Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων

Νικόδημος ὁ Ἁγιορείτης

Κανόνες του Μεγάλου Βασιλείου: Έτερες Κανονικές Επιστολές

Κείμενο και ερμηνεία των κανόνων 86 έως 92, προερχόμενων από διάφορες κανονικές επιστολές του Μεγάλου Βασιλείου, συμπεριλαμβανομένου του κανόνος περί άγραφων παραδόσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 8 από 18

Τοῦ αὐτοῦ, ἐξ ἄλλης πρὸς τὸν αὐτὸν Κανονικῆς Ἐπιστολῆς.

ΚΑΝΩΝ ΠϚʹ «Τοῖς δὲ κομψοῖς Ἐγκρατευταῖς πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα, διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνα λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν τὰ κρέα, κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις, τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν. Οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. Ἐπεὶ λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ’ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο, μὴ μεγάλης ἀνάγκης κατεπειγούσης, ὥστε ὁ φαγὼν οὐκ ἠνόμησε».

Ἑρμηνεία Τοῦτον τὸν Κανόνα σχεδὸν αὐτολεξεὶ ἡρμηνεύσαμεν εἰς τὴν ἑρμηνείαν τοῦ ναʹ. Ἀποστολικοῦ, καὶ ὅρα τὴν ἑρμηνείαν αὐτοῦ ἐκεῖ. Περὶ δὲ τῶν Ἐγκρατευτῶν ἢ Ἐγκρατιτῶν, ὅρα εἰς τὰς ὑποσημειώσεις τοῦ ϙεʹ. τῆς ϛʹ.

Τῆς πρὸς Διόδωρον Ἐπίσκοπον Ταρσοῦ Κανονικῆς Ἐπιστολῆς τοῦ αὐτοῦ, Προοίμιον Ἀφίκετο πρὸς ἡμᾶς γράμματα τὴν ὑπογραφὴν ἔχοντα Διοδώρου, τὰ δὲ ἐφεξῆς, ἄλλου τινὸς πρέποντα εἶναι, ἢ Διοδώρου. Δοκεῖ μοι γάρ τις τῶν τεχνικῶν τὸ σοῦ πρόσωπον ὑποδύς, οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις, ὅς γε ἐρωτηθεὶς ὑπό τινων, εἰ θεμιτὸν αὐτὸν πρὸς γάμον τῆς τελευτησάσης αὐτῷ γυναικὸς τὴν ἀδελφὴν ἀγαγέσθαι, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πρᾴως ἤνεγκε τὴν ἀκοήν, καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίως αὐτῷ καὶ ἀγωνιστικῶς συγκατέπραξεν. Εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἐπέστειλα, καὶ ἐξῆρκες σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. Ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο, καὶ ὥσπερ τι τρόπαιον καθ’ ἡμῶν περιέφερε κεκωλυκότων τὸ ἐξ ἀρχῆς ἔγγραφον, λέγων ἔχειν τὴν ἐξουσίαν, ἐπέστειλα νῦν σοι, ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν ἐπὶ τὸν νόθον ἐκεῖνον λόγον, καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλιπεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχάνοντας.

Ἑρμηνεία Φαίνεται ἐκ τοῦ προοιμίου τούτου καὶ ἐκ τοῦ κγʹ. Κανόνος τοῦ Ἁγίου, ὅτι ὁ μὲν Θεῖος Βασίλειος δι’ ἐπιστολῆς ἐμπόδισε νὰ μὴ λαμβάνῃ ἕνας καὶ ὁ αὐτὸς τὴν ἀδελφὴν τῆς ἀποθανούσης γυναικὸς αὑτοῦ, ταὐτὸν εἰπεῖν, νὰ μὴ λαμβάνῃ δύω ἀδελφάς, ὁ δὲ Διόδωρος οὗτος ἐρωτηθεὶς ὑπό τινος ἂν συγχωρῆται νὰ λαμβάνῃ ταύτας, ἀπεκρίθη ἐγγράφως, ὅτι συγχωρεῖται.

Ὅθεν ὁ ἐρωτήσας λαβὼν τὴν ἔγγραφον ἄδειαν ταύτην, ἐπῆγε καὶ τὴν ἔδειξεν εἰς τὸν μέγαν Βασίλειον. Διὰ τοῦτο ὁ Ἅγιος θέλωντας νὰ ἐντροπιάσῃ εἰς ἄλλου πρόσωπον τὸν Διόδωρον, καθὼς λέγει ὁ Ζωναρᾶς, γράφει εἰς αὐτόν, ὅτι δὲν ἦτο ἀληθῶς τοῦ Διοδώρου ἐκείνη ἡ ἔγγραφος ἄδεια, ἀλλὰ πλαστὴ ἄλλου τινός, ὅστις διὰ νὰ φαίνεται ἀξιόπιστος εἰς τοὺς ἀκούοντας, ὑπέγραψε τὸ ὄνομα τοῦ Διοδώρου εἰς αὐτὴν (ἴσως δὲ καὶ κατὰ ἀλήθειαν ἄλλου τινὸς ἦτο αὕτη, καὶ οὐχὶ πῶς ἐκαμώθη τοῦτο ὁ Ἅγιος διὰ νὰ τὸν ἐλέγξῃ πλαγίως). Ὅθεν κοντὰ εἰς τὴν πρώτην ἐκείνην ἐπιστολὴν ἠναγκάσθη νὰ γράψῃ καὶ τὴν παροῦσαν, διὰ νὰ ἀνατρέψῃ κατὰ κράτος μὲ διπλῆν δύναμιν τὸ ἄθεσμον αὐτὸ συνοικέσιον.

ΚΑΝΩΝ ΠΖʹ Πρῶτον μὲν οὖν, (ὃ καὶ μέγιστόν ἐστι) τὸ παρ’ ἡμῖν ἔθος ἐπὶ τῶν τοιούτων προβάλλειν ἔχομεν, νόμου δύναμιν ἔχον, διὰ τὸ ὑπὸ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι. Τοῦτο δὲ τοιοῦτόν ἐστιν. Ἐάν τις πάθῃ ἀκαθαρσίας ποτὲ κρατηθεὶς ἐκπέσῃ πρὸς δυοῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτο, μήθ’ ὅλως εἰς Ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον, ἢ διαλύσαι αὐτοὺς ἀπ’ ἀλλήλων. Ὥστε, εἰ καὶ μηδὲν εἰπεῖν ἦν ἕτερον, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ κακοῦ φυλακήν. Ἐπεὶ δὲ ὁ τὴν ἐπιστολὴν γράψας ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λόγων βοηθείας ἀπέχεσθαι, καίτοι ἐπὶ τῶν σφόδρα ἐναργῶν, μείζων ἐστὶ τοῦ λόγου ἡ παρ’ ἑκάστῳ πρόληψις. Γέγραπται, φησίν, ἐν τῷ Λευϊτικῷ· «Γυναῖκα ἐπ’ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπ’ αὐτῇ, ἔτι ζώσης αὐτῆς». Δῆλον οὖν ἐκ τούτου εἶναι, φησίν, ὅτι συγχωρεῖται λαμβάνειν, τελευτησάσης τῆς ἀδελφῆς αὐτῆς. Πρὸς δὴ τοῦτο, πρῶτον μὲν ἐκεῖνο ἐρῶ, ὅτι ὅσα ὁ Νόμος λέγει, τοῖς ἐν τῷ Νόμῳ λαλεῖ, ἐπεὶ οὕτω γε καὶ περιτομῇ καὶ σαββάτῳ καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα.

Οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν, ἐὰν δέ τι φανῇ τῶν νομίμων βαρύ, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. Ἠρωτήθημεν, εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπ’ ἀδελφῇ, εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὅτι οὐ γέγραπται. Τὸ δὲ ἐκ τῆς ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν λογίζεσθαι, νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ Νόμου λέγοντος. «Ἐπειδὴ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι, καὶ ἔτι ζώσης τῆς γυναικός, λαμβάνειν τὴν ἀδελφήν.

Τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπ’ ἐκείνῳ ἁρμόζει. Γέγραπται γάρ, φησιν, οὐ λήψῃ ἀντίζηλον, ὡς τήν γε ἔξω τοῦ ζήλου, λαβεῖν οὐκ ἐκώλυσεν.» Ὁ δὲ συνηγορῶν τῷ πάθει, ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. Ἀνῃρημένης οὖν τῆς αἰτίας, δι’ ἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν, τί τὸ κωλύον ἔσται λαμβάνειν τὰς ἀδελφάς; ἀλλ’ οὐ γέγραπται ταῦτα φήσομεν, ἀλλ’ οὐδὲ ἐκεῖνο ὥρισται, ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέροις τὴν ἄδειαν δίδωσιν. Ἔδει δὲ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων. Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης, ἀλλ’ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῆρεν ὁ Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μεθίστατο. Ἔχει γὰρ οὕτως ἡ λέξις. «Κατὰ τὰ ἐπιτηδεύματα τῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπ’ αὐτῆς, οὐ ποιήσετε, καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε». Ὥστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι, δι’ ὃ μηδὲ τῆς ἐπ’ αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλ’ ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει πρὸς τὴν τοῦ μίσους διαβολήν. Πῶς οὖν τὸ μεῖζον ἀπαγορεύσας, τὸ ἔλαττον ἀπεσιώπησεν; ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ Πατριάρχου.

Ἡμᾶς δὲ τί χρὴ ποιεῖν; τὰ γεγραμμένα λέγειν, ἢ τὰ σιωπηθέντα περιεργάζεσθαι; Αὐτίκα τε μὴ δεῖν μιᾷ ἑταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱόν, ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ Προφήτῃ μεγίστης κατηγορίας ἠξίωται. Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. Πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν, τὸ μὲν τῶν δαιμονίων διδασκαλεῖον ἐξεῦρον, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταῤῥυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέλαβεν, ὡς ὁ Ἀπόστολος Παῦλός φησι «Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα, μὴ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις», τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀῤῥένων ἀῤῥητοποιίας καὶ τὰς τῶν θηλειῶν περιλαμβάνων, ὥστε, οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις. Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην· τὸ γὰρ οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος.

Τὶ γὰρ ἂν γένοιτο ἀνδρὶ οἰκειότερον τῆς ἑαυτοῦ γυναικός, μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός; οὐ γὰρ ἔτι εἰσὶ δύω, ἀλλὰ σὰρξ μία, ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ αὐτῆς πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. Ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα ταύτης, διότι μηδὲν ἑαυτοῦ μητέρα, μηδὲ τὴν ἑαυτοῦ θυγατέρα· οὕτως οὐδὲ ἀδελφὴν γυναικός, διότι μηδὲ ἀδελφὴν αὐτοῦ, καὶ τὸ ἀνάπαλιν, οὐδὲ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν· κοινὰ γὰρ ἐπ’ ἀμφοτέρων τῆς συγγενείας τὰ δίκαια. Ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν. Ἐὰν δέ μοι παραγινώσκῃ τό, «αὐξάνεσθε καὶ πληθύνεσθε», καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. Πορνείας παραμύθιον ὁ δεύτερος γάμος, οὐχὶ ἐφόδιον εἰς ἀσέλγειαν. Εἰ οὐκ ἐγκρατεύωνται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν. Οἱ δέ, οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν, οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. Ἐκ ποίας συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; ἀδελφοὺς αὐτοὺς ἀλλήλων, ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν.

