Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων

Νικόδημος ὁ Ἁγιορείτης

Κανόνες του Μεγάλου Βασιλείου: Β' Κανονική Επιστολή

Κείμενο και ερμηνευτικός σχολιασμός των κανόνων 17 έως 50 εκ της Β' κανονικής επιστολής του Μεγάλου Βασιλείου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 6 από 18

ΚΑΝΩΝ ΙΖʹ «Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ Πρεσβυτέρου, εἰ δεκτός ἐστι πρὸς τὸν Κλῆρον διὰ τὸν ὅρκον. Ἐγὼ δὲ ἤδη τινὰ καὶ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετ’ αὐτοῦ ὀμωμοκότων τοῖς κατὰ Ἀντιόχειαν Κληρικοῖς οἶδα ἐκτεθεικώς, ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν Πρεσβυτέρων. Τὸ αὐτὸ δὲ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει. Διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ Ἱερωσύνη, ἀλλ’ ἐν Ἰκονίῳ, ἣν ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. Ἔστιν οὖν δεκτὸς ἐκεῖνος ὁ ἀνήρ, ἀπαιτούμενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου, ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάσαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς».

Ἑρμηνεία Δὲν εἶναι τόσον φανερὰ ἡ ἀπόκρισις αὕτη, μὲ τὸ νὰ μὴ ᾖναι φανερὰ οὔτε ἡ ἐρώτησις. Φαίνεται δὲ ὅτι, ἕνας ἄπιστος ἄνθρωπος μὲ ἀπειλὰς καὶ φοβερισμοὺς ἔκαμέ τινας Ἱερεῖς τῶν Ἀντιοχέων νὰ ὀμόσουν, ὅτι νὰ μὴ ἐνεργοῦν· πλέον τὰ τῆς Ἱερωσύνης, ἀπὸ τοὺς ὁποίους ἕνας, Βιάνωρ ὀνόματι, ἐμετοίκησεν εἰς τὸ Ἰκόνιον, περὶ τοῦ ὁποίου ἠρώτησεν ὁ Ἰκονίου Ἀμφιλόχιος, ἂν πρέπῃ οὗτος νὰ λειτουργῇ, καὶ ἀποκρίνεται ὁ Ἅγιος, ὅτι κοινὸν διορισμὸν ἐξέδωκεν εἰς ὅλους ὁποῦ ὤμοσαν εἰς τὴν Ἀντιόχειαν νὰ λειτουργοῦν μὲν κατ’ ἰδίαν, οὐχὶ δὲ καὶ δημοσίως ἔμπροσθεν εἰς ὅλους, ἵνα μὴ σκανδαλίζουσιν αὐτούς, βλέποντας νὰ παραβαίνουν τὸν ὅρκον ὁποῦ ἔκαμαν. Κατὰ τὸν κοινὸν λοιπὸν αὐτὸν διορισμόν, ἔχει τὴν ἄδειαν καὶ ὁ Βιάνωρ νὰ ἱερουργῇ, καὶ μάλιστα διὰ τί μέλλει νὰ ἱερουργῇ (τὸ γάρ ἐστιν, ὁποῦ λέγει ὁ Κανών, ἀντὶ τοῦ ἐνεργεῖται ἡ Ἱερωσύνη ἐκλαμβάνεται) ὄχι εἰς τὴν Ἀντιόχειαν ὅπου ὤμοσεν, ἀλλ’ εἰς τὸ Ἰκόνιον ὅπου μετοίκησε. Χρεωστεῖ ὅμως οὗτος νὰ μετανοῇ διὰ τί εὐκόλως καὶ προχείρως ὤμοσε διὰ μικροῦ κινδύνου φοβερισμόν. Ὅρα καὶ τὸν ϙδʹ. τῆς ϛʹ.

ΚΑΝΩΝ ΙΗʹ «Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑποπεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν Πατέρες ἡμῶν ἁπλοϊκῶς καὶ πρᾴως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων, ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθ’ ὁμοιότητα τῶν διγάμων διαταξάμενοι. Ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Χριστοῦ χάριτι προϊοῦσα ἡ Ἐκκλησία κραταιοτέρα γίνεται, καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσέχειν ἀκριβῶς τῷ κατ’ ἔννοιαν φαινομένῳ πράγματι καὶ τῇ τῆς Γραφῆς διανοίᾳ, ἣν δυνατὸν εὑρεῖν ἀπὸ τοῦ ἀκολούθου. Χηρεία γὰρ παρθενίας ἐλάττων. Οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων.

Ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου. “Νεωτέρας δὲ χήρας παραιτοῦ.” Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. “Εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ, ὡς τὴν εἰς Χριστὸν ἀθετήσασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ Δεσπότη; Μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδοῦσαν, φθορᾶς ἀναπλῆσαι τὸν οἶκον καὶ καθυβρίσαι διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι, καὶ τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν, ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. Οὐκοῦν, ἡ μὲν χήρα ὡς δούλη διεφθαρμένη καταδικάζεται, ἡ δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. Ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν οὐ πρότερον καταδεξάμενοι εἰς κοινωνίαν, πρὶν ἢ παύσασθαι τῆς ἁμαρτίας, οὕτω δηλ. καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα.

Ἐκεῖνο δὲ νῦν προωμολογῆσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ᾑ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ καὶ ἀποταξαμένη τῷ γάμῳ, καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα, τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφ’ οὗ περ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλήρωσιν ἔσχεν. Οὐ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσήκει, ἀλλὰ τὴν ὑπὲρ τὰ δεκαὲξ ἢ δέκα καὶ ἑπτὰ γινομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον, εἶτα παραμείνασαν καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ δεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις, καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν, καὶ τὴν παραίτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. Πολλὰς γὰρ γονεῖς προσάγουσι καὶ ἀδελφοί, καὶ τῶν προσηκόντων τινὲς πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικούμενοι, ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην”».

Ἑρμηνεία Ὁ παρὼν Κανὼν διορΐζεται, ὅτι οἱ μὲν παλαιοὶ Πατέρες συγκαταβατικώτερον φερόμενοι, καθ’ ὁμοιότητα τῶν διγάμων, ἕνα χρόνον μόνον ἐκανόνισαν τὰς παρθένους ἐκείνας, ὁποῦ ἀφιερώσουν μὲν τὸν ἑαυτόν τους εἰς τὸν Θεὸν καὶ ὑποσχεθοῦν νὰ φυλάξουν παρθενίαν, μετὰ ταῦτα δὲ πορνεύσουν ἢ ὑπανδρευθοῦν. Ὁ δὲ μέγας Βασίλειος λέγει, ὅτι ἐπειδὴ μὲ τὴν χάριν τοῦ Χριστοῦ ἡ Ἐκκλησία δυνατωτέρα ἀπὸ τὸ πρῶτον ἔγινεν εἰς τὴν ἀρετήν, καὶ τὸ τάγμα τῶν παρθένων τούτων, ὅσον πηγαίνει, αὐξάνει, διὰ τοῦτο πρέπει καὶ αἱ παρθένοι ὁποῦ πορνεύσουν αὐστηρότερα νὰ ἐπιτιμῶνται, καὶ τοῦτο ἀκολούθως κατὰ τὸ νόημα τοῦ Ἀποστόλου Παύλου. Διότι, ἀνίσως, καθὼς λέγει αὐτός, ἡ χήρα ἐκείνη ὁποῦ συναριθμηθῇ μὲν εἰς τὸ ἐν τῇ Ἐκκλησίᾳ τάγμα τῶν χηρῶν, (περὶ οὗ ὅρα τὴν ὑποσημ. τοῦ μʹ. τῆς ϛʹ.) καὶ ὑποσχεθῇ σωφροσύνην, ἀθετήσῃ δὲ τὴν ὑπόσχεσιν αὐτῆς καὶ ὑπανδρευθῇ, εἰς κρίμα καὶ καταδίκην βαρυτάτην ὑποπίπτει· πόσῳ μᾶλλον καταδικάζεται ἡ παρθένος τοῦτο ποιήσασα, ἥτις εἶναι νύμφη Χριστοῦ καὶ σκεῦος ἀφιερωμένον εἰς αὐτόν; Ὁμόλογον γὰρ εἶναι ὅτι ἡ χηρεία εἶναι κατωτέρα ἀπὸ τὴν παρθενίαν, καὶ ἀκολούθως τὸ τῶν χηρῶν ἁμάρτημα εἶναι κατώτερον ἀπὸ τὸ τῶν παρθένων, καὶ ἀντιστρόφως τὸ ἁμάρτημα τῶν παρθένων εἶναι μεγαλήτερον ἀπὸ τὸ τῶν χηρῶν.

Καὶ ἂν ἡ δούλη πορνεύσασα ἀτιμάζῃ καὶ τὸν αὐθέντην αὐτῆς καὶ ὅλον τὸν οἶκόν του, πόσῳ μᾶλλον ἀτιμάζει αὐτὸν ἡ ἰδία του νύμφη καὶ γυνή, μοιχαλὶς εὑρεθεῖσα; ὥστε ἡ μὲν ἀνωτέρω χήρα παραβαίνουσα τὴν ὑπόσχεσίν της, ὡς δούλη πόρνη κανονίζεται, ἤτοι ἑπτὰ χρόνους, ἡ δὲ παρθένος τοῦτο ποιοῦσα, ὡς νύμφη μοιχαλὶς ἐπιτιμᾶται, ἤτοι ιδʹ. χρόνους. Καὶ ἀκολούθως, καθὼς τὸν μοιχὸν δὲν δεχόμεθα εἰς τὴν μετάνοιαν, ἂν δὲν χωρισθῇ ἀπὸ τὴν ξένην γυναῖκα, τοιουτοτρόπως δὲν δεχόμεθα καὶ τὸν ἁμαρτήσαντα εἰς τὴν παρθένον, ἂν δὲν χωρισθῇ ἀπὸ αὐτήν. Ταῦτα εἰπὼν ὁ Ἅγιος, ἐπιφέρει πότε καὶ πῶς πρέπει νὰ συγκαταριθμοῦνται εἰς τὸ τάγμα τῶν παρθένων αἱ γυναῖκες, δηλαδὴ ὑπὲρ τοὺς δεκαὲξ ἢ δεκαεπτὰ χρόνους τῆς ἡλικίας των, ὅταν γνωρίσουν τὸν ἑαυτόν των καὶ ἔχουν κύριον τὸν λογισμόν, καὶ ὅταν αὐταὶ ἀφ’ ἑαυτῶν θεληματικῶς προσφέρουν τὸν ἑαυτόν των εἰς τὸν Θεόν, καὶ δοκιμαζόμεναι εἰς τοῦτο πολὺν καιρόν, μείνουν στερεαὶ εἰς τὸν αὐτὸν σκοπὸν καὶ παρακαλοῦν θερμῶς νὰ δεχθοῦν. Τοιουτοτρόπως γὰρ ταύτας εἰς τὰς παρθένους συναριθμοῦντες, καὶ τὴν ὑπόσχεσιν αὐτῶν τῆς παρθενίας κεκυρωμένην καὶ βεβαίαν πρέπει νὰ ἔχωμεν, καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως νὰ κανονίζωμεν.

