Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων

Νικόδημος ὁ Ἁγιορείτης

Κανόνες του αγίου Γρηγορίου Νύσσης

Προλεγόμενα και ερμηνεία των οκτώ κανόνων εκ της επιστολής του αγίου Γρηγορίου Νύσσης προς τον Λητόιο Μελιτηνής, βασισμένων στην τριμερή διάκριση της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 9 από 18

ΠΕΡΙ ΤΟΥ ΝΥΣΣΗΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΠΡΟΛΕΓΟΜΕΝΑ Ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Γρηγόριος, ὁ τῆς ἐν τῇ Καππαδοκίᾳ Νύσσης Ἐπίσκοπος, καὶ τοῦ μεγάλου Βασιλείου αὐτάδελφος, Ἀναγνώστης ὢν πρότερον, ὕστερον ἀφήσας τὴν ἰδίαν του τάξιν, ἔδωκεν ὅλον τὸν ἑαυτόν του εἰς τὴν σπουδὴν τῆς ῥητορικῆς τέχνης, ἀλλ’ ἀνεκαλέσθη πάλιν εἰς τὴν τάξιν του διὰ τῶν ἐπιπληκτικῶν παρακινήσεων Γρηγορίου τοῦ Θεολόγου· πρὸ τοῦ δὲ νὰ γένῃ Ἐπίσκοπος, ἔλαβεν εἰς γυναῖκα τὴν Θεοσεβίαν, τῆς ὁποίας τὸν θάνατον ἀνδρείως ὑπέμεινε, καὶ κατὰ τὸ 372 ἔτος Ἐπίσκοπος τῆς Νύσσης κατέστη· ὀλίγον δὲ ὕστερον ἀπὸ τὴν Ἐπισκοπικὴν ἀξίαν, διὰ τὸν ζῆλον τῆς πίστεως, ἐξορισθεὶς διὰ προσταγῆς τοῦ Οὐάλεντος, εἰς διαφόρους τόπους ἐπεριπάτει, ταλαιπωρούμενος ἀπὸ τὰς ἐπιβουλὰς τῶν Ἀρειανῶν· ἐν ἔτει δὲ 378, τελευτήσαντος τοῦ Οὐάλεντος, ἀνεκαλέσθη εἰς τὸν θρόνον του ὑπὸ τοῦ Γρατιανοῦ. Παραστὰς δὲ ἐν τῇ κατὰ Ἀντιόχειαν Συνόδῳ, πέμπεται παρ’ αὐτῆς εἰς τὴν Ἀραβίαν ὁμοῦ μὲ ἄλλους Ἐπισκόπους διὰ νὰ ἐπισκεφθῇ τὰς ἐκεῖσε Ἐκκλησίας· ἐλθὼν δὲ εἰς Ἱεροσόλυμα καὶ προσκυνήσας τοὺς ἁγίους τόπους, ἀηδίασε διὰ τὰς ἐκεῖ γενομένας κακίας ὁποῦ εἶδε· δι’ ὃ καὶ ἔγραψε πρὸς τὸν φίλον του τὴν Ἐπιστολήν, ὁποῦ διαλαμβάνει διὰ τοὺς πηγαίνοντας εἰς Ἱεροσόλυμα. Παρὼν δὲ εὑρεθεὶς εἰς τὴν ἁγίαν καὶ Οἰκουμενικὴν βʹ.

Σύνοδον ἐν ἔτει 381, τὸ Σύμβολον ἀνεπλήρωσε τῆς ἐν Νικαίᾳ, προσθεὶς τὴν θεολογίαν τοῦ ἁγίου Πνεύματος, καὶ τὰ τέσσαρα ἄλλα ἄρθρα μέχρι τέλους· εὑρέθη δὲ παρὼν καὶ εἰς τὴν ἐν Κωνσταντινουπόλει γενομένην τοπικὴν Σύνοδον, περὶ Ἀγαπίου καὶ Βαγαδίου, ἐν ἔτει 394. Κοντὰ δὲ εἰς τὰ ἄλλα αὑτοῦ πάνσοφα συγγράμματα, καὶ τούτους τοὺς Κανόνας συνέγραψεν, ἀναγκαίους ὄντας εἰς τὴν τῆς Ἐκκλησίας εὐταξίαν καὶ κατάστασιν, οἵτινες ἐπικυροῦνται, ἀορίστως μὲν ἀπὸ τὸν αʹ. τῆς δʹ. καὶ τὸν αʹ. τῆς ζʹ. ὡρισμένως δὲ ἀπὸ τὸν βʹ. τῆς ϛʹ. Οἰκουμενικῆς, καὶ διὰ τῆς ἐπικυρώσεως ταύτης, Οἰκουμενικὴν τρόπον τινὰ ἀναλαμβάνουσι δύναμιν. Εὑρίσκονται δὲ ἐν τῷ βʹ. τόμῳ τῶν Πανδέκτων, καὶ σελ. 349 τοῦ αʹ. τόμου τῶν Συνοδικῶν.

Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης, Ἐπιστολὴ κανονικὴ πρὸς Λητόϊον Ἐπίσκοπον Μελιτίνης.

ΚΑΝΩΝ Αʹ Ἐν καὶ τοῦτο τῶν εἰς τὴν ἁγίαν ἑορτὴν συντελούντων ἐστί, τὸ κατανοῆσαι ἡμᾶς τὴν ἔννομόν τε καὶ κανονικὴν ἐπὶ τῶν πεπλημμεληκότων οἰκονομίαν, ὅπως ἂν θεραπευθείη πᾶν ἀῤῥώστημα ψυχικόν, τὸ διά τινος ἁμαρτίας ἐπιγινόμενον. Ἐπειδὴ γὰρ ἡ καθολικὴ αὕτη τῆς κτίσεως ἑορτή, κατὰ τὴν τεταγμένην περίοδον τοῦ ἐνιαυσίου κύκλου, καθ’ ἕκαστον ἔτος ἐν παντὶ πληρουμένη τῷ κόσμῳ ἐπὶ τῇ ἀναστάσει τοῦ πεπτωκότος ἐπιτελεῖται (πτῶσις δέ ἐστιν ἡ ἁμαρτία, ἀνάστασις δὲ ἡ ἐκ τοῦ πτώματος ἀνόρθωσις), καλῶς ἂν ἔχοι κατὰ τὴν ἡμέραν ταύτην, οὐ μόνον τοὺς ἐκ τῆς παλιγγενεσίας μεταστοιχειουμένους διὰ τῆς τοῦ λουτροῦ χάριτος τῷ Θεῷ προσάγειν, ἀλλὰ καὶ τοὺς διὰ τῆς μετανοίας τε καὶ ἐπιστροφῆς ἀπὸ τῶν νεκρῶν ἔργων εἰς τὴν ζῶσαν ὁδὸν πάλιν ἐπανιόντας, καὶ τούτους χειραγωγεῖν εἰς τὴν σώζουσαν ἐλπίδα, ἧς διὰ τῆς ἁμαρτίας ἀπεξενώθησαν. Ἔστι δὲ οὐ μικρὸν ἔργον τοὺς περὶ τούτων λόγους οἰκονομῆσαι ἐν τῇ ὀρθῇ τε καὶ δεδοκιμασμένῃ κρίσει, κατὰ τὸ παράγγελμα τοῦ Προφήτου τὸ κελεῦον, «δεῖν οἰκονομεῖν τοὺς λόγους ἐν κρίσει»· ἵνα, καθὼς ἔχει τὸ λόγιον, μὴ σαλευθῇ εἰς τὸν αἰῶνα, καὶ «εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος».

Ὥσπερ γὰρ ἐπὶ τῆς σωματικῆς θεραπείας, ὁ μὲν σκοπὸς τῆς ἰατρικῆς ἐστι, τὸ ὑγιᾶναι τὸν κάμνοντα, τὸ δὲ εἶδος τῆς ἐπιμελείας διάφορον (κατὰ γὰρ τὴν ποικιλίαν τῶν ἀῤῥωστημάτων καταλλήλως καὶ ἡ θεραπευτικὴ μέθοδος ἑκάστῳ τῶν νοσημάτων προσάγεται)· οὕτω, πολλῆς οὔσης καὶ ἐν τῇ ψυχικῇ νόσῳ τῆς τῶν παθῶν ποικιλίας, ἀναγκαίως πολυειδὴς γενήσεται ἡ θεραπευτικὴ ἐπιμέλεια, πρὸς λόγον τοῦ πάθους ἐνεργοῦσα τὴν ἴασιν. Ὡς δ’ ἂν γένοιτό τις τεχνικὴ μέθοδος περὶ τοῦ προκειμένου προβλήματος, οὕτω τὸν λόγον διαληψόμεθα. Τρία ἐστὶ τὰ περὶ τὴν ψυχὴν ἡμῶν θεωρούμενα κατὰ πρώτην διαίρεσιν, τότε λογικόν, καὶ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές. Ἐν τούτοις εἰσὶ καὶ τὰ κατορθώματα τῶν κατ’ ἀρετὴν βιούντων, καὶ τὰ πτώματα τῶν εἰς κακίαν ἀποῤῥεόντων· δι’ ὃ προσήκει τὸν μέλλοντα τὴν κατάλληλον θεραπείαν προσάγειν τῷ νενοσηκότι τῆς ψυχῆς μέρει. Πρῶτον μὲν ἐπισκέπτεσθαι ἐν τίνι συνέστη τὸ πάθος, εἶθ’ οὕτω τῷ πεπονθότι προσάγειν ἁρμοδίως τὴν θεραπείαν, ὡς ἂν μὴ δι’ ἀπειρίαν τῆς θεραπευτικῆς μεθόδου, ἄλλο μὲν ᾖ τὸ νοσῆσαν μέρος, ἕτερον δὲ τὸ τὴν θεραπείαν δεχόμενον, ὥσπερ ἀμέλει βλέπομεν πολλοὺς τῶν ἰατρῶν, ἐν ἀπειρίᾳ τοῦ πρωτοπαθόντος μέρους, προσεπιτρίβοντας τὴν νόσον δι’ ὧν θεραπεύουσι.

Τῆς γὰρ ἀῤῥωστίας πολλάκις οὔσης κατὰ θερμοῦ ἐπικράτησιν, ἐπειδὴ τοῖς κατὰ πλεονασμὸν τοῦ ψυχροῦ κεκακωμένοις χρήσιμον τὸ θερμαῖνόν τε καὶ ἀναθάλπον ἐστί, τὸ τούτοις κατὰ λόγον συνενεγκόν, ἀπερισκέπτως τὸ αὐτὸ τοῖς ἐν ἀμετρίᾳ θερμότητος ἐκκαιομένοις ἐπαγαγόντες, δυσίατον τὸ πάθος ἐποίησαν. Ὥσπερ τοίνυν ἀναγκαιοτάτη τοῖς ἰατροῖς ἐνομίσθη ἡ κατανόησις τῆς τῶν στοιχείων ἰδιότητος, ὅπως ἂν ἑκάστου τῶν εὖ, ἢ κακῶς διακειμένων γένοιτο τοῦ παρὰ φύσιν διατεθέντος ἡ ἐπανόρθωσις, οὕτω καὶ ἡμεῖς ἐπὶ ταύτην ἀναδραμόντες τὴν διαίρεσιν τῶν ἐν τῇ ψυχῇ θεωρουμένων, ἀρχὴν καὶ ὑπόθεσιν τῆς καταλλήλου τῶν παθῶν θεραπείας ποιησόμεθα τὴν γενικὴν θεωρίαν. Οὐκοῦν τριχῇ, καθὼς ἔφημεν, διῃρημένης τῆς ἰδιότητος τῶν τῆς ψυχῆς κινημάτων, εἰς τὸ λογικόν τε καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές· κατορθώματα μὲν τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς ἐστιν, ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις, καὶ ἡ τοῦ καλοῦ τε καὶ κακοῦ διακριτικὴ ἐπιστήμη, καὶ ἡ τρανήν γε καὶ ἀσύγχυτον ἔχουσα περὶ τῆς φύσεως τῶν ὑποκειμένων δόξαν. Τί μέν ἐστιν αἱρετικὸν ἐν τοῖς οὖσι; τί δὲ βδελυκτὸν καὶ ἀποτρόπαιον. Καὶ πάλιν ἐκ τοῦ ἐναντίου πάντως ἡ ἐν τῷ μέρει τούτῳ κακία θεωρηθήσεται.