Μὴ ποιήσης, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων, μήτε τὴν ἐν μητρὸς τάξει περιθάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσεις ταῖς ἀμειλίκτοις ζηλοτυπίαις· μόνον γὰρ τὸ μῖσος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. Μᾶλλον δέ, οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ θάνατον ἄρχονται. Κεφάλαιον δὲ τῶν εἰρημένων. Εἰ μὲν νόμῳ τις ὁρμᾶται πρὸς γάμον, ἤνοικται πᾶσα ἡ Οἰκουμένη, εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ μὴ ἐν πάθει ἐπιθυμίας. Πλείονά με λέγειν ὡρμημένον, τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς. Εὔχομαι δέ, ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλ’ ἐν οἷς ἂν ἐτολμήθη τόποις, ἐναπομεῖναι.

Ἑρμηνεία Ἀφ’ οὗ ἐπροοιμίασε ταῦτα ὁ Ἅγιος, τώρα ἔρχεται εἰς τὸ νὰ ἀναιρέσῃ τὴν ψευδεπίπλαστον ἐκείνην ἔγγραφον ἄδειαν, τοῦ νὰ παίρνῃ εἷς καὶ ὁ αὐτὸς δύω ἀδελφάς· καὶ λέγει ὅτι, πρώτη ἀπόδειξις τοῦ νὰ μὴ γίνεται τὸ τοιοῦτον συνοικέσιον εἶναι ἡ συνήθεια, ὁποῦ ἐπεκράτησεν ἐν τῇ Ἐκκλησίᾳ, ἥτις δύναμιν νόμου ἔχουσα, ὡς ὑπὸ ἁγίων ἀνδρῶν παραδοθεῖσα, διορίζει οὕτως· ὅτι, ἄν τινας λάβῃ δύω ἀδελφάς, τὸ τοιοῦτον μηδὲ νὰ νομίζεται γάμος, μήτε μέσα εἰς Ἐκκλησίαν αὐτοὶ νὰ δέχωνται πρὶν νὰ χωρισθοῦν, ὥστε, ἂν ἄλλον λογαριασμὸν δὲν εἴχομεν νὰ εἰποῦμεν ἐμποδίζοντα τὸ τοιοῦτον ἄθεσμον συνοικέσιον, μοναχὴ ἡ τῆς Ἐκκλησίας συνήθεια εἶναι ἀρκετὴ διὰ νὰ τὸ ἐμποδίσῃ. Ἐπειδὴ δὲ ὁ δείξας τὴν ψευδῇ τοῦ Διοδώρου ἐπιστολήν, ἔφερεν εἰς βεβαίωσιν τοῦ ἀθέσμου τούτου συνοικεσίου μαρτυρίαν ἀπὸ τὸ Λευϊτικόν, τὴν λέγουσαν· «δὲν θέλεις λάβεις ἀντίζηλον γυναῖκα τὴν ἀδελφὴν τῆς γυναικός σου, ἔτι ζωντανῆς οὔσης» καὶ ἀπὸ τοῦτο συμπεραίνει ὅτι, ἂν ὁ Νόμος ἐμποδίζῃ νὰ μὴ λάβῃ τινὰς τὴν ἀδελφὴν τῆς γυναικός του ἐν ὅσῳ εἶναι ζωντανή, λοιπὸν εἶναι συγκεχωρημένον νὰ λάβῃ αὐτὴν ἀφ’ οὗ ἀποθάνῃ ἡ γυνή του.

Πρὸς τὸ σαθρόν, λέγω, αὐτὸ ἐπιχείρημα ἀποκρινόμεθα. Πρῶτον μέν, ὅτι ὅσα ὁ παλαιὸς Νόμος λέγει, τὰ λέγει εἰς τοὺς ἐν νόμῳ ὄντας Ἑβραίους καὶ ὄχι εἰς ἡμᾶς τοὺς Χριστιανούς· εἰ δὲ καὶ τὰ λέγει δι’ ἡμᾶς, λοιπὸν ἀκόλουθον εἶναι καὶ ἡμεῖς, καθὼς δεχόμεθα τὰ πρὸς ἡδονὴν συντείνοντα διατάγματα τοῦ νόμου, ἔτσι νὰ δεχώμεθα καὶ τὰ ὀδυνηρά, ἤτοι καὶ τὸ Σάββατον νὰ φυλάττωμεν καὶ τὴν περιτομήν, καὶ τὰ φαγητὰ ὁποῦ ἐμποδίζει ὁ Νόμος νὰ μὴ τρώγωμεν, καὶ ὄχι ὅσα μὲν εἶναι ἡδονικὰ καὶ ἐλαφρὰ νὰ δεχώμεθα, ὡς ὑπὸ Νόμον ὄντες, τὰ δὲ ὀδυνηρὰ καὶ βαρέα νὰ μὴ δεχώμεθα, λέγοντες, ὅτι ὑπὸ τὴν ἐλευθερίαν τὴν ἐν Χριστῷ εὑρισκόμεθα. Ἡμεῖς ἐρωτήθημεν, ἂν ᾖναι γεγραμμένον νὰ πάρῃ τινὰς γυναῖκα τὴν ἀδελφὴν τῆς γυναικός του, καὶ εἴπομεν, ὅτι δὲν εἶναι, τὸ ὁποῖον εἶναι καὶ ἀληθινὸν καὶ ἀσφαλές. Τὸ δὲ νὰ συμπεραίνῃ τινὰς ἀπὸ τὴν ἀκουλουθίαν τοῦ λόγου ἐκεῖνο, ὁποῦ ἡ Γραφὴ ἐσιώπησε, τοῦτο δὲν εἶναι ἴδιον ἐκείνου ὁποῦ θέλει νὰ λέγῃ, ὅσα λέγει ὁ νόμος, ἀλλ’ ἐκείνου ὁποῦ θέλει νὰ νομοθετῇ αὐτὸς ἀπὸ λόγου του.

Διὰ τί, ἂν ἐκεῖνος συμπεραίνῃ, ὅτι ἐμπόδισεν ὁ Νόμος νὰ μὴ παίρνῃ τινὰς τὴν ἀδελφὴν τῆς γυναικός του, ὄχι ἀφ’ οὗ ἀποθάνῃ αὕτη, ἀλλ’ ὅταν ἀκόμη ζῇ, ἄλλος τις ἠμπορεῖ νὰ συμπεράνῃ, ὅτι ἐπειδὴ ὁ Νόμος ἐμπόδισε νὰ μὴ παίρνῃ τινὰς τὴν ἀντίζηλον ἀδελφήν, ἕπεται, ὅτι ἂν αὐτὴ δὲν ἦναι ἀντίζηλος, ἠμπορεῖ νὰ πάρῃ ταύτην, καὶ ὅταν ἀκόμη ἡ γυναῖκά του ζῇ, ταὐτὸν εἰπεῖν, ἠμπορεῖ νὰ λαμβάνῃ τινὰς ἐν τῷ αὐτῷ καιρῷ δύω ἀδελφάς. Εἰ δὲ εἰπῇ τινας, ὅτι τοῦτο δὲν εἶναι γεγραμμένον, ἀποκρινόμεθα, ὅτι οὐδὲ ἐκεῖνο δὲν εἶναι, ἀλλὰ καθὼς τὸ ἕνα συμπεραίνεται ἀπὸ τὴν ἀκολουθίαν τοῦ λόγου, ἔτσι παρομοίως συμπεραίνεται καὶ τὸ ἄλλο. Διὰ τί δὲ ὁ Μωϋσῆς μετὰ διαστίξεως δὲν ἐπροσδιώρισε, τὸ νὰ μὴ παίρνῃ τινὰς τὴν ἀδελφὴν τῆς γυναικός του ἀποθανούσης; λύων τὴν ἀπορίαν ταύτην ὁ Ἅγιος, λέγει, ὅτι δὲν εἶχε σκοπὸν ὁ Μωϋσῆς νὰ περιλάβῃ εἰς τὸ ἀνωτέρω Κεφάλαιον τοῦ Λευϊτικοῦ, κάθε εἶδος συγγενικῶν συνοικεσίων, διὰ νὰ εἰπῇ καὶ αὐτό, ἀλλ’ ἐκεῖνα μόνα ἐμπόδισεν, ὅσα ἔπαιρναν οἱ Αἰγύπτιοι, ἁπὸ τοὺς ὁποίους τότε οἱ Ἑβραῖοι ἔφυγον, καὶ ὅσα ἔπαιρναν οἱ Χαναναῖοι, πρὸς τοὺς ὁποίους ἐκεῖνοι ἐπήγαιναν. Καὶ πόθεν δῆλον;

ἀπὸ ἐκεῖνα ὁποῦ ἀναφέρει ὀπίσω εἰς τὴν ἀρχὴν τὸ αὐτὸ Κεφάλαιον, λέγον· «Μὴ κάμνετε καθὼς κάμνουσιν οἱ Αἰγύπτιοι, εἰς τοὺς ὁποίους πάροικοι ἐκαθίσατε, οὔτε καθὼς κάμνουσιν οἱ Χαναναῖοι, εἰς τοὺς ὁποίους ἐγὼ θέλω σᾶς φέρω». Ὅθεν ἀκόλουθον εἶναι εἰς τοὺς Αἰγυπτίους καὶ Χαναναίους τοῦτο τὸ συνοικέσιον νὰ μὴ ἐγίνετο, καὶ διὰ τοῦτο ὁ Μωϋσῆς δὲν τὸ ἐπροσδιώρισεν, ἀλλ’ ἠρκέσθη εἰς τὴν συνήθειαν, ὁποῦ τὸ τοιοῦτον κατηγορεῖ.

Ἀλλὰ διὰ τί ἐπροσδιώρισε νὰ μὴ λαμβάνῃ τινὰς τὴν ἀδελφὴν τῆς γυναικός του, ζωντανῆς ἔτι οὔσης; Ἔβλεπε πολλοὺς φιλοσάρκους νὰ παρακινοῦνται εἰς τοῦτο, βλέποντας τὸν Πατριάρχην Ἰακὼβ νὰ ἔχῃ ἐν ταὐτῷ δύω ζωντανὰς ἀδελφάς, τὴν Λείαν καὶ τὴν Ῥαχήλ.