Τὰς δὲ μὴ θεληματικῶς καὶ ἀφ’ ἑαυτῶν προτιμώσας τὴν παρθενίαν, ἀλλὰ πρὸ τοῦ νὰ φθάσουν εἰς τὴν ἀνωτέρω ἡλικίαν προσφερομένας ἀπὸ τοὺς γονεῖς καὶ συγγενεῖς των, ἴσως διὰ τί δὲν ἔχουν προῖκα νὰ δώσουν εἰς αὐτὰς νὰ ὑπανδρευθοῦν, ἢ δι’ ἄλλο τοιοῦτο κοσμικὸν τέλος· ταύτας, λέγω, εὐκόλως εἰς τὸ τάγμα τῶν παρθένων δὲν πρέπει νὰ δεχώμεθα, οὐδὲ τὰς ἀνηλίκους ὁμολογίας αὐτῶν βεβαίας καὶ ἀσφαλεῖς νὰ νομίζωμεν, ἕως ὁποῦ νὰ ἐρευνήσωμεν καθαρὰ τὴν γνώμην των. Ἀνάγνωθι καὶ τὸν μʹ. τῆς ϛʹ. καὶ τὸν ιϛʹ. τῆς δʹ.

ΚΑΝΩΝ ΙΘʹ «Ἀνδρῶν δὲ ὁμολογίαν οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν, εἰ κατὰ τὸ σιωπώμενον δοκοῦσι παραδέχεσθαι τὴν ἀγαμίαν. Πλὴν καὶ ἐπ’ ἐκείνων ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσήκειν. Ἐρωτᾶσθαι αὐτοὺς καὶ λαμβάνεσθαι τὴν παρ’ αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ».

Ἑρμηνεία Ἐκ τοῦ Κανόνος τούτου δείκνυται, ὅτι οἱ τότε Μοναχοὶ δὲν ἔκαμναν ὑποσχέσεις διὰ στόματος, ὡσὰν τώρα, ὅταν ἐγίνοντο Μοναχοί, ἕως τοῦ μεγάλου τούτου Βασιλείου. Λέγει γὰρ ὁ Ἅγιος, ὅτι ἄνδρας ὑποσχομένους νὰ φυλάξουν παρθενίαν ἄλλους δὲν ἠξεύρομεν, εἰ μὴ μόνους τοὺς τὸ μοναχικὸν σχῆμα ἐνδυομένους, οἱ ὁποῖοι καὶ μ’ ὅλον ὁποῦ διὰ λόγου δὲν ὑπόσχονται νὰ φυλάξουν παρθενίαν, διὰ σιωπῆς ὅμως καὶ τῆς ἐνδύσεως τοῦ τοιούτου σχήματος τοῦτο ὑπόσχονται. Πλὴν καὶ αὐτοὶ προσερχόμενοι εἰς τὸ τάγμα τῶν Μοναχῶν, πρέπει νὰ ἐρωτῶνται περὶ τούτου, καὶ ἡ διὰ λόγου αὐτῶν ὑπόσχεσις νὰ λαμβάνεται ὡς ἐνέχυρον, διὰ τί; ἵνα ὅταν αὐτοὶ ἀθετήσουν ταύτην καὶ πορνεύσουν ἢ ὑπανδρευθοῦν, ὡς πόρνοι ἑπτὰ χρόνους νὰ κανονίζωνται, χωριζομένου δηλαδὴ ἀπαραιτήτως τοῦ τοιούτου γάμου. Τοῦτο δὲ τὸ ἴδιον πρέπει νὰ γίνεται καὶ ἐπὶ τῶν ἀγάμων Ὑποδιακόνων καὶ Διακόνων ὅταν χειροτονῶνται. (Ὅρα ὑποσημ. τοῦ ϛʹ. τῆς ϛʹ). Ἀνάγνωθι καὶ τὸν ιϛʹ. τῆς δʹ.

ΚΑΝΩΝ Κʹ «Ὅσαι γυναῖκες ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμολόγησαν εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. Ὅσα γὰρ ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Αἱ δὲ μήπω ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ, οὐδὲ τὴν νομοθεσίαν γινώσκουσι τοῦ Δεσπότου, ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ μετὰ πάντων, καὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσιν ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. Καὶ καθόλου, τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται, τούτους δὲ δηλ. ἄνευ βαπτίσματος ἡ Ἐκκλησία οὐ παραδέχεται, ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως.»

Ἑρμηνεία Ἀκόλουθος εἶναι μὲ τὸν ἀνωτέρω ιηʹ. καὶ ὁ παρὼν Κανών. Διορίζει γὰρ ὅτι αἱ αἱρετικαὶ ἐκεῖναι γυναῖκες ὁποῦ ὡμολόγησαν μὲν νὰ παρθενεύουν, ἔπειτα ὑπανδρεύθησαν, αὗται ὅταν προσέλθουν εἰς τὴν ὀρθοδοξίαν, δὲν πρέπει νὰ ἐπιτιμῶνται. Διότι, κατὰ τὸν Παῦλον, ὅσα ὁ νόμος λέγει, εἰς τοὺς ὑποκειμένους τῷ νόμῳ τὰ λέγει, ὥστε κατὰ τοῦτο καὶ αὐταί, ἐπειδὴ δὲν ἦσαν ὑποκάτω εἰς τὸν ζυγὸν τοῦ Χριστοῦ διὰ τὴν αἵρεσιν, οὐδὲ τὸν νόμον ἠξεύρουσι τοῦ Χριστοῦ. Καὶ λοιπὸν δεκταὶ εἶναι εἰς τὴν Ἐκκλησίαν, λαμβάνουσαι συγχώρησιν τοῦ ἁμαρτήματος τούτου διὰ τῆς εἰς τὸν Χριστὸν αὑτῶν ὀρθοδόξου πίστεως. Διὰ τί δὲ ἀκολούθως ὁ μὲν Κανὼν οὗτος δὲν κανονίζει τὰ ἐν τῇ κατηχουμένῃ ζωῇ ἁμαρτήματα, ὁ δὲ ιδʹ. τῆς αʹ. κανονίζει ταῦτα, ὅρα εἰς ἐκεῖνον τὴν λύσιν τῆς ἐναντιοφανείας ταύτης. Ἐπειφέρει δὲ ὅτι, τοὺς αἱρετικοὺς δὲν δέχεται ἡ Ἐκκλησία χωρὶς νὰ τοὺς βαπτίσῃ, δῶρον δὲ καὶ προνόμιον ἀναγκαιότατον τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως εἶναι ἡ τῶν προτέρων ἁμαρτημάτων συγχώρησις, ὥστε καὶ ἡ παράβασις τῆς ὁμολογίας τῶν αἱρετικῶν τούτων παρθένων ἐσυγχωρήθη διὰ τοῦ βαπτίσματος ὁποῦ ἔλαβον, εἰς τὴν ὀρθοδοξίαν προσερχόμεναι. Ὅρα καὶ τὸν ιϛʹ. τῆς δʹ. καὶ ιδʹ. τῆς αʹ.

ΚΑΝΩΝ ΚΑʹ «Ἐὰν ἀνὴρ γυναικὶ συνοικῶν, ἔπειτα μὴ ἀρκεσθεὶς τῷ γάμῳ εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις. Οὐ μέν τοι ἔχομεν Κανόνα τῷ τῆς μοιχείας αὐτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται. Διότι ἡ μοιχαλὶς μέν, μιαινομένη, φησί, μιανθήσεται καὶ οὐκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς. “Καὶ ὁ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.” Ὁ μέν τοι πορνεύσας οὐκ ἀποκλεισθήσεται τῆς πρὸς τὴν γυναῖκα αὐτοῦ συνοικήσεως. Ὥστε ἡ μὲν γυνὴ ἐπανίοντα τὸν ἄνδρα αὐτῆς ἀπὸ πορνείας παραδέξεται, ὁ δὲ ἀνὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. Τούτων δὲ ὁ λόγος οὐ ῥᾴδιος, ἡ δὲ συνήθεια οὕτω κεκράτηκεν».

Ἑρμηνεία Ἐὰν ὁ ὑπανδρευμένος ἄνδρας ἁμαρτήσῃ εἰς ἄλλην γυναῖκα ἀνύπανδρον, πόρνος μὲν οὗτος λογίζεται, Κανόνα δὲ οὐδένα ἔχομεν εἰς τὸ νὰ καταδικάζῃ αὐτὸν ὡς μοιχόν. Περισσότερον ὅμως καὶ βαρύτερα κανονίζεται ἀπὸ ἕνα ἀνύπανδρον ὁποῦ πορνεύσει, κατὰ τὸν Κανόνα τοῦτον, ἐπειδὴ εἰς ἐκεῖνον μὲν συγκατάβασις γίνεται διὰ τὴν ἀνάγκην τῆς φυσικῆς ἐπιθυμίας, τὴν ὁποίαν δὲν ἔχει πῶς νὰ παραμυθήσῃ, ὁ δὲ ὕπανδρος ἐστερημένος εἶναι τῆς συγκαταβάσεως ταύτης, διὰ τί ἔχει παρηγορίαν τῆς ἐπιθυμίας τὴν νόμιμόν του γυναῖκα. Πλήν, ἐὰν καὶ βαρύτερα ὁ τοιοῦτος κανονίζεται, ὅμως ἡ γυναῖκά του δὲν ἠμπορεῖ νὰ τὸν χωρίσῃ διὰ τὴν πορνείαν ταύτην, ὁ δὲ ἄνδρας χωρίζει τὴν γυναῖκά του, ἐὰν μὲ ἄλλον πορνεύσῃ. Τοιαύτη μὲν ἐπεκράτησεν εἰς τὴν Ἐκκλησίαν ἀπὸ τοὺς Ῥωμαίους συνήθεια· ἡ δὲ αἰτία, διὰ τὴν ὁποίαν τοῦτο γίνεται δὲν εἶναι εὐκολοκατάληπτος. Ὅρα τὴν ὑποσημ. τοῦ μηʹ. Ἀποστολικοῦ, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην ὅρα αὐτήν.

