τὴν εὐσέβειαν, ὡς κλονούμενον διὰ τὸν διωγμόν· καὶ ἄλλο δέ, διὰ τί αὐτομολήσαντες καὶ ἀρνηθέντες τὴν πίστιν, μῶμον καὶ ἔγκλημα κωλυτικὸν τοῦ Κλήρου εἰς τὸν ἑαυτόν τους ἐπροσκόλλησαν. Τὸ δὲ νὰ καταφρονήσουν τὴν διδασκαλίαν τοῦ λαοῦ των, καὶ νὰ προτιμήσουν τὸ ἐδικόν τους συμφέρον, τοῦτο κἀνένας ἀπὸ τοὺς Ἀποστόλους δὲν ἔκαμε.

Διότι ὁ Ἀπόστολος Παῦλος, ὁ πολλοὺς διωγμοὺς ὑπομείνας καὶ ἆθλα, καὶ μ’ ὅλον ὁποῦ ἐγνώριζεν ὅτι εἶναι καλήτερον καὶ ἀναπαυτικώτερον εἰς αὐτὸν νὰ τελευτήσῃ διὰ νὰ ᾖναι μαζὴ μὲ τὸν Χριστόν, ὅμως μὴ θέλωντας τὸ ἐδικόν του συμφέρον, ἀλλὰ τὸ συμφέρον τῶν πολλῶν Χριστιανῶν, ἀναγκαιότερον στοχαζόμενος ἀπὸ τὴν ἐδικήν του ἀνάπαυσιν, εἶπεν ὅτι, τὸ νὰ μένῃ ἀκόμη εἰς τὴν ζωὴν αὐτὴν καὶ νὰ ταλαιπωρῆται, καὶ νὰ βασανίζεται διὰ τὴν σωτηρίαν καὶ διδασκαλίαν τοῦ λαοῦ, τοῦτο εἶναι ἀναγκαιότερον εἰς τὸν λαόν. Οὐ μόνον δὲ αὐτὸς ὑπέμεινε τοῦτο καὶ ἐποίει, ἀλλὰ καὶ παραγγέλλει, ὅτι οἱ διδάσκαλοι καὶ ποιμένες πρέπει νὰ μένουν εἰς τὴν διδασκαλίαν τοῦ ποιμνίου των, καὶ νὰ γίνωνται καλὸν παράδειγμα εἰς αὐτούς. Διὰ ταῦτα οὖν πάντα οἱ αὐτομολήσαντες καὶ ἔπειτα ἀρνηθέντες Ἱερωμένοι ἀναίσθητοι εἶναι, ἐὰν ζητοῦν νὰ ἔχουν ἐκεῖνο ὁποῦ θεληματικῶς παρῄτησαν· διότι, εἰ μὲν δὲν ἤθελαν ἀρνηθοῦν, εἶχον συγχώρησιν διὰ τὸ παράλογον κίνημα ὁποῦ ἔπραξαν, οὐ μόνον νὰ αὐτομολήσουν θεληματικῶς εἰς τὸ μαρτύριον, ἀλλὰ πολλῷ μᾶλλον νὰ ἀφήσουν τὸ τοῦ Κυρίου ποίμνιον, καὶ νὰ μὴ στηρίζουν αὐτὸ μὲ τὰς διδασκαλίας.

