Ἔργον
Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς συνοδικοὺς κανόνας
Πενθέκτη Οικουμενική Σύνοδος (εν Τρούλλω)
Ιστορική εισαγωγή, παράθεση, ερμηνεία και συμφωνία των εκατόν δύο κανόνων της Πενθέκτης Οικουμενικής Συνόδου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πενθέκτη Οικουμενική Σύνοδος (εν Τρούλλω)
Ιστορική εισαγωγή, παράθεση, ερμηνεία και συμφωνία των εκατόν δύο κανόνων της Πενθέκτης Οικουμενικής Συνόδου.
ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΠΕΝΘΕΚΤΗΣ Η ΜΑΛΛΟΝ ΕΙΠΕΙΝ ΕΚΤΗΣ ΣΥΝΟΔΟΥ Ἡ ἁγία καὶ Οἰκουμενικὴ Πενθέκτη, ἢ κυριώτερον εἰπεῖν ἕκτη Σύνοδος, συνήχθῃ ἐν τῷ κατὰ Κωνσταντινούπολιν Βασιλικῷ καὶ περιφανεῖ Παλατίῳ τῷ λεγομένῳ Τρούλλῳ, ἐπὶ Ἰουστινιανοῦ τοῦ δευτέρου, τοῦ υἱοῦ Πωγωνάτου, ὅστις καὶ Ῥινότμητος ἐπεκαλεῖτο, ἐν ἔτει ἀπὸ Χριστοῦ 691. Ἦσαν δὲ Πατέρες εἰς αὐτὴν τὸν ἀριθμὸν σκζʹ. κατὰ τὸν Βαλσαμῶνα καὶ Ζωναρᾶν, κατὰ δὲ τὸν συγγραφέα τοῦ Συνοδικοῦ βιβλιαρίου σμʹ. ὧν ἦσαν ἀρχηγοί, ὅτε Παῦλος Κωνσταντινουπόλεως καὶ Βασίλειος Ἐπίσκοπος Γορτύνης τῆς κατὰ Κρήτην, καί τις Ἐπίσκοπος Ῥαβένης, τὸν τόπον ἐπέχοντες τοῦ Ῥώμης. Πέτρος Ἀλεξανδρείας, Ἀναστάσιος Ἱεροσολύμων, καὶ Γεώργιος Ἀντιοχείας. Συνηθροίσθη δὲ αὕτη κατὰ κέλευσιν Βασιλικήν, ὄχι περὶ ἐξετάσεως ἰδιαζούσης τινὸς αἱρέσεως, ὄχι περὶ διορισμοῦ πίστεως, εἰς τρόπον ὅτι ἐκ τούτου νὰ λάβῃ τὴν ἀφορμὴν νὰ ὀνομασθῇ ἰδία καὶ ξεχωριστὴ Σύνοδος, ἀλλὰ περὶ ἐκθέσεως Κανόνων ἀναγκαίων, ἀποβλεπόντων εἰς τὴν τῆς Ἐκκλησίας διόρθωσιν καὶ κατάστασιν, οἵτινες εἶναι οἱ ἀκόλουθοι, βεβαιούμενοι ἀπὸ τὴν βʹ. καὶ δʹ. καὶ ηʹ. πρᾶξιν τῆς Οἰκουμενικῆς ζʹ. Συνόδου, καὶ ἀπὸ τὸν αʹ. αὐτῆς Κανόνα. Ἀπὸ τρεῖς Πάπας, Ἀδριανὸν τὸν αʹ.
Γρηγόριον τὸν βʹ. Ἰννοκέντιον τὸν γʹ. ἀπὸ τὸν Γρατιανόν, ἀπὸ τοὺς ἐν τῇ ἑβδόμῃ Συνόδω λεγάτους τοῦ Πάπα, ἀπὸ τὴν αʹ, καὶ βʹ. λεγομένην Σύνοδον, ἀναφέρουσαν τὸν λαʹ. αὐτῆς, ἐν τῷ ιβʹ. Κανόνι αὐτῆς. Ἀπὸ τὸν Κεδρηνόν, ἀπὸ τὸν Δαμασκηνὸν Ἰωάννην, λέγοντα «ψηλάφησον τοὺς ὅρους τῆς ϛʹ. Συνόδου, καὶ εὑρήσεις ἐκεῖ τὸν ἔλεγχον». Ἀπὸ τοὺς ἑρμηνευτὰς τῶν Κανόνων, ἀπὸ τὸν Φώτιον, ἀπὸ τὰς ἰδιοχείρους ὑπογραφάς, τοῦ τε Βασιλέως, καὶ τῶν τοποτηρητῶν τοῦ Ῥώμης, τῶν Πατριαρχῶν, καὶ τῶν ἐν αὐτῇ Πατέρων, καὶ συνοπτικῶς εἰπεῖν, ἀπὸ ὅλην τὴν καθολικὴν Ἐκκλησίαν, κἂν οἱ νεώτεροι Λατῖνοι διαβάλλουσιν αὐτούς, ὡς τὰς καινοτομίας αὐτῶν ἐλέγχοντας. Ὁ δὲ Ἀδριανὸς αʹ. ἐν τῇ πρὸς Ταράσιον ἐπιστολῇ, ταύτην τὴν ἀξιάγαστον μαρτυρίαν περὶ τῶν Κανόνων τούτων ἀφῆκεν εἰς ἡμᾶς. «Τὰ ὑπὸ τῆς αὐτῆς ἁγίας ἕκτης Συνόδου δέχομαι, μετὰ πάντων τῶν ἐνθέσμως καὶ θειωδῶς ἐκφωνηθέντων παρ’ αὐτῆς Κανόνων, ἐν οἷς ἐμφέρεται.» Ἔν τισι τῶν σεπτῶν εἰκόνων Γραφαῖς καὶ προστίθησιν ὅλον τὸν πβʹ. Κανόνα αὐτῆς (σελ. 747. τῆς συλλογῆς τῶν Συνόδων). Ὁ δὲ Γρηγόριος ὁ Πάπας ἐν τῇ πρὸς τὸν ἅγιον Γερμανὸν ἐπιστολῆ (ἥτις κεῖται ἐν τῇ δʹ. πράξει τῆς ζʹ. Συνόδ.) περὶ τοῦ ἰδίου τούτου Κανόνος τῆς παρούσης ϛʹ. «Δι’ ὃ μεγίστης σωτηρίας ὑπόθεσιν ἡ τῶν ἁγίων ὁμήγυρις Θεοβούλως τῇ Ἐκκλησίᾳ τοῦτο τὸ κεφάλαιον παραδέδωκε».
Καὶ ὅρα ὅτι ἁγίαν ὁμήγυριν τὴν Σύνοδον ταύτην ὀνομάζει, καὶ Θεοβούλως ἐκδοθέντας τοὺς Κανόνας αὐτῆς.