Πλὴν ἡμεῖς τὰ γεγραμμένα εἰς τὸν Νόμον πρέπει νὰ λέγωμεν, καὶ ὄχι τὰ σεσιωπημένα νὰ περιεργαζώμεθα· διὰ τί, ὁ μὲν Νόμος ἐσιώπησε τὸ πῶς δὲν πρέπει πατὴρ καὶ υἱὸς μίαν καὶ τὴν αὐτὴν δούλην ὡς πόρνην νὰ μεταχειρίζωνται, ὁ δὲ Προφήτης Ἀμὼς μεγάλως τοῦτο κατηγορεῖ, λέγων· πατὴρ καὶ υἱὸς εἰς τὴν αὐτὴν δούλην ἔμβαιναν καὶ ἐπόρνευαν. Καὶ πολλὰ ἄλλα εἴδη ἀκαθαρσίας ἐδίδαξαν οἱ δαίμονες τοὺς ἀνθρώπους, μὲ τῶν ὁποίων τὰ κατὰ μέρος ὀνόματα μὴ θέλουσα ἡ θεία Γραφὴ νὰ μολύνῃ τὴν σεμνότητά της, ἀπεσιώπησε ταῦτα, μὲ καθολικὰ δὲ ὀνόματα αὐτὰ περιέλαβεν, ὡς ὁ Παῦλος λέγει· Πορνεία καὶ ἀκαθαρσία πᾶσα ἂς μὴ ὀνομάζεται εἰς ἐσᾶς, ὡς πρέπει εἰς τοὺς Ἁγίους, ὅπου μὲ τὸ ὄνομα τῆς ἀκαθαρσίας κάθε αἰσχρουργίαν γυναικῶν καὶ ἀνδρῶν περιέλαβεν. Ὥστε, δὲν εἶναι ἄδεια εἰς τοὺς φιληδόνους νὰ κάμνουν τὸ τοιοῦτον ἄθεσμον συνοικέσιον, μὲ τὸ νὰ ἐσιώπησε τοῦτο ἡ θεία Γραφή. Ἡμεῖς ὅμως ἐξετάζοντες, εὑρίσκομεν, ὅτι οὐδὲ ἐσιώπησε τοῦτο ὁ Νόμος, ἀλλὰ καὶ μάλιστα τὸ ἐμπόδισεν.

Ἐκεῖνο γὰρ ὁποῦ αὐτὸς λέγει· Δὲν θέλεις εἰσέλθεις εἰς κάθε συγγενῆ σου διὰ νὰ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην του, κάθε παράνομον συνοικέσιον, ἐκ συγγενείας καὶ οἰκειότητος περιέχει· ἀκολούθως δὲ καὶ τοῦτο· διότι, ἂν ὁ ἀνὴρ καὶ ἡ γυνὴ ἦναι μία σάρξ, καὶ κἀνένα ἄλλο οἰκειότερον καὶ συγγενέστερον δὲν εἶναι εἰς τὸν ἄνδρα, ἔξω ἀπὸ τὴν σάρκα του, τὴν γυναῖκά του δηλ. λοιπὸν καὶ ἡ ἀδελφὴ τῆς γυναικός του δι’ αὐτῆς καὶ πρὸς τὸν ἄνδρα της γίνεται συγγενὴς καὶ οἰκεία, ἤτοι ἀδελφή. Καὶ καθὼς δὲν παίρνει τινὰς τὴν μητέρα τῆς γυναικός του, οὐδὲ τὴν μὲ ἄλλον ἄνδρα θυγατέρα τῆς αὐτῆς γυναικός του, ἐπειδὴ οὐδὲ τὴν μητέρα του παίρνει, οὔτε τὴν θυγατέρα του διὰ τὴν οἰκειότητα (πρώτου γὰρ βαθμοῦ ἐστι πρὸς ἐκείνας καὶ πρὸς ταύτας), ἔτσι παρομοίως οὔτε τὴν ἀδελφὴν τῆς γυναικός του παίρνει, ἐπειδὴ οὐδὲ τὴν ἀδελφήν του λαμβάνει (δευτέρου γὰρ βαθμοῦ ἐστι πρὸς ἐκείνην καὶ πρὸς ταύτην), καὶ ἀντιστρόφως, οὐδὲ ἡ γυνὴ δύναται νὰ πάρῃ τὸν ἀδελφὸν τοῦ ἀποθανόντος ἀνδρός της, οὐδὲ τοὺς ἄλλους ἐκείνου συγγενεῖς. Ἐπιφέρει δὲ ὁ Ἅγιος τὰ Ἀποστολικὰ λόγια·

Ὅτι παρέρχεται τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὅτι ὁ καιρὸς εἶναι ὀλιγοχρόνιος, καὶ πρέπει καὶ ἐκεῖνοι ἀκόμη ὁποῦ ἔχουσι γυναῖκας νομίμους, νὰ τὰς ἔχουν ὡσὰν νὰ μὴ τὰς ἔχουν. Εἰ δὲ λέγοι τινάς, ὅτι ὁ Θεὸς ἐνομοθέτησεν εἰς τοὺς πρωτοπλάστους νὰ αὐξάνουν καὶ νὰ πληθύνουν, καὶ ὅτι τὰ παιδία τοῦ Ἀδάμ, ἀδέλφια ὄντα, ἐσυνάφθησαν, καταγελῶ ἐκεῖνον ὁποῦ ταῦτα λέγει καὶ δὲν διακρίνει, πῶς τότε μὲν ἦτο ἀνάγκη νὰ γένῃ τοῦτο, διὰ τί ἄλλοι ἄνθρωποι ἀπὸ ἄλλο γένος δὲν ἦσαν, ἀλλὰ τώρα, διαφόρων ὄντων γενῶν, τοῦτο κᾀμμίαν χώραν δὲν ἔχει. Ἔπειτα ὁ δεύτερος γάμος εἶναι ἐμπόδιον καὶ χαλινὸς τῆς πορνείας, ἀλλ’ ὄχι καὶ ὕλη καὶ ἀφορμὴ ἀσελγείας.

Καὶ ὁ Παῦλος δὲ γράφει πρὸς τοὺς δευτερογαμοῦντας ὅτι, ἂν δὲν ἐγκρατεύωνται, ἂς ὑπανδρεύωνται, δὲν ἐπρόσθεσεν ὅμως, ὅτι καὶ δευτεροϋπανδρευόμενοι ἂς παρανομοῦν, καθὼς ποιοῦσιν οἱ δύω ἀδελφὰς λαμβάνοντες. Ἀποδεικνύει δὲ μετὰ ταῦτα ὁ Ἅγιος τὴν ἀτοπίαν τοῦ τοιούτου συνοικεσίου ἀπὸ τὴν σύγχυσιν τῶν ὀνομάτων, ὁποῦ εἰς τοῦτο ἀκολουθεῖ. Τὰ γὰρ ἐξ αὐτῶν γεννηθέντα παιδία πῶς θέλουν ὀνομάσει οἱ τὸ τοιοῦτον συνοικέσιον πράττοντες; ἀδέλφια ἕνα πρὸς τὸ ἄλλο, ὡς ἀπὸ ἕνα πατέρα γεγεννημένα; ἢ ἀνέψια, ἤτοι ἐξαδέλφια, ὡς ἀπὸ δύω ἀδελφὰς γεννηθέντα; Καὶ τὰ δύω γὰρ ὀνόματα ἐπίσης ἁρμόζουσιν εἰς αὐτὰ διὰ τὴν σύγχυσιν τῆς φύσεως, ἥτις κατὰ τοὺς φυσικούς της νόμους, διαφορετικὰ ἐποίησε τὰ ἀδέλφια. Καὶ ὄχι μόνον τοῦτο, ἀλλὰ καὶ ἄλλη ἀκολουθεῖ σύγχυσις. Ὁ γὰρ λαβὼν τὴν ἀδελφὴν τῆς προτέρας γυναικός του, τὴν θείαν τῶν ἐκ τοῦ πρώτου γάμου τέκνων του κάμνει μητρυιάν, καὶ ἀκολούθως τὴν ὡς μητέρα περιθάλπουσαν τὰ τέκνα του, τὴν κάμνει ζηλότυπον καὶ φθονερὰν πρὸς αὐτά.

Φυσικὰ γὰρ κάθε μητρυιὰ ζηλοτυπίαν ἔχει πρὸς τὰ παιδία τοῦ ἀνδρός της, τὰ ἐξ ἄλλου γάμου γεννηθέντα. Καὶ εἰς μὲν τοὺς ἄλλους ἐχθροὺς ὀλιγοστεύει τὸ μῖσος ὅταν ἀποθάνωσιν οἱ ἐχθροί των, εἰς δὲ τὰς μητρυιὰς τὸ μῖσος ἀρχινᾷ ὅταν ἀποθάνωσιν αἱ ἀντίζηλοί των γυναῖκες.

Καὶ διὰ νὰ εἰπῶ μὲ συντομίαν τὸ πᾶν, ἀνίσως τινὰς θέλῃ νὰ δευτεροϋπανδρευθῇ μὲ νόμιμον γυναῖκα, ὅλη ἡ Οἰκουμένη εἶναι ἀνοικτὴ διὰ λόγου του, καὶ θέλει εὕρει βέβαια γυναῖκα νὰ πάρῃ, μὴ ἐμποδισμένην ἀπὸ τοὺς νόμους, εἰ δὲ καὶ ἀγαπῶντας μὲ πάθος καὶ ἔρωτα γυναῖκα παράνομον, ζητεῖ νὰ πάρῃ αὐτήν, διὰ τοῦτο μᾶλλον ἂς ἀποκλεισθῇ καὶ ἂς μὴ συγχωρηθῇ νὰ τὴν πάρῃ, διὰ νὰ μάθῃ νὰ ἀποκτᾷ τὸ σκεῦός του, ἦτοι, ἢ τὸ σῶμά του, ἢ τὴν γυναῖκά του, μὲ ἁγιασμόν, ὡς λέγει ὁ Παῦλος, καὶ ὄχι μὲ πάθος ἀτιμίας. Ἤθελα, λέγει, καὶ περισσότερα νὰ σοῦ γράψω, ἀλλὰ μὲ ἐμπόδισε τὸ μέτρον τῆς ἐπιστολῆς, ἐπειδὴ αἱ ἐπιστολαὶ δὲν πρέπει νὰ ἔχουν μακρολογίαν. Εὔχομαι δὲ ὅτι ἡ ἐπιστολή μου, ἢ νὰ νικήσῃ καὶ νὰ ἀφανίσῃ τὸ παράνομον αὐτὸ συνοικέσιον, ἢ ἂν δὲν τὸ νικήσῃ, κᾂν τὸ τοιοῦτο νὰ μὴ συνειθισθῇ καὶ εἰς τὴν ἐδικήν μας ἐπαρχίαν, ἀλλὰ νὰ μείνῃ μόνον εἰς τοὺς τόπους ἐκείνους, ὅπου πρῶτον ἐτολμήθη νὰ γίνῃ.

Τοῦ αὑτοῦ, πρὸς Γρηγόριον Πρεσβύτερον Κανονικὴ Ἐπιστολή.

ΚΑΝΩΝ ΠΗʹ Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσης μακροθυμίας καὶ ἐθαύμασα, πῶς δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μικροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα.

Οὔτε πρῶτοι, οὔτε μόνοι, ὦ Γρηγόριε, ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν, ἀλλὰ ἀνάγνωθι τὸν Κανόνα τὸν ἐξενεχθέντα παρὰ τῶν Ἁγίων Πατέρων ἡμῶν ἐν τῇ Συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπαγορεύει συνεισάκτους μὴ εἶναι. Ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικῶν διαγωγῆς. Ὡς, ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶν ταῖς γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι, τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθ’ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει, ὅσῳ περ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. Οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς γυναικὶ συνοικεῖν, οὔτε ὡς ἐπιγενομένη τινὶ ἀτόπῳ πράξει, ὡρίσαμεν, ἃ ὡρίσαμεν, ἀλλ’ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ Ἀποστόλου «Μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον». Οἴδαμεν δέ, ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον, ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρξει. Τούτου ἕνεκα προσετάξαμεν, ἑπόμενοι τῇ διαταγῇ τῶν Ἁγίων Πατέρων, χωρισθῆναί σε τοῦ γυναίου.