Ἐπειδὴ δὲ ἠρνήθησαν, καθαιροῦνται ἀπὸ τὴν ἱερωσύνην, διὰ τί ἀπὸ περπέρειαν, ἤτοι ἀπὸ οἴησιν καὶ ἀλαζονείαν θαῤῥήσαντες εἰς τὸν ἑαυτόν τους, ὥρμησαν εἰς τὸν ἀγῶνα, ἔπειτα ἀρνηθέντες, μῶμον εἰς τὸν ἑαυτόν τους προσεκόλλησαν. Λοιπὸν ἂς παύσουν ἀπὸ τὸ νὰ ζητοῦν πάλιν ἐκ κενοδοξίας τῆς ἱερωσύνης τὸ ἀξίωμα, καὶ ἂς σπουδάζουν μόνον πῶς νὰ τελειώσουν τὴν δευτέραν ὁμολογίαν, καὶ τὸν ὑπὲρ τῆς πίστεως ἀγῶνα. Ἀρκετὸν γὰρ εἶναι εἰς αὐτοὺς καὶ αὐτό, τὸ νὰ συγκοινωνοῦν μὲ τοὺς ἄλλους πιστοὺς εἰς τὰς προσευχάς, ἢ καὶ εἰς τὴν θείαν μετάληψιν τῶν Μυστηρίων, καὶ τοῦτο διὰ δύο αἴτια. Πρῶτον μέν, ἵνα μὴ ὡς ἀκοινώνητοι ὄντες λυπῶνται, καὶ μάλιστα τοιοῦτον βίαιον τέλος ἐν τῷ μαρτυρίῳ ὑπὲρ πίστεως λαμβάνοντες· δεύτερον δέ, ἵνα μή τινες βασανιζόμενοι, καὶ ἀρνηθέντες δεύτερον τὸν Χριστόν, προφασίζωνται ὅτι διὰ τὸ ἐπιτίμιον τῆς ἀκοινωνησίας ἐμικροψύχησαν εἰς τὸν ἀγῶνα, καὶ δὲν ἐστάθησαν στερεοί, καὶ ἐκ τούτου ἵνα μὴ αἰσχύνην καὶ ὄνειδος λάβωσι περισσότερον ἀπὸ τὸ τῆς πρώτης ἀρνήσεως καὶ ἐδῶ, καὶ εἰς τὴν μέλλουσαν κρίσιν, κατ’ ἐκεῖνον τὸν ἄνθρωπον, ὁποῦ ἔβαλε μὲν θεμέλιον, μὴ δυνηθεὶς δὲ νὰ τελειώσῃ, ἐπεριπαίζετο ἀπὸ τοὺς διαβάτας, ὡς λέγει τὸ ἱερὸν Εὐαγγέλιον. Ὅρα καὶ τὸν ξβʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΑʹ Οἱ γὰρ πρῶτον παραπηδήσαντες ἐν τῷ βράσματι τοῦ διωγμοῦ, περιεστῶτες εἰς τὸ δικαστήριον, καὶ θεωροῦντες τοὺς ἁγίους Μάρτυρας σπεύδοντας ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐν καλῷ τῷ ζήλῳ προθυμούμενοι ἐπιδίδουν ἑαυτοὺς εἰς τοῦτο, πολλῇ τῇ παῤῥησίᾳ χρώμενοι, βλέποντες μάλιστα τοὺς ὑποσυρομένους καὶ ἐκπίπτοντας, δι’ οὓς ὑποθερμαινόμενοι ἔσωθεν, καὶ ἐνηχούμενοι καταπολεμῆσαι τὸν ὑπεραιρόμενον καὶ ἀντικείμενον, ἔσπευδον εἰς τοῦτο «Ἵνα μὴ καὶ δοκῇ παρ’ ἑαυτῷ φρόνιμος εἶναι», ἐφ’ οἷς κατὰ πανουργίαν ἔδοξε νικᾷν, εἰ καὶ ἐλάνθανεν ἑαυτὸν κινούμενον ὑπὸ τῶν ἐγκαρτερούντων τὰς τῶν ξυστήρων καὶ μαστίγων βασάνους, τήν τε ὀξύτητα τῆς μαχαίρας, καὶ τὰς φλέξεις τοῦ πυρός, καὶ τὰς τῶν ὑδάτων καταποντίσεις, καὶ τοῖς κατὰ πίστιν ὑπεξιοῦσιν εὐχὰς καὶ δεήσεις γίνεσθαι, ἤτοι ὑπὲρ τῶν ἐν φυλακῇ κατατιμωρηθέντων καὶ προδεδομένων, ὑπὸ λιμοῦ καὶ δίψης, ἤτοι, ὑπὲρ τῶν ἔξωθεν τῆς φυλακῆς ἐπὶ τοῦ δικαστηρίου καταβασανισθέντων διὰ ξυστήρων καὶ μαστίγων, ὕστερον δὲ ἡττηθέντων ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἄξιόν ἐστιν ἐπινεῦσαι. Συμπάσχειν γὰρ καὶ ἀλγεῖν τοῖς ὀδυρομένοις καὶ στενάζουσιν ὑπὲρ τῶν ἐν τῷ ἀγῶνι ἡττηθέντων ὑπὸ τῆς πολλῆς βίας τοῦ κακομηχάνου διαβόλου, ἤτοι ὑπὲρ γονέων, ἀδελφῶν, ἢ τέκνων, οὐδένα οὐδὲν καταβλάπτει.