Ἱκανὴ δὲ μόνη ἐπιστομίσαι καὶ ἐμφράξαι τῶν ἐναντίων τὰ στόματα ἡ περὶ τῶν Κανόνων τούτων μαρτυρία τοῦ Πατριάρχου Ταρασίου· μᾶλλον δὲ ὅλης τῆς ζʹ. Συνόδου, οὕτως ἔχουσα ἐπὶ λέξεως. «Τινὲς ἄγνοιαν νοσοῦντες εἰς τοὺς Κανόνας τούτους, σκανδαλίζονται, φάσκοντες· ‘Ἆρά γε τῆς ἕκτης Συνόδου εἰσί; γινωσκέτωσαν δὲ οἱ τοιοῦτοι, ὡς ὅτι ἡ ἁγία καὶ μεγάλη ἕκτη Σύνοδος ἐπὶ Κωνσταντίνου συνεκροτήθη, κατὰ τῶν μίαν λεγόντων ἐνέργειαν καὶ θέλησιν ἐπὶ Χριστοῦ, οἵτινες τοὺς αἱρετικοὺς ἀναθεμάτισαν καὶ τὴν ὀρθόδοξον διατρανώσαντες πίστιν, οἴκαδε ἀνεχώρησαν κατὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος Κωνσταντίνου. Μετὰ γοῦν ταῦτα’ .... οἱ αὐτοὶ Πατέρες συναθροισθέντες ἐπὶ Ἰουστινιανοῦ υἱοῦ Κωνσταντίνου, τοὺς προδεδηλωμένους Κανόνας ἐκτεθείκασι, καὶ μηδεὶς ἀμφιβαλέτω περὶ αὐτῶν. Οἱ γὰρ ὑπογράψαντες ἐπὶ Κωνσταντίνου, οἱ αὐτοὶ καὶ ἐπὶ Ἰουστινιανοῦ τῷ παρόντι χάρτῃ ὑπέγραψαν, ὡς δῆλον καθίσταται ἐκ τῆς αὐτῶν ἰδιοχείρου ἀπαραλλάκτου ὁμοιότητος. Ἔδει γὰρ αὐτοὺς Σύνοδον οἰκουμενικὴν ἀποφήναντας, καὶ Κανόνας ἐκκλησιαστικοὺς ἐκθέσθαι» (πράξ. δʹ. τῆς ζʹ. Συνόδου σελ. 780. τοῦ βʹ. τόμ. τῆς συλλογῆς τῶν Συνόδων). Ἐν τῇ αὐτῇ δὲ δʹ. πράξει τῆς ζʹ. γέγραπται, ὅτι ἀνεγνώσθη εἰς τὴν ζʹ. Σύνοδον αὐτὸς ἐκεῖνος ὁ ἴδιος πρωτότυπος χάρτης, εἰς τὸν ὁποῖον ὑπέγραψαν οἱ Πατέρες τῆς παρούσης ϛʹ. Συνόδου.
Ὁ δὲ Νικομηδείας Πέτρος εἶπεν, ὅτι εἶχε καὶ ἄλλο βιβλίον περιέχον τοὺς παρόντας τῆς ϛʹ. Συνόδου Κανόνας.
Οἱ ρβʹ. Κανόνες τῆς ἁγίας καὶ Οἰκουμενικῆς ΣΤʹ. Συνόδου, ἑρμηνευόμενοι. ΚΑΝΩΝ Αʹ. Τάξις ἀρίστη παντὸς ἀρχομένῳ καὶ λόγου καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύεσθαι, κατὰ τὴν θεολόγον φωνήν.
Ὅθεν καὶ τῆς εὐσεβείας ὑφ’ ἡμῶν ἤδη διαπρυσίως κηρυττομένης, καὶ τῆς Ἐκκλησίας, ἐν ᾗ Χριστὸς τεθεμελίωται, διηνεκῶς αὐξανούσης καὶ προκοπτούσης, ὡς τῶν τοῦ Λιβάνου κέδρων ταύτην ὑπερεκτείνεσθαι, καὶ νῦν ἀρχὴν τῶν ἱερῶν ποιούμενοι λόγων, χάριτι θείᾳ ὁρίζομεν ἀκαινοτόμητόν τε καὶ ἀπαράτρωτον ὑπάρχειν τὴν παραδοθεῖσαν πίστιν ἡμῖν, ὑπό τε τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ λόγου τῶν θεοκρίτων Ἀποστόλων, ἔτι δὲ καὶ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαία συνελθόντων ἐπὶ Κωνσταντίνου τοῦ γενομένου ἡμῶν Βασιλέως κατὰ Ἀρείου τοῦ δυσσεβοῦς, καὶ τῆς παρ’ αὐτοῦ δογματισθείσης ἐθνικῆς ἑτεροθείας ἢ πολυθεΐας εἰπεῖν οἰκειότερον· οἳ τῇ ὁμογνωμοσύνῃ τῆς πίστεως τὸ ὁμοούσιον ἡμῖν ἐπὶ τῶν τριῶν τῆς θεαρχικῆς φύσεως ὑποστάσεων ἀπεκάλυψάν τε καὶ διετράνωσαν, μὴ ἐπικεκρύφθαι τῷ μοδίῳ τῆς ἀγνωσίας τοῦτο παραχωρήσαντες, ἀλλὰ τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα προσκυνεῖν μιᾷ προσκυνήσει τοὺς πιστοὺς ἀναφανδὸν ἐκδιδάξαντες, καὶ τήν τε τῶν ἀνίσων βαθμῶν τῆς θεότητος δόξαν καθελόντες καὶ διασπάσαντες, τά τε ὑπὸ τῶν αἱρετικῶν συστάντα ἐκ ψάμμου κατὰ τὴς Ὀρθοδοξίας μειρακιώδη ἀθύρματα καταβαλόντες καὶ ἀνατρέψαντες.
Ὡσαύτως δὲ καὶ τὴν ἐπὶ τοῦ μεγάλου Θεοδοσίου τοῦ γενομένου ἡμῶν Βασιλέως, ὑπὸ τῶν ἐν αὐτῇ τῇ Βασιλίδι πόλει συναχθέντων, ἑκατὸν πεντήκοντα ἁγίων Πατέρων κηρυχθεῖσαν πίστιν κρατύνομεν, τὰς θεολόγους φωνὰς ἀσπαζόμενοι, καὶ τὸν βέβηλον Μακεδόνιον τοῖς προτέροις ἐχθροῖς τῆς ἀληθείας συνεξελαύνοντες, ὡς δοῦλον αὐθαδῶς τὸ δεσπόζον δοξάσαι τολμήσαντα, καὶ σχίσαι τὴν ἄτμητον μονάδα λῃστρικῶς προελόμενον, ὡς ἂν μὴ ἐντελὲς ἡμῖν τὸ τῆς ἐλπίδος εἴη μυστήριον.