ΚΑΝΩΝ ΚΒʹ «Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναῖκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι, πρὶν ἢ ἀφελέσθαι αὐτῶν καὶ ἐπ’ ἐξουσίας τῶν ἐξ ἀρχῆς μεμνηστευμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτάς, εἴτε ἀποστῆναι. Εἰ δὲ σχολάζουσάν τις λάβῃ, ἀφαιρεῖσθαι μὲν δεῖ καὶ τοῖς οἰκείοις ἀποκαθιστᾷν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν, εἴτε ἀδελφοί, εἴτε οἵτινες οὖν προεστῶτες τῆς κόρης. Κᾂν μὲν ἕλωνται αὐτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον, ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. Τὸ μέν τοι ἐκ διαφθορᾶς εἴτε λαθραίας εἴτε βιαιοτέρας γυναῖκα ἔχοντα, ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. Ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἐπιτίμησις. Χρὴ δὲ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν, καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς Ἐκκλησίας, τῷ βʹ. δεχθῆναι εἰς ἀκρόασιν, τῷ γʹ. εἰς μετάνοιαν, τῷ δʹ. εἰς σύστασιν μετὰ τοῦ λαοῦ, ἀπεχομένους τῆς προσφορᾶς, εἶτα αὐτοῖς ἐπιτρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ».

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι ἐκεῖνοι ὁποῦ ἁρπάζουσι γυναῖκας, εἰ μὲν ἀῤῥαβωνισμένας, νὰ μὴ δέχωνται εἰς μετάνοιαν, ἂν πρῶτον δὲν τὰς ἀποδώσουν εἰς τοὺς προτέρους αὐτῶν ἀῤῥαβωνιαστικούς, ἵνα, ἂν θέλουν, νὰ τὰς λάβουν ἐκεῖνοι εἰς γυναῖκας· εἰ δὲ ἐλευθέραν μὲν ἀπὸ ἀῤῥαβωνιαστικόν, ὑπεξουσίαν δὲ εἰς γονεῖς γυναῖκα ἥρπασέ τινας, νὰ τὴν ἐπιστρέφῃ εἰς τοὺς γονεῖς καὶ συγγενεῖς, ἢ ἐπιτρόπους αὐτῆς· καὶ ἂν μὲν ἐκεῖνοι θέλουσι νὰ τὴν δώσουν εἰς τὸν ἁρπάσαντα αὐτήν, μετὰ συμφωνίας καὶ τῆς γυναικός, νὰ στέκεται τὸ συνοικέσιον, ὄχι καὶ δὲν θέλουν, εἰς τοῦτο νὰ μὴ βιάζωνται. Πλήν, ἐὰν καὶ τελειωθῇ ὁ ἐξ ἁρπαγῆς γάμος αὐτός, ἀναγκαίως πρέπει ὡς πόρνος νὰ ἐπιτιμᾶται ὁ ἁρπάσας καὶ φθείρας τὴν ἁρπαγεῖσαν, εἴτε κρυφίως, εἴτε βιαίως. Τὸ ἐπιτίμιον δὲ αὐτοῦ εἶναι τέσσαρες χρόνοι. Καὶ τῷ μὲν αʹ. χρόνῳ νὰ προσκλαίῃ, τῷ δὲ βʹ. νὰ ἀκροάζεται, τῷ γʹ. νὰ ὑποπίπτῃ, καὶ τῷ δʹ. νὰ στέκεται μὲ τοὺς πιστούς, καὶ μετὰ ταῦτα νὰ μεταλαμβάνῃ.

Συμφωνία Τὸν πόρνον, ὁ μὲν Νύσσης ἐννέα χρόνους κανονίζει ἐν τῷ δʹ. Κανόνι, ὁ δὲ Βασίλειος οὗτος ἑπτὰ ἐν τῷ νθʹ. ὁ δὲ Νηστευτὴς ἐν τῷ ιβʹ. αὐτοῦ Κανόνι δύω χρόνους μετὰ ξηροφαγίας καὶ μετανοιῶν. Ὅρα καὶ τὴν ἑρμην. τοῦ κζʹ. τῆς δʹ. καὶ τὴν ἰχνογραφίαν τοῦ ναοῦ.

ΚΑΝΩΝ ΚΓʹ «Περὶ τῶν δύω ἀδελφὰς γαμούντων, ἢ ἀδελφοῖς δυσὶ γαμουμένων, ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται, οὐ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. Ὁ δὲ ἀδελφοῦ ἰδίαν γυναῖκα λαβών, οὐ πρότερον δεχθήσεται πρὶν ἀποστῆναι αὐτῆς.»

Ἑρμηνεία Ἡ ἐπιστολὴ ὁποῦ ἀναφέρει ὁ παρὼν Κανὼν εἶναι ἡ πρὸς Διόδωρον Ἐπίσκοπον, ἥτις εἶναι Κανὼν πζʹ. τοῦ αὐτοῦ Βασιλείου. Ἐν ἐκείνη γὰρ ἐμποδίζει ὁ Ἅγιος μὲ γενναίους λογαριασμούς, καὶ μὲ τὰς ἐκ τοῦ νόμου μαρτυρίας, ὅτι δὲν πρέπει ἕνας καὶ ὁ αὐτὸς νὰ παίρνῃ τῆς ἀποθανούσης γυναικός του τὴν ἀδελφήν, ταὐτὸν εἰπεῖν, δύω ἀδελφάς, οὔτε μία καὶ ἡ αὐτὴ γυναῖκα νὰ λαμβάνῃ τὸν ἀδελφὸν τοῦ ἀποθανόντος ἀνδρός της. Ὅποιος δὲ εἰς τοιοῦτον ἄθεσμον γάμον περιπέσῃ, δὲν θέλει δεχθῇ εἰς μετάνοιαν, ἂν πρῶτον δὲν χωρίσῃ αὐτήν. Ὅρα καὶ τὸν ιθʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΚΔʹ «Χήραν τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τοῦτ’ ἔστι τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ὁ Ἀπόστολος γαμουμένην παρορᾶσθαι. Ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλ’ ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. Ἡ μέντοι χήρα ἑξηκονταετὴς γεγονυῖα, ἐὰν ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. Ἐὰν μέντοι πρὸ ἑξήκοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου».

Ἑρμηνεία Τὸ παλαιόν, ὅσαι χῆραι ἦσαν τῇ ἀληθείᾳ χῆραι καὶ μεμονωμέναι, ἐλπίζουσαι εἰς τὸν Θεόν, καὶ σχολάζουσαι εἰς τὰς δεήσεις καὶ προσευχὰς νύκτα καὶ ἡμέραν, αὗται ἑξήκοντα χρόνων γινόμεναι, ἐτάττοντο εἰς τὸ τάγμα τῶν χηρῶν ἐν τῇ Ἐκκλησίᾳ, καὶ ὑποσχόμεναι νὰ μὴ δευτεροϋπανδρευθοῦν, ἀλλὰ νὰ σωφρονοῦν, ἐτρέφοντο ἀπὸ τὰ σιτηρέσια καὶ βοηθείας τῆς Ἐκκλησίας, καθὼς ταῦτα λέγει ὁ Παῦλος (αʹ. Τιμοθ. εʹ. 5. 9. ὅρα καὶ τὴν ὑποσημείωσιν τοῦ μʹ. τῆς ϛʹ)· διὰ τοῦτο καὶ ὁ παρὼν Κανὼν λέγει, ὅτι ἐὰν κᾀμμία ἀπὸ τὰς τοιαύτας χήρας, νεωτέρα δηλ. συναριθμηθῇ εἰς τὸ τάγμα τῶν χηρῶν, καὶ ὕστερον ὑπανδρευθῇ, κρίνει ὁ Παῦλος νὰ παρορᾶται, ἤτοι νὰ μὴ διακονῆται πλέον ἀπὸ τὴν Ἐκκλησίαν. Ἐὰν δὲ ὁ ἄνδρας χηρεύσῃ, κᾀνένας νόμος δὲν εἶναι νὰ τὸν ἐμποδίζῃ, ἢ νὰ τὸν παιδεύῃ, ἐὰν θέλῃ δεύτερον νὰ ὑπανδρευθῇ, ἀλλὰ ἱκανὸν εἶναι εἰς αὐτὸν νὰ λαμβάνῃ τὸ ἐπιτίμιον τῶν διγάμων, ἤτοι τὸ νὰ κανονίζεται ἕνα ἢ δύω χρόνους, κατὰ τὸν δʹ. τοῦ ἰδίου Βασιλείου. Ἐὰν δὲ ἑξήκοντα χρόνων οὖσα ἡ χήρα, ταχθῇ εἰς τὸ τάγμα τῶν χηρῶν, ἔπειτα ὑπανδρευθῇ, αὕτη ἐπιτιμᾶται νὰ μὴ μεταλαμβάνῃ, ἕως ὁποῦ νὰ χωρισθῇ ἀπὸ τὴν ἐν γήρᾳ ταύτην ἀκάθαρτον μίξιν καὶ τὸ ἄθεσμον συνοικέσιον.

Ἐὰν δὲ πρὸ τῶν ἑξήκοντα χρόνων, συναριθμηθεῖσα αὕτη ἀπὸ ἡμᾶς εἰς τὸ τάγμα αὐτό, ὑπανδρευθῇ, αὐτὴ μὲν εἶναι ἀξία συγχωρήσεως διὰ τὸ νεαρὸν τῆς ἡλικίας της, τὸ δὲ ἔγκλημα εἶναι ἐδικόν μας, διατί παρέβημεν τὴν διαταγὴν τοῦ Παύλου, καὶ συνηριθμήσαμεν αὐτὴν εἰς τὸ χηρικὸν τάγμα, προτοῦ νὰ φθάσῃ εἰς τοὺς ἑξήκοντα χρόνους τῆς ἡλικίας της (αὐτόθι).

ΚΑΝΩΝ ΚΕʹ «Ὁ τὴν διεφθαρμένην ὑφ’ ἑαυτοῦ εἰς γυναῖκα κατέχων, τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται.»

