Ἔργον
Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων
Κανόνες του αγίου Γενναδίου Κωνσταντινουπόλεως
Ιστορικό πλαίσιο, κείμενο και ερμηνεία της εγκυκλίου επιστολής του αγίου Γενναδίου Κωνσταντινουπόλεως κατά των σιμωνιακών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κανόνες του αγίου Γενναδίου Κωνσταντινουπόλεως
Ιστορικό πλαίσιο, κείμενο και ερμηνεία της εγκυκλίου επιστολής του αγίου Γενναδίου Κωνσταντινουπόλεως κατά των σιμωνιακών.
ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΓΕΝΝΑΔΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΠΡΟΛΕΓΟΜΕΝΑ Ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Γεννάδιος ἦτο ἐπὶ τοῦ Βασιλέως Λέοντος τοῦ μεγάλου (ὅστις καὶ Μακέλλης ἐπωνομάζετο). Πρεσβύτερος δὲ ὢν πρότερον τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας προεβιβάσθη εἰς τὸν θρόνον Κωνσταντινουπόλεως ἐν ἔτει 458., μετὰ τὸν θάνατον τοῦ Ἀνατολίου, τοῦ ἐν τῇ δʹ. Συνόδῳ παρόντος· ποιήσας δὲ Οἰκονόμον τῶν Ἐκκλησιαστικῶν πραγμάτων Μαρκιανόν, τὸν ἐκ τῆς τῶν Καθαρῶν θρησκείας, πρὸς τὴν ὀρθοδοξίαν ἐπιστραφέντα, ἐπρόσταξε νὰ μοιράζωνται δι’ αὐτοῦ τὰ προσφερόμενα εἰς κάθε Ἐκκλησίαν οἱ Κληρικοὶ τῆς κάθε μιᾶς Ἐκκλησίας, καὶ ὄχι νὰ τὰ λαμβάνη ὅλα ἡ μεγάλη Ἐκκλησία, ὡς ἦτο συνήθεια πρότερον. Κᾀνένα δὲν ἐχειροτόνει ὁ τρισμακάριος, ἂν δὲν ἤξευρεν ἐκ στήθους τὸ Ψαλτήριον. Ἦν δὲ καὶ θαυματουργός, διότι μὲ τὴν προσευχήν του ἰάτρευσε τὸ ξηραθὲν χέρι τοῦ ζωγράφου ἐκείνου, ὁποῦ ἐζωγράφησε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς τὸ εἶδος τοῦ Διὸς (δηλ. μὲ πολλὰ καὶ μακρὰ μαλλία καὶ γένεια), καὶ εἰς τὸν ἅγιον Ἐλευθέριον ἔγραψε ταῦτα, ἐγκαλῶντας ἕνα του Κληρικόν· Ἅγιε μάρτυς τοῦ Θεοῦ Ἐλευθέριε, ὁ σὸς στρατιώτης ἀτάκτως ζῇ, καὶ ἢ νὰ τὸν διορθώσῃς, ἢ νὰ κόψῃς τὴν ζωήν του. Καί, ὢ τοῦ θαύματος! εὐθὺς ὁ Κληρικὸς ἐτελεύτησεν.
Ἀλλὰ καὶ εἰς τὸ θυσιαστήριον ἐμβαίνωντας μίαν νύκτα διὰ νὰ προσευχηθῇ, εἶδεν ἕνα φάντασμα δαιμονικόν, τὸ ὁποῖον, ἐπειδὴ τὸ ἐπετίμησεν, ἐφώναξεν, ὅτι ἐν ὅσῳ μὲν αὐτὸς ζῇ, ἡσυχάζει, ἀφ’ οὗ δὲ ἀποθάνει, ἔχει νὰ ταράξῃ τὴν Ἐκκλησίαν. Διὰ τὸ ὁποῖον φοβηθεὶς ὁ Ἅγιος καὶ παρακαλέσας τὸν Θεόν, μετ’ ὀλίγον ἐκοιμήθη ἐν Κυρίῳ, ἐν ἔτει 471. Κοντὰ δὲ εἰς τὰ ἄλλα συγγράμματα ὁποῦ ἐσύνθεσε, συνέγραψε καὶ ταύτην τὴν κανονικὴν Ἐπιστολὴν κατὰ τῶν Σιμωνιακῶν, ἐν ἔτει 459. ὁμοῦ μὲ ὅλην τὴν περὶ αὐτὸν Σύνοδον τῶν ογʹ. Ἐπισκόπων· ἥτις ἐπιστολὴ ἐπικυροῦται, ἀορίστως μὲν ἀπὸ τὸν αʹ. τῆς ζʹ. ὡρισμένως δὲ ἀπὸ τὸν βʹ. τῆς Οἰκουμενικῆς ϛʹ. καὶ διὰ τῆς ἐπικυρώσεως ταύτης Οἰκουμενικὴν τρόπον τινὰ ἀναλαμβάνει δύναμιν. Εὑρίσκεται δὲ ἐν τῷ βʹ. τόμῳ τῶν Πανδεκτῶν, ἐν τῇ ἑρμηνείᾳ τοῦ Βαλσαμῶνος σελ. 1085. καὶ ἐν τῇ βίβλῳ τῇ καλουμένῃ Γιοῦρις Γραικορωμ. σελ. 187.