Τῷ βδελυρῷ τούτῳ καὶ κατὰ τῆς ἀληθείας λυστήσαντι, καὶ Ἀπολινάριον τὸν τῆς κακίας μύστην συγκατακρίναντες, ὃς ἄνουν καὶ ἄψυχον τὸν Κύριον ἀνειληφέναι σῶμα δυσσεβῶς ἐξηρεύξατο, ἐντεῦθεν καὶ οὗτος ἡμῖν ἀτελῆ τὴν σωτηρίαν γενέσθαι συλλογιζόμενος. Ἀλλὰ μὴν καὶ τὰ παρὰ τῇ τῶν Ἐφεσίων πόλει τὸ πρότερον συναχθέντων ἐπὶ Θεοδοσίου τοῦ υἱοῦ Ἀρκαδίου γενομένου ἡμῶν Βασιλέως, Θεοφόρων Πατέρων, ἐκτεθέντα διδάγματα, ὡς κράτος ἀῤῥαγὲς τῆς εὐσεβείας, ἐπισφραγίζομεν, ἕνα Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ σαρκωθέντα κηρύττοντες, καὶ τὴν αὐτὸν ἀσπόρως τεκοῦσαν ἄχραντον ᾀειπάρθενον, κυρίως καὶ κατὰ ἀλήθειαν Θεοτόκον δοξάζοντες, καὶ τὴν ληρώδη τοῦ Νεστορίου διαίρεσιν, ὡς ἀπῳκισμένην Θείας μοίρας ἀποδιώκοντες, ἄνθρωπον εἰδικῶς, καὶ Θεὸν εἰδικῶς, τὸν ἕνα Χριστὸν δογματίζοντος, καὶ τὴν Ἰουδαϊκὴν ἀνανεοῦντος δυσσέβειαν.
Οὐ μήν, ἀλλὰ καὶ τὴν ἐν Χαλκηδονέων Μητροπόλει ἐπὶ Μαρκιανοῦ καὶ αὐτοῦ γενομένου ἡμῶν Βασιλέως, τῶν ἑξακοσίων τριάκοντα θεοκρίτων Πατέρων στηλογραφηθεῖσαν πίστιν ὀρθοδόξως ἐπικυροῦμεν, ἤτις τὸν ἕνα Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ δύω συντεθέντα τῶν φύσεων, καὶ ἐν δύω ταῖς αὐταῖς δοξαζόμενον φύσεσι, μεγαλοφώνως τοῖς πέρασι παραδέδωκε, καὶ Εὐτυχέα τὸν ματαιόφρονα, τὸν δοκήσει τὸ μέγα τῆς Οἰκονομίας μυστήριον τελεσθῆναι ἀποφηνάμενον, ὡς ἀποτρόπαιόν τι καὶ μίασμα τῶν ἱερῶν τῆς Ἐκκλησίας περιβόλων ἐξήλασε, σὺν αὐτῷ δὲ καὶ Διόσκορον καὶ Νεστόριον, τὸν μέν, τῆς διαιρέσεως, τὸν δέ, τῆς συγχύσεως ὑπερασπιστήν τε καὶ πρόμαχον, τοὺς ἐκ διαμέτρου τῆς ἀσεβείας, πρὸς ἓν ἐκπεπτωκότας ἀπωλείας καὶ ἀθεότητος βάραθρον. Ἀλλά γε καὶ τὰς εὐσεβεῖς φωνὰς τῶν ἑκατὸν ἑξήκοντα πέντε Θεοφόρων Πατέρων, τῶν κατὰ ταύτην τὴν βασιλίδα συναγηγερμένων πόλιν, ἐπὶ Ἰουστινιανοῦ τοῦ τῆς εὐσεβοῦς λήξεως γενομένου ἡμῶν Βασιλέως, ὡς ὑπὸ τοῦ πνεύματος ἐξενεχθείσας γινώσκομεν, καὶ τοὺς μεθ’ ἡμᾶς ἐκδιδάσκομεν, οἳ Θεόδωρον τὸν Μοψουεστίας τὸν Νεστορίου διδάσκαλον, Ὠριγένην τε καὶ Δίδυμον καὶ Εὐάγριον, τοὺς τὰς ἑλληνικὰς ἀναπλασαμένους μυθοποιΐας, καὶ σωμάτων τινῶν καὶ ψυχῶν ἡμῖν περιόδους καὶ ἀλλοιώσεις ἀναπεμπάσαντας ταῖς τοῦ νοῦ παραφοραῖς τε καὶ ὀνειρώξεσι, καὶ εἰς τὴν τῶν νεκρῶν δυσσεβῶς ἐμπαροινήσαντας ἀναβίωσιν.
Τά τε γραφέντα παρὰ Θεοδωρήτου κατὰ τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφαλαίων τοῦ μακαρίου Κυρίλλου, καὶ τὴν λεγομένην Ἴβα ἐπιστολήν, συνοδικῶς ἀνεθεμάτισάν τε καὶ ἐβδελύξαντο.
Καὶ τὴν ὑπὸ τῆς ἔναγχος συναθροισθείσης κατὰ ταύτην τὴν βασιλίδα πόλιν, ἐπὶ τοῦ ἐν θείᾳ τῇ λήξει γενομένου ἡμῶν Βασιλέως Κωνσταντίνου, ἕκτης ἁγίας Συνόδου, πίστιν, ἢ μειζόνως τὸ κῦρος ἐδέξατο, δι’ ὧν ὁ εὐσεβὴς Βασιλεὺς σφραγίσι τοὺς ταύτης τόμους κατησφαλίσατο, πρὸς τὴν ἐν τῷ παντὶ αἰῶνι ἀσφάλειαν· καὶ αὖθις ὁμολογοῦμεν φυλάττειν ἀπαρεγχείρητον, ἢ δύω φυσικὰς θελήσεις, ἤτοι θελήματα, καὶ δύω φυσικὰς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ τοῦ ἀληθινοῦ Θεοῦ δοξάζειν ἡμᾶς θεοφιλῶς διεσάφισε, τοὺς τὸ εὐθὲς τῆς ἀληθείας δόγμα παραχαράξαντας, καὶ ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ ἑνὸς Κυρίου τοῦ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ τοὺς λαοὺς ἐκδιδάξαντας, τῇ τῆς εὐσεβείας ψήφῳ καταδικάσασα, φαμὲν Θεόδωρον τὸν τῆς Φαράν, Κῦρον τὸν Ἀλεξανδρείας, Ὠνώριον τὸν Ῥώμης, Σέργιον, Πύῤῥον, Παῦλον, Πέτρον, τοὺς ἐν τούτῃ τῇ θεοφυλάκτῳ προεδρεύσαντας πόλει, Μακάριον τὸν γενόμενον τῆς Ἀντιοχέων Ἐπίσκοπον, Στέφανον τὸν αὐτοῦ μαθητήν, καὶ τὸν ἄφρονα Πολυχρόνιον, ἐντεῦθεν ἀνέπαφον τηροῦσα τὸ κοινὸν σῶμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ συνελόντι φάναι, πάντων τῶν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαπρεψάντων ἀνδρῶν, οἳ γεγόνασι φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, τὴν πίστιν κρατεῖν βεβαίαν, καὶ μέχρι συντελείας τοῦ αἰῶνος ἀσάλευτον διαμένειν θεσπίζομεν, καὶ τὰ αὐτῶν θεοπαράδοτα συγγράμματά τε καὶ δόγματα, πάντας ἀποβαλλόμενοί τε καὶ ἀναθεματίζοντες, οὓς ἀπέβαλον καὶ ἀναθεμάτισαν, ὡς τῆς ἀληθείας ἐχθρούς, καὶ κατὰ Θεοῦ φρυαξαμένους κενά, καὶ ἀδικίαν εἰς ὕψος ἐκμελετήσαντας.