Ἴσμεν γὰρ καὶ δι’ ἑτέρων πίστιν ἀπολαύσαντάς τινας τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἐπί τε ἀφέσει ἁμαρτιῶν καὶ ὑγείᾳ σώματος καὶ ἀναστάσει νεκρῶν. Μεμνημένοι τοίνυν τῶν πολλῶν αὐτῶν καμάτων, ὧν προϋπήνεγκαν ἐν ὀνόματι τοῦ Χριστοῦ καὶ τῶν ταλανισμῶν, οὐ μὴν ἀλλὰ καὶ μεταγνόντων αὐτῶν καὶ ἀποδυρομένων τὸ πεπραγμένον αὐτοῖς κατὰ προδοσίαν, ἐν ἀτονίᾳ καὶ νεκρότητι τοῦ σώματος, ἔτι τε καὶ μαρτυρουμένων ἀπολιτεύτων γενομένων ἐν τῷ βίῳ αὑτῶν, συνευχόμεθα καὶ συμπαρακαλοῦμεν ὑπὲρ ἱλασμοῦ αὐτῶν μετὰ τῶν ἄλλων καθηκόντων, διὰ τοῦ γενομένου ὑπὲρ ἡμῶν Παρακλήτου πρὸς τὸν Πατέρα ἱλασκομένου ταῖς ἁμαρτίαις ἡμῶν, «Καὶ ἐάν τις γάρ, φησιν, ἁμάρτῃ, Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν».

Ἑρμηνεία Τὸ νόημα τοῦ παρόντος Κανόνος εἶναι τοῦτο, ὅτι πρέπει νὰ προσευχώμεθα καὶ νὰ παρακαλοῦμεν διὰ ἐκείνους, ὁποῦ ἐπήδησαν μὲν ἀσκέπτως, ὄχι ὅμως ὅταν δὲν ἦτον ἀνοικτὸν τὸ στάδιον τοῦ μαρτυρίου ἀπὸ τοὺς διώκτας ὡς οἱ ἀνωτέρω, ἀλλ’ ὅταν ἦτο ἐπάνω εἰς τὴν ζέσιν καὶ τὴν ἀκμήν του ὁ διωγμός, θαρσοποιηθέντες εἰς τοῦτο μὲ τὸ νὰ βλέπουν τοὺς ἁγίους Μάρτυρας νὰ ἀγωνίζωνται, διὰ νὰ λάβουν τοὺς διὰ τοῦ μαρτυρίου οὐρανίους στεφάνους, καὶ μάλιστα διὰ τί ἔβλεπον πολλοὺς νὰ ἀπατῶνται καὶ νὰ ἀρνοῦνται τὴν πίστιν, διὰ τὴν πτῶσιν τῶν ὁποίων ἐθερμαίνοντο, ἵνα νικήσουν τὸν διάβολον ὁποῦ τοὺς ἠπάτησεν, ἀγκαλὰ καὶ αὐτὸς ἐνικᾶτο ἀπὸ τοὺς μέχρι τέλους ὑπομένοντας τὰ διὰ ξυστήρων, καὶ μαχαίρας, καὶ πυρός, καὶ ὑδάτων μαρτύρια.

Διὰ τούτους λοιπόν, ὁποῦ μὲ τοιοῦτον τρόπον ἐπῆγαν εἰς τὸ μαρτύριον καὶ ἐφυλακίσθησαν μὲν κατ’ ἀρχάς, καὶ ἐβασανίσθησαν μὲ πεῖναν καὶ δίψαν, καὶ διαφόρους πληγάς, ὕστερον δὲ ἐνικήθησαν ἀπὸ τὴν ἀσθένειαν τῆς σαρκός, καὶ ἠρνήθησαν, μετὰ τὴν ἄρνησιν δὲ μετενόησαν καὶ ἐπένθησαν διὰ τὴν πτῶσιν αὐτήν, καὶ ὑπεξῆλθον, ἤτοι, ἢ ἐν εὐσεβεῖ τῇ πίστει ἀπέθανον, ἢ κρυφίως ἔφυγον ἀπὸ τοὺς ἀπίστους διὰ νὰ φυλάξουν τὴν πίστιν, καὶ μάλιστα ὁποῦ οἱ τοιοῦτοι ἐμαρτυρήθησαν, ὅτι ἦσαν καὶ ἄνθρωποι ἄπειροι καὶ ἀπράγμονες ἀπὸ τὰ τοῦ βίου πράγματα, ἢ καὶ ἐνάρετοι· διὰ τούτους, λέγω, πρέπει νὰ συμπάσχωμεν καὶ νὰ συλλυπούμεθα, καὶ μὲ τοὺς ὑπὲρ αὐτῶν παρακαλοῦντας, εἴτε γονεῖς αὐτῶν ἦσαν οὗτοι, εἴτε ἀδελφοί, εἴτε τέκνα, πρέπει νὰ συμπαρακαλοῦμεν τὸν Θεὸν καὶ Πατέρα, διὰ τοῦ γενομένου Παρακλήτου πρὸς αὐτὸν Κυρίου ἡμῶν Ἰησοῦ, ἵνα ἐξιλεωθῇ εἰς αὐτούς. Φησὶ γὰρ ὁ Ἰωάννης, ὅτι ἐὰν ἁμαρτήσῃ τινάς, ἔχομεν Παράκλητον πρὸς τὸν Πατέρα τὸν Ἰησοῦν Χριστόν, ὁ ὁποῖος εἶναι ἱλασμὸς διὰ τὰς ἁμαρτίας ἡμῶν.