Ὅταν ἀσέβεια μὲν ᾖ περὶ τὸ θεῖον, ἀκρισία δὲ περὶ τὸ ὄντως καλόν. Ἐνηλλαγμένη δὲ καὶ ἐσφαλμένη ἡ περὶ τὴν τῶν πραγμάτων φύσιν ὑπόληψις, ὥστε τιθέναι τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς, καθώς φησιν ἡ Γραφή. Τοῦ δὲ ἐπιθυμητικοῦ μέρους, ἡ μὲν ἐνάρετος κίνησίς ἐστι, τὸ πρὸς τὸ ὄντως ἐπιθυμητὸν καὶ ἀληθῶς καλὸν ἐνάγεσθαι τὸν πόθον, καὶ εἴ τις ἐν ἡμῖν ἐρωτικὴ δύναμίς τε καὶ διάθεσις, ἐκεῖ κατασχολεῖσθαι πᾶσαν, ἐν τῷ πεπεῖσθαι μηδὲν ὀρεκτὸν εἶναι τῇ ἑαυτοῦ φύσει ἄλλο, πλὴν τῆς ἀρετῆς καὶ τῆς τὴν ἀρετὴν πηγαζούσης φύσεως. Παρατροπὴ δὲ καὶ ἁμαρτία τοῦ τοιούτου μέρους ἐστίν, ὅταν τις μεταγάγῃ τὴν ἐπιθυμίαν πρὸς τὴν ἀνυπόστατον κενοδοξίαν, ἢ πρὸς τὸ ἐπικεχρωσμένον τοῖς σώμασιν ἄνθος, ὅθεν γίνεται ἡ φιλοχρηματία καὶ ἡ φιλοδοξία καὶ ἡ φιληδονία, καὶ πάντα τὰ τοιαῦτα, ὅσα ἤρτηται τοῦ τοιούτου γένους τῆς κακίας.

Πάλιν δὲ τῆς θυμώδους διαθέσεως κατόρθωμα μέν ἐστιν ἡ πρὸς τὸ κακὸν ἀπέχθεια, καὶ ὁ πρὸς τὰ πάθη πόλεμος, καὶ τὸ πρὸς ἀνδρείαν ἐστομῶσθαι τὴν ψυχήν, ἐν τῷ μὴ καταπτήσειν τὰ τοῖς πολλοῖς φοβερὰ νομιζόμενα, ἀλλὰ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαθίστασθαι, καταφρονεῖν δὲ θανατικῆς ἀπειλῆς, καὶ ἀλγεινῶν κολαστηρίων, καὶ τῆς τῶν ἡδίστων διαζεύξεως, καὶ πάντων ἅπαξ τῶν διά τινος συνηθείας καὶ προλήψεως ἐν ἡδονῇ τοὺς πολλοὺς κατεχόντων, κρείττονα γενέσθαι, τῆς πίστεως καὶ τῆς ἀρετῆς προμαχόμενον. Τὰ δὲ ἀποπτώματα τοῦ τοιούτου μέρους ἔστιν ἅπασι πρόδηλα· ὁ φθόνος, τὸ μῖσος, ἡ μῆνις, ἡ λοιδορία, αἱ συμπλοκαί, αἱ φιλόνεικοί τε καὶ ἀμυντικαὶ διαθέσεις, αἱ μέχρι πολλοῦ παρατείνουσαι τὴν μνησικακίαν, καὶ πολλοῖς εἰς φόνους καὶ αἵματα καταλήγουσαι. Μὴ γὰρ εὑρὼν ὁ ἀπαίδευτος λογισμός, ὅπου χρήσεται τῷ ὅπλῳ λυσιτελῶς, ἐφ’ ἑαυτὸν τρέπει τὴν τοῦ σιδήρου ἀκμήν, καὶ γίνεται τὸ ἐκ Θεοῦ δοθὲν ἡμῖν ἀμυντήριον ὅπλον, τῷ κακῶς κεχρημένῳ, ὀλέθριον.

Ἑρμηνεία Κατὰ τὸν καιρὸν τῆς ἑορτῆς τοῦ Πάσχα φαίνεται νὰ ἔστειλε τὴν ἐπιστολὴν ταύτην ὁ Ἅγιος, δι’ ὃ καὶ ἐκ περιστάσεως τοῦ καιροῦ ἀρχινᾷ τὸ προοίμιον, λέγων: ἕνα ἀπὸ ἐκεῖνα ὁποῦ συντείνουν εἰς τὴν ἑορτὴν ταύτην εἶναι καὶ τὸ νὰ στοχασθῶμεν νὰ ἰατρεύσωμεν κάθε ψυχικὴν ἀσθένειαν τῶν ἁμαρτωλῶν, μὲ τρόπον νόμιμον καὶ κανονικόν· διότι, ἐπειδὴ ἡ παγκόσμιος αὕτη τῆς Λαμπρᾶς ἑορτὴ ἐπιτελεῖται διὰ τὴν αἰτίαν τῆς σωματικῆς ἀναστάσεως τοῦ πεπτωκότος καὶ φθαρέντος Ἀδάμ· πτῶσις δὲ ψυχικὴ εἶναι καὶ ἡ ἁμαρτία, καθὼς καὶ ἡ ἀνάστασις ψυχικὴ εἶναι, ἡ ἐκ τῆς ἁμαρτίας ἀνόρθωσις· διὰ ταύτην τὴν ὁμοιότητα ἁρμόδιον εἶναι κατὰ τὴν ἑορτὴν ταύτην, ὄχι μόνον νὰ προσφέρωμεν εἰς τὸν Θεὸν πνευματικῶς ἀφθαρτισμένους τοὺς διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγεννηθέντας (κατὰ τὸ Πάσχα γὰρ ἐβαπτίζοντο τότε οἱ κατηχούμενοι, καὶ ὅρα τὸν μεʹ. τῆς ἐν Λαοδικείᾳ), ἀλλὰ καὶ νὰ ὁδηγήσωμεν πρὸς σωτηρίαν ἐκείνους, ὁποῦ διὰ μετανοίας καὶ ἀποχῆς τῶν νεκρῶν ἔργων τῆς ἁμαρτίας ἐπιστρέφουσι πρὸς τὴν ζῶσαν ὁδὸν τῆς ἀρετῆς, ὡς λέγει ὁ Ἀπόστολος. Πλὴν δὲν εἶναι ὀλίγη δυσκολία τὸ νὰ κυβερνήσῃ τινὰς μὲ ὀρθὴν καὶ ἀλάνθαστον κρίσιν τοὺς λόγους καὶ τὰς αἰτίας τῆς τῶν τοιούτων ἁμαρτωλῶν διορθώσεως.

Λέγει γὰρ ὁ Δαβίδ, ὅτι ὁ δίκαιος πρέπει νὰ οἰκονομῇ τοὺς λογαριασμούς του μὲ διάκρισιν μεγάλην, ἵνα μὴ σαλευθῇ εἰς τὸν αἰῶνα, ἀλλ’ ἵνα μένῃ τὸ μνημόσυνόν του αἰώνιον. Διότι, καθὼς ἡ ἰατρικὴ τέχνη τῶν σωμάτων, ἕνα μὲν σκοπὸν ἔχει νὰ ἰατρεύσῃ τὸν ἀσθενῆ, ἡ δὲ μεταχείρισις καὶ ἐπιμέλεια ὁποῦ εἰς αὐτὸν κάμνει δὲν εἶναι μία καὶ ἡ αὐτή, ἀλλὰ πολυποίκιλος καὶ διαφορετική, παρομοία δηλ. μὲ τὰ διαφορετικὰ καὶ πολυποίκιλα εἴδη τῶν ἀσθενειῶν, τοιουτοτρόπως καὶ ἡ ἰατρικὴ τέχνη τῶν ψυχῶν, κατὰ τὰς διαφόρους καὶ πολυτρόπους ἀσθενείας τῆς ψυχῆς, διαφόρους καὶ πολυτρόπους μεταχειρίζεται καὶ τὰς ἰατρείας. Καὶ διὰ νὰ γένῃ μὲ μέθοδον καὶ τάξιν ἡ περὶ τούτου διδασκαλία μας, μὲ τοιοῦτον τρόπον ἂς ἀρχίσωμεν. Τρία εἶναι τὰ μέρη τῆς ψυχῆς, λογιστικόν, (ἢ λογικὸν) ἐπιθυμητικὸν καὶ θυμικόν. Μὲ ταῦτα τὰ τρία καὶ ᾑ ἀρεταῖς ἐνεργοῦνται καὶ ᾑ κακίαις. Διὰ τοῦτο ὅποιος Πνευματικὸς ἰατρὸς θέλει νὰ ἰατρεύῃ ἐμπείρως καὶ τεχνικῶς, πρέπει πρῶτον νὰ ἐξετάζῃ εἰς ποῖον μέρος ἀπὸ τὰ τρία ταῦτα ἐνεργεῖται ἡ κάθε ἁμαρτία, καὶ ἔτσι ἀκολούθως νὰ ἰατρεύῃ τὸ πονεμένον μέρος καὶ ἀσθενές, καὶ ὄχι ἄλλο μὲν νὰ ἦναι τὸ ἀσθενές, ἄλλο δὲ μέρος νὰ ἰατρεύῃ αὐτός, καθὼς βλέπομεν καὶ πολλοὺς ἀπείρους ἰατροὺς νὰ αὐξάνουσι περισσότερον τὴν ἀσθένειαν, παρὰ νὰ ἰατρεύουσι, μὲ τὸ νὰ μὴ ἠξεύρουν τὸ μέρος ὁποῦ πάσχει.

Παραδείγματος χάριν, πολλαῖς φοραῖς γεννᾶται ἡ ἀσθένεια ἀπὸ ὑπερβολὴν τῆς θερμότητος, αὐτοὶ δέ, μὲ τὸ νὰ δώσουν εἰς φλογιζόμενον ἀσθενῆ, ὄχι ψυχρὰ καὶ δροσιστικὰ ἰατρικά, (καθὼς ἀπαιτεῖ ὁ λογαριασμὸς τῆς ἰατρικῆς), ἀλλὰ θερμὰ καὶ πυρά, τὰ εἰς τοὺς ὑπὸ ψυχρότητος πάσχοντας ὠφέλιμα, δυσκολοϊάτρευτον κατασκευάζουσι τὴν ἀσθένειαν.

