Ἔργον
Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς κανόνας τῶν ἁγίων πατέρων
Κανόνες του αγίου Αμφιλοχίου Ικονίου
Προλεγόμενα και ερμηνεία των στίχων του αγίου Αμφιλοχίου Ικονίου προς τον Σέλευκο περί των γνησίων και θεόπνευστων βιβλίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κανόνες του αγίου Αμφιλοχίου Ικονίου
Προλεγόμενα και ερμηνεία των στίχων του αγίου Αμφιλοχίου Ικονίου προς τον Σέλευκο περί των γνησίων και θεόπνευστων βιβλίων.
ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΑΜΦΙΛΟΧΙΟΥ ΙΚΟΝΙΟΥ· ΠΡΟΛΕΓΟΜΕΝΑ Ὁ ἅγιος Ἀμφιλόχιος ἦν ἐπὶ τῶν Βασιλέων Οὐαλεντιανοῦ καὶ Οὐάλεντος ἐν ἔτει 374. ἀσκήσει δὲ καὶ θείᾳ γνώσει διαλάμπων, Ἐπίσκοπος Ἰκονίου ἐγένετο, καὶ προστάτης ὑπὲρ τῆς Θεότητος τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐχρημάτισε. Παρῆν γὰρ τῇ ἁγίᾳ καὶ Οἰκουμενικῇ βʹ. Συνόδῳ, εἷς τῶν ἐκεῖσε ἑκατὸν πεντήκοντα Πατέρων ὑπάρχων, καὶ κατὰ Μακεδονίου τοῦ Πνευματομάχου, καὶ τῶν τοῦ Ἀρείου λειψάνων ἀγωνιζόμενος. Διὰ δὲ τοῦ ἀστείου δράματος, ὁποῦ ἐμεταχειρίσθη πρὸς τὸν Βασιλέα μέγαν Θεοδόσιον, αὐτὸν μὲν ἀσπασάμενος, τὸν δὲ υἱόν του Ἀρκάδιον, νεωστὶ χειροτονηθέντα Βασιλέα, μὴ ἀσπασάμενος, κατὰ τὸν Θεοδώρητον ἢ κατὰ τὸν Σωζόμενον, Χαῖρε τέκνον, εἰπὼν τὸν υἱόν του, σείων τὸν δάκτυλον, ἔπεισε τὸν ῥηθέντα Βασιλέα νὰ γράψῃ νόμον, ὅτι εἰς τὸ ἑξῆς νὰ μὴ κάμνουσι Συνόδους οἱ αἱρετικοί, Ἀρειανοί τε καὶ Μακεδόνιοι, μήτε περὶ οὐσίας καὶ φύσεως Θεοῦ νὰ διαλέγωνται, καὶ ὅποιος τὸν νόμον τοῦτον παραβῇ, νὰ τιμωρῆται. Πρὸς τοῦτον τὸν Ἅγιον ἐρωτήσαντα, ἀπέστειλεν ὁ μέγας Βασίλειος τὰ 27. κεφάλαια, τὰ περὶ τοῦ ἁγίου Πνεύματος.
Ἀγκαλὰ δὲ καὶ ὅλα τὰ συγγράμματα τούτου ἐπεκύρωσεν ὁ βʹ. τῆς Οἰκουμενικῆς ϛʹ. ὅμως ἐπειδὴ μόνα ταῦτα εὑρίσκονται εἰς τὰς Πανδέκτους, τὰ περὶ τῶν γνησίων βιβλίων διορίζοντα, ᾧδε καὶ ἡμεῖς αὐτὰ παρεθέσαμεν.
Στίχοι τοῦ Ἁγίου Ἀμφιλοχίου πρὸς Σέλευκον, περὶ τοῦ ποῖα Βιβλία εἶναι δεκτά Πλὴν ἀλλ’ ἐκεῖνο προσμαθεῖν μάλιστά σοι, Προσῆκον. Οὐχ ἅπασα βίβλος ἀσφαλής, Σεμνὸν ὄνομα τῆς Γραφῆς κεκτημένη. Εἰσὶ γάρ, εἰσίν ἐσθ’ ὅτε ψευδώνυμοι Βίβλοι τινὲς μέν, ἔμμεσοι καὶ γείτονες, Ὡς ἄν τις εἴποι τοῦ ἀληθείας λόγου.
Αἱ δ’ ἄρα νόθοι τε καὶ λίαν ἐπισφαλεῖς. Ὡς τὰ παράσημα καὶ νόθα νομίσματα, Ἃ βασιλέως μὲν τὴν ἐπιγραφὴν ἔχει, Κίβδηλα δ’ ἐστὶ ταῖς ὕλαις δηλούμενα. Τούτου χάριν σοι τῶν θεοπνεύστων ἐρῶν Βίβλον ἑκάστην, ὡς δ’ ἂν εὐκρινῶς μάθοις.
Τὰ τῆς παλαιᾶς σοι Διαθήκης ἐρῶ. Ἡ Πεντάτευχος τὴν Κτίσιν, εἶτ’ Ἔξοδος. Λευϊτικόν τε τὴν μέσην ἔχει βίβλον, Μεθ’ ἣν Ἀριθμούς, εἶτα Δεύτερον νόμον. Τούτοις Ἰησοῦν προστίθει καὶ τοὺς Κριτάς. Ἔπειτα τὴν Ῥούθ, Βασιλειῶν δὲ τέσσαρας.
