ΚΑΝΩΝ Δʹ
Τῶν δὲ δι’ ἐπιθυμίαν καὶ ἡδονὴν γινομένων ἁμαρτημάτων, τοιαύτη ἐστὶν ἡ διαίρεσις· τὸ μὲν γὰρ καλεῖται μοιχεία, τὸ δὲ πορνεία. Τισὶ μὲν οὖν τῶν ἀκριβεστέρων ἤρεσε, καὶ τὸ κατὰ πορνείαν πλημμέλημα μοιχείαν εἶναι νομίζειν· διότι μία ἐστὶν ἡ νόμιμος συζυγία, καὶ γυναικὸς πρὸς ἄνδρα, καὶ ἀνδρὸς πρὸς γυναῖκα. Πᾶν οὖν τὸ μὴ νόμιμον, παράνομον πάντως, καὶ ὁ μὴ τὸ ἴδιον ἔχων, δηλ. τὸ ἀλλότριον ἔχει. Τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τῷ Θεῷ βοηθός, καὶ τῇ γυναικὶ μία ἐφήρμοσται κεφαλή. «Οὐκοῦν, εἰ μέν τις τὸ ἴδιον αὑτοῦ σκεῦος, καθὼς ὀνομάζει ὁ θεῖος Παῦλος, ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύσεως τὴν δικαίαν χρῆσιν· εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείη, ἐν ἀλλοτρίῳ πάντως γενήσεται, ἀλλότριον δὲ ἑκάστῳ, πᾶν τὸ μὴ ἴδιον, κἂν μὴ ὁμολογούμενον ἔχῃ τὸν κυριεύοντα». Οὐκοῦν, οὐ πόῤῥω τοῦ κατὰ μοιχείαν πλημμελήματος καὶ ἡ πορνεία τοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λογισμὸν ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς, ὅτι, «μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν.» Πλὴν ἀλλ’ ἐπεὶ τοῖς ἀσθενεστέροις ἐγένετό τις παρὰ τῶν Πατέρων συμπεριφορά, διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαιρέσει ταύτῃ, ὡς πορνείαν μὲν λέγεσθαι τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τινὶ τὴς ἐπιθυμίας ἐκπλήρωσιν, μοιχείαν δέ, τὴν ἐπιβουλήν τε καὶ ἀδικίαν τοῦ ἀλλοτρίου.