Λοιπόν, καθὼς κοντὰ εἰς τοὺς ἰατροὺς ἀναγκαιοτάτη λογίζεται ᾑ μάθησις τοῦ ἰδιώματος τῶν τεσσάρων στοιχείων, οἷον τοῦ θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, διὰ νὰ ἠμποροῦν μὲ τὴν μάθησιν ταύτην νὰ διορθώνουσι τὴν παρὰ φύσιν κίνησιν καὶ ἀταξίαν αὐτῶν· τοιουτοτρόπως κοντὰ εἰς τοὺς Πνευματικοὺς ἰατροὺς ἀναγκαία εἶναι καὶ ἡ καθολικὴ καὶ στοιχειώδης μάθησις τῶν εἰρημένων τριῶν μερῶν τῆς ψυχῆς, διὰ νὰ ἰατρεύουν ἁρμοδίως τὰ πάθη αὐτῆς. Τοῦ λογιστικοῦ μέρους λοιπὸν ἀρεταὶ μὲν εἶναι ἡ πρὸς Θεὸν εὐσέβεια καὶ πίστις, ἡ τοῦ καλοῦ καὶ κακοῦ διάκρισις, ἡ διακεκριμένη καὶ ἀσύγχυτος γνῶσις καὶ δόξα τῆς τῶν ὄντων φύσεως, ἥτις παστρικὰ καὶ καθαρὰ γνωρίζει, ποῖον ἀπὸ τὰ ὄντα πρέπει ἀληθῶς νὰ ἀγαπᾶται, καὶ ποῖον πρέπει νὰ μισῆται καὶ νὰ ἀποστρέφεται. Κακίαι δὲ ἐξ ἐναντίας αὐτοῦ εἶναι, ἡ πρὸς Θεὸν ἀσέβεια καὶ ἀπιστία, ἡ ἀδιακρισία καὶ σφαλερὰ γνῶσις τοῦ ἀληθινοῦ καλοῦ καὶ κακοῦ, ἥτις λογιάζει μὲν τὸ φῶς ὡσὰν σκότος, τὸ δὲ σκότος ὡσὰν φῶς, ἤτοι τὴν ἀρετὴν ὡς κακίαν, καὶ τὴν κακίαν ὡς ἀρετήν, τὸ ὁποῖον ταλανίζει ὁ Ἡσαίας. Τοῦ δὲ ἐπιθυμητικοῦ μέρους, ἀρετὴ μὲν εἶναι τὸ νὰ ἀναβιβάζῃ τὸν πόθον πρὸς τὸ ἀληθῶς ἐπιθυμητὸν καλόν, καὶ ὅλην τὴν ἀγαπητικήν του δύναμιν νὰ τὴν εὐκαιρώνῃ εἰς αὐτό, μὲ τὸ νὰ ᾖναι πεπεισμένον ὅτι ἄλλο πρᾶγμα δὲν εἶναι φυσικὰ ἐπιθυμητόν, πάρεξ ἡ ἀρετὴ καὶ ὁ πάσης ἀρετῆς αἴτιος Θεός.

Κακίαι δὲ τούτου εἶναι, ὅταν μεταφέρῃ τὴν ἐπιθυμίαν πρὸς τὴν φιλοδοξίαν, πρὸς τὰ κάλλη τῶν σωμάτων, πρὸς τὴν φιλαργυρίαν, πρὸς τὴν φιληδονίαν καὶ πρὸς τὰ ἄλλα παρόμοια. Τοῦ δὲ θυμικοῦ μέρους, ἀρεταὶ μὲν εἶναι τὸ μῖσος πρὸς τὴν ἁμαρτίαν, ὁ πρὸς τὰ πάθη πόλεμος, ἡ ψυχικὴ ἀνδρεία, ἡ ὁποία δὲν φοβεῖται τὰ εἰς τοὺς ἄλλους φοβερά, ἀλλ’ ἐναντιόνεται μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν, τὸ νὰ καταφρονῇ ὅλα τὰ βάσανα καὶ τοὺς πόνους, ὅταν ὑπὲρ πίστεως καὶ ἀρετῆς μάχεται. Κακία δὲ αὐτοῦ εἶναι ὁ φθόνος, τὸ πρὸς τὸν πλησίον μῖσος, αἱ φιλονεικίαι, αἱ ὕβρεις, αἱ μνησικακίαι, ἡ ἐκδικητικὴ διάθεσις, ἥτις ἐκρήμνισε πολλοὺς καὶ εἰς φόνους καὶ αἵματα. Ἔτσι ὁ θυμὸς ὁποῦ ἐδόθη εἰς τὸν ἄνθρωπον παρὰ Θεοῦ ἅρμα βοηθητικόν, γίνεται ἅρμα ἀφανιστικὸν εἰς ἐκεῖνον, ὁποῦ κακῶς τοῦτο μεταχειρίζεται.

ΚΑΝΩΝ Βʹ Τούτων τοίνυν κατὰ τὸν εἰρημένον διευκρινηθέντων τρόπον, ὅσα μὲν ἁμαρτήματα τοῦ λογιστικοῦ τῆς ψυχῆς ἅπτεται μέρους, χαλεπώτερα παρὰ τῶν Πατέρων ἐκρίθη, καὶ μείζονος καὶ διαρκεστέρας καὶ ἐπιπονωτέρας τῆς ἐπιστροφῆς ἄξια· οἷον, εἴ τις ἠρνήσατο τὴν εἰς Χριστὸν πίστιν, ἢ πρὸς Ἰουδαϊσμόν, ἢ πρὸς εἰδωλολατρείαν, ἢ πρὸς Μανιχαϊσμόν, ἢ πρὸς ἄλλο τι τοιοῦτο ὁρμήσας κακόν, εἶτα καταγνοὺς ἑαυτοῦ, χρόνον τῆς μετανοίας, ἔχει ὅλον τὸν τῆς ζωῆς αὐτοῦ χρόνον. Οὐδέποτε γάρ, μυστικῆς ἐπιτελουμένης εὐχῆς, μετὰ τοῦ λαοῦ προσκυνῆσαι τὸν Θεὸν καταξιοῦται, ἀλλὰ κατὰ μόνας μὲν εὔξεται, τῆς δὲ κοινωνίας τῶν Ἁγιασμάτων καθόλου ἀλλότριος ἔσται· ἐν δὲ τῇ ὥρᾳ τῆς ἐξόδου αὑτοῦ, τότε τῆς τοῦ Ἁγιασμοῦ μερίδος ἀξιωθήσεται.

Εἰ δὲ συμβαίη παρ’ ἐλπίδα ζῆσαι αὐτόν, πάλιν ἐν τῷ αὐτῷ κρίματι διαβιώσεται, ἀμέτοχος τῶν μυστικῶν Ἁγιασμάτων μέχρι τῆς ἐξόδου γενόμενος. Οἱ δὲ βασάνοις καὶ τιμωρίαις χαλεπαῖς αἰκισθέντες, ἐν ῥητῷ χρόνῳ ἐπετιμήθησαν, οὕτω φιλανθρωπίᾳ ἐπ’ αὐτῶν χρησαμένων τῶν ἁγίων Πατέρων, ὡς οὐ ψυχῆς γενομένης ἐν πτώματι, ἀλλὰ τῆς σωματικῆς ἀσθενείας πρὸς τὰς αἰκίας οὐκ ἀντισχούσης· δι’ ὃ τῷ μέτρῳ τῶν ἐν πορνείᾳ πλημμελησάντων, καὶ ἡ βεβιασμένη τε καὶ ἐπώδυνος παράβασις ἐν τῇ ἐπιστροφῇ συνεμετρήθη.

Ἑρμηνεία Εἰπὼν εἰς τὸν προλαβόντα Κανόνα ὁ Ἅγιος τὰς κακίας τοῦ κάθε μέρους τῆς ψυχῆς, τώρα εἰς τὸν παρόντα καὶ περὶ τῶν ἐπιτιμίων διαλαμβάνει τῶν αὐτῶν κακιῶν, λέγων· Ὅτι τὰ ἁμαρτήματα τοῦ λογιστικοῦ ἔκριναν οἱ Πατέρες χειρότερα ἀπὸ τὰ τῶν ἄλλων μερῶν, καὶ ἀκολούθως ἄξια περισσοτέρας καὶ ἐπιπονωτέρας μετανοίας καὶ ἱκανοποιήσεως. Παραδείγματος χάριν. Ἀνίσως τινὰς ἠρνήθη τὸν Χριστὸν καὶ ἔγινεν Ἑβραῖος, ἢ εἰδωλολάτρης, ἢ Μανιχαῖος, ἢ ἄλλο τι τοιοῦτο, εἰ μὲν αὐτὸς ἀπὸ λόγου του τοῦτο ἔκαμε, χωρὶς ἀνάγκην καὶ βίαν, οὗτος ἀφ’ οὗ ἐπιστρέψῃ πάλιν πρὸς τὴν εὐσέβειαν, ὅλην του τὴν ζωὴν ἔχει Κανόνα μετανοίας, καὶ ποτὲ δὲν θέλει συμπροσευχηθῇ μὲ τοὺς πιστοὺς ἐν τῇ Ἐκκλησίᾳ, ἀλλ’ ἔξω τῆς Ἐκκλησίας μετὰ τῶν κατηχουμένων, οὐδὲ θέλει ἀξιωθῇ νὰ κοινωνήσῃ τὰ θεῖα Μυστήρια, πάρεξ μοναχὰ εἰς τὸ τέλος τῆς ζωῆς του· εἰ δὲ καὶ κινδυνεύσας εἰς θάνατον μεταλάβη, πάλιν ἀφ’ οὗ ὑγιάνῃ, εἰς τὸν αὐτὸν Κανόνα εὑρίσκεται, μὴ κοινωνῶν μέχρι τέλους ζωῆς του· ὅσοι δὲ ἀπὸ βάσανα καὶ τιμωρίας ἠρνήθησαν τὸν Χριστόν, ὁμοίως μὲ τοὺς πόρνους ἐκανονίσθησαν ἀπὸ τοὺς Πατέρας, ἤτοι ἐννέα χρόνους νὰ μὴ κοινωνήσουν. Ἔκαμαν γὰρ φιλανθρωπίαν εἰς αὐτοὺς διὰ τί δὲν ἠρνήθησαν ἀπὸ τὴν προαίρεσίν των, ἀλλὰ ἀπὸ τὴν ἀσθένειαν τῆς σαρκός, ὁποῦ δὲν ὑπέφερε τὰς βασάνους. Ὅρα τὸν ιαʹ. τῆς αʹ.

ΚΑΝΩΝ Γʹ Οἱ δὲ πρὸς γόητας ἀπιόντες, ἢ μάντεις, ἢ τοὺς διὰ δαιμόνων καθάρσιά τινα καὶ ἀποτροπιασμοὺς ἐνεργεῖν ὑπισχνουμένους, οὗτοι ἐρωτῶνται δι’ ἀκριβείας καὶ ἀνακρίνονται, πρότερον; ἐπιμένοντες τῇ εἰς Χριστὸν πίστει ὑπ’ ἀνάγκης τινὸς συνηνέχθησαν ἐκείνῃ τῇ ἁμαρτίᾳ, κακώσεώς τινος, ἢ ἀφορήτου ζημίας ταύτην αὐτοῖς τὴν ὁρμὴν ἐμποιησάσης, ἢ καθ’ ὅλου καταφρονήσαντες τοῦ πεπιστευμένου παρ’ ἡμῶν μαρτυρίου, τῇ τῶν δαιμόνων συμμαχίᾳ προσέδραμον; Εἰ μὲν γὰρ ἐπὶ ἀθετήσει τῆς πίστεως, καὶ πρὸς τὸ μὴ πιστεύειν εἶναι Θεὸν τὸν παρὰ χριστιανοῖς προσκυνούμενον ἐκεῖνο ἐποίησαν, δηλαδὴ τῷ κρίματι τῶν παραβαινόντων ὑπαχθήσονται· εἰ δέ τις ἀβάστακτος ἀνάγκη κατακρατήσασα τῆς μικροψυχίας αὐτῶν, εἰς τοῦτο προήγαγε, διά τινος ἠπατημένης ἐλπίδος παρακρουσθέντας. Ὡσαύτως ἔσται καὶ ἐπ’ αὐτῶν ἡ φιλανθρωπία, καθ’ ὁμοιότητα τῶν πρὸς τὰς βασάνους ἐν τῷ καιρῷ τῆς ὁμολογίας ἀντισχεῖν μὴ δυνηθέντων.