Τὶ οὖν ἐγκαλεῖς τῷ Χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; τί δὲ ἡμᾶς καταμέμφῃ ὡς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι; ἀλλ’ οὐχὶ σεαυτῷ, μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; ἔκβαλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου, καὶ κατάστησον αὐτὴν ἐν Μοναστηρίῳ. Ἔστω ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπὸ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημῆται δι’ ὑμᾶς. Ἕως δ’ ἂν ταῦτα ποιῇς, αἱ μυριάδες, ἅσπερ σὺ γράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον περὶ τῆς σεαυτοῦ ἀργίας. Ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς Ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.

Ἑρμηνεία Ὁ Γρηγόριος οὗτος μὲ τὸ νὰ εἶχε γυναῖκα παρθένον καὶ Καλογραῖαν μέσα εἰς τὸν οἶκόν του καὶ τὸν ὑπηρέτει, ἔγραψε πρὸς αὐτὸν ὁ μέγας Βασίλειος νὰ τὴν διώξῃ. Ὁ δὲ Γρηγόριος μὲ πολλὰς προφάσεις περὶ τούτου ἀπολογεῖται. Ὅθεν διὰ τῆς παρούσης ἐπιστολῆς ὁ Ἅγιος, πρῶτον μὲν ἐλέγχει αὐτόν, ὅτι ἠμπορῶντας μὲ τὸ ἔργον καὶ μὲ εὐκολίαν νὰ ἀπολογηθῇ, διώκωντας τὴν γυναῖκα, μυρίας προφασιολογίας προτείνει. Δεύτερον λέγει, ὅτι δὲν ἐνομοθέτησεν ὁ Βασίλειος νὰ μὴ ἔχουν οἱ Κληρικοὶ καὶ οἱ Ἱερωμένοι γυναῖκας συγκατοίκους, ἀλλ’ ἡ πρώτη Σύνοδος, ἐν τῷ γʹ. αὑτῆς Κανόνι· ἔπειτα προσθέτει, ὅτι οἱ παρθένοι καὶ Ἱερωμένοι εἰς τοῦτο ἔχουσι τὴν σεμνότητα, εἰς τὸ νὰ ᾖναι χωρισμένοι ἀπὸ συναναστροφὴν γυναικῶν. Ἀνίσως δέ τινας ἀπὸ αὐτοὺς ἐπαγγέλλεται μὲν νὰ παρθενεύῃ, ἔπειτα μὲ γυναῖκας συγκατοικῇ, οὗτος φανερόνει, ὅτι μὲ ψιλὸν ὄνομα ἀγαπᾷ τὴν παρθενίαν, μὲ τὸ ἔργον δέ, δὲν εἶναι χωρισμένος ἀπὸ τὴν τῶν γυναικῶν ἡδονήν. Ἔπρεπε λοιπόν, τοῦ λέγει, Γρηγόριε, τόσον εὔκολα νὰ μᾶς ὑπακούσῃς καὶ νὰ διώξῃς τὴν γυναῖκα, ὄσον εὔκολα λέγεις, πῶς δὲν ἔχεις κᾀμμίαν προσπάθειαν εἰς αὐτήν. Ἡ γὰρ εὐκολία καὶ ταχύτης τοῦ διωγμοῦ τῆς γυναικός, βεβαιόνει τὴν πρὸς αὐτὴν ἀπροσπάθειαν· διότι οὔτε ἐγὼ πιστεύω ποτέ, πῶς ἐσὺ ὁ ἑβδομηκοντούτης γέρων συγκατοικεῖς μὲ τὴν γυναῖκα ἐμπαθῶς καὶ ἡδονικῶς.

Ἀλλ’ ἐπειδὴ ἐδιδάχθημεν ἀπὸ τὸν Ἀπόστολον νὰ μὴ προξενοῦμεν σκάνδαλον εἰς τοὺς ἄλλους, καὶ ἐπειδὴ ἐκεῖνο τὸ πρᾶγμα ὁποῦ ἄλλοι κάμνουσι χωρὶς πάθος καὶ ἁμαρτίαν, ὁποῖον δηλ. κάμνεις καὶ τώρα ἐσύ, τοῦτο τὸ ἴδιον εἰς ἄλλους ἐμπαθεῖς γίνεται αἰτία καὶ παράδειγμα πρὸς ἁμαρτίαν· διὰ ταῦτα πάντα σὲ ἐπροστάξαμεν νὰ διώξῃς ἀπὸ τὸν οἶκόν σου τὴν γυναῖκα, ἀκολουθοῦντες εἰς τὸν γʹ. Κανόνα τῆς ἐν Νικαίᾳ, καὶ μὴ κατηγορῇς, οὔτε τὸν Χωρεπίσκοπον, πῶς τάχα αὐτὸς ἐχθρευόμενός σε, μοῦ ἀνήγγειλε περὶ τῆς γυναικός, οὔτε ἐμένα, πῶς εἶμαι εὔκολος νὰ πιστεύω εἰς τὰς διαβολάς, ἀλλὰ κατηγόρει τὸν ἑαυτόν σου, ὁποῦ δὲν θέλεις νὰ χωρισθῇς ἀπὸ τὴν γυναῖκα· ἔκβαλε λοιπὸν αὐτὴν καὶ βάλε την εἰς Μοναστήριον, καὶ ἂς ᾖναι μὲν ἐκείνη ὡς παρθένος μὲ τὰς παρθένους καὶ Μοναχάς, καὶ σὺ ὡς ἄνδρας, ὑπηρετοῦ ἀπὸ ἄνδρας, ἵνα μὴ βλασφημῆται διὰ λόγου σας τὸ ὄνομα τοῦ Θεοῦ ἀπὸ τοὺς ἀπίστους, ὁποῦ σᾶς βλέπουν. Ἐὰν δὲ τὴν γυναῖκα δὲν διώξῃς, ἤξευρε καλά, ὅτι ὅλαι ᾑ μυριάδες τῶν προφάσεων ὁποῦ λέγεις δὲν θέλουν σὲ ὠφελήσουν, ἀλλὰ θέλεις ἀποθάνεις ἀργὸς τῆς Ἱερωσύνης σου, καὶ σὺ ἔχεις νὰ δώσῃς λόγον τῆς ἀργίας ὡς ταύτης αἴτιος, οὐχὶ ἐγώ· ἐὰν δὲ τολμήσῃς πρὸ τοῦ νὰ διορθωθῇς, νὰ ἐνεργήσῃς τι ἱερατικόν, θέλεις ἀναθεματισθῇς ἀπὸ ὅλον τὸν λαόν, καὶ ὅσοι σὲ δεχθοῦν, ἔχουν ἀπὸ κάθε Ἐκκλησίαν νὰ ἀποδιωχθοῦν. Ὅρα καὶ τὸν γʹ. τῆς αʹ.

Τοῦ αὑτοῦ, πρὸς τοὺς Χωρεπισκόπους Κανονικὴ Ἐπιστολή.

ΚΑΝΩΝ ΠΘʹ Πάνυ με λυπεῖ ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν Πατέρων Κανόνες, καὶ πᾶσα ἀκρίβεια τῶν Ἐκκλησιῶν ἀπελήλαται, καὶ φοβοῦμαι μή, κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης, εἰς παντελῇ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. Τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ, πάλαι ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια, μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ τοῦτο ἐξέταζον μὲν Πρεσβύτεροι καὶ Διάκονοι οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς Χωρεπισκόποις, οἳ τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους, καὶ ὑπομνήσαντες τὸν Ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν.

Νῦν δὲ πρῶτον μὲν ἡμᾶς παρωσάμενοι, καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. Ἔπειτα καὶ καταῤῥᾳθυμοῦντες τοῦ πράγματος, Πρεσβυτέροις καὶ Διακόνοις ἐπετρέψατε, οὓς ἂν ἐθέλωσιν, ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας, ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας ἐπεισάγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. Δι’ ὃ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθ’ ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας θυσιαστηρίου οὐδείς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις.

Ἐπεὶ οὖν τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προϊόν, μάλιστα δὲ νῦν, τῶν πλείστων φόβῳ τῆς στρατολογίας εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν Πατέρων Κανόνας, καὶ ἐπιστέλλω ἡμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων, καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος, καὶ ἐν ποίῳ βίῳ ἐστίν, ἔχετε δὲ καὶ αὐτοὶ παρ’ ἑαυτοῖς τὴν τοιαύτην ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρ’ ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα, καὶ μηδενὶ ἐξεῖναι ἑαυτόν, ὅτε βούλεται, παρεγγράφειν. Οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν, εἴ τινες ὑπὸ Πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀποῤῥιφῶσιν, ἄνωθεν δὲ γένηται αὐτῶν παρ’ ὑμῖν ἐξέτασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετέρᾳ ψήφῳ παραδεχθήτωσαν, ἐπεὶ καθαρίσατε τὴν Ἐκκλησίαν τοὺς ἀναξίους αὐτῆς ἀπελαύνοντες, καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους καὶ παραδέχεσθαι, μὴ ἀριθμεῖτε δέ, πρὶν εἰς ἡμᾶς ἐπανενεγκεῖν, ἢ γινώσκετε, ὅτι λαϊκὸς ἔσται, ὁ ἄνευ ἡμετέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς.

Ἑρμηνεία Διὰ τῆς ἐπιστολῆς ταύτης κατηγορεῖ ὁ μέγας Βασίλειος τοὺς Χωρεπισκόπους, πῶς παρέβησαν τὴν παλαιὰν τάξιν ὁποῦ ἐπολιτεύετο εἰς τὴν Ἐκκλησίαν, ἥτις ἦτο νὰ ἐξετάζωνται πρῶτον ἀπὸ τοὺς Πρεσβυτέρους καὶ Διακόνους ὅσοι ἔμελλον νὰ γένουν ὑπηρέται τῆς Ἐκκλησίας, Ὑποδιάκονοι δηλ. Ἀναγνῶσται καὶ Ἐφορκισταὶ (περὶ ὧν ὅρα τὴν ὑποσημ. τοῦ ιεʹ. τῆς ϛʹ), ἂν δὲν ᾖναι λοίδοροι ἢ μέθυσοι, ἂν χαλιναγωγοῦσι τὰς σαρκικὰς ὁρμὰς τῆς νεότητος, καὶ οὕτω νὰ ψηφίζουν μὲν αὐτοὶ τούτους, τὴν δὲ ψῆφον νὰ ἀναφέρωσιν εἰς τοὺς Χωρεπισκόπους, καὶ οἱ Χωρεπίσκοποι πάλιν εἰς τοὺς Ἐπισκόπους, καὶ μὲ τοιοῦτον τρόπον νὰ συναριθμοῦν αὐτοὺς εἰς τὸν Κλῆρον. Τώρα δέ φησιν, ὅλον τὸ ἐναντίον γίνεται. Οὔτε γὰρ οἱ Πρεσβύτεροι καὶ Διάκονοι ἐξετάζουσι τοὺς τοιούτους, ἀλλὰ κατὰ προσπάθειαν τοὺς συγγενεῖς αὐτῶν καὶ φίλους ψηφίζουσιν, οὔτε οἱ Χωρεπίσκοποι εἰς τοὺς Ἐπισκόπους ἀναφέρουσιν αὐτούς.