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι ἀνίσως τινὰς φθείρει γυναῖκα μὴ ἀῤῥαβωνιασμένην μὲ ἄλλον, καὶ μετὰ τὴν φθορὰν λάβῃ αὐτὴν εἰς γυναῖκα, κανονίζεται μὲν διὰ τί ἔφθειρεν αὐτὴν πρὸ τοῦ γάμου· συγχωρεῖται δὲ νὰ ἔχῃ αὐτὴν πάντοτε ὡς γυναῖκά του. Ἀνάγνωθι καὶ τὸν ξζʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΚΣΤʹ «Ἡ πορνεία γάμος οὐκ ἔστιν, ἀλλ’ οὐδὲ γάμου ἀρχή. Ὥστε, ἐὰν ᾖ δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. Ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν, ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται.»

Ἑρμηνεία Συγχωρήσας ὁ Ἅγιος ἐν τῷ κβʹ. καὶ κεʹ. νὰ συνάπτωνται οἱ πρὸ τοῦ γάμου φθαρέντες, διορίζει τελευταῖον ἐν τῷ παρόντι Κανόνι καθολικὸν καὶ ἀκριβέστατον· ὅτι, ἐκεῖνοι ὁποῦ πορνεύσουν μὲν πρότερον εἴτε μὲ παρθένον, εἴτε μὲ πόρνην, καὶ μετὰ τὴν πορνείαν ζητοῦν νὰ ὑπανδρευθοῦν, τὸ ἀσφαλέστερον καὶ καλήτερον εἶναι νὰ μὴ ὑπανδρεύωνται, ἀλλὰ καὶ ἐὰν φθάσουν νὰ ὑπανδρευθοῦν νὰ χωρίζωνται, ἐπειδὴ ὁ γάμος διὰ τοῦτο λέγεται τίμιος καὶ ἡ κοίτη ἀμίαντος, διὰ τί εἶναι καθαρὸς ἀπὸ κάθε προηγουμένην ἁμαρτίαν καὶ φθοράν, ἡ δὲ πορνεία καὶ φθορὰ οὔτε γάμος εἶναι, ἀλλ’ οὔτε γάμου ἀρχή. Ἐὰν δὲ οἱ πορνεύσαντες αὐτοὶ δὲν στέργουν κατ’ οὐδένα τρόπον νὰ χωρισθοῦν, νὰ ἐπιτιμῶνται μὲν ὡς πόρνοι, ἑπτὰ χρόνους δηλαδή, νὰ ἀφίνωνται δὲ ἀχώριστοι, διὰ νὰ μὴ ἀκολουθήσῃ κἀνὲν ἄλλο πρᾶγμα χειρότερον, ἤτοι, ἵνα μὴ καὶ χωρισθέντες κρυφίως πορνεύωσιν, ἤ, ἵνα μὴ μὲ ἄλλα πρόσωπα καὶ οἱ δύω συναπτόμενοι εἰς γάμον, κρυφίως μοιχεύωσιν, ἤ, ἵνα μὴ φονεύσωσι τὸν ἑαυτόν τους, τὸν ὑπερβολικὸν ἔρωτα καὶ τὸν χωρισμὸν μὴ ὑποφέροντες. Ἀνάγνωθι καὶ τὸν ξζʹ. Ἀποστολικὸν καὶ τὴν εἰς ἐκεῖνον ὑποσημείωσιν.

ΚΑΝΩΝ ΚΖʹ «Περὶ τοῦ Πρεσβυτέρου τοῦ κατὰ ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντος, ὥρισα ἃ ἐχρῆν, καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. Ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. Εὐλογεῖν δὲ ἕτερον τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. Εὐλογία γὰρ ἁγιασμοῦ μετάδοσις. Ὁ δὲ τοῦτο μὴ ἔχων, διὰ τὸ τῆς ἀγνοίας παράπτωμα, πῶς ἑτέρῳ μεταδώσει; μήτε τοίνυν δημοσίᾳ, μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ κατανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω, ἀλλά, ἀρκούμενος τῇ προεδρίᾳ, προσκλαιέτω ἑτέροις καὶ τῷ Κυρίῳ συγχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἁμάρτημα».

Ἑρμηνεία Ὁ παρὼν Κανὼν αὐτολεξεὶ ἐρανισθεὶς ἀπὸ τὴν ϛʹ. κϛʹ. αὐτῆς ἐστι Κανών, οὗ τὴν ἑρμηνείαν ἐκεῖσε ἀνάγνωθι.

ΚΑΝΩΝ ΚΗʹ «Ἐκεῖνο γεμὴν γελοῖόν μοι κατεφάνη, τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν, ὥστε, καταξίωσον διδάσκειν αὐτούς, τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελειῶν ἀπέχεσθαι, τὴν μέντοι χρῆσιν, ἀδιάφορον εἶναι συγχώρησιν· οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον, μετ’ εὐχαριστίας λαμβανόμενον, ὥστε, ἡ εὐχὴ καταγέλαστος, οὐχ ἡ ἀποχὴ ἀναγκαία.»

Ἑρμηνεία Ἠρωτήθη ὁ Ἅγιος, ἂν δύναταί τινας νὰ παραβῇ τὴν εὐχήν, ἤτοι τὴν ὑπόσχεσιν ὁποῦ ἔκαμε πρὸς τὸν Θεόν, νὰ μὴ φάγῃ χοίρειον κρέας, καὶ ἀποκρίνεται, ὅτι ἡ ὑπόσχεσις αὕτη εἶναι ἀξία γέλωτος. Διὰ τοῦτο πρέπει νὰ διδάσκωνται οἱ τοιοῦτοι τοιαύτας μὲν ἀλόγους ὑποσχέσεις νὰ μὴ κάμνουν εἰς τὸ ἑξῆς, τὴν δὲ μεταχείρισιν τῶν χοιρείων κρεῶν, διὰ τὰ ὁποῖα ἔφθασαν νὰ ὑποσχεθοῦν, νὰ τὴν ἔχουν ἀδιάφορον, ἤτοι, ἐπίσης νὰ ἔχουν καὶ τὸ νὰ μὴ φάγουν αὐτά, καὶ τὸ νὰ τὰ φάγουν, ἐπειδή, κατὰ τὸν Παῦλον, κἀνένα κτίσμα Θεοῦ δὲν εἶναι ἀπόβλητον, καθ’ ὃ κτίσμα, μετ’ εὐχαριστίας ἐσθιόμενον. Ὅρα καὶ τὸν ϙδʹ. τῆς ϛʹ.

ΚΑΝΩΝ ΚΘʹ «Ἄρχοντας μέντοι ὀμνύειν ἐπὶ τῷ κακοποιεῖν τοὺς ἀρχομένους, καὶ πάνυ θεραπεύεσθαι προσήκει. Θεραπεία δὲ τούτων διττή· Μία μέν, μὴ ὀμνύειν αὐτοὺς διδάσκεσθαι προχείρως, ἑτέρα δέ, μὴ ἐπιμένειν ἐν ταῖς πονηραῖς κρίσεσιν, ὥστε, ὅρκῳ προληφθείς τις εἰς κακοποιΐαν ἑτέρου, τὴν μὲν ἐπὶ τῇ προπετείᾳ τοῦ ὅρκου μετάνοιαν ἐπιδεικνύσθω, μὴ μέντοι προσχήματι εὐλαβείας τὴν πονηρίαν ἑαυτοῦ βεβαιούτω. Οὐδὲ γὰρ Ἡρώδῃ συνήνεγκεν εὐορκήσαντι, ὃς ἵνα μὴ ἐπιορκήσῃ δῆθεν, φονεὺς ἐγένετο τοῦ Προφήτου. Καθάπαξ μὲν ὁ ὅρκος ἀπαγόρευται, πολλῷ δέ που εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι, ὥστε μεταφρονεῖν χρὴ τὸν ὀμνύοντα, οὐχὶ σπουδάζειν βεβαιοῦν αὐτοῦ τὸ ἀνόσιον. Ἐξέτασον γὰρ πλατύτερον τὴν ἀτοπίαν. Εἴ τις ὀμόσειεν ἐξορύξειν τοὺς ὀφθαλμοὺς τοῦ ἀδελφοῦ, εἰ καλὸν τὸ τοιοῦτον εἰς ἔργον ἀγαγεῖν αὐτό, εἴ τις φονεύσειν, εἴ τις ὅλως δι’ ὅρκου ἐντολήν τινα παραβήσεσθαι; “ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξεσθαι τὰ κρίματα τῆς δικαιοσύνης σου”. Ὥσπερ δὲ τὴν ἐντολὴν ἀμεταθέτοις κρίμασι προσήκει βεβαιοῦσθαι, οὕτω τὴν ἁμαρτίαν παντοίοις καθήκει ἀκυροῦσθαι καὶ ἀφανίζεσθαι».

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι ἀνίσως κἀνένας ἄρχοντας ὀμόσῃ διὰ νὰ κακοποιήσῃ τινά, αὐτὸς πρῶτον μὲν πρέπει νὰ διδάσκεται νὰ μὴ ὀμνύῃ εὐκόλως, καὶ πρὸς τούτοις νὰ μετανοῇ διὰ τὸν προπετῆ αὐτὸν ὅρκον ὁποῦ ἔκαμε. Δεύτερον δέ, νὰ μὴ μείνῃ εἰς τὴν κακὴν αὐτὴν ἀπόφασιν ὁποῦ ἔκαμε νὰ κακοποιήσῃ, θέλωντας τάχα νὰ φυλάξῃ τὸν ὅρκον ἀπὸ εὐλάβειαν· διότι οὐδὲ τὸν Ἡρώδην ὠφέλησε τίποτε ἡ φύλαξις τοῦ ὅρκου, ὅστις διὰ νὰ μὴ παραβῇ τάχα τὸν ὅρκον του, ἐφόνευσε τὸν Ἰωάννην· μᾶλλον γὰρ ἤθελεν ὠφελήσει αὐτὸν τὸ νὰ παραβῇ τὸν ὅρκον, καὶ νὰ μὴ κάμῃ τοιοῦτον ἄδικον φόνον. Καὶ κάθε μὲν ὅρκος ἁπλῶς καθάπαξ, ἤγουν τελείως καὶ ὁλοτελῶς, εἶναι ἐμποδισμένος ἀπὸ τὸ ἱερὸν Εὐαγγέλιον, εἴτε διὰ καλὸν γένῃ, εἴτε διὰ κακόν, πολλῷ δὲ περισσότερον εἶναι κατακεκριμένος ἐκεῖνος ὁποῦ γένῃ διὰ κακόν. Ὥστε καὶ ἐκεῖνος ὁποῦ ὀμόσει διὰ νὰ κακοποιήσῃ τινά, δὲν πρέπει νὰ βεβαιώσῃ τὸ κακὸν αὐτὸ διὰ τὸν ὅρκον, ἀλλὰ νὰ μετανοῇ διὰ τί ὅλως ἔκαμε τοιοῦτον ὅρκον. Καθὼς καὶ ἄν τινας, λόγου χάριν, ἤθελεν ὀμόσει νὰ ἐκβάλῃ τὰ ὀμμάτια τοῦ ἀδελφοῦ του, ἢ νὰ φονεύσῃ, ἢ νὰ παραβῇ κἀμμίαν ἐντολὴν τοῦ Κυρίου, δὲν ἦτο καλὸν νὰ φέρῃ εἰς ἔκβασιν ταῦτα διὰ τὸν ὅρκον, ἐπειδὴ λέγει ὁ Δαβὶδ πρὸς τὸν Θεόν. «Ὤμοσα καὶ ἐστερέωσα τὸν ὅρκον μου, ὄχι διὰ νὰ ἁμαρτήσω, ἀλλὰ διὰ νὰ φυλάξω τὰ κρίματα τῆς δικαιοσύνης σου».