Εἰ δέ τις τῶν ἁπάντων μὴ τὰ προειρημένα τῆς εὐσεβείας δόγματα κρατοῖ καὶ ἀσπάζοιτο, καὶ οὕτω δοξάζοιται καὶ κηρύττοι, ἀλλ’ ἐξ ἐναντίας ἰέναι τούτων ἐπιχειροῖ, ἔστω ἀνάθεμα, κατὰ τὸν ἤδη προεκτεθέντα ὅρον ὑπὸ τῶν προδηλωθέντων ἁγίων καὶ μακαρίων Πατέρων, καὶ τοῦ χριστιανικοῦ καταλόγου, ὡς ἀλλότριος καὶ ἐξωθείσθω καὶ ἐκπιπτέτω. Ἡμεῖς γὰρ οὔτε προστιθέναι τι, οὔτε μὴν ἀφαιρεῖν κατὰ τὰ προορισθέντα, παντελῶς διεγνώκαμεν, ἢ καθ’ ὁντιναοῦν δεδυνήμεθα λόγον.
Ἑρμηνεία. Ὁ αʹ. οὗτος Κανὼν οὔτε ἀπὸ τὸν Ζωναρᾶν, οὔτε ἀπὸ τὸν Βαλσαμῶνα ἐξηγήθη, ὡσὰν ὁποῦ δὲν εἶναι ἄλλο, πάρεξ μία σύντομος περίληψις τόσον τῶν δογμάτων καὶ ὅρων τῆς πίστεως τῶν ἁγίων καὶ Οἰκουμενικῶν ἓξ Συνόδων, τῶν πρὸ τῆς παρούσης Συνόδου γενομένων, καὶ τῶν αἱρετικῶν ἐκείνων, κατὰ τῶν ὁποίων συνεκροτήθη κάθε μία ἀπὸ αὐτάς, ὅσον καὶ τῶν χρόνων καὶ τῶν τόπων, κατὰ τοὺς ὁποίους, καὶ εἰς τοὺς ὁποίους ἐγένετο. Καὶ οὐ μόνον ἐπανάληψις ἀλλὰ καὶ ἐπισφράγισις τῶν δογμάτων αὐτῶν. Ὅθεν ἡμεῖς ἀκολουθοῦντες τοὺς ἰδίους αὐτοὺς ἑρμηνευτάς, τοὺς μὲν ὅρους καὶ τὰ δόγματα τῶν εἰρημένων ἁγίων Συνόδων, καὶ τοὺς χρόνους καὶ τοὺς τόπους, ἀλλὰ δὴ καὶ τοὺς αἱρετικούς, κατὰ τῶν ὁποίων ἑκάστη τούτων ἐσυναθροίσθη, στέλλομεν τοὺς ἀναγνώστας νὰ τὰ μάθουν πλατύτερον εἰς τὰς ἀρχὰς τῶν Κανόνων τῆς κάθε Συνόδου, ἵνα μὴ τὰ ἐκεῖσε εἰρημένα εἰς μάτην ὧδε παλιλογῶμεν. Μερικὰς δὲ μόνον λέξεις θέλομεν σαφηνίσει, αἱ ὁποῖαι δὲν εἶναι τόσον εὔληπτοι εἰς τοὺς ἁπλοῦς.
Κάμνωντας λοιπὸν ὁ παρὼν Κανὼν τὴν ἀρχὴν ἀπὸ τὸ ῥητὸν Γρηγορίου τοῦ Θεολόγου, τὸ ὁποῖον λέγει, ὅτι εἶναι ἀρίστη τάξις εἰς ἐκεῖνον ὁποῦ μέλλει νὰ ἀρχίσῃ κάθε λόγον καὶ ἔργον, τὸ νὰ ἀρχινᾷ ἀπὸ τὸν Θεόν, καὶ νὰ τελειώνῃ εἰς τὸν Θεόν, ὁρίζει νὰ μένῃ ἀκαινοτόμητος καὶ ἀπαρασάλευτος ἡ παραδοθεῖσα πίστις, τόσον ἀπὸ τοὺς ἁγίους Ἀποστόλους, ὅσον καὶ ἀπὸ τοὺς Πατέρας τῆς αʹ. Συνόδου, (οἵτινες καὶ τὴν ἑτεροθείαν, ἢ μᾶλλον εἰπεῖν πολυθεΐαν τοῦ Ἀρείου κατήργησαν, καὶ ὁμοούσιον, ἤτοι τῆς αὐτῆς οὐσίας καὶ φύσεως τὴν ἁγίαν Τριάδα ἐκήρυξαν), καὶ ἀπὸ τοὺς Πατέρας τῆς βʹ. (τῶν ὁποίων τὰς Θεολόγους φωνὰς οἱ Πατέρες τῆς Συνόδου ταύτης λέγουσιν ὅτι ἀσπάζονται. Αὗται δὲ εἶναι ἐκεῖναι ὁποῦ παρὰ τῆς βʹ. ἐν τῷ Συμβόλῳ τῆς πίστεως εἰς τὴν θεολογίαν τοῦ ἁγίου Πνεύματος ἐπροστέθησαν. Κοντὰ γάρ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἅπερ ἦσαν λόγια τῆς αʹ. αὕτη ἐπρόσθεσε, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς Ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ Συμπροσκυνούμενον, καὶ Συνδοξαζόμενον, τὸ Λαλῆσαν διὰ τῶν Προφητῶν) καὶ ἀπὸ τοὺς Πατέρας τῆς γʹ. καὶ δʹ. καὶ εʹ. καὶ ϛʹ.
Συνόδου· καὶ συντόμως εἰπεῖν, οἱ Πατέρες τῆς παρούσης Συνόδου θεσπίζουσι νὰ διαμένουν βέβαια, καὶ μέχρι συντελείας αἰῶνος ἀσάλευτα, ἡ πίστις, καὶ τὰ θεοπαράδοτα δόγματα ὅλων τῶν Ἁγίων ὁποῦ ἔλαμψαν εἰς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ ἐστάθησαν εἰς τὸν κόσμον ὡσὰν φωστῆρες ζωοπάροχοι. Καὶ συναναθεματίζουσι καὶ αὐτοὶ ὅλους ἐκείνους τοὺς ἐχθροὺς τῆς ἀληθείας, τοὺς αἱρετικοὺς δηλ. ὁποῦ ἐκεῖνοι ἀνεθεμάτισαν, ὁρίζοντες καὶ τοῦτο, ὅτι οὔτε ἠξεύρουν, ἀλλ’ οὔτε ἠμποροῦν κατ’ οὐδένα τρόπον νὰ προσθέσουν τί, ἢ νὰ ἀφαιρέσουν ἀπὸ τὰ ἐκείνων δόγματα. Ἀλλὰ καὶ ὅποιος δὲν κρατεῖ τὰ τῶν προειρημένων ἁγίων Πατέρων δόγματα τῆς εὐσεβείας, μήτε φρονεῖ ταῦτα μὲ τὸν νοῦν, μήτε κηρύττει μὲ τὴν γλῶσσαν, ἀλλ’ ἐπιχειρεῖ νὰ ἐναντιώνεται εἰς αὐτά, οὗτος, λέγουσι, νὰ ᾖναι ἀνάθεμα, καὶ ἀπὸ τῶν Χριστιανῶν τὸν κατάλογον νὰ ἀποβάλλεται καὶ νὰ ἀποκόπτεται, ὡς ἀλλότριος καὶ μέλος σεσηπός.