Ἡ κανονικὴ καὶ ἐγκύκλιος Ἐπιστολὴ πρὸς ἅπαντας τοὺς Ὁσιωτάτους Μητροπολίτας, καὶ πρὸς τὸν Πάπαν Ῥώμης, ἤτοι ὁ Κανὼν τοῦ Ἁγίου Γενναδίου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τῆς σὺν αὐτῷ Συνόδου, ἑρμηνευόμενος Ὁ Δεσπότης ἡμῶν καὶ Θεός, καὶ Σωτὴρ Ἰησοῦς Χριστός, ἐγχειρίσας τοῖς Ἁγίοις αὐτοῦ Μαθηταῖς τοῦ Εὐαγγελίου τὸ κήρυγμα, καὶ διδασκάλους τούτους ἀνὰ πᾶσαν τὴν Οἰκουμένην ἀνθρώποις ἐξαποστείλας, παρεκελεύσατο διαῤῥήδην, ἣν εἰλήφασι παρ’ αὐτοῦ δωρεάν, ταύτην καὶ αὐτοὺς τοῖς ἀνθρώποις μεταδιδόναι δωρεάν, μὴ κτωμένους ὑπὲρ αὐτῆς χαλκόν, ἢ ἄργυρον, ἢ χρυσόν, ἤ τινα περιουσίαν ἄλλην ὅλως ὑλικὴν ἢ γεώδη. Μὴ γὰρ εἶναι τῶν ἐπουρανίων καὶ πνευματικῶν χαρισμάτων ἀμοιβὴν τὰ γεηρὰ καὶ ἐπίκηρα. Ταύτην τὴν ἐντολήν, οὐ μόνον ἐκείνοις, ἀλλὰ καὶ ἡμῖν δι’ ἐκείνων ἐνετείλατο, οὓς εἰς τὸν ἐκείνων βαθμόν τε καὶ τόπον εἰσαγαγεῖν κατηξίωσε· καὶ δεῖ, καθάπερ ἐκεῖνοι τότε, καὶ ἡμᾶς νῦν ἀκριβῶς φυλάττειν τε καὶ παρατηρεῖν, καὶ μὴ σοφίζεσθαι τὰ ἀσόφιστα, μηδὲ κύβον ἀναῤῥιπτεῖν ἐπικίνδυνον. «Δωρεάν, φησιν, ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε χαλκόν, μηδὲ ἄργυρον, μήτε χρυσὸν εἰς τὰς ζώνας ὑμῶν». Ἁπλοῦς καὶ σαφὴς ὁ τῆς ἐντολῆς ταύτης λόγος ἐστίν, οὐδὲν ποικίλον ἔχων, οὐδὲ δυσέφικτον, οὐδὲ σοφιστικῆς δεόμενον ἐξηγήσεως.