Πλὴν καὶ αὐτοὶ οἱ ἀρνηθέντες πρέπει νὰ κάμνουσι τὰ πρέποντα εἰς αὐτούς, νηστείας δηλαδή, καὶ δάκρυα καὶ ἐλεημοσύνας, ἂν ἔχουν τὸν τρόπον (τοῦτο γὰρ δηλοῖ τό, μετὰ τῶν ἄλλων καθηκόντων), λέγω δὲ νὰ παρακαλοῦμεν δι’ αὐτούς, διὰ τί μανθάνομεν ἀπὸ τὰς ἱστορίας τῆς θείας Γραφῆς, ὅτι πολλοὶ διὰ τὴν πίστιν, καὶ παρακάλεσιν τῶν ἄλλων, ἀπήλαυσαν τοῦ Θείου ἐλέους· καὶ ἄλλοι μὲν ἔλαβον συγχώρησιν τῶν ἁμαρτιῶν τους, (ὡς οἱ φίλοι τοῦ Ἰὼβ διὰ τὴν δέησιν αὐτοῦ), ἄλλοι δὲ ἔλαβον τὴν ὑγείαν τοῦ σώματος, (ὡς ὁ Παραλυτικὸς διὰ τὴν πίστιν τῶν αἰρόντων αὐτοῦ τὸν κράββατον), καὶ ἄλλοι ἀνεστήθησαν ἀπὸ τοὺς νεκρούς, (ὡς ὁ Λάζαρος καὶ ἡ θυγάτηρ τοῦ Ἰαείρου, καὶ ὁ υἱὸς τῆς χήρας) διὰ τὴν παρακάλεσιν τῶν γονέων καὶ συγγενῶν αὐτῶν.

ΚΑΝΩΝ ΙΒʹ Τοῖς γὰρ ἀργύρια δεδωκόσι πρὸς τὸ ἀνενοχλήτους αὐτοὺς παντάπασιν γενέσθαι ἀπὸ πάσης κακίας, οὐκ ἔστιν ἔγκλημα προσάγειν. Ζημίαν γὰρ καὶ ἀπώλειαν χρημάτων ὑπήνεγκαν, ἵνα μὴ τὴν ψυχὴν ἑαυτῶν ζημιωθῶσιν ἢ ἀπολέσωσιν, ὅπερ ἄλλοι κατὰ αἰσχροκέρδειαν οὐ πεποιήκασι, καίτοι γε τοῦ Κυρίου λέγοντος, «Τί γὰρ ὠφελήσει ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ τὴν ψυχὴν αὑτοῦ ζημιωθῇ ἢ ἀπολέσῃ»; «Καὶ ὅτι οὐ δύνασθε Θεῷ δουλεύειν καὶ Μαμμωνᾷ». Ἐφάνησαν γὰρ παρ’ ἐκείνοις Θεῷ δουλεύοντες, τὰ ἀργύρια μισήσαντες καὶ καταπατήσαντες, καὶ καταφρονήσαντες αὐτῶν, ἀπεπλήρωσάν τε καὶ ἐν τούτῳ τὸ γεγραμμένον. «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος». Ἐπεὶ καὶ ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἀνέγνωμεν, τοὺς συρθέντας ἀντὶ Παύλου καὶ Σίλα ἐν Θεσσαλονίκῃ ἐπὶ τοὺς πολιτάρχας, μετὰ καὶ πλησμονῆς, ἀπολυθέντας· μετὰ γὰρ τὸ καταβαρῆσαι αὐτοὺς πολλὰ διὰ τὸ ὄνομα, καὶ ἐκταράξαι τὸν ὄχλον καὶ τοὺς πολιτάρχας «Λαβόντες, φησί, τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς, οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέῤῥοιαν.»