Βίβλους Παραλειπομένων δέ γε τὰς δύο. Ἔσδρας ἐπ’ αὐταῖς πρῶτος, εἶθ’ ὁ δεύτερος. Ἑξῆς στιχηρὰς πέντε βίβλους ἐρῶ. Στεφθέντος ἄθλοις, ποικίλων παθῶν Ἰώβ. Ψαλμῶν τε βίβλον ἐμμελὲς ψυχῶν ἄκος. Τρεῖς Σολομῶντος τοῦ σοφοῦ Παροιμίας, Ἐκκλησιαστήν, ᾎσμα δ’ αὖ τῶν ᾈσμάτων.
Ταύταις Προφήταις προστίθει τοὺς δώδεκα. Ὡσηὲ πρῶτον, εἶτ’ Ἀμὼς τὸν δεύτερον. Μιχαίαν, Ἰωήλ, Ἀβδίαν, καὶ τὸν τύπον Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους· Ναούμ, μετ’ αὐτὸν Ἀββακούμ· εἶτ’ ἔννατον Σοφονίαν, Ἀγγαῖόν τε καὶ Ζαχαρίαν, Διώνυμόν τε ἄγγελον Μαλαχίαν.
Μεθ’ οὓς Προφήτας μανθάνοις τοὺς τέσσαρας· Παῤῥησιαστὴν τὸν μέγαν Ἡσαΐαν, Ἱερεμίαν συμπαθῆ καὶ μυστικόν, Ἰεζεκιήλ, ἔσχατον δὲ Δανιήλ. Τὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον. Τούτοις προσεγκρίνουσι τὴν Αἰσθήρ τινες.
Καινῆς διαθήκης ὥρᾳ μοι βίβλους λέγειν. Εὐαγγελιστὰς τέσσαρας δέχου μόνους· Ματθαῖον, εἶτα Μάρκον, οἷς Λουκᾶν τρίτον Προσθεὶς ἀρίθμει, τὸν Ἰωάννην χρόνῳ Τέταρτον, ἀλλὰ πρῶτον ὕψει δογμάτων. Βροντῆς γὰρ υἱὸν τοῦτον εἰκότως καλῶ, Μέγιστον ἠχήσαντα τῷ Θεῷ Λόγῳ.
Δέχου δὲ βίβλον Δουκᾶ καὶ τὴν δευτέραν, Τὴν τῶν καθολικῶν Πράξεων Ἀποστόλων. Τὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς, Τὸν τῶν ἐθνῶν κήρυκα καὶ Ἀπόστολον Παῦλον, σοφῶς γράψαντα ταῖς Ἐκκλησίαις, Ἐπιστολὰς δὶς ἑπτά, Ῥωμαίοις μίαν, ᾟ χρὴ συνάπτειν πρὸς Κορινθίους δύο, Τὴν πρὸς Γαλάτας, τήν τε πρὸς Ἐφεσίους·
Μεθ’ ἣν τὴν ἐν Φιλίπποις, τὴν γεγραμμένην Κολασσαεῦσι, Θεσσαλονικεῦσι δύο, Τιμοθέῳ, Τίτῳ τε καὶ Φιλήμονι Μίαν ἑκάστῳ, καὶ πρὸς Ἑβραίους νόθον, Οὐκ εὖ λέγοντες, γνησία γὰρ ἡ χάρις Εἶεν. Τί λοιπὸν καθολικὰς ἐπιστολάς, Τινὲς μὲν ἑπτὰ φασίν, οἱ δὲ τρεῖς μόνας;
Χρῆναι δέχεσθαι τὴν Ἰακώβου μίαν, Μίαν τε Πέτρου, τῶν τ’ Ἰωάννου μίαν, Τινὲς δὲ τὰς τρεῖς, καὶ πρὸς αὐταῖς τὰς δύω, Πέτρου δέχονται, τὴν Ἰούδα δ’ ἑβδόμην. Τὴν δ’ Ἀποκάλυψιν Ἰωάννου πάλιν, Τινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε Νόθον λέγουσιν. Οὗτος ἀψευδέστατος Κανὼν ἂν εἴη τῶν Θεοπνεύστων Γραφῶν.
Ἑρμηνεία Οὐδὲ ταῦτα ἐξήγησιν χρειάζονται, ἐπειδὴ δὲν εἶναι ἄλλο, πάρεξ μία ἀπαρίθμησις τῶν γνησίων καὶ ἀληθῶν βιβλίων τῆς Παλαιᾶς καὶ τῆς Νέας Γραφῆς. Φέρει δὲ παράδειγμα εἰς τὴν ἀρχὴν πῶς, καθὼς εἶναι πολλὰ ἄσπρα, ὁποῦ ἔχουσι μὲν τὴν σφραγίδα τὴν Βασιλικὴν ἐπάνω, δὲν εἶναι δὲ καθαρά, ἀλλὰ κίβδηλα καὶ ὑπόχαλκα, ἔτσι καὶ πολλὰ βιβλία, ὀνομάζονται μὲν τῆς Γραφῆς, ὅμως εἶναι νόθα καὶ αἱρετικά. Σημείωσαι, ὅτι καὶ οἱ στίχοι οὗτοι εἰς πολλὰ μέρη δὲν εἶναι ὀρθοὶ κατὰ τὰ μέτρα, ἀλλὰ καθὼς εὕρομεν αὐτούς, κατεγράψαμεν. Ὅρα καὶ τὸν πέ. Ἀποστολικόν. Ὅτι δὲ δύω Ἀποκαλύψεις τοῦ Ἰωάννου εὑρίσκονται, ἡ μία γνησία καὶ ἡ ἄλλη νόθος, ὅρα εἰς τὸν ξʹ. Ἀποστολικόν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.