Παρ’ ἐμοῦ, φησιν, ἐδέξασθε τὸ τῆς Ἱερωσύνης ἀξίωμα· εἰ μὲν ὑπὲρ αὐτοῦ μοι, μικρὸν ἢ μέγα τι κατεβάλλεσθε, καὶ τοῦτο ἡμῖν πέπραται παρ’ ἐμοῦ, πωλεῖται καὶ ὑμεῖς ἑτέροις αὐτό, εἰ δὲ δωρεὰν εἰλήφατε, δότε δωρεὰν καὶ ὑμεῖς. Τί τῆς ἐντολῆς ταύτης σαφέστερον; τί δὲ τοῖς πειθαρχοῦσι λυσιτελέστερον;
Οὐαί, τῳόντι τοῖς κτήσασθαι τὴν τοῦ Θεοῦ δωρεάν, ἢ διδόναι ταύτην διὰ χρημάτων ὑπειληφόσιν! Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας οἱ τοιοῦτοι, κατὰ τὴν ἀπόφασιν τοῦ ἁγίου Πέτρου, ὑπάρχουσι, συλληφθέντες ὑπὸ τῆς ἑαυτῶν φιλαργυρίας. Ὅθεν καὶ τῶν ὁσίων καὶ μακαρίων Πατέρων, τῶν τῆς ἁγίας καὶ μεγάλης Οἰκουμενικῆς Συνόδου, τῆς ἐν Χαλκηδόνι συναχθείσης, τῷ δεσποτικῷ τούτῳ νόμῳ συνᾴδει ὁ περὶ τούτου Κανών, ὃς ἡμῖν σαφῶς οὑτωσὶ λέξεσιν αὐταῖς ἐκπεφώνηται· «Εἴ τις Ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο, καὶ εἰς πράσιν καταγάγοι τὴν ἄπρατον χάριν, καὶ χειροτονήσοι ἐπὶ χρήμασιν Ἐπίσκοπον, ἢ Πρεσβύτερον, ἢ Διάκονον, ἢ ἕτερόν τινα τῶν ἐν τῷ Κλήρῳ καταριθμουμένων, ἢ προβάλοιτο ἐπὶ χρήμασιν Οἰκονόμον, ἢ Ἔκδικον, ἢ Παραμονάριον, ἢ ὅλως τινὰ τοῦ Κλήρου, δι’ αἰσχροκέρδειαν οἰκείαν, ὁ τοῦτο ἐπιχειρήσας, ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν, καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ’ ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ’ ἔστω ἀλλότριος τῆς ἀξίας, ἢ τοῦ φροντίσματος, οὗ περ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις καὶ μεσιτεύων φανῇ τοῖς αἰσχροῖς τούτοις καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν Κληρικὸς εἴη, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ, εἰ δὲ λαϊκὸς ἢ μονάζων, ἀναθεματιζέσθω».
Κάλλιστα καὶ λίαν εὐσεβῆ τοῦ Κανόνος τῶν ἁγίων Πατέρων ὑπάρχει τὰ παραγγέλματα, πᾶσαν ἔφοδον σατανικὴν καὶ πᾶν ἐπιχείρημα διαβολικόν, κατὰ τῆς πνευματικῆς φερόμενον δωρεᾶς, ἀπωθούμενά τε καὶ ἀνακόπτοντα. Οὐ βούλεται γὰρ οὐδαμῶς διὰ χρημάτων γίνεσθαι τῆς χειροτονίας τὴν προβολήν, ἢ ὑποδέχεσθαι, οὔτε παρὰ τοῦ ταύτην ἐνεργοῦντος, οὔτε παρὰ τοῦ τῆς χειροτονίας τὴν προβολὴν ὑποδεχομένου, ἀλλ’ οὐδὲ πρὸ τοῦ καιροῦ τῆς χειροτονίας, οὐδὲ μετὰ τὸν καιρὸν αὐτὸν τῆς χειροτονίας, ὑπὲρ τῆς χειροτονίας δίδοσθαι χρήματα συγχωρεῖ· καθόλου γὰρ τὴν ἐπὶ τῷ πράγματι τούτῳ δωροδοκίαν ἀπέφησεν. Ὅμως ἐπειδὴ νῦν, καίτοι προδήλως τούτων κεκωλυμένων, ἐφωράθησάν τινες κατὰ τὴν Γαλατῶν ὀλιγωροῦντες καὶ παραβαίνοντες δι’ αἰσχροκέρδειαν καὶ φιλαργυρίαν τὰ σωτήρια ταῦτα καὶ φιλάνθρωπα παραγγέλματα, εὖ ἔχειν ἔδοξε καὶ ἡμῖν, αὐτὰ ταῦτα πάλιν ἀνανεώσασθαι μετὰ τῆς ἁγίας Συνόδου τῆς ἐνδημούσης ἐν ταύτῃ τῇ βασιλευούσῃ νέᾳ Ῥώμῃ, ὥστε δίχα πάσης ἐπινοίας, καὶ πάσης προφάσεως, καὶ παντὸς σοφισμοῦ τὴν ἀσεβῆ καὶ βδελυράν, οὐκ οἶδ’ ὅπως, ἐπεισελθοῦσαν συνήθειαν ταῖς ἁγιωτάταις Ἐκκλησίαις, παντελῶς ἐκτεμεῖν, ἵνα ἀληθῶς ἀκαπηλεύτου καὶ καθαρᾶς παρὰ τῶν Ἀρχιερέων τῆς ἐπὶ τῶν χειροτονουμένων ἀναῤῥήσεως γινομένης, ἄνωθεν ἡ τοῦ ἁγίου Πνεύματος χάρις ἐπιφοιτᾷ.