ΚΑΝΩΝ Βʹ. Ἔδοξε δὲ καὶ τοῦτο τῇ ἁγίᾳ ταύτῃ Συνόδῳ, κάλλιστά τε καὶ σπουδαιότατα, ὥστε μένειν καὶ ἀπὸ τοῦ νῦν βεβαίους, καὶ ἀσφαλεῖς πρὸς ψυχῶν θεραπείαν καὶ ἰατρείαν παθῶν, τοὺς ὑπὸ τῶν πρὸ ἡμῶν ἁγίων καὶ μακαρίων Πατέρων δεχθέντας καὶ κυρωθέντας, ἀλλὰ μὴν καὶ παραδοθέντας ἡμῖν ὀνόματι τῶν ἁγίων καὶ ἐνδόξων Ἀποστόλων πεʹ. Κανόνας. Ἐπειδὴ δ’ ἐν τούτοις τοῖς Κανόσιν ἐντέταλται δέχεσθαι ἡμᾶς τὰς τῶν αὐτῶν ἁγίων Ἀποστόλων διὰ Κλήμεντος διατάξεις, αἷς τισι πάλαι ὑπὸ τῶν ἑτεροδόξων ἐπὶ λύμῃ τῆς Ἐκκλησίας νόθα τινὰ καὶ ξένα τῆς εὐσεβείας παρενετέθησαν, τὸ εὐπρεπὲς κάλλος τῶν Θείων δογμάτων ἡμῖν ἀμαυρώσαντα, τὴν τῶν τοιούτων διατάξεων προσφόρως ἀποβολὴν πεποιήμεθα πρὸς τὴν τοῦ χριστιανικωτάτου ποιμνίου οἰκοδομὴν καὶ ἀσφάλειαν, οὐδαμῶς ἐγκρίνοντες τὰ τῆς αἱρετικῆς ψευδολογίας κυήματα, καὶ τῇ γνησίῳ τῶν Ἀποστόλων καὶ ὁλοκλήρῳ διδαχῇ παρενείροντες. Ἐπισφραγίζομεν δὲ καὶ τοὺς λοιποὺς πάντας ἱεροὺς Κανόνας τοὺς ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἡμῶν ἐκτεθέντας, τοὐτέστι τῶν τε ἐν Νικαίᾳ συναθροισθέντων τριακοσίων δεκαοκτὼ ἁγίων Πατέρων, καὶ τῶν ἐν Ἀγκύρᾳ, ἔτι μὴν καὶ τῶν ἐν Νεοκαισαρείᾳ, ὡσαύτως καὶ τῶν ἐν Γάγγραις, πρὸς τούτοις δὲ καὶ τῶν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἀλλὰ μὴν καὶ τῶν ἐν Λαοδικείᾳ τῆς Φρυγίας.
Προσέτι καὶ τῶν ἑκατὸν πεντήκοντα τῶν ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι συνελθόντων πόλει, καὶ τῶν διακοσίων τῶν ἐν τῇ Ἐφεσίων μητροπόλει τὸ πρότερον συναγηγερμένων, καὶ τῶν ἐν Χαλκηδόνι τῶν ἑξακοσίων τριάκοντα ἁγίων καὶ μακαρίων Πατέρων. Ὡσαύτως καὶ τῶν ἐν Σαρδικῇ, ἔτι μὴν καὶ τῶν ἐν Καρθαγένῃ. Προσέτι γεμὴν καὶ νῦν αὗθις ἐν ταύτη τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει συνελθόντων ἐπὶ Νεκταρίου τοῦ τῆς βασιλίδος ταύτης πόλεως προέδρου, καὶ Θεοφίλου τοῦ γενομένου Ἀλεξανδρείας Ἀρχιεπισκόπου. Ἀλλὰ μὴν καὶ Διονυσίου Ἀρχιεπισκόπου γενομένου Ἀλεξανδρείας Μεγαλοπόλεως, καὶ Πέτρου γενομένου Ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ Μάρτυρος, καὶ Γρηγορίου Ἐπισκόπου γενομένου Νεοκαισαρείας τοῦ Θαυματουργοῦ, Ἀθανασίου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, Βασιλείου Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, Γρηγορίου Νύσης, Γρηγορίου τοῦ Θεολόγου, Ἀμφιλοχίου τοῦ Ἰκονίου, Τιμοθέου Ἀρχιεπισκόπου Ἀλεξανδρομεγαλοπόλεως τοῦ προτέρου, Θεοφίλου Ἀρχιεπισκόπου τῆς Ἀλεξανδρέων Μεγαλοπόλεως, Κυρίλλου Ἀρχιεπισκόπου τῆς Ἀλεξανδρείας, καὶ Γενναδίου Πατριάρχου γενομένου τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως.
Ἔτι μὴν καὶ τὸν ὑπὸ Κυπριανοῦ τοῦ γενομένου Ἀρχιεπισκόπου τῆς Ἄφρων χώρας καὶ Μάρτυρος, καὶ τῆς καθ’ αὐτὸν Συνόδου ἐκτεθέντα Κανόνα, ὃς ἐν τοῖς τῶν προειρημένων προέδρων τόποις, καὶ μόνον, κατὰ τὸ παραδοθὲν αὐτοῖς ἔθος ἐκράτησε, καὶ μηδενὶ ἐξεῖναι τοὺς προδηλωθέντας παραχαράττειν Κανόνας ἢ ἀθετεῖν, ἢ ἑτέρους παρὰ τοὺς προκειμένους παραδέχεσθαι Κανόνας ψευδεπιγράφως ὑπό τινων συντεθέντας τῶν τὴν ἀλήθειαν καπηλεύειν ἐπιχειρησάντων. Εἰδέ τις ἁλῶ Κανόνα τινὰ τῶν εἰρημένων καινοτομῶν, ἢ ἀνατρέπειν ἐπιχειρῶν, ὑπεύθυνος ἔσται κατὰ τὸν τοιοῦτον Κανόνα, ὡς αὐτὸς διαγορεύει τὴν ἐπιτιμίαν δεχόμενος, καὶ δι’ αὐτοῦ ἐν ᾧπερ πταίει θεραπευόμενος.
Ἑρμηνεία. Ἐπειδὴ εἰς κάθε Σύνοδον, καὶ μάλιστα Οἰκουμενικήν, καὶ ὅρος ἐγίνετο, μέσα εἰς τὸν ὁποῖον ἐπεριλαμβάνοντο τὰ τῆς πίστεως δόγματα, καὶ Κανόνες συνεγράφοντο, χρησιμεύοντες εἰς τὴν τῆς Ἐκκλησίας κατάστασιν καὶ εὐταξίαν· διὰ τοῦτο καὶ ἡ παροῦσα Σύνοδος, ἀφ’ οὗ εἰς τὸν αʹ. αὐτῆς Κανόνα ἐπεσφράγισε, καὶ ἐπεκύρωσε τοὺς ὅρους τῆς πίστεως τῶν ἁγίων καὶ Οἰκουμενικῶν Συνόδων, τώρα εἰς τὸν βʹ. τοῦτον, ἐπισφραγίζει καὶ ἐπιβαιοῖ καὶ τοὺς Κανόνας
αʹ. μὲν τῶν ἁγίων Ἀποστόλων, πεʹ. ὄντας τὸν ἀριθμόν, τοὺς ὁποίους λέγει, ὅτι καὶ οἱ πρὸ αὐτῆς Πατέρες ἐδέχθησαν καὶ ἐκύρωσαν (τὰς γὰρ διὰ Κλήμεντος Ἀποστολικὰς διαταγάς, ἐπειδὴ ἀπὸ τοὺς ἑτεροδόξους ἐνοθεύθησαν εἰς μέρη τινά, διὰ βλάβην τῆς Ἐκκλησίας, ἀποβάλλει διὰ τὴν ἀσφάλειαν τῶν Χριστιανῶν. Πλὴν τὴν σήμερον καθὼς αὐταῖς εὑρίσκονται τετυπωμέναις, οὐδὲν ἄτοπον ἢ νενοθευμένον φαίνεταί μοι νὰ περιέχουν, καὶ ὅρα περὶ αὐτῶν εἰς τὸν πεʹ. Ἀποστολικόν.)