Καὶ λοιπόν, καθὼς εἶναι πρέπον νὰ βεβαιώνωμεν τὰς ἐντολὰς τοῦ Κυρίου μὲ ἀποφάσεις στερεάς, ἔτσι ἐξ ἐναντίας εἶναι πρέπον νὰ ἀκυρώνωμεν κάθε ἀπόφασιν ὁποῦ κάμομεν διὰ νὰ ἁμαρτήσωμεν. Ὅρα καὶ τὸν ϙδʹ. τῆς ϛʹ.

ΚΑΝΩΝ Λʹ «Περὶ τῶν ἁρπαζόντων, Κανόνα παλαιὸν οὐκ ἔχομεν, ἰδίαν δὲ γνώμην ἐποιησάμεθα, τρία ἔτη καὶ αὐτοὺς καὶ τοὺς συναρπάζοντας αὐτοῖς ἔξω τῶν εὐχῶν γίνεσθαι. Τὸ δὲ μὴ βιαίως γενόμενον ἀνεύθυνόν ἐστιν, ὅταν μὴ φθορὰ ᾖ, μηδὲ κλοπὴ ἡγουμένη τοῦ πράγματος. Αὐτεξουσία δὲ ἡ χήρα καὶ ἐπ’ αὐτῇ τὸ ἀκολουθῆσαι, ὥστε τῶν σχημάτων ἡμῖν οὐ φροντιστέον».

Ἑρμηνεία Ἐκείνους ὁποῦ ἁρπάζουν γυναῖκας, ἢ συνεργοῦν εἰς τὴν τοιαύτην ἁρπαγήν, πρῶτος οὗτος ὁ Ἅγιος ἐν τῷ παρόντι Κανόνι τρεῖς χρόνους κανονίζει νὰ στέκωνται ἔξω τῶν εὐχῶν, τῶν λεγομένων εἰς τοὺς ὑποπίπτοντας, ταὐτὸν εἰπεῖν, νὰ στέκωνται ἐν τῷ προνάῳ μετὰ τῶν ἀκροωμένων.

Ὁ γὰρ κζʹ. τῆς δʹ. περὶ τῶν ἁρπαζόντων γυναῖκας διορίζων, ὕστερος ἀπὸ τὸν παρόντα ἐστίν. Ἐὰν δὲ αὐτεξουσία οὖσα ἡ γυνὴ καὶ ὄχι ὑπεξουσία εἰς πατέρα, ἢ αὐθέντην, θεληματικῶς ἠκολούθησεν· εἰς τὸν ἄνδρα χωρὶς νὰ βιασθῇ, ἀνεπιτίμητος εἶναι ὁ ταύτην λαβών, ἐὰν ὅμως δὲν ἔφθειρεν αὐτήν, ἢ κρυφίως ἔσμιξε μὲ αὐτὴν (τοῦτο γὰρ δηλοῖ ἡ φθορὰ καὶ ἡ κλοπή). Ὥστε καὶ ἐὰν χήρα αὐτεξουσία οὖσα καὶ εἰς τὴν θέλησίν της ἔχουσα τὸ νὰ ἀκολουθήσῃ, εἰ μή, ἐντρεπομένη δὲ ἴσως νὰ φανῇ ὅτι δίδει τὸν ἑαυτόν της ἀφ’ ἑαυτῆς εἰς τὸν ἀγαπητικόν της, σχηματισθῇ μὲν κατὰ τὸ φαινόμενον, ὅτι ἐκεῖνος τὴν ἥρπασε, κατὰ ἀλήθειαν δὲ αὐτὴ εἰς ἐκεῖνον ἠκολούθησεν· ἐάν, λέγω, τοῦτο ἀκολουθήσῃ, ἀνεύθυνος εἶναι ὁ ταύτην λαβών. Ἡμεῖς γὰρ ὄχι τὸν καθ’ ὑπόκρισιν αὐτὸν σχηματισμὸν τῆς ἁρπαγῆς στοχαζόμεθα, ἀλλὰ τὴν κατὰ ἀλήθειαν ἀκολούθησιν τῆς χήρας. Ὅρα καὶ τὸν κζʹ. τῆς δʹ.

ΚΑΝΩΝ ΛΑʹ «Ἡ, ἀναχωρήσαντος τοῦ ἀνδρὸς καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πυσθῆναι περὶ τοῦ θανάτου αὐτοῦ, ἑτέρῳ συνοικήσασα, μοιχᾶται».

Ἑρμηνεία Αὐτολεξεὶ ὁ παρὼν Κανὼν ἐρανίσθη ἀπὸ τὸν ϙγʹ. τῆς ϛʹ. καὶ ὅρα τὴν ἑρμηνείαν αὐτοῦ ἐκεῖ.

ΚΑΝΩΝ ΛΒʹ «Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες Κληρικοί, τοῦ βαθμοῦ μὲν κατάγονται, τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται. Οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό».

Ἑρμηνεία Ἔστιν ἁμαρτία πρὸς θάνατον, καὶ ἔστιν ἁμαρτία μὴ πρὸς θάνατον, λέγει ὁ Εὐαγγελιστὴς Ἰωάννης (αʹ. ἐπιστολ. εʹ. 16. 17). Κατὰ ἄλλους λοιπὸν Πατέρας, καὶ μάλιστα κατὰ τὸν Μητροφάνην Σμύρνης, ἐν τῇ ἑρμηνείᾳ τῶν καθολικῶν ἐπιστολῶν, ἄλλως ἑρμηνεύεται ἡ πρὸς θάνατον, καὶ μὴ πρὸς θάνατον ἁμαρτία. Κατὰ δὲ τὸν Ζωναρᾶν, ἁμαρτία πρὸς θάνατον εἶναι ἡ μέχρι πράξεως προχωρήσασα ἁμαρτία, οὖσα δηλ. θανάσιμος, καὶ κατὰ τὸ εἶδος, μὴ πρὸς θάνατον δὲ ἁμαρτία, ἡ μὴ ἐλθοῦσα ἕως εἰς πρᾶξιν καὶ ἔργον, ἀλλὰ σταθεῖσα ἕως εἰς τὴν συγκατάθεσιν (καὶ ὅρα τὸν δʹ. τῆς ἐν Νεοκαισ). Λέγει οὖν ὁ παρὼν Κανών, ὅτι ὅσοι Κληρικοὶ πράξουν τοιαύτην ἁμαρτίαν θανάσιμον, καθαιροῦνται μέν, δὲν ἐκβάλλονται δὲ καὶ ἀπὸ τὴν κοινωνίαν, ἤτοι ἀπὸ τὸ νὰ συμπροσεύχωνται μὲ τοὺς λαϊκούς, κατ’ ἐκεῖνο τὸ λόγιον, «Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό·» δὲν κοινωνοῦν ὅμως οἱ τοιοῦτοι καὶ τὰ θεῖα Μυστήρια. Ἀνάγνωθι καὶ τὸν κεʹ. Ἀποστολικόν, καὶ τὸν γʹ. τοῦ ἰδίου τούτου Βασιλείου.

ΚΑΝΩΝ ΛΓʹ «Ἡ γυνὴ ἡ διὰ τῆς ὁδοῦ κυήσασα καὶ ἀμελήσασα τοῦ κυήματος, τῷ τοῦ φονέως ἐγκλήματι ὑποκείσθω».

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι ἀνίσως γυναῖκα εἰς τὸν δρόμον εὑρισκομένη, τύχῃ νὰ γεννήσῃ, ἐὰν ἀμελήσῃ τοῦ παιδίου της καὶ ἀποθάνῃ, ὡς φονεύτρια κανονίζεται.

Συμφωνία Παρομοίως δὲ καὶ ὁ νβʹ. τοῦ αὐτοῦ Βασιλείου πλατύτερον λέγει, ὅτι ἐὰν γεννήσῃ γυναῖκα εἰς τὸν δρόμον καὶ δυναμένη νὰ ζωογονήσῃ τὸ βρέφος της, τὸ ἀφήσῃ καὶ ἀποθάνῃ, ἢ διὰ νὰ σκεπάσῃ τὴν ἁμαρτίαν της, ἐκ πορνείας ἢ μοιχείας αὐτὸ συλλαβοῦσα, ἢ θηριωδῶς καὶ ἀπανθρώπως καταφρονήσασα τοῦ παιδίου της, ὡς φονεύτρια καταδικάζεται. Ἢ καὶ ἂν δὲν ἀποθάνῃ τὸ παιδίον, ἀλλ’ εὑρὼν αὐτὸ ἄλλος τινὰς τὸ πάρῃ καὶ τὸ ζωογονήσῃ, πάλιν ἡ μήτηρ του ὡς φονεύτρια κατακρίνεται, κατὰ τὸν Ζωναρᾶν, διατί ἀφῆκεν αὐτὸ ἀπὸ ἀμέλειάν της ἀνεπιμέλητον, καὶ ὅσον τὸ εἰς αὐτὴν μέρος, ἀφῆκε νὰ ἀποθάνῃ αὐτό. Ἐὰν ὅμως δὲν εἶχε τὸν τρόπον νὰ τὸ ζωογονήσῃ δι’ ἐρημίαν καὶ στέρησιν τῶν ἀναγκαίων, καὶ ἐκ τούτου ἀπέθανε τὸ βρέφος, συγχωρήσεως ἀξία εἶναι καὶ ἡ μήτηρ του, κατὰ τὸν αὐτὸν νβʹ. τοῦ Βασιλ. Ὅρα καὶ τὸν ξϛʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΛΔʹ «Τὰς μοιχευθείσας γυναῖκας καὶ ἐξαγορευούσας δι’ εὐλάβειαν, ἢ ὁπωσοῦν ἐλεγχομένας, δημοσιεύειν μὲν ἐκώλυσαν οἱ Πατέρες ἡμῶν, ἵνα μὴ θανάτου αἰτίαν παράσχωμεν ἐλεγχθείσας, ἵστασθαι δὲ αὐτὰς ἄνευ κοινωνίας προσέταξαν μέχρι τοῦ συμπληρωθῆναι τὸν χρόνον τῆς μετανοίας».