Ὡς νῦν γε, οὐκ οἶδα, εἰ διὰ χρημάτων τὴν προβολὴν ποιουμένων, καὶ οὐ τῆς χειρὸς καθαρῶς ἐνεργούσης, ἐπιφοιτᾷ τῷ προχειριζομένῳ κατὰ τὴν φωνὴν τοῦ κηρύγματος, καὶ οὐχὶ συστέλλεται μᾶλλον ἡ τοῦ ἁγίου Πνεύματος χάρις. Ἴσθι τοίνυν τὰ πάντα, θεοσεβέστατε· πάντα τὸν ὅντινα οὖν ἁλισκόμενον, ἐπὶ τοιούτῳ τινὶ Ἐπίσκοπον, ἢ Χωρεπίσκοπον, ἢ Περιοδευτήν, ἢ Πρεσβύτερον, ἢ Διάκονον, ἢ ἄλλον ὅντινα δήποτε τοῦ Κανόνος, ἢ λαϊκόν, κοινῷ δόγματι τῶν Ἀρχιερέων κατακεκρίσθαι καὶ κοινῇ ψήφῳ. Καθὼς περὶ τούτου καὶ ὁ τῶν ἁγίων Πατέρων Κανὼν φθάσας διαλαλεῖ· δεῖ γὰρ εἶναι χάριν τὴν χάριν, καὶ μηδαμοῦ παρ’ αὐτῇ μεσιτεύειν ἀργύριον. Ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος, καὶ πάσης ἱερατικῆς ἀξίας τε καὶ λειτουργίας ἀλλότριος, καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος, ὅτε ταύτην κτᾶσθαι διὰ χρημάτων οἰόμενος, καὶ ὁ ταύτην παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, εἴτε Κληρικός, εἴτε λαϊκὸς εἴη, κᾂν ἐλέγχοιτο, κἄν μοι ἐλέγχοιτο τοῦτο ποιεῖν· οὐ γὰρ οἷόν τε συμβιβασθῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν Μαμωνᾶν, ἢ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ· Δεσποτικὴ καὶ αὕτη ἐστὶν ἀπόφασις ἀναμφίλεκτος «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ Μαμωνᾷ.» Τούτοις ἐπιθαῤῥοῦντες ἡμεῖς κατὰ δύναμιν καὶ τούτοις ὑπείκοντες, μετὰ τοῦ ταῦτα φήσαντος, κατὰ τῶν τὰ τοιαῦτα παρανομούντων τὴν ἀπόφασιν πεποιήμεθα.