Ἑρμηνεία Τὰς γοητείας καὶ μαντείας κανονίζει ὁ Ἅγιος διὰ τοῦ Κανόνος τούτου, αἱ ὁποῖαι εἶναι ἁμαρτήματα τοῦ λογικοῦ, λέγων· Ὅποιοι πηγαίνουν πρὸς γόητας καὶ μάντεις, ἢ πρὸς ἐκείνους ὁποῦ ὑπόσχονται νὰ τοὺς καθαρίσουν μὲ τὴν ἐνέργειαν τῶν δαιμόνων ἀπὸ τὰς ἀσθενείας, ἢ δυστυχίας, ἢ βασκανίας, ἢ ἄλλα τινὰ κακὰ ὁποῦ πάσχουν, οὗτοι πρέπει νὰ ἐρωτῶνται, καὶ εἰ μὲν ἐπιμένοντες εἰς τὴν πίστιν τοῦ Χριστοῦ, διὰ δὲ τὴν ἀνάγκην ἀσθενείας τινός, ἢ ζημίας μεγάλης ἐμικροψύχησαν καὶ ἔκαμαν· τοῦτο, πλανηθέντες πῶς θέλουν ἐλευθερωθῇ ἐκ τούτων διὰ τῆς μαντείας, κανονίζονται ὡς οἱ διὰ βασάνων ἀρνηθέντες τὸν Χριστόν, ἤτοι ἐννέα χρόνους. Εἰ δὲ ὡς ἀθετήσαντες τὴν πίστιν τοῦ Χριστοῦ καὶ καταφρονήσαντες τῆς βοηθείας τοῦ Θεοῦ, τοῦ ὑπὸ Χριστιανῶν προσκυνουμένου, ἐπρόστρεξαν εἰς τὴν βοήθειαν τῶν δαιμόνων, νὰ κανονίζωνται ὡς οἱ θεληματικῶς ἀρνηθέντες τὸν Χριστόν. Ὅρα καὶ τὸν ξαʹ. τῆς ϛʹ.

ΚΑΝΩΝ Δʹ Τῶν δὲ δι’ ἐπιθυμίαν καὶ ἡδονὴν γινομένων ἁμαρτημάτων, τοιαύτη ἐστὶν ἡ διαίρεσις· τὸ μὲν γὰρ καλεῖται μοιχεία, τὸ δὲ πορνεία. Τισὶ μὲν οὖν τῶν ἀκριβεστέρων ἤρεσε, καὶ τὸ κατὰ πορνείαν πλημμέλημα μοιχείαν εἶναι νομίζειν· διότι μία ἐστὶν ἡ νόμιμος συζυγία, καὶ γυναικὸς πρὸς ἄνδρα, καὶ ἀνδρὸς πρὸς γυναῖκα. Πᾶν οὖν τὸ μὴ νόμιμον, παράνομον πάντως, καὶ ὁ μὴ τὸ ἴδιον ἔχων, δηλ. τὸ ἀλλότριον ἔχει. Τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τῷ Θεῷ βοηθός, καὶ τῇ γυναικὶ μία ἐφήρμοσται κεφαλή. «Οὐκοῦν, εἰ μέν τις τὸ ἴδιον αὑτοῦ σκεῦος, καθὼς ὀνομάζει ὁ θεῖος Παῦλος, ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύσεως τὴν δικαίαν χρῆσιν· εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείη, ἐν ἀλλοτρίῳ πάντως γενήσεται, ἀλλότριον δὲ ἑκάστῳ, πᾶν τὸ μὴ ἴδιον, κἂν μὴ ὁμολογούμενον ἔχῃ τὸν κυριεύοντα». Οὐκοῦν, οὐ πόῤῥω τοῦ κατὰ μοιχείαν πλημμελήματος καὶ ἡ πορνεία τοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λογισμὸν ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς, ὅτι, «μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν.» Πλὴν ἀλλ’ ἐπεὶ τοῖς ἀσθενεστέροις ἐγένετό τις παρὰ τῶν Πατέρων συμπεριφορά, διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαιρέσει ταύτῃ, ὡς πορνείαν μὲν λέγεσθαι τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τινὶ τὴς ἐπιθυμίας ἐκπλήρωσιν, μοιχείαν δέ, τὴν ἐπιβουλήν τε καὶ ἀδικίαν τοῦ ἀλλοτρίου.

Ἐν ταύτῃ δὲ καὶ τὴν ζωοφθορίαν καὶ παιδεραστίαν εἶναι λογίζονται, διότι καὶ ταῦτα φύσεώς ἐστι μοιχεία· εἰς γὰρ τὸ ἀλλότριόν τε καὶ παρὰ φύσιν γίνεται ἡ ἀδικία. Ταύτης οὖν τῆς διαιρέσεως καὶ ἐν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας γεγενημένης, καθολικὴ μέν ἐστι θεραπεία, τὸ τῆς ἐμπαθοῦς λύσσης τῆς περὶ τὰς τοιαύτας ἡδονὰς καθαρὸν ἐκ μεταμελείας γενέσθαι τὸν ἄνθρωπον. Ἐπεὶ δὲ τῶν ἐν πορνείᾳ μολυνθέντων ἀδικία τις τῇ ἁμαρτίᾳ ταύτῃ οὐ καταμέμικται, διὰ τοῦτο διπλασίων ὡρίσθη τῆς ἐπιστροφῆς ὁ χρόνος τοῖς ἐν μοιχείᾳ μιανθεῖσι, καὶ ἐν τοῖς ἄλλοις τοῖς ἀπηγορευμένοις κακοῖς, ζωοφθορίᾳ τε καὶ τῇ κατὰ τοῦ ἄῤῥενος λύσσῃ· διπλασιάζεται γάρ, ὡς εἶπον, ἐπὶ τῶν τοιούτων ἡ ἁμαρτία, μία μὲν ἡ κατὰ τὴν ἄθεσμον ἡδονήν, ἑτέρα δὲ ἡ κατὰ τὴν ἀλλοτρίαν ἀδικίαν συνισταμένην. Διαφορὰ δέ ἐστιν ἐν τῷ λόγῳ τῆς μετανοίας, καὶ ἐπὶ τῶν καθ’ ἡδονὴν πλημμελημάτων τοιαύτη. Ὁ μὲν γὰρ ἀφ’ ἑαυτοῦ πρὸς τὴν ἐξαγόρευσιν τῶν ἁμαρτιῶν ὁρμήσας, αὐτῷ τῷ καταδέξασθαι δι’ οἰκείας ὁρμῆς γενέσθαι τῶν κρυφίων κατήγορος, ὡς ἤδη τῆς θεραπείας τοῦ πάθους ἀρξάμενος, καὶ σημεῖον τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς ἐπιδειξάμενος, ἐν φιλανθρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις.

Ὁ δὲ φωραθεὶς ἐπὶ τῷ κακῷ, ἢ διά τινος ὑποψίας, ἡ κατηγορίας ἀκουσίως ἀπελεγχθείς, ἐν ἐπιτεταμένῃ γίνεται τῇ ἐπιστροφῇ· ὥστε, καθαρισθέντα δι’ ἀκριβείας αὐτόν, οὕτως ἐπὶ τὴν τῶν Ἁγιασμάτων κοινωνίαν παραδεχθῆναι. Ἔστι τοίνυν ὁ Κανὼν τοιοῦτος, ὥστε τοὺς ἐν πορνείᾳ μολυνθέντας, ἐν τρισὶ μὲν ἔτεσι μετὰ τῶν ἐν ἐπιστροφῇ ὑποπιπτόντων προσεύχεσθαι, καὶ τότε μετέχειν τῶν Ἁγιασμάτων· ἐπὶ δὲ τῶν σπουδαιοτέρᾳ κεχρημένων τῇ ἐπιστροφῇ καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ συμφέρον τῇ ἐκκλησιαστικῇ οἰκονομίᾳ, συντεμεῖν τὸν χρόνον τῆς ἀκροάσεως, καὶ τάχιον εἰς ἐπιστροφὴν ἀγαγεῖν· καὶ πάλιν καὶ τοῦτον συντεμεῖν τὸν χρόνον καὶ τάχιον ἀποδοῦναι τῇ Κοινωνίᾳ, ὅπως ἂν τῇ ἑαυτοῦ δοκιμασίᾳ ἐγκρίνῃ τὴν τοῦ θεραπευομένου κατάστασιν. «Ὥσπερ γὰρ τὸ τοῖς χοίροις ῥίπτειν τὸν μαργαρίτην ἀπείρηται, οὕτω τὸ ἀποστερεῖν τοῦ τιμίου Μαργαρίτου τὸν ἤδη ἄνθρωπον, διὰ τῆς ἀπαθείας τε καὶ καθαρότητος γενόμενον, τῶν ἀτόπων ἐστίν.» Ἡ δὲ κατὰ τὴν μοιχείαν, ἤτοι κατὰ τὰ λοιπὰ εἴδη τῆς ἀκαθαρσίας γενομένη παρανομία, καθὼς προείρηται, κατὰ πάντα ἐν τῷ αὐτῷ κρίματι θεραπευθήσεται, ἐν ᾧ καὶ τὸ τῆς πορνείας ἄγος, τῷ δὲ χρόνῳ διπλασιάζεται.

Παρατηρηθήσεται δὲ ἐπ’ αὐτῷ ἡ τοῦ θεραπευομένου διάθεσις, ὃν τρόπον καὶ ἐπὶ τῶν τῷ μολυσμῷ τῆς πορνείας συνενεχθέντων, ὥστε, ἢ θᾶττον, ἢ βραδύτερον γενέσθαι αὐτοῖς τὴν τοῦ ἀγαθοῦ μετουσίαν.