Ἑρμηνεία Ἀνίσως γυνὴ ὕπανδρος μοιχευθῇ μὲ ἄλλον, καὶ εὐλαβουμένη, ἤτοι φοβουμένη τὴν μέλλουσαν κρίσιν, ἐξομολογηθῇ τὸ ἁμάρτημα, ἢ ἀπὸ μέρους φανερωθῇ, τυχὸν διατὶ ἐγγαστρώθη, ἢ διατὶ ἐγέννησε, λείποντος μακρὰν τοῦ ἀνδρός της, ἐπρόσταξαν οἱ Πατέρες ὅτι αὐτὴ νὰ μὴ δημοσιεύεται, ἤτοι νὰ μὴ βάλλεται εἰς τοὺς τόπους τῶν μετανοούντων, προσκλαιόντων δηλ. ἀκροωμένων καὶ ὑποπιπτόντων, ἵνα μὴ οἱ βλέποντες αὐτὴν ἐκβαίνουσαν ἐκ τῆς Ἐκκλησίας μὲ τοὺς κατηχουμένους, ἢ ἐν τῷ Νάρθηκι ἱσταμένην, καταλάβουν ὅτι βεβαιότατα ἥμαρτε καὶ πρὸ τῶν ἄλλων ἁμαρτημάτων, τὸ τῆς μοιχείας ἔγκλημα προσάψουν εἰς αὐτήν, καὶ ἔτσι τὸ ἐπιτίμιον αὐτὸ θέλει γίνει εἰς αὐτὴν αἰτία θανάτου. Μαθὼν γὰρ τοῦτο ὁ ἀνὴρ αὐτῆς, ἴσως φονεύσει αὐτήν, κατ’ ἐκεῖνο τὸ Σολομώντιον. «Μεστὸς ζήλου θυμὸς ἀνδρὸς αὐτῆς». Διὰ τοῦτο λοιπὸν οἱ Πατέρες ἐπρόσταξαν, αἱ τοιαῦται γυναῖκες νὰ στέκωνται ἐν τῇ Ἐκκλησίᾳ μαζὴ μὲ τοὺς ἄλλους πιστούς, χωρὶς ὅμως καὶ νὰ μεταλαμβάνουν, ἕως ὁποῦ νὰ τελειώσῃ ὁ διωρισμένος καιρὸς τῆς μετανοίας των.

ΚΑΝΩΝ ΛΕʹ «Ἐπὶ τοῦ καταλειφθέντος ἀνδρὸς ὑπὸ τῆς γυναικός, τὴν αἰτίαν χρὴ σκοπεῖν τῆς ἐγκαταλείψεως, κᾂν φανῇ ἀναλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίου. Ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται».

Ἑρμηνεία Ἐὰν ἡ γυναῖκα ἀφήσῃ τὸν ἄνδρα της, πρέπει νὰ ἐξετάζεται διὰ ποίαν αἰτίαν ἀφῆκεν αὐτόν, τὸ δὲ ὑπόλοιπον τοῦ Κανόνος αὐτολεξεὶ ἐρανίσθη ἀπὸ τὸν πζʹ. τῆς ϛʹ. καὶ ὅρα τὴν ἑρμηνείαν αὐτοῦ ἐκεῖ.

ΚΑΝΩΝ ΛϚʹ. «Στρατιώτιδες, αἱ τῶν ἀνδρῶν αὐτῶν ἀφανῶν ὄντων, γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ὥσπερ καὶ αἱ διὰ τὴν ἀποδημίαν τῶν ἀνδρῶν μὴ ἀναμείνασαι τὴν ἐπάνοδον. Πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα, διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν».

Ἑρμηνεία Οὗτος ὁ Κανὼν αὐτολεξεὶ ἐρανίσθη ἀπὸ τὸν ϙγʹ. τῆς ϛʹ. καὶ ὅρα τὴν ἑρμηνείαν αὐτοῦ ἐκεῖ.

ΚΑΝΩΝ ΛΖʹ «Μετὰ τὸ ἀφαιρεθῆναι τὴν ἀλλοτρίαν ὁ γαμήσας, ἐπὶ μὲν τῇ πρώτῃ μοιχείας ἐγκληθήσεται, ἐπὶ δὲ τῇ δευτέρᾳ ἀνέγκλητος ἔσται».

Ἑρμηνεία Κατὰ τὸν Κανόνα τοῦτον, ἀνίσως τινὰς λάβῃ παρανόμως τὴν ἀῤῥαβωνιστήν, ἢ τὴν γυναῖκα τινός, ἔπειτα τὴν πάρῃ ἀπὸ αὐτὸν ὁ ἔχων αὐτὴν ἄνδρας, καὶ αὐτὸς μὲ ἄλλην ἐλευθέραν ἀπὸ ἄνδρα γυναῖκα ὑπανδρευθῇ, διὰ μὲν τὴν εἰς τὴν πρώτην ἐκείνην ξένην γυναῖκα ἁμαρτίαν του, ὡς μοιχὸς θέλει κανονισθῇ, διὰ δὲ τὴν δευτέραν γυναῖκα, εἶναι ἀνεύθυνος.

ΚΑΝΩΝ ΛΗʹ «Αἱ κόραι, αἱ παρὰ γνώμην τοῦ πατρὸς ἀκολουθήσασαι, πορνεύουσι, διαλλαγέντων δὲ τῶν γονέων, δοκεῖ θεραπείαν λαμβάνειν τὸ πρᾶγμα. Οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστανται, ἀλλ’ ἐπιτιμηθήσονται τρία ἔτη».

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι ὅσαι κόραι καὶ παρθένοι, ὑπεξούσιοι οὖσαι εἰς τὸν πατέρα των, παρὰ γνώμην αὐτοῦ ἠκολούθησαν, ἤτοι θεληματικῶς ἀφ’ ἑαυτῶν ἔδωκαν τὸν ἑαυτόν των εἰς τοὺς ἀγαπητικούς των, αὐταὶ πορνεύουσι καὶ οὐχὶ ὑπανδρεύονται. Ἐὰν δὲ μετὰ ταῦτα διαλλαγῶσι καὶ συναινέσουν οἱ γονεῖς τῶν τοιούτων παρθένων, εἰς τὸ νὰ συγκατοικοῦν μὲ αὐτὰς οἱ ἀγαπητικοὶ καὶ φθορεῖς αὐτῶν, φαίνεται μέν, ὅτι τὸ ἐξ ἀρχῆς γεγενημένον ἰατρεύεται, καὶ ἡ πορνεία αὐτῶν εἰς γάμον καὶ ὑπανδρείαν μεταβάλλεται, ὅμως δὲν συγχωροῦνται καὶ παρευθὺς νὰ μεταλαμβάνουν οἱ τοῦτο ποιοῦντες ἄνδρες τε καὶ γυναῖκες, ἀλλὰ κανονίζονται τρία ἔτη.

Συμφωνία Ὅτι δὲ οἱ παρὰ γνώμην τῶν πατέρων καὶ τῶν αὐθεντῶν γινόμενοι γάμοι, τῶν ὑπεξουσίων αὐτοῖς θυγατέρων καὶ δούλων, ὡς πορνεῖαι λογίζονται καὶ διαλύονται, μετὰ δὲ τὴν συναίνεσιν αὐτῶν λαμβάνουσι τὸ βέβαιον, καὶ γάμοι τῇ ἀληθείᾳ εἰσί· δηλοῦσι καὶ ὁ μʹ. καὶ μαʹ. καὶ ὁ μβʹ. τοι αὐτοῦ Βασιλείου. Ὅρα καὶ τὴν ὑποσημείωσιν τοῦ κζʹ. καὶ τοῦ μβʹ. τῆς ἐν Καρθαγένῃ.

ΚΑΝΩΝ ΛΘʹ «Ἡ τῷ μοιχῷ συζῶσα, μοιχαλίς ἐστι πάντα τὸν χρόνον».

Ἑρμηνεία Ἐκείνη ἡ γυνή, ἥτις ἔχουσα ἄνδρα, ἐμοιχεύθη ἀπὸ ἄλλον, ἔπειτα, ἢ τὸν ζῶντα ἄνδρα της ἀφήσῃ καὶ ἀκολουθήσῃ τὸν μοιχεύσαντα αὐτήν, ἢ ἀφ’ οὗ ἀποθάνῃ ὁ ἄνδρας της, λάβῃ αὐτὸν ἄνδρα καὶ συμβιοῖ μὲ αὐτόν, αὐτὴ λέγω, κατὰ τὸν Κανόνα τοῦτον, κᾂν καὶ τοὺς ιδʹ. χρόνους τὸ ἐπιτίμιον τῆς μοιχείας ἐπλήρωσε, μοιχαλὶς ὅμως εἶναι ὅλους τοὺς χρόνους, κατὰ τοὺς ὁποίους συζῇ μὲ τὸν μοιχόν. Μὴ ἀπέχουσα γὰρ ἀπὸ τὴν ἁμαρτίαν, ἀλλ’ ἐπιμένουσα εἰς αὐτήν, οὔτε εἰς μετάνοιαν δέχεται, οὔτε πιστεύεται ὅτι μετανοεῖ, καὶ ἀκολούθως οὔτε συγχώρησιν λαμβάνει ποτέ, ἕως οὗ νὰ χωρισθῇ ἀπὸ τὸν μοιχόν. Ὅρα καὶ τὴν ὑποσημείωσιν τοῦ βʹ. τῆς ἐν Νεοκαισαρείᾳ.