Φροντισάτω δὲ καὶ ἡ σὴ ὁσιότης ταῦτα διὰ πάσης φυλακῆς ποιουμένη, δῆλα καταστῆσαι δι’ ἀντιγράφων, καὶ τοῖς ὑπὸ σὲ θεοφιλεστάτοις Ἐπισκόποις καὶ Περιοδευταῖς, καὶ τοῖς ἄλλοις ἅπασιν, ἵνα ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ, πάντες ὁμοῦ Χριστιανοὶ συμφραξάμενοι, κατὰ τοῦ κοινοῦ δυσμενοῦς ἰσχύσωμεν, σὺν Θεῷ, ταύτην ὑπ’ ἐκείνου φυτευθεῖσαν ἐν ἡμῖν τῆς φιλαργυρίας ῥίζαν, ἅμα πᾶσιν αὐτοῖς τῶν κακῶν τοῖς βλαστήμασιν ἐκτεμεῖν. Πᾶσαν τὴν σὺν σοὶ ἐν Χριστῷ ἀδελφότητα προσαγορεύομεν. Ἐῤῥωμένος ἐν Κυρίῳ ὑπερεύχου ἡμῶν, θεοφιλέστατε ἀδελφέ. Τούτῳ τῷ ἐπιστολιμαίῳ λόγῳ, σὺν αὐτῷ δὴ τῷ Γενναδίῳ, ὑπέγραψαν καὶ ἑβδομήκοντα τρεῖς Ἐπίσκοποι (ἢ ὀγδοήκοντα καὶ εἷς).
Ἑρμηνεία Ἡ παροῦσα ἐπιστολὴ προοιμιάζει ἐξ αὐτῶν τῶν σπλάγχνων τοῦ λόγου. Ῥητὸν γὰρ τοῦ Εὐαγγελίου προφέρει, εἰς αὐτὴν ἀμέσως ἀποτεινόμενον τὴν ὑπόθεσιν καὶ τὸ τέλος, διὰ τὸ ὁποῖον αὕτη συνετέθη καὶ ἀπεστάλη. Λέγει γὰρ ὅτι ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός, ἐκείνην τὴν ἐντολὴν ὁποῦ ἔδωκεν εἰς τοὺς ἱερούς του Ἀποστόλους καὶ μαθητάς, ὅταν τοὺς ἔστειλεν εἰς τὸ κήρυγμα τοῦ Εὐαγγελίου, δηλ. τὸ νὰ δίδωσιν αὐτοὶ εἰς τοὺς ἄλλους δωρεὰν καὶ χάρισμα ἐκείνην τὴν δωρεὰν καὶ χάριν ὁποῦ ἔλαβον ἀπὸ αὐτόν, καὶ δι’ αὐτὴν νὰ μὴ πάρουν χάλκωμα, ἢ ἀσῆμι, ἢ χρυσάφι, ἢ ἄλλο κᾀνένα πρᾶγμα ὑλικὸν καὶ γήϊνον (διότι τὰ ὑλικὰ καὶ φθαρτὰ πράγματα δὲν ἠμποροῦν ποτε νὰ ᾖναι μισθὸς καὶ πληρωμὴ τῶν οὐρανίων καὶ ἀφθάρτων τοῦ πνεύματος χαρισμάτων), ἐκείνην, λέγω, τὴν ἐντολὴν ὁποῦ ἔδωκεν εἰς τοὺς Ἀποστόλους τότε, αὐτὴν τὴν ἰδίαν ἔδωκε διὰ μέσου τῶν Ἀποστόλων καὶ εἰς ἡμᾶς τοὺς διαδόχους τῶν Ἀποστόλων, Πατριάρχας καὶ Ἀρχιερεῖς, καὶ πρέπει καθὼς ἐκεῖνοι τὴν ἐφύλαξαν ἀκριβῶς, ἔτσι καὶ ἡμεῖς νὰ τὴν φυλάττωμεν, καὶ νὰ μὴ ζητοῦμεν νὰ σοφιζώμεθα μὲ παρεξηγήσεις τὰ ἀσόφιστα καὶ φανερὰ λόγια τοῦ Κυρίου. Δωρεάν, εἶπεν ὁ Κύριος, ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν.