Ἑρμηνεία Περὶ ἐπιτιμίων τοῦ ἐπιθυμητικοῦ μέρους τῶν ἁμαρτημάτων εἰς τὸν Κανόνα τοῦτον διορίζει ὁ Ἅγιος, καὶ πρῶτον περὶ τῆς πορνείας, λέγων, ὅτι οἱ ἀκριβέστεροι καὶ διακριτικώτεροι λέγουσιν ὅτι καὶ ἡ πορνεία ὡς μοιχεία λογίζεται, μὲ τοιαύτην ἀπόδειξιν. Διότι ἂν ἡ μοιχεία ᾖναι ἁμαρτία πρὸς ξένην γυναῖκα, κατὰ τοῦτον τὸν λόγον καὶ ἡ πορνεία, πρὸς ξένην γυναῖκα γινομένη, ὡς μοιχεία λογίζεται. Μία γὰρ εἶναι ἡ νόμιμος συζυγία καὶ μίξις γυναικὸς πρὸς ἄνδρα, καὶ ἀνδρὸς πρὸς γυναῖκα, ἥτις γίνεται πρὸς ἐδικόν του σῶμα· κάθε δὲ ἄλλη μίξις, ἔξω ἀπὸ αὐτήν, παράνομος εἶναι, καὶ ἀκολούθως οὐδὲ πρὸς ἴδιον σῶμα γίνεται, ἀλλὰ πρὸς ξένον, ἐπειδὴ ἀπ’ ἀρχῆς ὁ Θεὸς μίαν γυναῖκα ἔδωκεν εἰς τὸν ἄνδρα, καὶ ἕνα ἄνδρα εἰς τὴν γυναῖκα. Καὶ λοιπὸν ἂν ἔχῃ τινὰς ἐδικόν του σκεῦος (καθὼς λέγει ὁ Παῦλος), ἤτοι γυναῖκα, εἶναι συγκεχωρημένον νὰ σμίγῃ μέ αὐτό· εἰ δὲ ἔξω ἀπὸ τὸ ἐδικόν του σμίξῃ μὲ ἄλλο, βέβαια μὲ ξένον σῶμα σμίγει, κᾂν καὶ αὐτὸ ὡρισμένον καὶ φανερὸν οἰκοκύρην δὲν ἔχῃ. Ἀλλὰ μὴν ταῦτα πάντα εἰς τὴν πορνείαν ἀκολουθοῦσι, λοιπὸν ἡ πορνεία, κατὰ τὴν ἀπόδειξιν ταύτην, δὲν εἶναι μακρὰν ἀπὸ τὴν μοιχείαν, καὶ μάλιστα ὁποῦ λέγει ὁ Σολομών, «μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν·» ἤτοι μὴ γίνεσαι ἔκδοτος εἰς ξένην γυναῖκα, πόρνην δηλ.

Πλὴν μὲ ὅλα ταῦτα οἱ Πατέρες συγκαταβαίνοντες, πορνείαν μὲν λέγουσι τὴν ἁμαρτίαν ὁποῦ γένῃ εἰς γυναῖκα, χωρὶς νὰ ἐκδικηθῇ ἄλλος· ταὐτὸν εἰπεῖν ὁποῦ γένῃ εἰς γυναῖκα ἐλευθέραν ἀπὸ ἄνδρα, ὅθεν καὶ συγκαταβατικώτερον ἀπὸ τὴν μοιχείαν αὐτὴν ἐκανόνισαν, εἰς ἐννέα χρόνους δηλ., τρεῖς μὲν χρόνους διορίσαντες τοὺς πορνεύσαντας νὰ προσκλαίουν ἔξω τοῦ νάρθηκος, τρεῖς δὲ χρόνους νὰ ἀκροάζωνται, καὶ ἄλλους τρεῖς νὰ ὑποπίπτουν, καὶ ἔπειτα νὰ μεταλαμβάνουν (ὅρα καὶ τὸν κβʹ. Βασιλείου)· εἶναι ὅμως ἄδεια εἰς τὸν Πνευματικὸν ἰατρὸν νὰ συντέμνῃ μὲν τοὺς χρόνους τῆς ἀκροάσεως εἰς ἐκείνους τοὺς πόρνους, ὁποῦ προθυμότερα μετανοοῦν, νὰ συντέμνῃ δὲ καὶ τοὺς χρόνους τῆς ὑποπτώσεως, καὶ νὰ φέρνῃ αὐτοὺς ταχύτερα εἰς τὴν μετάληψιν τῶν Μυστηρίων, καθὼς ἤθελε γνωρίσει τὴν διάθεσιν τοῦ μετανοοῦντος.

Διότι, καθὼς εἶναι ἄτοπον νὰ ῥίπτῃ τινὰς τοὺς μαργαρίτας, τὰ ἅγια Μυστήρια δηλ., εἰς τοὺς χοίρους, εἰς τοὺς ἀκαθάρτους δηλ. καὶ μὴ γνησίως μετανοοῦντας, ἔτσι εἶναι ἄτοπον νὰ ἀποστερῇ ἀπὸ τὸν τίμιον Μαργαρίτην, ἤτοι τὸ σῶμα τοῦ Χριστοῦ, τὸν διὰ τῆς ἀποχῆς τοῦ κακοῦ καὶ τῆς μετανοίας καθαρισθέντα, καὶ ἀπὸ χοίρου γεγονότα ἄνθρωπον. Καὶ ταῦτα μὲν περὶ τῆς πορνείας. Τὴν δὲ μοιχείαν, ἀρσενοκοιτίαν καὶ κτηνοβατίαν, διπλῶς ἐκανόνισαν οἱ Πατέρες ἀπὸ τὴν πορνείαν, ἤτοι δεκαοκτὼ χρόνους τὴν κάθε μίαν, ἐπειδὴ καὶ ἡ ἁμαρτία ὁποῦ δι’ αὐτῶν γίνεται εἶναι διπλῆ. Ἡ μὲν γὰρ μοιχεία κοντὰ εἰς τὴν ἄθεσμον ἡδονὴν ὁποῦ ἐργάζεται, ἀδικεῖ καὶ τὸν ἄνδρα τῆς παρ’ αὐτοῦ μοιχευθείσης γυναικός, διὰ τί οἰκειοποιεῖται ἀδίκως τὸ ἐδικόν τοῦ πρᾶγμα, τὴν γυναῖκά του δηλ· ἡ δὲ ἀρσενοκοιτία καὶ κτηνοβατία καὶ αὐταὶ ὁμοίως κοντὰ εἰς τὴν ἄθεσμον ἡδονὴν ὁποῦ ἐνεργοῦν, εἶναι καὶ ἀδικία εἰς τὸ ξένον καὶ παρὰ φύσιν, ἤτοι ἀδικοῦσι τοὺς νόμους τῆς φύσεως, ὡς παρὰ φύσιν ὄντα ἁμαρτήματα. Οἱ χρόνοι δὲ ἑκάστου τῶν τοιούτων ἁμαρτημάτων οἰκονομοῦνται παρομοίως μὲ τοὺς τῆς πορνείας, διπλασίως ὅμως, ἤτοι ἓξ χρόνους νὰ προσκλαίουν οἱ μοιχοὶ καὶ ἀρσενοκοῖται καὶ κτηνοβάται ἔξω τῆς Ἐκκλησίας, ἓξ νὰ ἀκροῶνται, ἓξ νὰ ὑποπίπτουσι, καὶ οὕτω νὰ μεταλαμβάνουν.

Πλὴν ἔχει νὰ παρατηρῆται ἀπὸ τὸν Πνευματικὸν καὶ ἡ διάθεσις τῶν τοιούτων, ὡς καὶ τῶν πόρνων, ὥστε, εἰ μὲν προθυμότερα μετανοοῦν, ταχύτερα νὰ τοὺς συγχωρῇ νὰ μεταλάβουν, εἰ δὲ ἀμελέστερα ἐπιστρέφουν, ἀργότερα ἀκόμη καὶ ἀπὸ τοὺς δεκαοκτὼ χρόνους νὰ μὴ τοὺς ἀφίνῃ νὰ κοινωνοῦν. Καθολικὴ δὲ ἰατρεία, καὶ πόρνων καὶ μοιχῶν καὶ ἀρσενοκοιτῶν καὶ κτηνοβατῶν εἶναι, τὸ νὰ κάμουν ἀποχὴν τελείαν ἀπὸ τὰς τοιαύτας ἡδονὰς καὶ νὰ μετανοήσουν. Εἶναι δὲ καὶ διαφορὰ ἀνάμεσα εἰς τὸν τρόπον τῆς ἐξομολογήσεως τῶν τοιούτων ἁμαρτωλῶν· διότι, ἐκεῖνος μὲν ὁποῦ ἀφ’ ἑαυτοῦ του ὑπάγῃ καὶ ἐξομολογηθῇ, φιλανθρωπότερα καὶ ἐλαφρότερα κανονίζεται, μὲ τὸ νὰ στέρξῃ αὐτὸς ἀπὸ λόγου του νὰ κατηγορήσῃ τὸν ἑαυτόν του, καὶ νὰ δείξῃ σημάδι μεταβολῆς εἰς τὸ καλήτερον, ἐκεῖνος δὲ ὁποῦ ἀρνούμενος πρότερον, ἐλεγχθῇ ὕστερον πῶς ἥμαρτεν, εἴτε διὰ ὑποψίας, εἴτε διὰ κατηγορίας τινῶν, οὗτος βαρύτερα καὶ πολυχρονιώτερα κανονίζεται. Ὅρα τὸν ιϛʹ. καὶ κʹ. τῆς ἐν Ἀγκύρᾳ, καὶ ζʹ. τοῦ Βασιλείου, καὶ τὸν ιβʹ. τῆς αʹ. κατὰ τὴν μετάνοιαν τοῦ ἁμαρτάνοντος διορίζοντα νὰ γίνεται καὶ ἡ συγκατάβασις.

ΚΑΝΩΝ Εʹ Λείπεται πρὸς τούτοις τὸ θυμοειδὲς τῆς ψυχῆς προθεῖναι εἰς ἐξέτασιν, ὅταν παρασφαλεῖσα τῆς ἀγαθῆς τοῦ θυμοῦ χρήσεως, εἰς ἁμαρτίαν ἐκπέσῃ. Πολλῶν δὲ ὄντων τῶν κατὰ θυμὸν εἰς ἁμαρτίαν ἐνεργουμένων, καὶ πάντων κακῶν, ἤρεσέ πως τοῖς Πατράσιν ἡμῶν ἐν τοῖς ἄλλοις μὴ λίαν ἀκριβολογεῖσθαι, μηδὲ πολλῆς ἄξιον ἡγεῖσθαι σπουδῆς, τὸ θεραπεύειν πάντα τὰ ἐκ τοῦ θυμοῦ παραπτώματα. Καίτοι γε τῆς Γραφῆς οὐ μόνον τὴν ψιλὴν ἀπαγορευούσης πληγήν, ἀλλὰ καὶ πᾶσαν λοιδορίαν ἢ βλασφημίαν, καὶ εἴτι ἄλλο τοιοῦτο ὁ θυμὸς κατεργάζεται. Μόνου δὲ τοῦ κατὰ φόνον ἄγους τὴν παραφυλακὴν ἐποιήσατο διὰ τῶν ἐπιτιμίων. Διῄρηται δὲ τὸ τοιοῦτο κακὸν τῇ διαφορᾷ τοῦ ἑκουσίου τε καὶ ἀκουσίου, ἐν οἷς ἑκούσιος φόνος ἐστί, πρῶτον μὲν ὁ ἐκ παρασκευῆς τετολμημένος τοῦ εἰς αὐτὸ τοῦτο εὐτρεπισαμένου, ὅπως ἂν ἄγος ἐργάσηται, ἔπειτα δὲ κᾀκεῖνος ἐν τοῖς ἑκουσίοις ἐνομίσθη, ὅταν τις ἐν συμπλοκῇ τύπτων τε καὶ τυπτόμενος, ἐνέγκῃ κατά τινος καιρίου τὴν διὰ τῆς χειρὸς πληγήν. Ὁ γὰρ ἅπαξ τῷ θυμῷ κρατηθείς, καὶ τῇ ὁρμῇ τῆς ὀργῆς χαριζόμενος, οὐδὲν ἂν παρὰ τὸν καιρὸν τοῦ πάθους τῶν ἀνακόψαι τὸ κακὸν δυναμένων ἐπὶ νοῦν λάβοι, ὥστε τὸ ἐκ τῆς συμπλοκῆς ἀποτέλεσμα τοῦ φόνου εἰς ἔργον αἱρέσεως, καὶ οὐκ εἰς ἀποτυχίαν ἀνάγεται.