Ἑρμηνεία Ἐκεῖνοι δὲ ὁποῦ ἔδωκαν ἀργύρια εἰς τοὺς διώκτας, καὶ διὰ τούτων ἐλυτρώθησαν ἀπὸ τὴν κακίαν, ἤτοι, ἢ ἀπὸ κάθε κάκωσιν καὶ τιμωρίαν, ἢ ἀπὸ τὴν ἄρνησιν, ἥτις ὑπερβαίνει πᾶσαν κακίαν, δὲν εἶναι ἀξιοκατηγόρητοι διὰ τοῦτο, ἐπειδὴ καὶ ἔλαβον ζημίαν καὶ χάσιμον χρημάτων, διὰ νὰ μὴ ζημιωθοῦν καὶ χάσουν τὴν ἐδικήν των ψυχὴν (τὸ ὁποῖον τοῦτο, ἄλλοι διὰ φιλαργυρίαν δὲν ἔκαμαν) καὶ ἐφάνησαν κοντὰ εἰς τοὺς διώκτας ὅτι δουλεύουσι περισσότερον εἰς τὸν Θεόν, παρὰ εἰς τὸν Μαμμωνᾶν, ἤτοι εἰς τὰ ἀργύρια, καὶ ἐπλήρωσαν τὸ ῥητὸν τοῦ Παροιμιαστοῦ, ὁποῦ λέγει, ὅτι λύτρωσις τῆς ψυχῆς τοῦ ἀνθρώπου εἶναι ὁ ἴδιος πλοῦτός του. Διότι καὶ εἰς τὰς Πράξεις τῶν Ἀποστόλων ἀναγινώσκομεν, ὅτι ὁ Ἰάσων καὶ οἱ λοιποί, οἱ ἀντὶ Παύλου καὶ Σίλα ἐν Θεσσαλονίκῃ ἀπὸ τοὺς Ἰουδαίους ἐπὶ τοὺς πολιτάρχας φερθέντες, ἔδωκαν ἱκανὰ ἄσπρα εἶς αὐτούς, καὶ οὕτως ἐλυτρώθησαν. «Λαβόντες γάρ, φησί, τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς».

ΚΑΝΩΝ ΙΓʹ Ὅθεν οὐδὲ τοῖς καταλείψασι πάντα, διὰ τὴν τῆς ψυχῆς σωτηρίαν, καὶ ἀναχωρήσασιν, ἔστιν ἐγκαλεῖν, ὡς ἂν ἑτέρων δι’ αὐτοὺς κατασχεθέντων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐφέσῳ ἀντὶ Παύλου, συνήρπασαν Γάϊον εἰς τὸ θέατρον, καὶ Ἀρίσταρχον, συνεκδήμους Παύλου, καὶ βουλόμενον εἰσελθεῖν εἰς τὸν δῆμον (ἐπεὶ καὶ δι’ αὐτόν, πείσαντα, καὶ μεταστήσαντα πολὺν ὄχλον ἐπὶ τὴν θεοσέβειαν, ἡ στάσις ἦν γενομένη), οὐκ εἴων αὐτὸν οἱ μαθηταί φησιν. «Οὐ μὴν ἀλλὰ καί τινες τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον», εἰ δὲ ἐπιμένοιέν τινες ἐρεσχελοῦντες τοῖς εἰλικρινῶς προσέχουσι τῷ λέγοντι, σώζων, σῶζε τὴν σεαυτοῦ ψυχήν, καὶ μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω, «Ὑπομνησθήτωσαν καὶ τοῦ προκρίτου τῶν Ἀποστόλων Πέτρου, βεβλημένου τε ἤδη εἰς φυλακήν, καὶ παραδοθέντος τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, οὗ ἐν νυκτὶ φυγόντος καὶ ἐκ χειρὸς τοῦ φονώδους Ἡρώδου, καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων· ῥυσθέντος, κατ’ ἐντολὴν Ἀγγέλου Κυρίου. Γενομένης ἡμέρας, φησί, τάραχος ἦν οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἆρα ὁ Πέτρος ἐγένετο». Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαγχθῆναι, δι’ οὕς, οὐδεμία αἰτία τῷ Πέτρῳ προσάπτεται.