Δι’ ὃ καὶ ἐκ τῆς παραβάσεως ταύτης πολλοὶ μὲν Ὑποδιάκονοι καὶ Ἀναγνῶσται καὶ Ἐφορκισταὶ καὶ ἄλλοι Κληρικοὶ εὑρίσκονται εἰς κάθε χωρίον, ἄξιος δὲ ἀπὸ αὐτοὺς εἰς τὸ νὰ γένῃ Ἱερεὺς κᾀνένας δὲν εἶναι. Διὰ τοῦτο παραγγέλλει εἰς τοὺς Χωρεπισκόπους ὁ Ἅγιος, νὰ στείλωσιν εἰς αὐτὸν τὸν κατάλογον τῶν τοιούτων ὑπηρετῶν, δηλωτικὸν ὄντα, ἀπὸ ποῖον Χωρεπίσκοπον ἐκληρώθη ὁ καθείς, καὶ ὁποίας ζωῆς ἄνθρωπος εἶναι, νὰ ἔχουν δὲ καὶ αὐτοὶ τὸ ἴσον τοῦ ἰδίου καταλόγου, διὰ νὰ μὴ ἠμπορῇ τινὰς μὲ τοῦτον τὸν τρόπον νὰ γράφῃ τὸν ἑαυτόν του εἰς τὸν κατάλογον ὁπόταν θέλῃ. Καὶ ὅσοι μὲν ὑπηρέται (τοὺς λέγει) ἐψηφίσθησαν ἀπὸ τοὺς Πρεσβυτέρους μόνους ὕστερα ἀπὸ τὴν πρώτην Ἰνδικτιῶνα, νὰ ῥίπτωνται εἰς τὴν τάξιν τῶν λαϊκῶν ἐξ ὑπαρχῆς δὲ ἐξεταζόμενοι αὐτοὶ ἀπὸ ἐσᾶς τοὺς Χωρεπισκόπους, μὲ τὴν ἐδικήν σας ψῆφον ἂς δέχωνται· διώκοντες δὲ ἀπὸ τὴν Ἐκκλησίαν τοὺς ἀναξίους, εἰς τὸ ἑξῆς, τοὺς μὲν ἀξίους δέχεσθε, μὴ συναριθμῆτε δὲ αὐτοὺς εἰς τὸν Κλῆρον, χωρὶς νὰ ἀναφέρετε τὸ πρᾶγμα εἰς ἡμᾶς, ἐπειδή, ὅποιος ἀπὸ λόγου σας χωρὶς τὴν ἐδικήν μας γνώμην, εἰς ὑπηρεσίαν δεχθῇ τινα, ὁ δεχθεὶς οὗτος θέλει καθαιρεθῇ ἀπὸ αὐτήν, καὶ εἰς τὴν τάξιν τῶν λαϊκῶν θέλει ῥιφθῇ. Ὅρα καὶ τὴν ὑποσημείωσιν τοῦ ηʹ. τῆς αʹ. καὶ τὸν λθʹ. Καρθαγένης καὶ τὴν ὑποσημείωσιν τοῦ ιζʹ. Ἀποστολικοῦ.

Τοῦ αὑτοῦ, πρὸς τοὺς ὑπ’ αὐτὸν Ἐπισκόπους Ἐπιστολὴ Κανονική.

ΚΑΝΩΝ Ϙʹ Τὸ τοῦ πράγματος ἄτοπον, περὶ οὗ γράφω, διὰ τί μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν, τέως δὲ ἐφάνη μοι ἄπιστον. Τὸ οὖν περὶ αὐτοῦ γράμμα, ὁ μὲν συνεγνωκὼς ἑαυτῷ, δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκώς, ὡς προφυλακτήριον, ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφ’ ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν. Τί δέ ἐστιν ὁ λέγω; φασί τινες ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας.

Τοῦτο δὲ χεῖρόν ἐστιν. Ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος· διότι αὐτὸ τὸ οὐκ ἀγαθὸν ἐργάζεται καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. Ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω, ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον, ὅπερ ἐῤῥέθη παρὰ τῶν Ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μετουσίαν ὠνήσηται· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν». Κουφότερος γὰρ ὁ δι’ ἀπορίαν ὠνήσασθαι θέλων, ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. Πράσις γὰρ ἐγένετο, καὶ ὃ σοὶ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς ὡσανεὶ πεπραμένος τῷ σατανᾷ, ἀφαιρεθήσῃ τοῦ χαρίσματος.

Καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς καὶ τῇ Ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. Ταῦτα οὕτω γίνεσθαι οὐ χρή. Ὃ δέ ἐστι τὸ τέχνασμα λέγω, νομίζουσι μὴ ἁμαρτάνειν, τῷ μὴ ἅμα λαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν, λαβεῖν δέ ἐστι τὸ ὅτε δήποτε λαβεῖν. Παρακαλῶ οὖν, ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε. Καὶ μὴ τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἅγια Μυστήρια. Σύγγνωτε δέ μοι, εἰ πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα δὲ ὡς πεισθείς, ἀπειλῶ. Εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξει ἔτι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει, ζητήσει δέ, ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. «Ἡμεῖς γὰρ καὶ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἓν δὲ προσθεὶς παύσομαι. Διὰ φυλαργυρίαν γίνεται ταῦτα. Ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστὶν καὶ ὀνομάζεται εἰδωλολατρεία. Μὴ οὖν τοῦ Χριστοῦ προτιμήσητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον, μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι προδιδόντες δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα, ἐπεὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτους δεχομένων, ἀκελδαμὰ κληθήσονται.»

Ἑρμηνεία Μαθὼν ὁ θεῖος Βασίλειος ὅτι οἱ ὑποκείμενοι εἰς αὐτὸν Ἐπίσκοποι ἐλάμβαναν ἀπὸ τοὺς παρ’ αὐτῶν χειροτονουμένους χρήματα, γράφει πρὸς αὐτοὺς τὴν παροῦσαν ἐπιστολὴν καὶ τοὺς λέγει, ὅτι ἄπιστον ἐφάνη εἰς αὐτὸν τὸ πρᾶγμα τοῦτο, τὸ ὁποῖον, λέγει εὐθὺς ὁποῦ καὶ μόνον ὑπωπτεύθη καὶ ἐλαλήθη, μεγάλην λύπην μοι ἐπροξένησεν. Ὅθεν ταῦτα ὁποῦ γράφω, ὁ μὲν τὴν παρανομίαν ταύτην ποιήσας, ἂς τὰ δεχθῇ ὡσὰν ἰατρικὸν τῆς κακίας του· ὁ δὲ μὴ ποιήσας, ἂς τὰ δεχθῇ ὡσὰν προφυλακτικὸν ἰατρικόν, ὅποιος δὲ εἶναι ἀδιάφορος, ἤτοι κάμνει τὸ κακὸν τοῦτο καὶ δὲν νομίζει πῶς κάμνει ὅλως κακὸν (τὸ ὁποῖον τοῦτο πάθος τῆς ἀδιαφορίας παρακαλῶ τὸν Θεὸν νὰ μὴ εὑρεθῇ εἰς ἐσᾶς), ἂς δεχθῇ τὴν ἐπιστολὴν ταύτην ὡς παραγγελίαν καὶ ἀπειλήν.

Λέγουσι λοιπόν τινες ὅτι παίρνετε ἄσπρα ἀπὸ τοὺς χειροτονουμένους, καὶ ὅτι σκεπάζετε τὸ κακὸν τοῦτο μὲ ὄνομα εὐσεβείας, λέγοντες τάχα, ὅτι ὡς καλὸν καὶ εὐσεβὲς τοῦτο κάμνετε, τὸ ὁποῖον εἶναι χειρότερον· διότι ὅποιος κάμνει τὸ κακόν, ἔπειτα σχηματίζεται ὅτι κάμει καλόν, οὗτος διπλῆς κολάσεως εἶναι ἄξιος, καὶ διατὶ τὸ κακὸν κάμνει, καὶ διατὶ μεταχειρίζεται τὸ καλόν, ἤτοι τὸ ὄνομα τοῦ καλοῦ, ὄργανον καὶ προσωπεῖον εἰς τὸ νὰ κάμνῃ τὸ κακόν.

Ὅθεν, εἰ μὲν ταῦτα ἔτσι εἶναι, εἰς τὸ ἑξῆς ἂς μὴ γίνωνται, ἀλλ’ ἂς διορθωθοῦν, ἐπειδὴ ἀνάγκη εἶναι νὰ εἰποῦμεν καὶ ἡμεῖς, πρὸς τὸν θέλοντα νὰ παίρνῃ ἄσπρα ἀπὸ τὰς χειροτονίας, τὸν λόγον ὁποῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Σίμωνα, «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν.» Καὶ ὁ μὲν διδοὺς τὰ ἀργύρια ἐλαφρότερον ἁμαρτάνει, διατὶ ἐξ ἀγνωσίας τοῦ ζητεῖ νὰ ἀγοράσῃ ἐκεῖνο ὁποῦ δὲν ἔχει, ὁ δὲ λαμβάνων σύ, ἐπειδὴ πωλεῖς τὴν χάριν ὁποῦ ἔλαβες δωρεάν, ὡς πωλημένος δοῦλος εἰς τὸν διάβολον, θέλεις τὴν ὑστερηθῇ, ἤτοι θέλεις καθαιρεθῇ, διότι, ῥυπαρὰν καὶ ἄτιμον πραγματείαν (τοῦτο γὰρ ἡ καπηλεία δηλοῖ,) ἐμβάζεις μέσα εἰς τὴν Ἐκκλησίαν, ὁποῦ ἐνεπιστεύθημεν νὰ ἔχωμεν τὰ τιμιώτατα καὶ ὑπέρτιμα Μυστήρια τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ· ταὐτὸν εἰπεῖν, διότι καπηλικῶς καὶ ἀτίμως πωλεῖς τὰ ὑπὲρ πᾶσαν τιμὴν ὄντα τοῦ Χριστοῦ· Μυστήρια. Ἐπειδὴ δὲ μὲ τέχνην ἔκρυπτον οἱ Ἐπίσκοποι τὴν ἁμαρτίαν ταύτην, καὶ ἐνόμιζον ὅτι δὲν εἶναι ἁμαρτία τὸ νὰ λάβουν ἀργύρια ὕστερα ἀπὸ τὴν χειροτονίαν, τοὺς λέγει ὁ Ἅγιος, ὅτι τὸ πάρσιμον τῶν τοιούτων ἄσπρων εἰς ὅ, τι καιρὸν γένει ἀπὸ αὐτούς, πάρσιμον εἶναι, εἴτε πρὸ τῆς χειροτονίας, εἴτε μαζὴ μὲ τὴν χειροτονίαν γένει, καὶ ἀκολούθως ὅτι εἶναι ἁμάρτημα.