Οἱ δὲ ἀκούσιοι φανερὰ ἔχουσι τὰ γνωρίσματα, ὅταν τις πρὸς ἕτερόν τι τὴν σπουδὴν ἔχων, ἐξ ἀποτυχίας τι τῶν ἀνηκέστων δράσῃ. Ἐπὶ τούτων τοίνυν, ὁ μὲν ἑκούσιος φόνος εἰς τριπλασίονα χρόνον παρατείνεται, τοῖς δι’ ἐπιστροφῆς, θεραπευομένης τὸ ἑκούσιον ἄγος. Τρὶς ἐννέα γάρ εἰσιν ἐνιαυτοί, καθ’ ἕκαστον βαθμὸν τῆς ἐννάδος τῶν ἐτῶν ὁρισθείσης, ὥστε ἐν μὲν τῷ παντελεῖ ἀφορισμῷ ἐννεαετῆ χρόνον διαγενέσθαι ἀπειργόμενον τῆς Ἐκκλησίας, ἀλλὰ δὲ τοσαῦτα ἔτη ἐν τῇ ἀκροάσει παραμεῖναι, μόνον τῆς τῶν διδασκάλων καὶ τῆς τῶν Γραφῶν ἀκροάσεως ἀξιούμενον, ἐν δὲ τῇ τρίτῃ ἐννάδι μετὰ τῶν ὑποπιπτόντων ἐν ἐπιστροφῇ προσευχόμενον, οὕτως ἐλθεῖν ἐπὶ τὴν μετουσίαν τοῦ Ἁγιάσματος. Δηλονότι καὶ ἐπὶ τοῦ τοιούτου ἡ αὐτὴ παρατήρησις ἔσται παρὰ τοῦ οἰκονομοῦντος τὴν Ἐκκλησίαν, καὶ πρὸς τὸν λόγον τῆς ἐπιστροφῆς συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπιτιμίου παράτασις, ὥστε, ἀντὶ ἐννέα ἐτῶν ἐφ’ ἑκάστῳ βαθμῷ, ἢ ὀκτώ, ἢ ἑπτά, ἢ ἕξ, ἢ πέντε μόνα γενέσθαι, εἴπερ τὸ μέγεθος τῆς ἐπιστροφῆς νικῴῃ τὸν χρόνον, ὑπερβάλλοι τῇ σπουδῇ τῆς διορθώσεως τοὺς ἐν τῇ μακρᾷ προθεσμίᾳ ῥαθυμότερον ἑαυτοὺς ἁπὸ τῶν κηλίδων καθαίροντας. Τὸ δὲ ἀκούσιον ἄγος συγγνωστὸν μέν, οὐ μὴν ἐπαινετὸν ἐκρίθη.

Τοῦτο δὲ εἶπον, ὥστε δῆλον γενέσθαι ὅτι, κἂν ἀκουσίως τις γένηται ἐν τῷ τοῦ φόνου μιάσματι, ὡς ἤδη βέβηλον αὐτὸν ὑπὸ τοῦ ἄγους γινόμενον, ἀπόβλητον ὁ Κανὼν ἱερατικῆς χάριτος ἀπεφῄνατο. Ὅσος δέ ἐστιν ἐπὶ τῇ ψιλῇ πορνείᾳ τοῦ καθαρσίου ὁ χρόνος, τοσοῦτος καὶ ἐπὶ τῶν ἀκουσίως πεφονευκότων ἐδοκιμάσθη καλῶς ἔχειν, δηλαδὴ καὶ ἐν τούτοις τῆς προαιρέσεως τοῦ μετανοοῦντος δοκιμαζομένης· ὥστε εἰ ἀξιόπιστος γένοιτο ἡ ἐπιστροφή, μὴ παραφυλαχθῆναι τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ συντομίαν ἀγαγεῖν αὐτὸν εἰς τὴν τῆς Ἐκκλησίας ἀποκατάστασιν καὶ εἰς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Εἰ δέ τις μὲν μὴ πληρώσας τὸν χρόνον τὸν ἐκ τῶν Κανόνων ἀφωρισμένον, ἐξοδεύοι τοῦ βίου, κελεύει ἡ τῶν Πατέρων φιλανθρωπία, μετασχόντα τῶν Ἁγιασμάτων, μὴ κενὸν τοῦ ἐφοδίου πρὸς τὴν ἐσχάτην ἐκείνην καὶ μακρὰν ἀποδημίαν ἐκπεμφθῆναι. Εἰ δὲ μετασχὼν τοῦ Ἁγιάσματος, πάλιν εἰς τὴν ζωὴν ἐπανέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐν ἐκείνῳ τῷ βαθμῷ γενόμενον, ἐν ᾧ ἦν πρὸ τῆς κατὰ ἀνάγκην αὐτῷ δοθείσης Κοινωνίας.

Ἑρμηνεία Περὶ τῶν ἐπιτιμίων τῶν· ἁμαρτημάτων τοῦ τρίτου, ἤτοι τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς, ὁ παρὼν Κανὼν διορίζει, λέγων ὅτι τὰ μὲν ἄλλα ἁμαρτήματα ὁποῦ γεννῶνται ἀπὸ τὸ θυμικὸν μέρος, οἱ Πατέρες δὲν ἔκριναν εὔλογον νὰ τὰ λεπτολογήσουν πολύ, καὶ ἀκολούθως τόσον πολλὰ δὲν ἐσπούδασαν νὰ τὰ ἰατρεύσουν μὲ ἐπιτίμια (καὶ μ’ ὅλον ὁποῦ ἡ ἁγία Γραφὴ ἐμποδίζει, ὄχι μόνον καὶ τὸ ψιλὸν κτύπημα, ἀλλὰ καὶ κάθε λοιδορίαν καὶ βλασφημίαν, καὶ ὅ, τι ἄλλο τοιοῦτο γέννημα τοῦ θυμοῦ), ἀλλὰ μόνον τὸν φόνον ἱκανοποίησαν. Διαιρεῖται δὲ ὁ φόνος εἰς δύω, καὶ ἄλλος μὲν εἶναι θεληματικὸς καὶ ἑκούσιος, ἄλλος δὲ ἀκούσιος καὶ χωρὶς θελήματος. Καὶ θεληματικὸς μὲν φόνος εἶναι ἐκεῖνος, ὅταν φονεύσῃ τινὰς μὲ μελέτην καὶ προετοιμασίαν, θεληματικὸς φόνος ἀκόμη εἶναι καὶ ὅταν τινὰς μαχόμενος μὲ ἄλλον, καὶ κτυπῶντας καὶ κτυπούμενος, δώσει εἰς κᾀνένα καίριον καὶ κινδυνῶδες μέρος θανατηφόρον βάρεμα· διότι ἐκεῖνος ὁποῦ μίαν φορὰν κυριευθῇ ἀπὸ τὸν θυμόν, δὲν συλλογίζεται πλέον οὔτε κινδυνῶδες μέρος, οὔτε ἀκίνδυνον· ὅθεν καὶ ὁ ἐκ τῆς τοιαύτης μάχης γεννηθεὶς φόνος, προαιρετικὸς καὶ θεληματικὸς εἶναι, καὶ ὄχι ἀκούσιος.

Τοῦ δὲ ἀκουσίου φόνου σημάδια εἶναι, ὅταν ἄλλο τι σπουδάζωντας νὰ κάμῃ τινάς, τύχη, χωρὶς νὰ θέλῃ καὶ κάμῃ φόνον· καθώς, λόγου χάριν, ἐὰν ῥίπτωντας τινὰς πέτραν εἰς δένδρον διὰ νὰ τινάξῃ τὸν καρπόν, τύχῃ καὶ περάσῃ ἄνθρωπος ἐκεῖθεν καὶ τὸν φονεύσῃ. Λοιπὸν ὁ θεληματικῶς φονεύσας, εἰς τρὶς ἐννέα, ἤτοι εἰς εἴκοσι ἑπτὰ χρόνους κανονίζεται, ἐννέα μὲν χρόνους μὲ τοὺς προσκλαίοντας, ἔξω τῆς θύρας τοῦ Νάρθηκος στεκόμενος, ἐννέα δὲ μὲ τούς, ἀκροωμένους τῶν θείων Γραφῶν, καὶ ἐννέα μὲ τοὺς ὑποπίπτοντας, καὶ οὕτω νὰ μεταλαμβάνῃ. Πλὴν ὁ Πνευματικὸς ἰατρὸς κατὰ τὴν πρόθυμον μετάνοιαν τοῦ φονεύσαντος, ἔτσι πρέπει νὰ ὀλιγοστεύῃ καὶ τοὺς χρόνους τοῦ τοιούτου ἐπιτιμίου, ὥστε ὁποῦ τοὺς ἐννέα χρόνους τῆς κάθε τάξεως, τῆς προσκλαύσεως δηλαδὴ καὶ ἀκροάσεως καὶ ὑποπτώσεως, νὰ συντέμνῃ εἰς ὀκτώ, ἢ ἑπτά, ἢ ἕξη, ἢ καὶ πέντε μόνον, ἂν ὁ φονεύσας δηλαδὴ μὲ τὸ μέγεθος τῆς μετανοίας του νικᾷ τὴν πολυκαιρίαν τῶν ἐπιτιμίων, καὶ ὀλιγοχρονιώτερα κανονιζόμενος, κάμνῃ καρποὺς τῆς μετανοίας περισσοτέρους ἀπὸ τοὺς πολυχρονιώτερα κανονιζομένους. Ὁ δὲ ἀκουσίως φονεύσας συγγνωστὸς μὲν εἶναι, ἀλλ’ ὄχι καὶ ἐπαινετός.

Ἀπόβλητος ὅμως ὁ τοιοῦτος καὶ ἀπὸ τὴν Ἱερωσύνην· ἐστὶ (ἤτοι ὅποιος φονεύσῃ, κᾂν στανικῶς καὶ ἀκουσίως, λαϊκὸς μὲν ὤν, οὐ γίνεται Ἱερεύς, Ἱερεὺς δὲ ὤν, καθαιρεῖται) καὶ ἐννέα χρόνους κατὰ τὸν πόρνον κανονίζεται. Ἐὰν δὲ καὶ τούτου ἡ μετάνοια ᾖναι γνησία καὶ πρόθυμος, ὀλιγοχρονιώτερα θέλει κανονίσει αὐτὸν ὁ Πνευματικός, καὶ συντομώτερα θέλει συγχωρήσει εἰς αὐτὸν νὰ μεταλάβῃ. Σημείωσαι ὅμως, ὅτι, ἄν τινας ἐκ τῶν μετανοούντων κινδυνεύῃ νὰ ἀποθάνῃ, πρὸ τοῦ νὰ τελειώσῃ τοὺς χρόνους τοῦ Κανόνος του, οὗτος συγχωρεῖται ἀπὸ τὴν φιλανθρωπίαν τῶν Πατέρων νὰ μεταλαμβάνῃ, διὰ νὰ μὴ μείνῃ ἔρημος ἀπὸ τὸ ἐφόδιον τῶν Μυστηρίων, τὸ ὁποῖον μεγάλως συμβάλλει πρὸς τὸ μακρὸν ἐκεῖνο διὰ τοῦ θανάτου ταξείδιον.