βʹ. δέ, τῶν δʹ. Οἰκουμενικῶν Συνόδων. γʹ. τῶν τοπικῶν Συνόδων ὀνομαστί. καὶ δʹ. τῶν κατὰ μέρος ἁγίων Πατέρων κατ’ ὄνομα, προσθέτουσα, ὅτι δὲν εἶναι ἄδεια εἰς κᾀνένα, ἅπαντας τοὺς προδηλωθέντας Κανόνας, ἢ νὰ παραφθείρῃ, ἢ νὰ μὴ δέχεται, ἢ ἄλλους ἀντὶ αὐτῶν ψευδεπιγράφους νὰ παραδέχεται. Εἰ δέ τινας ἤθελε φανῆ ὅτι ἐπιχειρεῖ νὰ παραφθείρῃ, ἢ νὰ ἀναιρῇ κᾀνένα Κανόνα ἀπὸ αὐτούς, οὗτος νὰ λαμβάνῃ τὸ ἐπιτίμιον ὁποῦ περιέχει ὁ Κανὼν ἐκεῖνος, τὸν ὁποῖον καταφθείρει, ἢ ἀναιρεῖ. Ἤτοι ἂν ὁ Κανὼν περιέχῃ καὶ ὁρίζῃ ἀφορισμόν, ἢ καθαίρεσιν, ἢ ἀνάθεμα, ταῦτα νὰ λαμβάνῃ καὶ ὁ τοῦτον διαφθείρων καὶ ἀναιρῶν, ἵνα θεραπεύσῃ τὸ σφάλμα του ἀπὸ ἐκεῖνον τὸν ἴδιον Κανόνα, εἰς τὸν ὁποῖον ἔσφαλε. Ἀνάγνωθι καὶ τὸν πεʹ. Ἀποστολ. καὶ τὸν
αʹ. τῆς δʹ. καὶ τὰ εἰς τοὺς Ἀποστολικοὺς Κανόνας προλεγόμενα.
ΚΑΝΩΝ Γʹ. Ἐπειδὴ ὁ εὐσεβὴς καὶ φιλόχριστος ἡμῶν βασιλεύς, τῇ ἁγίᾳ ταύτη καὶ Οἰκουμενικῇ προσεφώνησε Συνόδῳ, ὥστε τοὺς ἐν Κλήρῳ καταλεγομένους, καὶ ἄλλοις τὰ Θεῖα διαπορθμεύοντας καθαροὺς ἀποφῆναι καὶ λειτουργοὺς ἀμώμους, καὶ τῆς νοερᾶς τοῦ μεγάλου Θεοῦ καὶ θύματος καὶ Ἀρχιερέως θυσίας ἀξίους, ἀνακαθᾶραί τε τὰ ἐξ ἀθέσμων γάμων τούτοις ἐπιτριβέντα μίση. Πρὸς τούτῳ δέ, τῶν μὲν τῆς Ῥωμαίων ἁγιωτάτης Ἐκκλησίας, τὸν τῆς ἀκριβείας τηρηθῆναι Κανόνας προτιθεμένων. Τῶν δὲ ὑπὸ τὸν τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως θρόνον, τὸν τῆς φιλανθρωπίας καὶ συμπαθείας εἰς ἓν ἀμφότερα μίξαντες πατρικῶς ὁμοῦ καὶ θεοφιλῶς, ὡς μήτε τὸ πρᾷον ἔκλυτον, μήτε στύφον τὸ αὐστηρὸν καταλείψοιμεν, καὶ μάλιστα τοῦ ἐξ ἀγνοίας πτώματος εἰς οὐκ ὀλίγον ἀνδρῶν πλῆθος διήκοντος συνορῶμεν, ὥστε, τοὺς μὲν δυσὶ γάμοις περιπαρέντας, καὶ μέχρι τῆς πεντεκαιδεκάτης τοῦ διελθόντος Ἰανουαρίου μηνὸς τῆς παρελθούσης τετάρτης Ἰνδικτιῶνος, ἔτους ἑξακισχιλιοστοῦ ἑκατοστοῦ ἐννενηκοστοῦ ἐννάτου, δουλωθέντας τῇ ἁμαρτίᾳ, καὶ μὴ ἐκνῆψαι ταύτης προελουμένους, καθαιρέσει κανονικῇ ὑποβαλεῖν. Τοὺς δὲ τῷ τοιούτῳ μὲν τῆς διγαμίας πάθει περιπαρέντας, πρὸ δὲ τῆς ἡμῶν ἐπιγνώσεως τὸ συμφέρον ἐπεγνωκότας, καὶ τὸ κακὸν ἐξ αὐτῶν περικόψαντας, καὶ πόῤῥῳ τὴν ξένην ταύτην καὶ νόθον συμπλοκὴν ἐκδιώξαντας.
Ἢ καὶ ὧν αἱ κατὰ δεύτερον γάμον γυναῖκες ἤδη τετελευτήκασιν, εἰ καὶ αὐτοὶ πρὸς ἐπιστροφὴν εἶδον, μεταμαθόντες τὴν σωφροσύνην, καὶ τῶν πρώην αὐτοῖς παρανομηθέντων ταχέως ἐπιλαθόμενοι, εἴτε Πρεσβύτεροι, εἴτε Διάκονοι ὄντες τυγχάνοιεν· τούτους ἔδοξε πεπαῦσθαι μὲν πάσης ἱερατικῆς λειτουργείας, ἤτοι ἐνεργείας, ἤδη ἐπὶ ῥητόν τινα χρόνον ἐπιτιμηθέντας. Τῆς δὲ τιμῆς τῆς κατὰ τὴν καθέδραν καὶ στάσιν μετέχειν, ἀρκουμένους τῇ προεδρίᾳ, καὶ προσκλαίοντας τῷ Κυρίῳ συγχωρηθῆναι αὐτοῖς τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα· εὐλογεῖν γὰρ ἕτερον τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. Τοὺς δὲ γαμετῇ μὲν μιᾷ συναφθέντας, χήρα δὲ ἡ προσληφθεῖσα ἐτύγχανεν· ὡσαύτως δὲ καὶ τοὺς μετὰ τὴν χειροτονίαν γάμῳ ἑνὶ παρανόμῳ προσομιλήσαντας· τοῦτ’ ἔστι Πρεσβυτέρους καὶ Διακόνους καὶ Ὑποδιακόνους, ἤδη ἐπὶ βραχύν τινα χρόνον εἱρχθέντας τῆς ἱερᾶς λειτουργείας καὶ ἐπιτιμηθέντας, αὗθις ἐν τοῖς οἰκείοις ἀποκατασταθῆναι βαθμοῖς, μηδαμῶς ἐν ἑτέρῳ μείζονι προκόπτοντας βαθμῷ, προδήλως διαλυθέντος αὐτοῖς τοῦ ἀθέσμου συνοικεσίου.