Ἐξῆν γὰρ καὶ αὐτοὺς ἑωρακότας τὸ γινόμενον ἐκφυγεῖν, ὡς καὶ πάντα τὰ παιδία τὰ ἐν Βηθλεέμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, εἰ ἐγνώκεισαν οἱ γονεῖς αὐτῶν τὸ μέλλον ἔσεσθαι, ἅπερ ἀνῃρέθησαν ὑπὸ τοῦ μιαιφόνου Ἡρώδου διὰ τὸ ὑπ’ αὐτοῦ ζητούμενον ἀπολέσθαι ἓν παιδίον, ὅπερ καὶ αὐτὸ κατ’ ἐντολὴν Ἀγγέλου Κυρίου ἐξέφυγεν, ἤδη ἀρξάμενον ταχέως σκυλεύειν, καὶ ὀξέως προνομεύειν κατὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος, καθὼς γέγραπται. «Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ Παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». Οἱ γοῦν Μάγοι, ὡς ἤδη σκυλευθέντες καὶ προνομευθέντες, ὑποτεταγμένως καὶ τιμητικῶς προσκυνοῦσι τὸ Παιδίον, ἀνοίγοντες τοὺς θησαυροὺς αὐτῶν, καὶ προσφέροντες αὐτῷ καιριώτατα καὶ πρεπωδέστατα δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ὡς Βασιλεῖ καὶ Θεῷ καὶ Ἀνθρώπῳ. Ὅθεν οὐκ ἔτι πρὸς τὸν Ἀσσύριον βασιλέα ἠξίωσαν ὑποστρέψαι, συνεργούμενοι ὑπὸ τῆς προνοίας· «Χρηματισθέντες γάρ, φησι, κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὑτῶν».

Ὅθεν ἰδὼν ὁ αἱμοβόρος Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας, φησίν· «ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεέμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων,» μεθ’ ὧν καὶ τὸ πρὸ αὐτοῦ γεννηθὲν ἕτερον παιδίον ζητήσας ἀποκτεῖναι καὶ μὴ εὑρών, τὸν πατέρα αὐτοῦ Ζαχαρίαν ἐφόνευσε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐκφυγόντος τοῦ παιδὸς μετὰ τῆς μητρὸς Ἐλισάβετ· ἐφ’ ὧν οὐδεμίαν μέμψιν ἔχουσιν.

Ἑρμηνεία Λέγει διὰ τοῦ Κανόνος τούτου ὁ Ἅγιος, ὅτι δὲν ἔχουσιν ἔγκλημα ἐκεῖνοι ὁποῦ ἀφῆκαν ὅλα τὰ ὑπάρχοντά των καὶ ἔφυγαν διὰ νὰ λυτρώσουν τὴν ψυχήν των, ἴσως μὴ δυνάμενοι νὰ ὑπομείνουν τὸ μαρτύριον μέχρι τέλους. Ἀλλ’ οὐδὲ πρέπει νὰ ἐγκαλοῦνται ἀνίσως, φευγόντων αὐτῶν, ἐπίασαν οἱ διῶκται ἄλλους Χριστιανοὺς δι’ αὐτοὺς καὶ τοὺς ἐκακοποίησαν, διὰ τί καὶ εἰς τὴν Ἔφεσον, ἀντὶ τοῦ Παύλου, ἐπίασαν Γάϊον καὶ Ἀρίσταρχον τοὺς συντρόφους τοῦ Παύλου, ἀλλ’ ὁ Παῦλος διὰ τοῦτο δὲν ἐκατηγορήθη, καὶ μ’ ὅλον ὁποῦ ἡ στάσις καὶ ταραχὴ ἔγινε, διὰ τί αὐτὸς ἔπεισεν ὄχλον πολὺν καὶ τοὺς ἐπέστρεψεν εἰς τὴν θεογνωσίαν Καὶ ὅταν δὲ ὁ Ἄγγελος εὔγαλε τὸν Πέτρον ἀπὸ τὴν φυλακήν, ὁ Ἡρώδης ἐπίασε τοὺς φυλάσσοντας αὐτὸν στρατιώτας καὶ τοὺς ἐπαίδευσεν, ἢ καὶ τοὺς ἐκρέμασεν, ἀλλὰ διὰ τοῦτο δὲν κατηγορεῖται οὔτε ὁ Ἄγγελος, οὔτε ὁ Πέτρος, διὰ τί ἠμποροῦσαν καὶ οἱ στρατιῶται νὰ φύγουν βλέποντες πῶς ὁ Πέτρος δὲν ἦτο εἰς τὴν φυλακήν, ἀμὴ δὲν ἔφυγον.