Ἁπλᾶ καὶ φανερὰ εἶναι τὰ λόγια τῆς ἐντολῆς ταύτης, χωρὶς νὰ ἔχουν κᾀνένα δύσκολον νόημα, ὁποῦ νὰ χρειάζεται ἐξήγησιν σοφιστικὴν καὶ περίεργον. Ἀπὸ ἐμένα, λέγει, ἐλάβετε τὸ ἀξίωμα τῆς Ἱερωσύνης, καὶ εἰ μὲν δι’ αὐτὸ ἐπληρώσατε πολὺ ἢ ὀλίγον, καὶ ἐγὼ τὸ ἐπώλησα εἰς ἐσᾶς, πωλεῖτε καὶ ἐσεῖς αὐτὸ εἰς τοὺς ἄλλους, εἰ δὲ χάρισμα τὸ ἐλάβετε, χάρισμα δότε αὐτὸ καὶ ἐσεῖς. Ποία ἐντολὴ εἶναι φανερωτέρα ἀπὸ αὐτήν; ἢ ποῖον πρᾶγμα εἶναι ὠφελιμώτερον ἀπὸ αὐτὸ εἰς ἐκείνους ὁποῦ ὑπακούουσιν; Ἀλλοίμονον ἀληθῶς εἰς ἐκείνους, ὁποῦ νομίζουν νὰ παίρνουν καὶ νὰ δίδουν μὲ ἄσπρα τὴν δωρεὰν καὶ χάριν τοῦ Θεοῦ, ἐπειδὴ καὶ αὐτοὶ εἰς χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας εὑρίσκονται, ὡς ὁ Σίμων ὁ μάγος, καθὼς τοῦ εἶπεν ὁ Ἀπόστολος Πέτρος. Σύμφωνος δὲ μὲ τὴν ἀνωτέρω δεσποτικὴν ἐντολὴν τοῦ Κυρίου εἶναι καὶ ὁ βʹ. Κανὼν τῆς δʹ.
Συνόδου, ὃν καὶ ἐκθέτει αὐτολεξεὶ (οὗτινος ὅρα τὴν ἑρμηνείαν ἐν τῷ τόπῳ αὐτοῦ)· τελειώσας δὲ τὸν Κανόνα, λέγει ὁ Ἅγιος, ὅτι κάλλιστα εἶναι τὰ παραγγέλματα τοῦ Κανόνος τούτου, καὶ ἀποβάλλουσι κάθε ἐπιχείρημα διαβολικόν, ὁποῦ ἤθελε προτείνει τινάς· ἐπειδὴ κοινῶς καὶ καθολικῶς ἐμποδίζει τόσον τὸν χειροτονοῦντα, ὅσον καὶ τὸν χειροτονούμενον ἀπὸ τὸ νὰ δίδῃ καὶ νὰ λαμβάνῃ χρήματα, τόσον διὰ τὰς χειροτονίας, ὅσον καὶ διὰ τὰς προβολάς, τόσον πρὸ τῆς χειροτονίας, ὅσον καὶ ἐν τῷ καιρῷ τῆς χειροτονίας καὶ μετὰ τὴν χειροτονίαν.
Ἐπειδὴ ὅμως καὶ μερικοὶ ἐν τῇ Γαλατῶν χώρᾳ ἐφανερώθησαν παραβαίνοντες διὰ φιλαργυρίαν καὶ αἰσχροκέρδειαν τὰς σωτηριώδεις ταύτας παραγγελίας, καὶ παίρνοντες χρήματα χειροτονοῦν: διὰ τοῦτο ἐφάνη εὔλογον νὰ ἀνακαινίσωμεν ταύτας μὲ τὴν ἐπιδημοῦσαν ἐν τῇ Βασιλευούσῃ ἁγίαν Σύνοδον, ἵνα ἐκριζώσωμεν παντελῶς χωρὶς κᾀμμίαν ἐπίνοιαν, πρόφασιν καὶ σοφισμὸν τὴν ἀσεβῆ ταύτην συνήθειαν τῆς Σιμωνίας, ἥτις δὲν ἐξεύρω πως ἐπεπόλασεν εἰς τὰς Ἐκκλησίας, καὶ ἑπομένως ἐκ τούτου, ἵνα γενομένων παρὰ τοῦ Ἀρχιερέως καθαρῶν καὶ χωρὶς χρημάτων τῶν χειροτονιῶν, καταβαίνῃ ἀληθῶς ἄνωθεν εἰς τὸν χειροτονούμενον ἡ χάρις τοῦ ἁγίου Πνεύματος· ἐπειδὴ τώρα ὁποῦ γίνονται διὰ τῶν χρημάτων, καὶ οὐ καθαρῶς ἡ χεὶρ τῶν Ἀρχιερέων ἐπιτίθεται καὶ ἐνεργεῖ, δὲν ἠξεύρω ἀνίσως καταβαίνῃ εἰς τὸν χειροτονούμενον, καθὼς ἐπεύχεται εἰς αὐτὸν ὁ Ἀρχιερεύς, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, καὶ δὲν ἐμποδίζεται μᾶλλον ἀπὸ αὐτόν. Ἤξευρε λοιπόν, ὦ θεοσεβέστατε Πάπα, ὅτι εἶναι κατακεκριμένος ἀπὸ τὴν κοινὴν ψῆφον τῶν Ἀρχιερέων, καὶ ἀπὸ τὸν ἀνωτέρω Κανόνα τῆς δʹ. κάθε Ἐπίσκοπος, ἢ Χωρεπίσκοπος, ἢ Περιοδευτής, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ κάθε ἄλλος Κληρικὸς ἢ λαϊκός, ὁποῦ διὰ χρημάτων χειροτονηθῇ· διότι ἡ χάρις ἀληθῶς πρέπει νὰ ᾖναι χάρις, καὶ ὄχι νὰ μεσολαβῇ εἰς αὐτὴν ἀργύριον.