Ταῦτα δὲ ἐπὶ τοῖς καταληφθεῖσι μέχρι τῆς πεντεκαιδεκάτης, ὡς εἴρηται τοῦ Ἰανουαρίου μηνός, τῆς τετάρτης Ἰνδικτιῶνος ἐν τοῖς προδηλωθεῖσι πταίσμασι, καὶ μόνον ἱερατικοῖς ἐτυπώσαμεν, ὁρίζοντες ἀπὸ τοῦ παρόντος, καὶ ἀνανεούμενοι τὸν Κανόνα τὸν διαγορεύοντα, τὸν δυσὶ γάμοις συμπλακέντα μετὰ τὸ βάπτισμα, ἢ παλλακὴν κτησάμενον, «μὴ δύνασθαι εἶναι Ἐπίσκοπον, ἢ Πρεσβύτερον, ἢ Διάκονον, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.
Ὡσαύτως καὶ τὸν χήραν λαβόντα, ἢ ἐκβεβλημένην, ἢ ἑταίραν, ἢ οἰκέτιν, ἢ τῶν ἐπὶ τῆς σκηνῆς, μὴ δύνασθαι εἶναι Ἐπίσκοπον, ἢ Πρεσβύτερον, ἢ Διάκονον, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.»
Ἑρμηνεία. Οἱ πατέρες τῆς παρούσης Συνόδου, καὶ τὸ γινόμενον τότε κακὸν διορθούμενοι, καὶ πρὸς τὸ μέλλον ἀσφαλιζόμενοι, τὸν παρόντα οἰκονομικὸν Κανόνα ἐξέδωκαν. Ἐπειδὴ γὰρ ὁ Βασιλεὺς παρεκάλεσεν αὐτοὺς νὰ καθαρίσουν τοὺς τότε ἱερωμένους ἀπὸ τὰς ἀκαθαρσίας τῶν ἀθέσμων γάμων καὶ παρανόμων, εἰς τοὺς ὁποίους περιέπεσαν. Καὶ ἀπὸ μὲν τὸ ἕνα μέρος, οἱ τοῦ Ῥώμης τοποτηρηταὶ ἐπρότειναν νὰ φυλαχθῇ ἡ ἀκρίβεια τῶν Κανόνων εἰς αὐτούς, ἀπὸ δὲ τὸ ἄλλο, οἱ ὑπὸ τὸν Κωνσταντινουπόλεως Ἐπίσκοποι ἔλεγαν νὰ γένη συγκατάβασις καὶ φιλανθρωπία εἰς αὐτούς, αὐτοὶ συγκεράσαντες ὁμοῦ καὶ τὰ δύω, τὴν ἀκρίβειαν, λέγω, μὲ τὴν συγκατάβασιν (καὶ μάλιστα διὰ τί πολὺ πλῆθος τῶν τότε Ἱερωμένων εἰς τοιούτους περιέπεσαν γάμους ἐξ ἀγνοίας), διὰ τὴν παρακάλεσιν τοῦ Βασιλέως, ὥρισαν, ὅτι, ὅσοι μὲν ἱερωμένοι δευτεροϋπανδρευθέντες, ἔμειναν ἀμετανόητοι ἕως τοῦ καιροῦ τῆς Συνόδου ταύτης, καὶ δὲν ἐχωρίσθησαν ἀπὸ τοὺς παρανόμους γάμους, οὗτοι νὰ καθαίρωνται παντελῶς, καὶ λαϊκοὶ νὰ γίνωνται.
Ὅσοι δὲ ἐκ τοῦ ἐναντίου δίγαμοι Ἱερωμένοι, Πρεσβύτεροι δηλαδή, ἢ Διάκονοι, πρὸ τοῦ νὰ γένῃ ἡ Σύνοδος μετενόησαν καὶ ἐχώρισαν ἀπὸ λόγου των τὸν παράνομον γάμον αὐτόν, ἢ καὶ μὲ τὸ νὰ ἀπέθαναν αἱ δεύτεραι γυναῖκες των, ἐπεστράφησαν εἰς σωφροσύνην καὶ μετάνοιαν, οὗτοι, λέγω, ἐκρίθη εὔλογον νὰ παύουσι μὲν ἀπὸ τοῦ νὰ ἱερουργῶσι τὰ τῆς ἱερωσύνης ἕως εἰς ἕνα διωρισμένον καιροῦ διάστημα, νὰ μετέχουσι δὲ τὴν ἔξω τοῦ βήματος τιμὴν τῆς μετὰ τῶν ἱερωμένων καθέδρας καὶ στάσεως, προσκλαίοντες εἰς τὸν Θεόν, διὰ νὰ συγχωρηθῇ τὸ ἐξ ἀγνοίας αὐτῶν ἀνόμημα, καὶ μηδένα εὐλογοῦντες. Διότι δὲν εἶναι πρέπον νὰ δίδῃ εὐλογίαν εἰς ἄλλους, ἐκεῖνος ὁποῦ χρεωστεῖ νὰ ἰατρεύῃ διὰ τῆς μετανοίας τὰς πληγὰς τῆς ψυχῆς του, καθὼς λέγει ὁ κζʹ. Κανὼν τοῦ μεγάλου Βασιλείου. Ὅσοι δὲ πάλιν Πρεσβύτεροι, Διάκονοι, καὶ Ὑποδιάκονοι ἔλαβον εἰς γυναῖκα χήραν, ἢ ὅσοι, ὕστερα ἀφ’ οὗ ἐχειροτονήθησαν, ὑπανδρεύθησαν, καὶ οὗτοι παρομοίως, ἀφ’ οὗ ἀργήσουν ἀπὸ κάθε ἱεροπραξίαν ὀλίγον καιρὸν πάλιν νὰ ἐνεργοῦσι τὰ τῆς ἱερωσύνης, ὅμως εἰς μεγαλήτερον βαθμὸν νὰ μὴ ἀναβαίνουσιν, ἀλλ’ εἰς τοὺς βαθμοὺς ὁποῦ εὑρέθη ὁ καθ’ ἕνας ἐξ αὐτῶν, ἐκεῖ νὰ μένῃ. Πλὴν τοῦτο νὰ γένῃ ἀφ’ οὗ χωρίσουν τὰ παράνομα συνοικέσια.
Ταῦτα ὁρίσαντες οἰκονομικῶς, καὶ κατὰ συγκατάβασιν οἱ Πατέρες οὗτοι διὰ τοὺς προδηλωθέντας ἱερωμένους, ἀνανεοῦσιν, ἤτοι ψηφίζουσι νὰ ἔχουσι τὸ κῦρος εἰς τὸ ἑξῆς οἱ Κανόνες τῶν ἁγίων Ἀποστόλων, ὁ ιζʹ. καὶ ιηʹ. δηλ. οὓς καὶ ἐκθέτουσιν αὐτολεξεί, τῶν ὁποίων ὅρα τὴν ἑρμηνείαν, ὁμοῦ καὶ τὴν τοῦ ιθʹ. Ἀποστολικοῦ.