Εἰ δὲ πάλιν ὑγιάνῃ, νὰ μένῃ ἀκοινώνητος, ἀκολουθῶν τοὺς χρόνους τοῦ ἐπιτιμίου, ἀπὸ ἐκεῖ· ὁποῦ τοὺς ἄφησε πρὸ τοῦ νὰ μεταλάβῃ. Ὅρα τὸν ξϛʹ. Ἀποστολικόν, τὸν ιβʹ. καὶ ιγʹ. τῆς αʹ. καὶ τὴν ἰχνογραφίαν τοῦ Ναοῦ.

ΚΑΝΩΝ ΣΤʹ Τὸ δὲ ἕτερον εἶδος τῆς εἰδωλολατρείας (οὕτω γὰρ ὀνομάζει τὴν πλεονεξίαν ὁ θεῖος Ἀπόστολος), οὐκ οἶδ’ ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν παρώφθη, καίτοιγε δοκεῖ τὸ τοιοῦτον· κακὸν τῆς τριττῆς ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ ὁ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος, καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀποῤῥέουσα, καὶ ἡ φιλόνεικός τε, καὶ θυμώδης διάθεσις πολλὰς ἐκ τῆς τοιαύτης αἰτίας τὰς ἀφορμὰς λαμβάνει, καὶ τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ Ἀποστολικῷ τῆς πλεονεξίας ὅρῳ. Ὁ γὰρ θεῖος Ἀπόστολος οὐ μόνον αὐτὴν «εἰδωλολατρίαν, ἀλλὰ καὶ ῥίζαν πάντων τῶν κακῶν ἀπεφήνατο». Καὶ ὅμως τὸ τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπίσκεπτόν τε καὶ ἀτημέλητον· δι’ ὃ καὶ πλεονάζει κατὰ τὰς Ἐκκλησίας τὸ τοιοῦτον ἀῤῥώστημα, καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν Κλῆρον ἀγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ εἴδει τῆς εἰδωλολατρείας κατεμιάνθησαν. Ἀλλὰ περὶ μὲν τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατράσιν ἡμῶν, ἀρκεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ, θεραπεύειν, ὥσπερ τινὰ πληθωρικὰ τὰς πλεονεκτικὰς ἀῤῥωστίας διὰ τοῦ λόγου καθαίροντες.

Μόνην δὲ τὴν κλοπήν, καὶ τὴν τυμβωρυχίαν, καὶ τὴν ἱεροσυλίαν, πάθος νομίζομεν, διὰ τὸ οὕτως ἐκ τῆς τῶν Πατέρων ἀκολουθίας τὴν παράδοσιν ἡμῶν περὶ τούτων γενέσθαι, καί τοι παρὰ τῆς θείας Γραφῆς ὁ πλεονασμός, καὶ ὁ τόκος τῶν ἀπειρημένων ἐστί, καὶ τὸ ἐκ δυναστείας τινὸς τῇ ἰδίᾳ κτήσει προσαγαγεῖν τὰ ἀλλότρια, κᾂν ἐν προσχήματι πραγματείας τὸ τοιοῦτον τύχῃ γινόμενον. Ἐπειδὴ τοίνυν τὸ καθ’ ἡμᾶς, εἰς ἐξουσίαν Κανόνων οὐκ ἀξιόπιστον, τὴν ἐπὶ τῶν ὁμολογουμένως ἀπηγορευμένων κανονικὴν κρίσιν ἤδη τοῖς εἰρημένοις προσθήσομεν.

Διῄρηται δὲ ἡ κλοπὴ εἴς τε ληστείαν, καὶ εἰς τοιχωρυχίαν· καὶ εἷς μὲν ἐπ’ ἀμφοτέρων σκοπός, ἡ τῶν ἀλλοτρίων ἀφαίρεσις, πολλὴ δὲ κατὰ τὴν γνώμην αὐτῶν ἡ πρὸς ἀλλήλους ἐστὶ διαφορά. Ὁ μὲν γὰρ λῃστὴς καὶ τὴν μιαιφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παραλαμβάνει, πρὸς αὐτὸ τοῦτο παρασκευαζόμενος, καὶ ὅπλοις, καὶ πολυχρίᾳ, καὶ τοῖς ἐπικαίροις τῶν τόπων, ὥστε τὸν τοιοῦτον τῷ κρίματι τῶν ἀνδροφόνων ὑπάγεσθαι, εἰ διὰ μεταμελείας ἑαυτὸν πρὸς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἐπαναγάγοι, ὁ δὲ δι’ ὑφαιρέσεως λανθανούσης σφετεριζόμενος τὸ ἀλλότριον, εἶτα δι’ ἐξαγορεύσεως τὸ πλημμέλημα ἑαυτοῦ τῷ Ἱερεῖ φανερώσας, τῇ περὶ τὸ ἐναντίον τοῦ πάθους σπουδῇ, θεραπεύσει τὴν ἀῤῥωστίαν. Λέγω δέ, διὰ τοῦ τὰ προσόντα παρέχειν τοῖς πένησιν, ἵνα τῷ προέσθαι, ἃ ἔχει φανερῶς γένηται καθαρεύων τῆς κατὰ πλεονεξίαν νόσου. Εἰ δὲ μηδὲν ἔχει, μόνον δὲ τὸ σῶμα ἔχει, κελεύει ὁ Ἀπόστολος διὰ τοῦ σωματικοῦ κόπου τὸ τοιοῦτον ἐξιάσασθαι πάθος. Ἔχει δὲ ἡ λέξις οὕτως, «ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι».

Ἑρμηνεία Ἀφ’ οὗ εἶπεν ὁ Ἅγιος τὰ ἐπιτίμια τῶν ἁμαρτημάτων τοῦ κάθε μέρους ξεχωριστὰ τῆς ψυχῆς, τώρα λέγει καὶ περὶ πλεονεξίας, τῆς καὶ εἰδωλολατρείας ὀνομαζομένης ὑπὸ τοῦ Παύλου, ἥτις θεωρεῖται καὶ εἰς τὰ τρία μέρη ὁμοῦ τῆς ψυχῆς. Θεωρεῖται εἰς τὸ λογιστικόν, διὰ τί ὁ λογισμὸς μὴ κρίνωντας ποῖον εἶναι τὸ ἀληθινὸν καλόν, μηδὲ βλέπων πρὸς τὸ ἄϋλον κάλλος, τὴν ὕλην τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου νομίζει πῶς εἶναι τὸ ὄντως καλόν. Θεωρεῖται εἰς τὸ ἐπιθυμητικόν, διὰ τί ἡ ἐπιθυμία δίδεται πρὸς τὰ γήϊνα κέρδη, καὶ ἀφίνει τὸ ὄντως ἐπιθυμητόν, τὸν Θεὸν δηλαδή. Θεωρεῖται καὶ εἰς τὸ θυμικόν, διὰ τί ἐξ αἰτίας τῆς πλεονεξίας, πολλοὶ θυμοὶ καὶ μάχαι γεννῶνται. Μὲ ἕνα λόγον ὁ Ἀπόστολος ῥίζαν ὅλων τῶν κακῶν τὴν πλεονεξίαν ὁρίσας, σύμφωνον καὶ ἁρμόδιον τὸν ὁρισμὸν αὐτῆς μὲ τὸ πρᾶγμα ἀπέδωκε.

Δὲν ἠξεύρω ὅμως διὰ τί ἡ τόση μεγάλη κακία ἔμεινεν ἀπὸ τοὺς Πατέρας ἀνεπιτίμητος· διὰ τοῦτο καὶ πλεονάζει εἰς τοὺς ἐκκλησιαστικούς, καὶ κᾀνένας ἀπὸ τοὺς μέλλοντας χειροτονηθῆναι δὲν ἐξετάζεται, ἂν ἐμολύνθη μὲ τοῦτο τὸ εἶδος τῆς εἰδωλολατρείας. Ἀλλ’ ἐπειδὴ τὴν πλεονεξίαν, ὡς εἴπομεν, ἀφῆκαν οἱ Πατέρες ἀνεπιτίμητον, διὰ τοῦτο καὶ ἡμεῖς ἀρκούμεθα εἰς τὸ νὰ καθαρίζωμεν τὴν ἀσθένειαν ταύτην μὲ τοὺς ἐπ’ Ἐκκλησίας κηρυττομένους λόγους, ὡσὰν τόσα πληθωρικὰ πάθη (πληθώρα δὲ λέγεται κατὰ τοὺς ἰατρούς, ὅταν πληθύνῃ κᾀνένας ἀπὸ τοὺς τέσσαρας χυμοὺς τοῦ σώματος, οἷον, ἡ ξανθὴ χολή, τὸ φλέγμα, τὸ αἷμα καὶ ἡ μέλαινα χολή, καὶ ἀκολούθως πληθωρικὰ πάθη λέγονται αἱ ἐκ τοῦ τοιούτου πληθυσμοῦ ἀκολουθοῦσαι ἀσθένειαι)· ἐπιτιμῶμεν δὲ μόνον τὴν κλεψίαν, τὸ ἄνοιγμα τῶν τάφων καὶ τὴν ἱεροσυλίαν, διὰ τί καὶ οἱ Πατέρες αὐτὰ ἐπετίμησαν. Καὶ μ’ ὅλον ὁποῦ καὶ ὁ πλεονασμός, ἤτοι τὸ νὰ παίρνῃ τινὰς περισσότερον ἀπὸ ὅ, τι εἶδος ἄλλο δώσῃ, ἔξω ἀπὸ τὰ ἄσπρα, καὶ τὸ διάφορον τῶν ἄσπρων, καὶ τὸ νὰ ἁρπάζῃ τινὰς δυναστικῶς τὰ ξένα πράγματα, κᾂν καὶ εἰς σχῆμα πραγματείας τὴν ἁρπαγὴν ταύτην μεταχειρίζεται· ταῦτα, λέγω, πάντα εἶναι ἐμποδισμένα ἀπὸ τὴν θείαν Γραφήν.

Καὶ ἡμεῖς ἠθέλαμεν τὰ ἐπιτιμήσει μὲ Κανόνα, ἂν ἡμεῖς μόνοι εἴχομεν τὴν ἐξουσίαν νὰ ἐκθέσωμεν Κανόνα (τῆς Συνόδου γὰρ τοῦτο, καὶ ὅρα εἰς τὰ προλεγόμενα ἐν γένει περὶ τῶν ἱερῶν Κανόνων), ὅθεν λέγομεν μόνον τὸ παρὰ τῶν Πατέρων κανονικὸν ἐπιτίμιον τῶν εἰρημένων τριῶν ἁμαρτιῶν. Διαιρεῖται λοιπὸν ἡ κλεψία εἰς λῃστείαν, ἤτοι εἰς φανερὰν κλεψίαν καὶ εἰς κρυφήν. Καὶ ἕνα μὲν ἔχουν σκοπὸν καὶ αἱ δύω, νὰ πάρουν τὸ ξένον πρᾶγμα· διαφέρουν δέ, καθ’ ὅ, οἱ μὲν φανεροὶ κλέπται καὶ φόνους εἶναι ἑτοιμασμένοι νὰ κάμνουν, καὶ μὲ ἅρματα καὶ ἀνθρώπους σύρνουν πολλούς, καὶ εἰς τοὺς στενοὺς καὶ κινδυνώδεις τόπους παραμονεύουσι, δι’ ὃ καὶ ὡς φονεῖς κανονίζονται ὅταν μετανοήσουν. Ὁ δὲ κρυφὸς κλέπτης, ἐὰν μόνος ἐξομολογηθῇ τὴν κλεψίαν, θέλει κανονισθῇ νὰ δώσῃ τὰ ὑπάρχοντά του εἰς τοὺς πτωχούς, ἐὰν ἔχῃ, καὶ οὕτω νὰ ἰατρευθῇ· εἰ δὲ ὑπάρχοντα δὲν ἔχει, πρέπει μὲ τὸν κόπον του νὰ δουλεύῃ, καὶ νὰ δίδῃ εἰς τοὺς χρείαν ἔχοντας, ὡς λέγει ὁ Παῦλος·

Ὁ κλέπτης, πλέον ἂς μὴ κλέπτῃ, ἀλλὰ μᾶλλον ἂς δουλεύῃ, διὰ νὰ ἔχῃ νὰ δίδῃ εἰς τὸν χρείαν ἔχοντα. Ὅρα καὶ τὸν γʹ. τοῦ Νεοκαισαρείας.