Παρακαλῶ σας λοιπόν, τοὺς παραγγέλλει, ἀποῤῥίψατε τὸ τοιοῦτον κέρδος ὁποῦ σᾶς φέρει εἰς κόλασιν, καὶ μὴ γενῆτε ἀνάξιοι νὰ ἱερουργῆτε τὰ θεῖα Μυστήρια, ἔχοντες χεῖρας μεμολυσμένας ἀπὸ τοιαῦτα παράνομα χρήματα. Διότι ὁποῖος ἀπὸ ἐσᾶς ὕστερα ἀπὸ τὴν παραγγελίαν ταύτην ἤθελε κάμει τοιοῦτό τι, οὗτος θέλει ἐμποδισθῇ νὰ ἱερουργῇ ἐδῶ εἰς τὴν ἐπαρχίαν μου, καὶ ἂς ὑπάγῃ ὅπου ἠμπορεῖ νὰ ἀγοράζῃ καὶ νὰ μεταπωλῇ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ ἡμεῖς καὶ αἱ τοῦ Θεοῦ Ἐκκλησίαι τοιαύτην συνήθειαν δὲν ἔχομεν, ὡς λέγει ὁ Παῦλος.

Βέβαια τὸ νὰ πωλῆτε τὴν χάριν τοῦ Θεοῦ, διὰ φιλαργυρίαν τὸ κάμνετε, ἡ δὲ φιλαργυρία εἶναι ῥίζα πάντων τῶν κακῶν, καὶ εἰδωλολατρεία ὀνομάζεται ἀπὸ τὸν Παῦλον. Λοιπὸν μὴ προτιμήσετε τὰ εἴδωλα περισσότερον ἀπὸ τὸν Χριστόν, μηδὲ μιμηθῆτε τὸν Ἰούδαν, μὲ τὸ νὰ προδίδετε καὶ ἐσεῖς, ὡς ἐκεῖνος, διὰ ἀργύρια, δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα Χριστόν.

Διὰ τί, ἠξεύρετε καλά, ὅτι, καθὼς ὁ διὰ τριάκοντα ἀργυρίων, μὲ τὰ ὁποῖα ἐπροδόθη ὁ Κύριος, ἀγορασθεὶς ἀγρός, ἀκελδαμᾶ ὠνομάσθη, ὡς λέγουσιν αἱ Πράξεις (ὅπερ δηλοῖ τόπος καὶ τιμὴ αἵματος), ἔτσι καὶ αἱ χεῖρες τῶν Ἐπισκόπων, ὁποῦ δέχονται τοιαῦτα ἄσπρα, καὶ αἱ ἐνορίαι καὶ κῶμαι καὶ τῶν διδόντων καὶ τῶν λαμβανόντων αὐτά, τόπος καὶ τιμὴ αἵματος θέλουν ὀνομασθοῦν.

Ἀνάγνωθι καὶ τὸν κθʹ. Ἀποστολικόν. Τοῦ αὑτοῦ, ἐκ τοῦ κζʹ. Κεφαλαίου τῶν πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου Πνεύματος.

ΚΑΝΩΝ ϘΑʹ Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν Ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν Μυστηρίῳ παραδεξάμεθα, ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν, καὶ τούτοις οὐδεὶς ἀντερεῖ, ὅστις γε, κἂν κατὰ μικρὸν γοῦν θεσμῶν ἐκκλησιαστικῶν πεπείραται. Εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθνῶν, ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν, παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Εὐαγγέλιον, μᾶλλον δὲ εἰς ὄνομα ψιλὸν περιϊστῶντες τὸ κήρυγμα. Οἷον (ἵνα τοῦ πρώτου καὶ κοινοτάτου πρῶτον μνησθῶ) τό, τῷ τύπῳ τοῦ Σταυροῦ τοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠλπικότας κατασημαίνεσθαι, τίς ὁ διὰ γράμματος διδάξας; τὸ πρὸς ἀνατολὰς τετράφθαι κατὰ τὴν προσευχήν, ποῖον ἡμᾶς ἐδίδαξε γράμμα; τὰ τῇς ἐπικλήσεως ῥήματα ἐπὶ τῇ ἀναδείξει τῆς εὐχαριστίας καὶ τοῦ ποτηρίου τῆς εὐλογίας, τίς τῶν Ἁγίων ἐγγράφως ἡμῖν καταλέλοιπεν; οὐ γὰρ δὴ τούτοις ἀρκούμεθα, ὧν ὁ Ἀπόστολος, ἢ τὸ Εὐαγγέλιον ἐπεμνήσθη, ἀλλὰ καὶ προλέγομεν καὶ ἐπιλέγομεν ἕτερα, ὡς μεγάλην ἔχοντα πρὸς τὸ Μυστήριον τὴν ἰσχύν, ἐκ τῆς ἀγράφου διδασκαλίας παραλαβόντες.

Εὐλογοῦμεν δὲ τὸ ὕδωρ τοῦ βαπτίσματος καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ προσέτι αὐτὸν τὸν βαπτιζόμενον, ἀπὸ ποίων ἐγγράφων; οὐκ ἀπὸ τῆς σιωπωμένης καὶ μυστικῆς παραδόσεως; τί δέ; αὐτὴν τοῦ ἐλαίου τὴν χρίσιν, τίς λόγος γεγραμμένος ἐδίδαξε; τὸ δὲ τρὶς βαπτίζεσθαι τὸν ἄνθρωπον, πόθεν; ἀλλὰ καὶ ὅσα περὶ τὸ βάπτισμα, ἀποτάσσεσθαι τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐκ ποίας ἐστὶ Γραφῆς; οὐκ ἐκ τῆς ἀδημοσιεύτου ταύτης καὶ ἀποῤῥήτου διδασκαλίας, ἣν ἐν ἀπολυπραγμονήτῳ καὶ ἀπεριεργάστῳ σιγῇ οἱ Πατέρες ἡμῶν ἐφύλαξαν, καλῶς ἐκεῖνοι διδαγμένοι τῶν Μυστηρίων τὰ σεμνὰ σιωπῇ διασώζεσθαι; ἃ γὰρ οὐδὲ ἐποπτεύειν ἔξεστι τοῖς ἀμυήτοις, τούτων πῶς ἦν εἰκὸς τὴν διδασκαλίαν θριαμβεύειν ἐν γράμμασι; καὶ μεθ’ ἕτερα οὗτος ὁ λόγος τῆς τῶν ἀγράφων παραδόσεως, ὡς μὴ καταμελετηθεῖσαν, τῶν δογμάτων τὴν γνῶσιν εὐκαταφρόνητον τοῖς πολλοῖς γενέσθαι διὰ συνήθειαν. Ἄλλο γὰρ δόγμα, καὶ ἄλλο κήρυγμα.

Τὰ μὲν γὰρ δόγματα σιωπᾶσαι, τὰ δὲ κηρύγματα δημοσιεύεται. Σιωπῆς δὲ εἶδος καὶ ἡ ἀσάφεια, ᾗ χρῆται ἡ Γραφή, δυσθεώρητον κατασκευάζουσα τῶν δογμάτων τὸν νοῦν πρὸς τὸ τῶν ἐντυγχανόντων λυσιτελές. Τούτου χάριν πάντες μὲν ὁρῶμεν κατὰ ἀνατολὰς ἐπὶ τῶν προσευχῶν, ὀλίγοι δὲ ἴσμεν, ὅτι τὴν ἀρχαίαν ἐπιζητοῦμεν πατρίδα, τὸν παράδεισον, ὃν ἐφύτευσεν ὁ Θεὸς ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Καὶ ὀρθοὶ μὲν ποιοῦμεν τὰς εὐχὰς ἐν τῇ μιᾷ τοῦ Σαββάτου, τὸν δὲ λόγον οὐ πάντες οἴδαμεν. Οὐ γὰρ μόνον, ὡς συναναστάντες Χριστῷ καὶ τὰ ἄνω ζητεῖν ὀφείλοντες, ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς δεδομένης ἡμῖν χάριτος, διὰ τῆς κατὰ τὴν προσευχὴν στάσεως ἑαυτοὺς ὑπομιμνήσκομεν, ἀλλ’ ὅτι καὶ δοκεῖ πως τοῦ προσδοκωμένου αἰῶνος εἶναι εἰκών. Δι’ ὃ καὶ ἀρχὴ οὖσα ἡμερῶν, οὐχὶ πρώτη παρὰ Μωσέως, ἀλλὰ μία ὠνόμασται· «ἐγένετο γάρ, φησιν, ἑσπέρα, καὶ ἐγένετο πρωὶ ἡμέρα μία», ὡς τῆς αὐτῆς ἀνακυκλουμένης πολλάκις. Καὶ μία τοίνυν ἡ αὐτὴ καὶ ὀγδόη, τὴν μίαν ὄντως ἐκείνην καὶ ἀληθινὴν ὀγδόην, ἧς καὶ ὁ Ψαλμῳδός, ἔν τισιν ἐπιγραφαῖς τῶν Ψαλμῶν ὑπεμνήσθη, δι’ ἑαυτῆς ἐμφανίζουσα τὴν μετὰ τὸν χρόνον τοῦτον κατάστασιν, τὴν ἄπαυστον ἡμέραν, τὴν ἀνέσπερον, τὴν ἀδιάδοχον, τὸν ἄληκτον καὶ ἀγήρω αἰῶνα.

Ἀναγκαίως οὖν τὰς ἐν αὐτῇ προσευχὰς ἑστῶτας ἀποπληροῦν τοὺς ἑαυτῆς τροφίμους ἡ Ἐκκλησία παιδεύει, ἵνα τῇ συνεχεῖ ὑπομνήσει τῆς ἀτελευτήτου ζωῆς, τῶν πρὸς τὴν μετάστασιν ἐκείνην ἐφοδίων μὴ ἀμελῶμεν. Καὶ πᾶσα δὲ ἡ Πεντηκοστὴ τῆς ἐν τῷ αἰῶνι προσδοκωμένης ἀναστάσεώς ἐστιν ὑπόμνημα. Ἡ γὰρ μία ἐκείνη καὶ πρώτη, ἑπτάκις ἑπταπλασιασθεῖσα, τὰς ἑπτὰ τῆς ἱερᾶς Πεντηκοστῆς ἑβδομάδας ἀποτελεῖ.

Ἐκ πρώτης γὰρ ἀρχομένη εἰς τὴν αὐτὴν καταλήγει, δι’ ὁμοίων τῶν ἐν τῷ μέσῳ ἐξελιττομένη πεντηκοντάκις. Δι’ ὃ καὶ αἰῶνα μιμεῖται τῇ ὁμοιότητι, ὥσπερ ἐν κυκλικῇ κινήσει ἀπὸ τῶν αὐτῶν ἀρχομένη σημείων, καὶ εἰς τὰ αὐτὰ καταλήγουσα, ἐν ᾗ τὸ ὄρθιον σχῆμα τῆς προσευχῆς προτιμᾷν οἱ θεσμοὶ τῆς Ἐκκλησίας ἡμᾶς ἐξεπαίδευσαν, ἐν τῆς ἐναργοῦς ὑπομνήσεως οἱονεὶ μετοικίζοντες ἡμῶν τὸν νοῦν ἀπὸ τοῦ παρόντος ἐπὶ τὰ μέλλοντα. Καὶ καθ’ ἑκάστην δὲ γονυκλισίαν καὶ διανάστασιν ἔργῳ δείκνυμεν, ὅτι διὰ τῆς ἁμαρτίας εἰς γῆν κατεῤῥύημεν, καὶ διὰ τῆς φιλανθρωπίας τοῦ κτίσαντος ἡμᾶς εἰς οὐρανὸν ἀνεκλήθημεν. Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας Μυστήρια διηγούμενον. Ἐῶ τὰ ἄλλα. Αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως, πιστεύειν εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἐκ ποίων συγγραμμάτων ἔχομεν; εἰ μὲν ἐκ τῆς τοῦ βαπτίσματος παραδόσεως, κατὰ τὸ τῆς εὐσεβείας ἀκόλουθον, ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύειν, ὀφείλοντες ὁμοίαν τῷ βαπτίσματι τὴν ὁμολογίαν κατατιθέμεθα. Συγχωρησάτωσαν ἡμῖν ἐκ τῆς αὐτῆς ἀκολουθίας, ὁμοίαν τῇ πίστει τὴν δόξαν ἀποδιδόναι. Εἰ δὲ τὸν τρόπον τῆς δοξολογίας ὡς ἄγραφον παραιτοῦνται, δότωσαν ἡμῖν τῆς τε κατὰ τὴν πίστιν ὁμολογίας καὶ τῶν λοιπῶν, ὧν ἀπηριθμησάμεθα ἐγγράφως τὰς ἀποδείξεις.