ΚΑΝΩΝ Μʹ «Ἡ παρὰ γνώμην τοῦ δεσπότου ἀνδρὶ ἑαυτὴν ἐκδικοῦσα, ἐπόρνευσεν, ἡ δὲ μετὰ ταῦτα, πεπαῤῥησιασμένῳ γάμῳ χρησαμένη, ἐγήματο. Ὥστε, ἐκεῖνο μέν, πορνεία, τοῦτο δέ, γάμος. Αἱ γὰρ συνθῆκαι τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον».

Ἑρμηνεία Ἀνίσως ἡ ὑπεξουσία, οὖσα δούλη, δώσῃ τὸν ἑαυτόν της εἰς ἄνδρα χωρὶς τὴν γνώμην τοῦ αὐθέντου της, ἐπόρνευσε μὲ τοῦτο ὁποῦ ἔκαμεν, ἐπειδή, αἱ συμφωνίαι καὶ οἱ ὁρισμοὶ ὁποῦ δώσουν ἐκεῖναι ὁποῦ εἶναι ὑπὸ ἐξουσίαν αὐθεντῶν, ἀβέβαιοι εἶναι καὶ ἄκυροι. Ἐὰν δὲ μετὰ ταῦτα ἢ ὁ αὐθέντης αὐτῆς συγχωρήσῃ νὰ κάμῃ τοῦτο, ἢ καὶ τελείως τὴν ἐλευθερώση καὶ φανερὸν γάμον ἡ τοιαύτη δούλῃ ποιήσῃ, τότε οὐχὶ ὡς πόρνη λογίζεται, ἀλλ’ ὡς νομίμως ὑπανδρευθεῖσα. Ὅρα καὶ τὸν πβʹ. Ἀποστολικόν, καὶ τὸν ληʹ. τοῦ Βασιλείου.

ΚΑΝΩΝ ΜΑʹ «Ἡ ἐν τῇ χηρείᾳ ἐξουσίαν ἔχουσα ἑαυτῆς συνοικεῖν, ἀνέγκλητος (εἰ μηδείς ἐστιν ὁ διασπῶν τὸ συνοικέσιον), τοῦ Ἀποστόλου εἰπόντος “ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ”».

Ἑρμηνεία Ἐὰν χήρα τις αὐτεξουσία οὖσα, δευτερογαμήσῃ, ἀκατηγόρητος εἶναι, καθὼς λέγει ὁ Παῦλος περὶ αὐτῆς, ὅτι ἐὰν ἀποθάνῃ ὁ ἄνδρας της, ἐλευθέρα εἶναι μὲ ὅποιον θέλει νὰ δευτεροϋπανδρευθῇ, πλὴν ἐν Κυρίῳ, δηλαδὴ ὄχι μὲ ἄπιστον καὶ αἱρετικὸν ἢ καὶ συγγενῆ, κεκωλυμένον ἐκ τοῦ νόμου, ἀλλὰ μὲ πιστὸν καὶ ὀρθόδοξον, καὶ ἀκώλυτον ὄντα ὑπὸ τοῦ νόμου.

Τὸ δέ, εἰ μηδείς ἐστιν ὁ διασπῶν τὸ συνοικέσιον, δηλοῖ ὅτι, ἐάν τινες ὑπεξουσίαν ἔχουσιν αὐτήν, πατήρ, ἢ πάππος, ἢ αὐθέντης, δύνανται νὰ διαλύσουν τὸν γάμον τῆς, ἀνίσως δὲν θέλουν νὰ συναινέσουν εἰς αὐτόν. Ὅρα καὶ τὴν ὑποσημείωσιν τοῦ πβʹ. Ἀποστολικοῦ, καὶ τὸν ληʹ. τοῦ αὐτοῦ Βασιλείου.

ΚΑΝΩΝ ΜΒʹ «Οἱ ἄνευ τῶν κρατούντων γάμοι, πορνεῖαί εἰσιν. Οὔτε οὖν πατρὸς ζῶντος, οὔτε δεσπότου, οἱ συνιόντες ἀνεύθυνοί εἰσιν, ἕως ἂν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν. Τότε γὰρ λαμβάνει τὸ τοῦ γάμου βέβαιον.»

Ἑρμηνεία Ὁ Κανὼν οὗτος ἀνακεφαλαίωσις εἶναι τῶν ἀνωτέρων τριῶν Κανόνων, τοῦ ληʹ. τοῦ μʹ. καὶ μαʹ. λέγων, ὅτι ἐὰν ὑπεξουσία θυγάτηρ πρὸς τὸν πατέρα της, ἢ δούλη ὑπεξουσία πρὸς τὸν αὐθέντην της ὑπανδρευθοῦν, χωρὶς τὴν γνώμην τοῦ πατρὸς καὶ τοῦ αὐθέντου, τῶν ἐξουσιαζόντων αὐτάς, πορνεῖαι λογίζονται οἱ γάμοι αὐτῶν, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ διαλύονται οἱ γάμοι αὐτῶν καὶ αὐτοὶ ἐπιτιμῶνται. Ἐὰν δὲ συμφωνήσουν εἰς τοὺς γάμους ὁ πατὴρ καὶ ὁ αὐθέντης, οἱ κύριοι αὐτῶν, τότε καὶ οἱ γάμοι λαμβάνουσι τὸ κῦρος ἀδιάλυτον, καὶ αὐτοὶ μένουν ἀνεπιτίμητοι. Ἀνάγνωθι καὶ τὴν ὑποσημ. τοῦ πβʹ. Ἀποστολικοῦ, καὶ τὸν ληʹ. τοῦ αὐτοῦ Βασιλ.

ΚΑΝΩΝ ΜΓʹ «Ὃς θανάτου πληγὴν τῷ πλησίον δέδωκε, φονεύς ἐστιν, εἴτε ἦρξε τῆς πληγῆς, εἴτε ἠμύνατο».

Ἑρμηνεία Ὅποιος κτυπήσῃ μὲ καίριον καὶ θανατηφόρον κτύπημα, καὶ ἐκ τοῦ κτυπήματος ἀπέθανεν ὁ κτυπηθείς, φονεὺς εἶναι, κατὰ τὸν Κανόνα τοῦτον, κᾂν αὐτὸς ἔκαμε τὴν ἀρχὴν καὶ τὸν ἐκτύπησε, κᾂν τὸν ἐκτύπησεν ἐκεῖνος πρότερον, καὶ αὐτὸς διὰ νὰ κάμῃ ἐκδίκησιν τὸν ἀντεκτύπησεν.

Ὅρα τὸν ξϛʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΜΔʹ «Ἡ Διάκονος ἡ τῷ Ἕλληνι συμπορνεύσασα, δεκτή ἐστιν εἰς κοινωνίαν, εἰς δὲ τὴν προσφορὰν δεχθήσεται τῷ ζʹ. ἔτει, δηλ. ἐν ἁγνείᾳ ζῶσα. Ὁ δὲ μετὰ τὴν πίστιν Ἕλλην, πάλιν τῇ ἱεροσυλίᾳ προσιών, ἐπὶ τὸν ἔμετον ὑποστρέφει. Ἡμεῖς οὖν τῆς Διακόνου τὸ σῶμα ὡς καθιερωμένον οὐκ ἔτι ἐπιτρέπομεν ἐν χρήσει εἶναι σαρκικῇ.»

Ἑρμηνεία Ἀνίσως κᾀμμία Διακόνισσα (περὶ ὧν ὅρα τὴν ὑποσημ. τοῦ ιθʹ. τῆς αʹ.) πορνεύσῃ μὲ Ἕλληνα, αὕτη καθαιρεθεῖσα, δέχεται μὲν εἰς κοινωνίαν, ἤτοι εἰς τὴν μετὰ τῶν πιστῶν σύστασιν καὶ συγκοινωνίαν τῶν ἐν τῇ Ἐκκλησίᾳ προσευχῶν, εἰς δὲ τὴν κοινωνίαν τῶν ἁγίων Μυστηρίων τότε δέχεται, ὅταν περάσουν ἑπτὰ χρόνοι, τὸ ἐπιτίμιον τῆς πορνείας της, πλὴν καὶ τότε νὰ δέχεται, ἐὰν κάμῃ ἀποχὴν τοῦ κακοῦ καὶ ἐν σωφροσύνῃ ζῇ. Ἐὰν δὲ ὁ Ἕλλην ὁποῦ ἐπόρνευσε μὲ αὐτὴν πιστεύσῃ, καὶ μετὰ ταῦτα πάλιν ζητῇ νὰ λάβῃ εἰς γάμον, κατὰ τὸν Βαλσαμῶνα καὶ Βλάσταριν, τὴν καθαιρεθεῖσαν Διακόνισσαν (τοῦτο γὰρ ἱεροσυλίαν ὀνομάζει), αὐτὸς ἐγύρισε πάλιν ὡσὰν σκύλος εἰς τὸ ἴδιον ἐξερατόν. Ὅθεν ἡμεῖς δὲν συγχωροῦμεν εἰς τὸ ἑξῆς τὸ ἀφιερωμένον σῶμα τῆς Διακονίσσης νὰ ᾖναι εἰς μεταχείρισιν σαρκικῆς μίξεως καὶ ἡδονῆς, ἤτοι δὲν τῇ συγχωροῦμεν νὰ ὑπανδρευθῇ. Ὅρα καὶ τὸν κεʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΜΕʹ «Ἐάν τις ὄνομα λαβὼν τοῦ Χριστιανισμοῦ, ἐνυβρίζῃ τὸν Χριστόν, οὐδὲν ὄφελος αὐτῷ ἀπὸ τῆς προσηγορίας».