ΚΑΝΩΝ Ζʹ Ἡ δὲ τυμβωρυχία, καὶ αὕτη διῄρηται εἰς συγγνωστόν τε καὶ ἀσύγγνωστον. Εἰ μὲν γάρ τις τῆς ὁσίας φειδόμενος καὶ ἄσυλον ἀφεὶς τὸ κεκρυμμένον σῶμα, ὡς μὴ ἀναδειχθῆναι ἡλίῳ τὴν ἀσχημοσύνην τῆς φύσεως, λίθοις τισὶ τῶν ἐν τῷ τάφῳ βεβλημένων συγχρήσεται εἰς ἔργου τινὸς κατασκευήν. Ἐπαινετὸν μὲν οὐδὲ τοῦτό ἐστι, πλὴν ἀλλὰ συγγνωστὸν ἐποίησεν ἡ συνήθεια, ὅταν εἰς προτιμότερόν τι καὶ κοινωφελέστερον ἡ τῆς ὕλης μετάθεσις γένηται. Τὸ δὲ διερευνᾶσθαι τὴν κόνιν ἀπὸ τῆς γεωθείσης σαρκὸς καὶ ἀνακινεῖν τὰ ὀστᾶ, ἐλπίδι τοῦ κόσμον τινὰ τῶν συγκατορυχθέντων κερδάναι, τοῦτο τῷ αὐτῷ κρίματι κατεδικάσθη, ᾧ καὶ ἡ ψιλὴ πορνεία, καθὼς ἐν τῷ προλαβόντι διῄρηται λόγῳ, ἐπισκοποῦντος δηλαδὴ τοῦ οἰκονόμου, ἐξ αὐτοῦ τοῦ βίου τὴν ἰατρείαν τοῦ θεραπευομένου, ὥστε συντεμεῖν τὴν ἐκ τῶν Κανόνων ὁρισθεῖσαν τοῦ ἐπιτιμίου προθεσμίαν.

Ἑρμηνεία Ἡ δὲ τυμβωρυχία, ἤτοι τὸ ἄνοιγμα τῶν τάφων, εἰς δύω καὶ αὐτὴ διαιρεῖται, ὡς ἡ κλεψία, κατὰ τὸν παρόντα Κανόνα, εἰς συγγνωστὴν καὶ ἀσύγνωστον. Διότι, εἰ μὲν ὁ ἀνοίγων τοὺς τάφους δὲν ξεγυμνώνει τὸν νεκρόν, φυλάττωντας τὴν πρέπουσαν εἰς τοὺς νεκροὺς τιμὴν (τοῦτο γὰρ ἡ ὁσία δηλοῖ), ἀλλὰ παίρνει μόνον τοὺς ἐν τῷ τάφῳ εὑρισκομένους λίθους, διὰ νὰ τοὺς βάλῃ τυχὸν ἄλλου, εἰς προτιμοτέρου καὶ κοινωφελεστέρου ἔργου οἰκοδομήν, ἐπαινετὸν μὲν δὲν εἶναι καὶ τοῦτο, συγγνωστὸν ὅμως τὸ ἔκαμεν ἡ συνήθεια. Ἐὰν δὲ ἀνακατόνῃ τινὰς τὰ χώματα καὶ τὰ κόκκαλα τοῦ νεκροῦ διὰ νὰ πάρῃ κᾀνένα στολίδι ἢ ῥοῦχον, ἢ ἐκ χρυσοῦ καὶ ἀργύρου κατεσκευασμένον, τὸ ὁποῖον συνετάφη μὲ τὸν νεκρόν· οὗτος ὡς πόρνος κανονίζεται, ἤτοι ἐννέα χρόνους. Ὁ δὲ Πνευματικὸς ἰατρὸς ἔχει τὴν ἄδειαν, κατὰ τὴν ζωὴν καὶ μετάνοιαν τοῦ εἰς τοῦτο ἁμαρτήσαντος, νὰ ὀλιγοστεύῃ τοὺς χρόνους τοῦ τοιούτου ἐπιτιμίου.

Ὅρα καὶ τὸν ξϛʹ. τοῦ Βασιλείου.

ΚΑΝΩΝ Ηʹ Ἡ δὲ ἱεροσυλία, παρὰ μὲν τῇ ἀρχαίᾳ Γραφῇ οὐδὲν ἐνομίσθη τῆς φονικῆς κατακρίσεως ἀνεκτοτέρα. Ὁμοίως γάρ, ὅ,τε ἐπὶ φόνῳ ἁλοὺς καὶ ὁ τὰ ἀνατιθέντα τῷ Θεῷ ἀφελόμενος, τὴν διὰ τῶν λίθων τιμωρίαν ὑπέσχον. Ἐπὶ δὲ τῆς ἐκκλησιαστικῆς συνηθείας, οὐκ οἶδα πῶς συγκατάβασίς τις ἐγένετο καὶ συμπεριφορά, ὥστε ἀνεκτότερον νομισθῆναι τὸ τῆς τοιαύτης νόσου καθάρσιον· ἐν ἐλάττονι γὰρ χρόνῳ παρὰ τὴν μοιχείαν τοῖς τοιούτοις τὸ ἐπιτίμιον διετάξατο ἡ τῶν Πατέρων παράδοσις. Πανταχοῦ δὲ ἐν πλημμελήματος εἴδει καθορᾷν τοῦτο προσήκει πρὸ πάντων, οἵα ἐστὶν ἡ τοῦ θεραπευομένου διάθεσις, καὶ μὴ τὸν χρόνον οἴεσθαι πρὸς θεραπείαν ἀρκεῖν (τίς γὰρ ἂν ἴασις ἐκ τοῦ χρόνου προσγένοιτο;), ἀλλὰ τὴν προαίρεσιν τοῦ ἑαυτὸν δι’ ἐπιστροφῆς θεραπεύοντος. Ταῦτά σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, κατὰ πολλὴν σπουδὴν ἐκ τῶν προχείρων συνθέντες, διὰ τὸ δεῖν τοῖς τῶν ἀδελφῶν ἐπιτάγμασι πείθεσθαι, κατὰ σπουδὴν ἐπεστείλαμεν, σὺ δὲ τὰς συνήθεις ὑπὲρ ἡμῶν εὐχὰς τῷ Θεῷ προσάγων, μὴ διαλίπῃς. Χρεωστεῖς γάρ, ὡς εὐγνώμων υἱός, τῷ κατὰ Θεόν σε γεννήσαντι τὴν διὰ τῶν προσευχῶν γηροκομίαν, κατὰ τὴν ἐντολὴν τὴν κελεύουσαν «τιμᾷν τοὺς γονέας, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» Δῆλον δέ, ὅτι ὡς ξύμβολον ἱερατικὸν δέξῃ τὸ γράμμα, καὶ οὐκ ἀτιμάσεις τὸ ξένιον, κᾄν τι μικρότερον τῆς σῆς μεγαλοφυΐας εἴη.

Ἑρμηνεία Διορίζει ὁ παρὼν Κανών, ὅτι ἡ ἱεροσυλία, ἤτοι τὸ νὰ κλέπτῃ τινὰς τὰ ἀφιερωμένα πράγματα εἰς τὸν Θεόν, κοντὰ μὲν εἰς τὴν παλαιὰν Γραφὴν ἐξίσου μὲ τὸν φόνον ἐπαιδεύετο, διὰ τί καὶ ὁ φονεύσας καὶ ὁ ἱερόσυλος (ὡς φαίνεται τοῦτο ἐκ τῆς ἱστορίας τοῦ Ἄχαρ, τοῦ κλέψαντος ἀπὸ τὰ ἀφιερωμένα εἰς τὸν Θεὸν λάφυρα τῆς Ἱεριχώ), καὶ διὰ τοῦτο λιθοβοληθέντος μὲ ὅλην τὴν οἰκογένειάν του (Ἰησοῦ ζʹ. ὅρα καὶ τὴν ἑρμηνείαν τοῦ δʹ. Γρηγορίου τοῦ θαυματουργοῦ), παρομοίως καὶ οἱ δύω ἐλιθοβολοῦντο. Ἡ δὲ συνήθεια τῆς Ἐκκλησίας συγκαταβαίνουσα, ἐλαφρότερα τὴν τοιαύτην ἁμαρτίαν ἐκανόνισεν ἀπὸ τὴν μοιχείαν, καθὼς διετάξατο ἡ τῶν Πατέρων παράδοσις. Ταῦτα εἰπὼν ὁ Ἅγιος ἐπιφέρει, ὅτι εἰς κάθε εἶδος ἁμαρτήματος πρέπει ὁ Πνευματικὸς ἰατρὸς νὰ στοχάζεται ὁποία εἶναι ἡ τοῦ μετανοοῦντος διάθεσις, καὶ νὰ μὴ νομίζῃ ὅτι εἶναι ἀρκετὸς πρὸς ἰατρείαν μόνος ὁ χρόνος καὶ ἡ πολυκαιρία τῶν ἐπιτιμίων (ἐπειδὴ ποία ἰατρεία ἠμπορεῖ νὰ προξενηθῇ ἀπὸ μόνην τὴν πολυκαιρίαν τῶν ἐπιτιμίων, ἂν ὁ ἐπιτιμηθεὶς ἁμαρτωλὸς ζῇ ἀμελῶς εἰς τὸ διάστημα αὐτό, καὶ δὲν θέλῃ νὰ διορθωθῇ;), ἀλλὰ νὰ νομίζῃ, ὅτι ἡ τὴν ἰατρείαν προξενοῦσα εἶναι ἡ προαίρεσις καὶ προθυμία τοῦ διὰ μετανοίας ἑαυτὸν ἰατρεύοντος ἁμαρτωλοῦ.

Τελειώσας δὲ τὴν ἐπιστολὴν ταύτην ὁ Ἅγιος, λέγει εἰς τὸν Λητόϊον, ὅτι νὰ προσεύχεται ὑπὲρ αὐτοῦ πρὸς τὸν Κύριον, ὡς Πνευματικός του υἱός, καὶ ὅτι νὰ δεχθῇ τὴν ἐπιστολὴν ὡσὰν ἕνα δῶρον ξένον οὐχὶ κοσμικὸν καθὼς ἐσυνείθιζον οἱ πολλοὶ νὰ στέλλουν τῇ ἑορτῇ τοῦ Πάσχα, ἀλλὰ θεῖον, καὶ Ἱερεῦσιν ἁρμόδιον. Ὅρα καὶ τὸν οβʹ. Ἀποστολικόν.