Εἶτα, τοσούτων ὄντων ἀγράφων καὶ τοσαύτην ἐχόντων ἰσχὺν εἰς τὸ τῆς εὐσεβείας μυστήριον, μίαν λέξιν ἡμῖν ἐκ Πατέρων εἰς ἡμᾶς ἐλθοῦσαν οὐ συγχωρήσουσιν; ἣν ἡμεῖς ἐκ τῆς ἀνεπιτηδεύτου συνηθείας ταῖς ἀδιαστρόφοις τῶν Ἐκκλησιῶν ἐναπομείνασαν εὕρομεν, οὐ μικρὸν τὸν λόγον ἔχουσαν, οὐδὲ βραχεῖαν συντέλειαν εἰς τὴν τοῦ Μυστηρίου δύναμιν εἰσφερομένην;

Ἑρμηνεία Ἐπειδὴ οἱ Πνευματομάχοι ἐναντιόνοντο εἰς τὴν δοξολογίαν, ὁποῦ ἐπρόσφερεν ὁ μέγας Βασίλειός ποτε μετὰ τῶν ὀρθοδόξων εἰς τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦ συντόμου τούτου τροπαρακίου, Δόξα Πατρὶ καὶ Υἱῷ σὺν ἁγίῳ Πνεύματι, διὰ μέσου τοῦ ὁποίου συνδοξάζεται, καὶ ἀκολούθως ὁμοούσιον ἀποδείκνυται μὲ τὸν Πατέρα καὶ Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδή, λέγω, αὐτοὶ εἰς τὸ τροπαράκι αὐτὸ ἐναντιόνοντο καὶ ἔλεγον, ὅτι δὲν εἶναι ἡ σὺν πρόθεσις γεγραμμένη εἰς τὴν θείαν Γραφήν, ὡς προείπομεν, διὰ ταύτην τὴν αἰτίαν ὁ μέγας Βασίλειος ἀποδεικνύει εἰς τὸν Κανόνα τοῦτον, ὅτι, ὄχι μόνον ἡ σὺν πρόθεσις αὐτή, ἀλλὰ καὶ πολλὰ ἄλλα ἀκόμη εὑρίσκονται εἰς τὴν Ἐκκλησίαν, τὰ ὁποῖα γεγραμμένα μὲν δὲν εἶναι εἰς τὴν ἁγίαν Γραφήν, φυλάττονται ὅμως ἀπαραλλάκτως καθὼς καὶ τὰ γεγραμμένα. Διότι τὰ ἐν τῇ Ἐκκλησίᾳ φυλαττόμενα, γενικῶς καὶ καθολικῶς εἰς δύω διαιροῦνται, εἰς δόγματα καὶ κηρύγματα, καὶ τὰ μὲν κηρύγματα εἶναι γεγραμμένα εἰς τὴν παλαιὰν Γραφήν, καὶ μάλιστα τὴν Νέαν, δι’ ὃ καὶ ταῦτα εἰς ὅλους δημοσιεύονται, τὰ δὲ δόγματα εἶναι παραδεδομένα ἀπὸ τὴν ἄγραφον διὰ λόγου μυστικὴν τῶν Ἀποστόλων παράδοσιν, δι’ ὃ καὶ ταῦτα σιωπημένα καὶ μυστικὰ μένουν εἰς τοὺς πολλούς.

Καὶ τὰ δύω ὅμως αὐτὰ τὴν αὐτὴν δύναμιν ἔχουσι πρὸς τὴν πίστιν, ἐπειδή, ἂν ἐπιχειρήσωμεν νὰ παραιτήσωμεν τὰ ἄγραφα ἔθη τῆς Ἐκκλησίας, ὡς ἀνίσχυρα, θέλομεν βλάψει μεγάλως τὴν διὰ τοῦ Εὐαγγελίου κηρυχθεῖσαν εἰς ἡμᾶς πίστιν, καὶ θέλομεν τὴν καταντήσει εἰς ὄνομα μόνον ψιλόν· ἐφεξῆς δὲ ἀπαριθμεῖ ὃ Ἅγιος τὰ ἐξ ἀγράφου παραδόσεως φυλαττόμενα· οἶον, τὸ νὰ κάμνωμεν τὸν τύπον τοῦ Σταυροῦ, τὸ νὰ βλέπωμεν κατὰ ἀνατολὰς ὅταν προσευχώμεθα. Ἄγραφα εἶναι τὰ λόγια τῆς ἐπικλήσεως ὁποῦ λέγει ὁ Ἱερεὺς ἐν τῇ μετουσιώσει τῶν θείων Μυστηρίων· διότι δὲν λέγει ὁ Ἱερεὺς μόνα τὰ Κυριακὰ λόγια, οὔτε μόνα τὰ ἐκ τοῦ Ἀποστόλου, ἀλλὰ προσθέτει καὶ ἄλλα τινά, καὶ προτήτερα καὶ ὕστερα ἀπὸ τὰ Κυριακά, μὴ γεγραμμένα μὲν ὄντα εἰς τὴν θείαν Γραφήν, ἀλλ’ ἐκ μυστικῆς παραδόσεως ὄντα, μεγάλην ὅμως δύναμιν ἔχοντα εἰς τὴν τῶν Μυστηρίων τελείωσιν.

Ἄγραφα εἶναι ἡ εὐλογία τοῦ ὕδατος τοῦ βαπτίσματος καὶ τοῦ ἐλαίου τῆς χρίσεως καὶ αὐτοῦ τοῦ βαπτιζομένου, τὸ νὰ βαπτίζεται ἕκαστος εἰς τρεῖς καταδύσεις καὶ ἀναδύσεις, αἱ ἀποταγαὶ τοῦ σατανᾶ καὶ συνταγαὶ μετὰ τοῦ Χριστοῦ, τὰς ὁποίας ὁ μέλλων βαπτισθῆναι συνηθίζει νὰ κάμνῃ. Ἡ αἰτία δέ, διὰ τὴν ὁποίαν τὰ δόγματα δὲν ἔγραψαν, οἱ Πατέρες δηλ. ἢ οἱ Ἀπόστολοι, ἢ καὶ οἱ διάδοχοι αὐτῶν, ἀλλὰ διὰ τῆς σιωπῆς, ἤτοι, οὐχὶ δι’ ἐγγράφου λόγου, ἀλλὰ δι’ ἀγράφου παρέδωκαν, εἶναι, διὰ νὰ μὴ μελετῶνται πολλὰ καὶ ὑπὸ τῆς συνηθείας γένουν εὐκαταφρόνητα εἰς τοὺς πολλούς. Ἐγίνωσκον γὰρ ἐκεῖνοι καλῶς, ὅτι τὰ μυστηριώδη μὲ τὴν σιωπὴν σεμνὰ καὶ ἔνδοξα διασώζονται, καὶ ὅτι, ἂν οὐδὲ τὰ σύμβολα τῶν Μυστηρίων ᾖναι συγκεχωρημένον νὰ βλέπουν οἱ ἀβάπτιστοι, πῶς ἦτο συγκεχωρημένον νὰ δημοσιευθῇ εἰς αὐτοὺς ἡ διδασκαλία αὐτῶν μὲ τὰ γράμματα; ἀλλὰ γὰρ καὶ ἡ ἀσάφεια ὁποῦ μεταχειρίζεται ἡ θεία Γραφὴ (καὶ μάλιστα ἡ παλαιὰ), κάμνουσα δυσνόητα τὰ τῶν δογμάτων νοήματα διὰ τὴν ὠφέλειαν τῶν ἀναγινωσκόντων, εἶδός ἐστι σιωπῆς.

Ταῦτα εἰπών, ἑρμηνεύει εἰς τὸ ἑξῆς τοὺς λογαριασμοὺς καὶ τὰς αἰτίας τινῶν μυστικῶν ἀγράφων ἐθνῶν, οἷον ὅτι διὰ τοῦτο κατὰ ἀνατολὰς προσευχόμεθα, διὰ τί ζητοῦμεν τὴν πατρίδα μας, τὸν κατὰ ἀνατολάς, λέγω, φυτευθέντα Παράδεισον· ὅτι, διὰ τοῦτο ὄρθιοι προσευχόμεθα τὴν Κυριακήν, ὄχι μόνον διὰ τί συνανέστημεν μὲ τὸν Χριστὸν διὰ τῆς πίστεως, καὶ χρεωστοῦμεν νὰ ζητοῦμεν τὰ ἄνω καὶ τὰ οὐράνια, ἀλλὰ καὶ διὰ τί ἡ Κυριακὴ ἡμέρα φαίνεται τρόπον τινὰ πῶς εἶναι εἰκὼν καὶ τύπος τοῦ μέλλοντος αἰῶνος, ἐν ᾧ δηλονότι πάντες ἀναστημένοι θέλουν εὑρεθοῦν. Δι’ ὃ καὶ ἀρχὴ οὖσα αὕτη τῶν ἡμερῶν, οὐχὶ πρώτη, ἀλλὰ μία ὠνομάσθη ἀπὸ τὸν Μωϋσῆν, ἥτις καὶ ὀγδόη ἐστὶν ἀπὸ τῶν πρὸ αὐτῆς ἡμερῶν, κατὰ τὸν Θεολόγον, δηλοῦσα τὴν ὄντως ὀγδόην ἐκείνην καὶ ἀνέσπερον καὶ ἀδιάδοχον, ὁποῦ μέλλει νὰ γένῃ μετὰ τὴν τοῦ ἑβδομαδικοῦ τούτου αἰῶνος τελείωσιν, τὴν ὁποίαν καὶ ὁ Δαβὶδ ἀναφέρει εἰς μερικὰς ἐπιγραφὰς τῶν Ψαλμῶν, τοῦ ϛʹ. δηλ. καὶ τοῦ ιαʹ. ὑπὲρ τῆς ὀγδόης αὐτοὺς ἐπιγράψας, ὅτι καὶ ὅλη ἡ Πεντηκοστὴ εἶναι ἐνθύμησις τῆς ἐν τῷ μέλλοντι αἰῶνι ἐλπιζομένης ἀναστάσεως, ἐπειδή, καθὼς ἡ περιφέρεια τοῦ κύκλου ἀπὸ τὸ αὐτὸ σημεῖον καὶ κέντρον ὁποῦ ἀρχινᾷ, εἰς αὐτὸ τὸ ἴδιον πάλιν τελειόνει, καὶ διὰ τοῦτο ὁ κύκλος φαίνεται ὡσὰν ἄναρχος καὶ ἀτελεύτητος, ἔτσι καὶ ἡ Πεντηκοστὴ ἀρχινᾷ ἀπὸ τὴν Κυριακὴν (τὴν λαμπροφόρον δηλ.)