Ἑρμηνεία Ὅποιος πιστεύσῃ εἰς τὸν Χριστὸν καὶ ὀνομασθῇ χριστιανός, πρέπει νὰ πολιτεύεται καὶ κατὰ τὰς ἐντολὰς τοῦ ὑπ’ αὐτοῦ πιστευομένου Χριστοῦ, ἵνα διὰ μέσου του δοξάζεται ὁ Θεός, κατὰ τό, «Οὕτω λαμψάτω τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων» καὶ τὰ ἑξῆς. Ἐὰν δέ τινος ὀνομάζεται μὲν χριστιανός, παραβαίνῃ δὲ τὰς ἐντολὰς τοῦ Χριστοῦ, οὗτος ὑβρίζει μὲ τὴν παράβασιν ταύτην τὸν ἴδιον Χριστόν, καὶ κᾀνένα ὄφελος δὲν θέλει λάβῃ ἀπὸ μόνον τὸ νὰ ὀνομάζεται χριστιανός, κατὰ τὸν Ἀδελφόθεον Ἰάκωβον, λέγοντα· «Τὶ τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν τις ἔχῃ, ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;» Καὶ ὁ Θεοφόρος δὲ Ἰγνάτιος οὕτω λέγει ἐν τῇ πρὸς Ἐφεσίους ἐπιστολῇ· «Οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι, οὐκ ἐξ ὧν λέγουσι μόνον, ἀλλὰ καὶ ἐξ ὧν πράττουσι γνωρίζονται· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Ἄμεινόν ἐστι σιωπᾷν καὶ εἶναι, ἢ λαλεῖν καὶ μὴ εἶναι.

Οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει». Ὅρα καὶ τὴν τοῦ ξδʹ. Ἀποστολικοῦ ὑποσημείωσιν, καὶ τὸν ριθʹ. τῆς ἐν Καρθαγένῃ.

ΚΑΝΩΝ ΜϚʹ «Ἡ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικός, ἐν ἀγνοίᾳ γημαμένη, εἶτα ἀφεθεῖσα διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ. Γάμου οὖν οὐκ εἰρχθήσεται, κάλλιον δὲ ἐὰν μείνῃ οὕτως».

Ἑρμηνεία Οὗτος ὁ Κανὼν αὐτολεξεὶ ἐρανίσθη ἀπὸ τὸν ϙγʹ. τῆς ϛʹ. καὶ ὅρα τὴν ἑρμηνείαν αὐτοῦ ἐκεῖ.

ΚΑΝΩΝ ΜΖʹ «Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧ καὶ οἱ Ναυατιανοί, ὅτι περὶ μὲν ἐκείνων Κανὼν ἐξεφωνήθη, εἰ καὶ διάφορος, τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. Ἡμεῖς μέν τοι ἑνὶ λόγῳ ἀναβαπτίζομεν τοὺς τοιούτους, εἰ δὲ παρ’ ὑμῖν ἀπηγόρευται τοῦτο τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ Ῥωμαίοις, οἰκονομίας τινὸς ἕνεκα, ἀλλ’ ὁ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω, ὅτι, ἐπειδὴ ὥσπερ Μαρκεωνιστῶν ἐστιν ἀποβλάστημα ἡ κατ’ αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον, καὶ ἀποστρεφομένων τὸν οἶνον, καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων. Οὐ δεχόμεθα οὖν αὐτοὺς εἰς τὴν Ἐκκλησίαν ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. Μὴ γὰρ λεγέτωσαν, ὅτι εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα βαπτίζονται, οἵ γε κακὸν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν, ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν, ὥστε ἐὰν ἀρέσῃ τοῦτο, δεῖ πλείονας Ἐπισκόπους ἐνταυτῷ γενέσθαι, καὶ οὕτως ἐκθέσθαι τὸν Κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον ᾖ, καὶ ὁ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει».

Ἑρμηνεία Εἰ μὲν τὸν αʹ. αὑτοῦ Κανόνα ὁ θεῖος οὗτος Πατὴρ ἐδιώρισεν οἰκονομικῶς, κατὰ τὸν ἀνώνυμον ἑρμηνευτὴν τῶν Κανόνων, νὰ δέχεται τὸ βάπτισμα τῶν Ἐγκρατιτῶν καὶ Ναυατιανῶν (ἀγκαλὰ καὶ ἐκεῖσε, εἰς τοὺς τοῦτο δεξαμένους κατὰ τὴν Ἀσίαν Πατέρας, ἀκολουθῶν, τοῦτο ἐδιώρισεν,) εἰς δὲ τὸν παρόντα, τὸ κατ’ οἰκονομίαν ἐκεῖσε διορισθέν, ἐπιδιορθούμενος, λέγει, ὅτι ὅλοι οἱ Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται (περὶ ὧν ὅρα τὰς ὑποσημειώσεις τοῦ ϙεʹ. τῆς ϛʹ), ἀλλὰ καὶ οἱ Ναυτιανοὶ πρέπει νὰ ἀναβαπτίζωνται, καὶ ὅτι, ἀγκαλὰ καὶ κοντὰ εἰς τοὺς Ἀσιανοὺς καὶ Ῥωμαίους ἐμποδίσθη ὁ τῶν τοιούτων ἀναβαπτισμός, χάριν οἰκονομίας· ὁ λόγος ὅμως ὁ ἐδικός του, λέγει, ὅτι πρέπει νὰ ἔχῃ τὸ κῦρος καὶ τὴν ἰσχύν, ἐπειδὴ ἡ αἵρεσις αὐτῶν εἶναι παραφυὰς ἀπὸ τὴν αἵρεσιν τῶν Μαρκιωνιστῶν, τῶν συγχαινομένων τὸν γάμον καὶ τὸν οἶνον, καὶ κακῶν ποιητὴν λεγόντων τὸν Θεόν. Ὥστε, ἀνίσως καὶ ᾖναι ἀρεστὴ ἡ γνώμη αὕτη, πρέπει νὰ γένῃ Σύνοδος Ἐπισκόπων, διὰ νὰ ποιήσουν αὐτήν, γνώμην μερικὴν οὖσαν, Κανόνα καθολικὸν καὶ ἀπαράβατον, ἵνα ἐκ τούτου καὶ οἱ ἀναβαπτίζοντες αὐτοὺς ἀκινδύνως τοῦτο ποιῶσι, καὶ ὁ ἀποκρινόμενος εἰς τοὺς αὐτὸν περὶ τούτου ἐρωτῶντας ἔχῃ τὸ ἀξιόπιστον ἀπὸ τοῦ Κανόνος.

ΚΑΝΩΝ ΜΗʹ «Ἡ δὲ καταλειφθεῖσα παρὰ τοῦ ἀνδρός, κατὰ τὴν ἐμὴν γνώμην, μένειν ὀφείλει. Εἰ γὰρ ὁ Κύριος εἶπεν, ὅτι ἐάν τις καταλίπῃ γυναῖκα ἐκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι, ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοινωνίας. Πῶς γὰρ δύναται ὁ μὲν ἀνὴρ ὑπεύθυνος εἶναι, ὡς μοιχείας αἴτιος, ἡ δὲ γυνὴ ἀνέγκλητος εἶναι, ἡ μοιχαλὶς παρὰ Κυρίου, διὰ τὴν πρὸς ἕτερον ἄνδρα κοινωνίαν, προσαγορευθεῖσα»;

Ἑρμηνεία Διορΐζει ὁ παρὼν Κανών, ὅτι ἐκείνη ἡ γυναῖκα ὁποῦ ἀφεθῇ ἀπὸ τὸν ἄνδρα της, χωρὶς λόγου πορνείας, νὰ μὴ ὑπανδρεύεται μὲ ἄλλον, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, τὴν λέγουσαν, ὅτι ὁ ἀπολύσας τὴν γυναῖκα αὑτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι. Ὀνομάσας γὰρ αὐτὴν ὁ Κύριος μοιχαλίδα, φανερόν, ὅτι τὴν ἐμπόδισεν ἀπὸ τὸ νὰ πάρῃ ἄλλον ἄνδρα, ἐπειδή, ἂν ὁ ἄνδρας της ᾖναι ὑπόδικος διὰ τί ἔκαμεν αὐτὴν νὰ μοιχευθῇ, παίρνουσα ἄλλον, φανερὸν ὅτι καὶ αὐτὴ δευτεροϋπανδρευμένη, ὑπόδικος εἶναι, διὰ τί μοιχᾶται ἔτι ζῶντος τοῦ πρώτου ἀνδρός της, καθ’ ὃ καὶ μοιχαλὶς παρὰ τοῦ Κυρίου, ὡς εἴπομεν, ὠνομάσθη.

ΚΑΝΩΝ ΜΘʹ «Αἱ πρὸς ἀνάγκην γινόμεναι φθοραὶ ἀνεύθυνοι ἔστωσαν, ὥστε καὶ ἡ δούλη, εἰ ἐβιάσθη παρὰ τοῦ ἰδίου δεσπότου, ἀνεύθυνος».

Ἑρμηνεία Αἱ βιαίως γινόμεναι εἰς τὰς γυναῖκας φθοραί, διορίζει ὁ παρὼν Κανών, εἰς ἁμαρτίαν νὰ μὴ λογίζωνται διὰ τὸ ἀκούσιον, καὶ ἀκολούθως νὰ μὴ ἐπιτιμῶνται, ὥστε καὶ ἂν ἡ δούλη βιασθῇ ἀπὸ τὸν αὐθέντην της, ἀνεπιτίμητος εἶναι, ὁμοίως καὶ ὅσαι ἄλλαι τοιουτοτρόπως ἐκ βίας φθαροῦν. Ὅρα καὶ τὸν βʹ. Γρηγορίου τοῦ Θαυματουργοῦ.

ΚΑΝΩΝ Νʹ «Τριγαμίας νόμος οὐκ ἔστιν, ὥστε νόμῳ τρίτος γάμος οὐκ ἄγεται. Τὰ μὲν τοιαῦτα, ὡς ῥυπάσματα τῆς Ἐκκλησίας ὁρῶμεν, δημοσίαις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα.»

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι νόμον καὶ Κανόνα ἐκκλησιαστικὸν δὲν ἔχομεν νὰ συγχωρῇ τὸν τρίτον γάμον· ὥστε, οὐ νόμιμος, ἀλλὰ παράνομος ὁ τοιοῦτος γάμος ἐστί, καὶ ὡσὰν ἕνας μολυσμὸς τῆς Ἐκκλησίας. Ἐπειδὴ ὅμως οὗτος καλήτερος εἶναι ἀπὸ τὴν ἐλευθέραν πορνείαν ὁποῦ γίνεται εἰς πολλὰς γυναῖκας, ὡς πορνεία μέν, συνεσταλμένη δὲ εἰς μίαν γυναῖκα: διὰ τοῦτο φανερῶς τὸν τρίτον γάμον δὲν καταδικάζομεν, ὥστε ὁποῦ καὶ νὰ τὸν χωρίζωμεν, ἀλλὰ παραβλέπομεν αὐτόν. Ὅρα καὶ τὸν τρίτον τῆς ἐν Νεοκαισαρείᾳ.