Ἀλλὰ καὶ ὅταν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη, οὗ τὸ ὄνομα ἦτο κατὰ τὴν προφητείαν, Ὀγλίγωρα κούρσευσε τοὺς ὑπὸ τοῦ διαβόλου κουρσευμένους, δηλαδὴ καὶ οἱ Μάγοι ὡς κουρσευθέντες νοητῶς ὑπ’ αὐτοῦ, προσεκύνησαν αὐτῷ, προσφέροντες δῶρα καὶ χρυσὸν ὡς Βασιλεῖ, καὶ λίβανον ὡς Θεῷ, καὶ σμύρναν ὡς Ἀνθρώπῳ νεκρῷ, καὶ μὴ ὑποστρέψαντες εἰς τὸν Ἀσσύριον βασιλέα, ἤτοι τὸν Ἡρώδην, ἀλλὰ δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν των. Ὅταν, λέγω, ταῦτα πάντα ἠκολούθησαν, καὶ ὁ Κύριος διὰ τοῦ μηνύματος τοῦ Ἀγγέλου ἔφυγεν εἰς Αἴγυπτον, τότε ὁ αἱμοβόρος Ἡρώδης, θυμωθεὶς διὰ τί ἐνεπαίχθη ἀπὸ τοὺς Μάγους, ἐθανάτωσεν ὅλα τὰ βρέφη τὰ ἐν Βηθλεέμ, ἀπὸ δύω χρόνων καὶ κάτω, ἀλλὰ διὰ τοῦτο δὲν κατηγορεῖται ὁ Κύριος. Ζητήσας δὲ καὶ τὸν Πρόδρομον Ἰωάννην ὁ αὐτὸς Ἡρώδης καὶ μὴ εὑρών, ἐπειδὴ ἡ Μήτηρ του Ἐλισάβετ λαβοῦσα αὐτὸν ἔφυγεν, ἐθανάτωσε τὸν πατέρα του Ζαχαρίαν· ἀλλ’ ὅμως, οὔτε ὁ Ἰωάννης, οὔτε ἡ Ἐλισάβετ διὰ τοῦτο κατηγορίας ἄξιοι εἶναι.

ΚΑΝΩΝ ΙΔʹ Εἰ δέ τινες βίαν πολλὴν καὶ ἀνάγκην πεπόνθασι, χάνον λαβόντες ἐν τῷ στόματι καὶ δεσμούς, καὶ ἐπιμείναντες καρτερῶς τῇ διαθέσει τῆς πίστεως, καὶ τὰς χεῖρας αὐτῶν καῆναι καρτερήσαντες, προσαγομένας ἀκοντὶ τῷ ἀνιέρῳ θύματι, ὥσπερ ἔγραψάν μοι οἱ ἀπὸ τῆς φυλακῆς τρισμακάριοι μάρτυρες περὶ τῶν ἐν Λιβύῃ, καὶ ἕτεροι δὲ συλλειτουργοί· οἱ τοιοῦτοι συμμαρτυρούντων αὐτοῖς μάλιστα καὶ τῶν ἄλλων ἀδελφῶν, δύνανται εἶναι ἐν τῇ λειτουργίᾳ, ταχθέντες ἐν τοῖς Ὁμολογηταῖς, ὡς καὶ οἱ κατανεκρωθέντες ἐν ταῖς πολλαῖς βασάνοις, καὶ μηκέτι ἐξισχύσαντες λαλῆσαι ἢ φθέγξασθαι, ἢ κινηθῆναι εἰς τὸ ἀντιστῆναι τοῖς εἰς μάτην βιαζομένοις.

Οὐδὲ γὰρ συγκατέθεντο τῇ βδελυρίᾳ αὐτῶν, ὥσπερ οὖν παρὰ συλλειτουργῶν πάλιν ἤκουσα. Ταχθήσεται δὲ ἐν τοῖς Ὁμολογηταῖς καὶ πᾶς ὅστις οὖν κατὰ Τιμόθεον πολιτεύεται, πειθόμενος καὶ αὐτὸς τῷ λέγοντι· «Δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων».