Ἂς ἦναι τὸ λοιπόν, καὶ εἶναι ἀπόβλητος καὶ ξένος πάσης Ἱερατικῆς ἀξίας καὶ ἐνεργείας, καὶ ὑπεύθυνος εἰς τὴν κατάραν τοῦ ἀναθέματος, τόσον ἐκεῖνος ὁποῦ νομίζει νὰ ἀποκτήσῃ τὴν τῆς Ἱερωσύνης χάριν μὲ ἀργύρια, ὅσον καὶ ἐκεῖνος ὁποῦ ὑπόσχεται νὰ δώσῃ ταύτην, εἴτε Κληρικὸς εἶναι εἴτε λαϊκός, κᾂν φανερωθῇ καὶ ἐλεγχθῇ ὅτι ἄσπρα ἐπῆρε, κᾂν δὲν φανερωθῇ· ἐπειδὴ δὲν εἶναι δυνατὸν νὰ συμφωνήσουν ποτὲ τὰ ἀσυμφώνητα, ὁ Μαμωνᾶς, ἤτοι ὁ ἄδικος πλοῦτος μὲ τὸν Θεόν, καὶ οἱ τῷ Μαμωνᾷ δουλεύοντες μὲ τοὺς δουλεύοντας τῷ Θεῷ, κατὰ τὴν δεσποτικὴν ἀπόφασιν· «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ Μαμωνᾷ» εἰς τὰ ὁποῖα λόγια τοῦ Κυρίου καὶ ἡμεῖς θαῤῥοῦντες καὶ ὑπακούοντες, ἐποιήσαμεν τὴν Συνοδικὴν ταύτην ἀπόφασιν κατὰ τῶν ταῦτα ποιούντων Σιμωνιακῶν, ὁμοῦ μὲ τὴν βουλὴν καὶ τὸ θέλημα τοῦ Κυρίου, τοῦ εἰπόντος τὰ ἀνωτέρω. Ὅθεν, ὦ ἱερὲ Πάπα, καὶ ἡ σὴ ὁσιότης ταῦτα φυλάττουσα ἀκριβῶς, ἂς φροντίσῃ νὰ τὰ φανερώσῃ μὲ τὰ ἴσα τούτων καὶ ἀντίγραφα εἰς τοὺς ὑποκειμένους αὐτῇ Ἐπισκόπους καὶ Χωρεπισκόπους, καὶ εἰς τοὺς ἄλλους ὅλους Κληρικούς τε καὶ λαϊκούς· ἵνα μὲ ἕνα πνεῦμα καὶ μὲ μίαν ψυχήν, ὅλοι ὁμοῦ οἱ Χριστιανοὶ ἁρματωθέντες, νικήσωμεν τὸν κοινὸν ἐχθρὸν διάβολον, καὶ τὴν παρ’ αὐτοῦ φυτευθεῖσαν τῆς φυλαργυρίας ῥίζαν ἐκριζώσωμεν μὲ ὅλα της τὰ κάκιστα βλαστήματα, ἀπὸ τὰ ὁποῖα ἕνα εἶναι καὶ ἡ Σιμωνία.
Ταῦτα εἰπών, χαιρετήσας τὴν μετὰ τοῦ Πάπα ἀδελφότητα, τελειοῖ τὴν ἐπιστολήν, εἰς τὴν ὁποίαν καὶ ὑπεγράφησαν ἅπαντες οἱ σὺν αὐτῷ Ἐπίσκοποι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.