καὶ διὰ τῶν ἐν μέσῳ ἓξ Κυριακῶν κυκλοφορουμένη, εἰς ὀγδόην Κυριακὴν πάλιν τελειόνει, δι’ ὃ καὶ κατὰ τοῦτο ὁμοιάζει μὲ τὸν αἰῶνα, τοῦ ὁποίου εἶναι ἴδιον, κατὰ τὸν θεολόγον Γρηγόριον (λόγῳ εἰς τὴν Χριστοῦ γέννησιν), τὸ νὰ ᾖναι ἄναρχος καὶ ἀτελεύτητος. Ὅθεν, διὰ τί καὶ αὕτη εἶναι εἰκὼν τοῦ μέλλοντος αἰῶνος, διὰ τοῦτο οἱ Κανόνες τῆς Ἐκκλησίας (ὁ κʹ. δηλ. τῆς αʹ. ὃν καὶ ἀνάγνωθι) μᾶς διορίζουν νὰ προσευχώμεθα ὄρθιοι καὶ ὄχι γονατιστοί. Ἵνα διὰ τοῦ ὀρθίου σχήματος μεταφέρωμεν τὸν νοῦν μας ἀπὸ τὸν παρόντα αἰῶνα ἐπὶ τὸν μέλλοντα, ὅτι καὶ κάθε γονυκλισία, καὶ ἀνάστησις ὁποῦ κάμνομεν, δηλοῖ πῶς διὰ τῆς ἁμαρτίας εἰς τὴν γῆν κατεπέσαμεν, καὶ διὰ τῆς φιλανθρωπίας τοῦ Θεοῦ εἰς οὐρανοὺς ἀνυψώθημεν (ὅρα τὴν ὑποσημείωσιν τοῦ αὐτοῦ κʹ. τῆς αʹ). Ἐπιφέρει δὲ εἰς τὸ ἑξῆς ὁ Ἅγιος, ἀφίνω ὅλα τὰ ἄλλα ἄγραφα μυστήρια τῆς Ἐκκλησίας καὶ ἐρωτῶ· τὴν ὁμολογίαν τῆς πίστεως, ἤτοι τὸ νὰ πιστεύωμεν εἰς Πατέρα Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἔτσι αὐτολεξεί, ἐκ ποίας Γραφῆς ἔχομεν;

εἰ μὲν οἱ Πνευματομάχοι εἰποῦν, ὅτι ἔχομεν αὐτὴν ἀπὸ τὴν περὶ τοῦ βαπτίσματος παράδοσιν τοῦ Κυρίου ὁποῦ εἶπε, Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἂς συγχωρήσουν καὶ ἡμᾶς, καθὼς ἔχομεν τὴν ὁμολογίαν τῆς πίστεως ὁμοίαν μὲ τὸ βάπτισμα, οὕτω νὰ δίδωμεν καὶ τὴν δοξολογίαν εἰς τὴν Τριάδα, ὁμοίαν μὲ τὴν εἰς αὐτὴν πίστιν, ἤγουν καθὼς λέγομεν ὅτι πιστεύομεν εἰς Πατέρα Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἔτσι καὶ νὰ λέγωμεν, δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, ἢ σὺν ἁγίῳ Πνεύματι. Ἂν δὲ λέγουσιν, ὅτι ἢ δοξολογία αὕτη ᾖναι ἄγραφος εἰς τὴν Γραφήν, λέγομεν καὶ ἡμεῖς, ὅτι παρομοίως καὶ ἡ ὁμολογία τῆς πίστεως καὶ ὅλα τὰ ἄλλα ὁποῦ προείπομεν, εἶναι ἄγραφα εἰς αὐτήν. Εἰ δὲ τὰ ἄγραφα ταῦτα, τόσον πολλὰ ὄντα εἰς τὸν ἀριθμόν, καὶ τόσην μεγάλην δύναμιν ἔχοντα εἰς τὴν πίστιν, συγχωροῦσιν οἱ Πνευματομάχοι, διὰ τί νὰ μὴ συγχωρήσουν καὶ εἰς ἡμᾶς τὴν μίαν λέξιν, τὴν ἐν τῇ δοξολογίᾳ ταύτῃ περιεχομένην, τὴν σὺν πρόθεσιν δηλ. ἢ τὸν καὶ σύνδεσμον, τὴν ὁποίαν εὕρομεν παραδεδομένην ἀπὸ τοὺς Πατέρας εἰς τὰς ὀρθοδόξους Ἐκκλησίας τῆς Ἀνατολῆς (καὶ μάλιστα παραδοθεῖσαν ἀπὸ τὸν θαυματουργὸν Γρηγόριον εἰς τὴν ἐν Νεοκαισαρείᾳ Ἐκκλησίαν), ἡ ὁποία μεγάλην δύναμιν ἔχει εἰς τὴν πίστιν τῆς ἁγίας Τριάδος;

Τοῦ αὑτοῦ ἐκ τοῦ κθʹ. Κεφαλαίου ἐκ τῆς αὐτῆς πραγματείας.

ΚΑΝΩΝ ϘΒʹ Πρὸς γεμὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν, ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτω· εἰ δὲ τὰ πλεῖστα τῶν μυστικῶν ἀγράφως ἡμῖν ἐμπολιτεύεται, μετὰ πολλῶν ἑτέρων καὶ τοῦτο καταδεξόμεθα. Ἀποστολικὸν δὲ οἶμαι καὶ τὸ ταῖς ἀγράφοις παραδόσεσι παραμένειν. «Ἐπαινῶ γάρ, φησιν, ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ἡμῖν τὰς παραδόσεις κατέχετε. Καὶ τό, Κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε, εἴτε διὰ λόγου, εἴτε δι’ Ἐπιστολῆς», ὧν μάλιστα μία ἐστὶ καὶ ἡ παροῦσα αὕτη, ἣν οἱ ἐξ ἀρχῆς διαταξάμενοι παραδιδόντες τοῖς ἐφεξῆς, συμπροϊούσης ἀεὶ τῷ χρόνῳ τῆς χρήσεως, διὰ μακρᾶς συνηθείας ταῖς Ἐκκλησίαις ἐγκατεῤῥίζωσαν. Ἆρ’ οὖν εἰ ὡς ἐν δικαστηρίῳ τῆς διὰ τῶν ἐγγράφων ἀποδείξεως ἀποροῦντες, μαρτύρων ἡμῖν πλῆθος παρεστησάμεθα, οὐκ ἂν τῆς ἀφιείσης παρ’ ὑμῶν ψήφου ἐτύχομεν; Ἐγὼ μὲν οὕτως οἶμαι, «Ἐπὶ στόματος γὰρ δύω καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα». Εἰ δὲ καὶ τὸν πολὺν χρόνον πρὸ ἡμῶν ὄντα ἐναργῶς, ὑμῖν ἐπεδείκνυμεν, οὐκ ἂν ἐδόξαμεν ὑμῖν εἰκότα λέγειν, μὴ εἶναι καθ’ ἡμῶν τὴν δίκην εἰσαγώγιμον ταύτην; Δυσωποιητικὰ γάρ πως τὰ παλαιὰ τῶν δογμάτων, οἱονεὶ πολιᾷ τινι τῇ ἀρχαιότητι τὸ αἰδέσιμον ἔχοντα.

Ἑρμηνεία Καὶ οὗτος ὁ Κανὼν παρομοίως περὶ τῶν ἀγράφων τῆς Ἐκκλησίας παραδόσεων διαλαμβάνει, λέγων, ὅτι, ἂν οἱ Πνευματομάχοι δὲν δέχωνται τὴν σὺν τῷ Πνεύματι δοξολογίαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τί εἶναι ἄγραφος εἰς τὴν Γραφήν, εἰ μὲν δὲν δεχόμεθα κᾀνένα ἄλλο ἄγραφον ἔθος, ἂς μὴ δεχθῇ μήτε αὐτό· εἰ δὲ πολλότατα ἄγραφα εἰς τὴν Ἐκκλησίαν εὑρίσκονται, ἂς δεχθῇ μὲ τὰ ἄλλα καὶ ἡ σὺν τῷ Πατρὶ καὶ Υἱῷ δοξολογία τοῦ Πνεύματος.

Ἐδιδάχθημεν γὰρ ἐκ τοῦ Ἀποστόλου νὰ φυλάττωμεν καὶ τὰς ἀγράφους παραδόσεις, λέγοντος· «Ἐπαινῶ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε.» Καὶ πάλιν. «Κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ Ἐπιστολῆς ἡμῶν.» Ἀπὸ τὰς ὁποίας παραδόσεις μία εἶναι καὶ ἡ δοξολογία τοῦ ἁγίου Πνεύματος, τὴν ὁποίαν οἱ προγενέστεροι, παραδόντες εἰς τοὺς μεταγενεστέρους, μὲ τὴν πολυκαιρίαν καὶ μεταχείρισιν καὶ συνήθειαν, εἰς τὰς Ἐκκλησίας ἐῤῥίζωσαν. Ὥστε ἂν θετέον, περὶ τῆς συνδοξολογίας τοῦ Πνεύματος κρινώμεθα, καὶ μὴ ἔχοντες ἐγγράφους ἀποδείξεις, ἠθέλαμεν φέρει πολλοὺς μάρτυρας, ἆρά γε δὲν ἠθέλαμεν νικήσει ἡμεῖς; βέβαια ἠθέλαμεν νικήσει, ἐπειδή, «ἐπὶ στόματος δύω μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα». Ἂν δὲ καὶ ἠθέλαμεν δείξει, πῶς καὶ ἡ ἀρχαιότης τοῦ χρόνου καὶ πολυκαιρία εἰς τὴν ὑπόθεσιν ταύτην μᾶς βοηθεῖ, δὲν ἠθέλαμεν κάμει, ὥστε ὁποῦ ἡ κρίσις μας μήτε ὅλως νὰ χρειασθῇ νὰ ἔμβη εἰς δικαστήριον νὰ κριθῇ, ἀλλὰ νὰ ἀποφασισθῇ παρευθύς, ὅτι ἡμεῖς ἔχομεν τὰ νικητήρια;

Διότι τὰ παλαιόθεν ἐπικρατήσαντα δόγματα δυσωποῦσι τὸν καθ’ ἕνα καὶ καταπείθουσιν, αἰδέσιμα ὄντα καὶ εὐλαβείας ἄξια διὰ τὴν ἀρχαιότητα. Καθεξῆς δὲ ἐπιφέρει ὁ Ἅγιος ἐν τῷ αὐτῷ Κεφαλαίῳ πολλοὺς παλαιοὺς μάρτυρας καὶ μάλιστα καὶ Ἁγίους, ἐγγράφως τοῦτο δηλοῦντας, οἵτινες ποτὲ μὲν ἐδοξολόγουν οὕτω· Δόξα Πατρὶ καὶ Υἱῷ σὺν ἁγίῳ Πνεύματι, ποτὲ δὲ οὕτω· Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.