Ἑρμηνεία Οἱ τοὺς ἁγίους παιδεύοντες Μάρτυρας, ὕστερα ἀπὸ τὰς πολλὰς βασάνους μὲ βίαν μεγάλην ἔβαλλον εἰς τὸ στόμα αὐτῶν, ἢ οἶνον ἀπὸ τὰς σπονδάς, ἢ κρέας ἀπὸ τὰ εἰδωλόθυτα, ἢ βάλλοντες λιβάνι καὶ κάρβουνα εἰς τὰς χεῖράς των, ἐτράβιζαν αὐτοὺς δεδεμένους εἰς τὸν βωμόν, ἵνα, μὴ ὑποφέροντες τὸν πόνον τῆς καύσεως, ῥίψωσι τὸ λιβάνι εἰς τὰ κάρβουνα τοῦ βωμοῦ, καὶ οὕτω φανῶσιν, ὅτι ἐθυσίασαν. Οὗτοι λοιπόν, διορίζει ὁ παρὼν Κανών, ὅτι ἐὰν ἐστάθησαν στερεοὶ εἰς τὴν πίστιν, καὶ ἐπροτίμησαν περισσότερον νὰ καύσουν τὰς χεῖράς των, παρὰ νὰ ῥίψουν τὸ λιβάνι εἰς τὸν βωμόν, ὡς ἐποίησαν οἱ ἐν τῇ Λιβύῃ Μάρτυρες (καὶ ὁ Ἅγιος Μάρτυς Βαρλαὰμ), οὐ μόνον δύνανται νὰ ἔχουν τὴν ἱερωσύνην καὶ τὸν Κλῆρον αὐτῶν, ἀλλὰ καὶ μὲ τοὺς Ὁμολογητὰς συναριθμοῦνται. Οὐ μόνον δὲ οὗτοι, ἀλλὰ ἀκόμη καὶ οἱ διὰ τὰ πολλὰ βάσανα νεκρωθέντες, καὶ μὴ δυνηθέντες νὰ λαλήσουν, ἢ νὰ ἀντισταθοῦν εἰς τοὺς διώκτας, ὁποῦ εἰς τὸ στόμα των ἔβαλον οἶνον, ἢ εἰδωλόθυτον, καὶ αὐτοὶ παρομοίως μετὰ τῶν Ὁμολογητῶν συναριθμοῦνται.

Ἐπιφέρει δὲ εἰς τὸ ἑξῆς ὁ Ἅγιος περὶ τοῦ μαρτυρίου τῆς συνειδήσεως λέγων, ὅτι ὅποιος πολιτεύεται καθὼς ἔγραφεν ὁ Παῦλος εἰς τὸν Τιμόθεον, καὶ ἀγαπᾷ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν καὶ πρᾳότητα, καὶ ἀγωνίζεται τὸν καλὸν ἀγῶνα τῆς πίστεως, καὶ κρατεῖ τὴν ὁμολογίαν, ἣν ὡμολόγησεν ἐπὶ τοῦ ἁγίου βαπτίσματος ἐνώπιον πολλῶν μαρτύρων, καὶ οὗτος μετὰ τῶν Ὁμολογητῶν συναριθμῆται. Ὅρα καὶ τὸν γʹ. τῆς ἐν Ἀγκύρᾳ. «Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου.»

ΚΑΝΩΝ ΙΕʹ Οὐκ ἐγκαλέσει τις ἡμῖν παρατηρουμένοις Τετράδα καὶ Παρασκευήν, ἐν αἷς καὶ νηστεύειν ἡμῖν κατὰ παράδοσιν εὐλόγως προστέτακται. Τὴν μὲν γὰρ Τετράδα διὰ τὸ γινόμενον συμβούλιον ὑπὸ τῶν Ἰουδαίων ἐπὶ τῇ προδοσίᾳ τοῦ Κυρίου· τὴν δὲ Παρασκευήν, διὰ τὸ πεπονθέναι αὐτὸν ὑπὲρ ἡμῶν· τὴν δὲ Κυριακὴν χαρμοσύνης ἡμέραν ἄγομεν, διὰ τὸν ἀναστάντα ἐν αὐτῇ, ἐν ᾗ οὐδὲ γόνυ κλίνειν παρειλήφαμεν.

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι δὲν θέλει κατηγορήσει τινὰς ἡμᾶς τοὺς ὀρθοδόξους, διατὶ κατὰ παράδοσιν, Ἀποστολικὴν δηλαδή, νηστεύομεν παντοτεινὰ ὅλας τὰς Τετράδας καὶ Παρασκευάς. Κάθε μὲν γὰρ Τετράδα νηστεύομεν, διατὶ κατ’ αὐτὴν τὴν ἡμέραν ἔγινε τὸ συμβούλιον ἀπὸ τοὺς Ἰουδαίους διὰ τὴν προδοσίαν τοῦ Κυρίου· κάθε δὲ Παρασκευήν, διατὶ ὑπὲρ ἡμῶν ὁ Κύριος ἔπαθε· τὴν δὲ Κυριακὴν ἡμέραν ἔχομεν ἑορτῆς καὶ χαρᾶς, διατὶ εἰς αὐτὴν ἀνέστη ὁ Κύριος ἀπὸ τοὺς νεκρούς, κατὰ τὴν ὁποίαν παρελάβομεν οὐδὲ γόνυ νὰ κλίνωμεν. Ἀνάγνωθι καὶ τὸν ξδʹ. Ἀποστολικόν, καὶ τὸν κʹ. τῆς αʹ.