ΚΑΝΩΝ Δʹ. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, καὶ Ὑποδιάκονος, ἢ Ἀναγνώστης ἢ Ψάλτης, ἢ Θυρωρός, γυναικὶ ἀφιερωμένῃ Θεῷ μιχθείη, καθαιρείσθω, ὡς τὴν νύμφην τοῦ Θεοῦ διαφθείρας. Εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Ἐρμηνεία. Ὁ παρὼν Κανὼν καθαιρεῖ μὲν τοὺς Κληρικοὺς ὁποῦ πορνεύουν μὲ ἀφιερωμένην γυναῖκα εἰς τὸν Θεόν, ἤτοι καλογραίαν, ἀφορίζει δὲ τοὺς τοῦτο ποιήσαντας λαϊκούς, ὡσὰν ὁποῦ διέφθειραν τὴν νύμφην τοῦ νυμφίου τῶν ψυχῶν Χριστοῦ τοῦ Θεοῦ, εἴτε παρθένος οὖσα αὕτη πρότερον, ἔγινε καλογραία, εἴτε καὶ χήρα. Οὐ μόνον δὲ ἐὰν μὲ καλογραίαν πορνεύσουν οἱ ἱερωμένοι καὶ Κληρικοὶ καθαιροῦνται, ἀλλὰ καὶ ἐὰν πορνεύσουν μὲ λαϊκήν. Ἀνάγνωθι καὶ τόν κεʹ. Ἀποστολ. καὶ τὸν ιϛʹ. τῆς δʹ.
ΚΑΝΩΝ Εʹ. Μηδεὶς τῶν ἐν ἱερατικῷ τῶν ἐν τῷ Κανόνι ἐμφερομένων ἀνυπόπτων προσώπων ἐκτὸς διάγων, γυναῖκα κεκτήσθω, ἢ θεραπαινίδα, τὸ ἀνεπίληπτον ἑαυτῷ ἐντεῦθεν τηρῶν. Εἰ δὲ παραβαίνει τὰ παρ’ ἡμῶν ὁρισθέντα, καθαιρείσθω. Τὸ αὐτὸ δὲ τοῦτο καὶ οἱ εὐνοῦχοι παραφυλαττέσθωσαν, τὸ ἄμεμπτον ἑαυτοῖς προνοούμενοι. Παραβαίνοντες δέ, εἰ μὲν Κληρικοὶ εἶεν, καθαιρείσθωσαν, εἰ δὲ λαϊκοί, ἀφοριζέσθωσαν.
Ἐρμηνεία. Ὁ διορισμὸς τοῦ παρόντος Κανόνος οὗτός ἐστι. Κἀνένας ἀπὸ τοὺς ἱερωμένους διάγων σεμνῶς, ἂς μὴ ἔχῃ γυναῖκα συνείσακτον εἰς τὸν οἶκόν του, ἢ δούλην, ἔξω ἀπὸ τὰ ἀνύποπτα πρόσωπα ὁποῦ περιέχει ὁ Κανών, δηλ. ὁ γʹ. τῆς αʹ. Συνόδου, ἅτινά ἐστι, μήτηρ, καὶ ἀδελφὴ καὶ θεία, εἴτε ἀπὸ τὸν πατέρα, εἴτε ἀπὸ τὴν μητέρα, διὰ νὰ φυλάττῃ τὸν ἑαυτόν του ἀκατηγόρητον κοντὰ εἰς τὸν λαόν. Ὅποιος δὲ ἁπὸ τούτους παραβῇ τὸν Κανόνα τοῦτον, ἂς καθαίρεται.
Ὁμοίως δὲ καὶ οἱ εὐνοῦχοι, φυλλάττοντες καὶ αὐτοὶ τὸ ἀκατηγόρητον εἰς τὸν ἑαυτόν τους, ἂς μὴ συγκατοικοῦν μὲ ὕποπτα πρόσωπα. Εἰ δὲ τοῦτο ἤθελαν τολμήσουν, Κληρικοὶ μὲν ὄντες (ὡς ἀκουσίως εὐνουχισθέντες δηλ. ἢ ἐκ φύσεως), ἂς καθαίρωνται, λαϊκοὶ δέ, ἂς ἀφορίζωνται. Ἀνάγνωθι καὶ τὸν γʹ. τῆς πρώτης.
ΚΑΝΩΝ ΣΤʹ. Ἐπειδὴ παρὰ τοῖς Ἀποστολικοῖς Κανόσιν εἴρηται τῶν εἰς Κλῆρον προαγομένων ἀγάμων μόνους Ἀναγνώστας καὶ Ψάλτας γαμεῖν, καὶ ἡμεῖς τούτου παραφυλάττοντες, ὁρίζομεν, ἀπὸ τοῦ νῦν μηδαμῶς Ὑποδιάκονον, ἢ Διάκονον, ἢ Πρεσβύτερον, μετὰ τὴν ἐπ’ αὐτῷ χειροτονίαν, ἔχειν ἄδειαν γαμικὸν ἑαυτῷ συνιστᾷν συνοικέσιον· εἰ δὲ τοῦτο τολμήσοι ποιῆσαι, καθαιρείσθω. Εἰ δὲ βούλοιτό τις τῶν εἰς Κλῆρον προερχομένων, γάμου νόμῳ συνάπτεσθαι γυναικί, πρὸ τῆς τοῦ Ὑποδιακόνου, ἢ Διακόνου, ἢ Πρεσβυτέρου χειροτονίας τοῦτο πραττέτω.
Ἑρμηνεία. Ἐπειδὴ ὁ κϛʹ. τῶν ἁγίων Ἀποστόλων Κανὼν διορίζεται ὅτι μόνοι οἱ Ἀναγνῶσται καὶ Ψάλται νὰ ὑπανδρεύωνται ἀφ’ οὗ χειροθετηθοῦν, τοῦτον καὶ οἱ Πατέρες τῆς Συνόδου ταύτης ἐπικυροῦντες διὰ τοῦ παρόντος, ὁρίζουσιν, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς κᾀνένας Ὑποδιάκονος, ἢ Διάκονος, ἢ Πρεσβύτερος ἀφ’ οὗ χειροτονηθῆ, νὰ μὴ ἔχῃ ἄδειαν νὰ ὑπανδρεύεται. Εἰ δὲ καὶ κάμῃ τοῦτο, νὰ καθαίρεται εἰ δὲ θέλοι τινὰς ἐκ τούτων νὰ ὑπανδρευθῇ, ἂς ὑπανδρεύεται πρὸ τῆς χειροτονίας τοῦ Ὑποδιακόνου, Διακόνου καὶ Πρεσβυτέρου.
ΚΑΝΩΝ Ζʹ. Ἐπειδὴ μεμαθήκαμεν ἔν τισι τῶν Ἐκκλησιῶν, Διακόνους τυγχάνειν, ὀφφίκια ἐκκλησιαστικὰ ἔχοντας, ἐντεῦθέν τε τινὰς αὐτῶν αὐθαδείᾳ καὶ αὐτονομίᾳ κεχρημένους πρὸ τῶν Πρεσβυτέρων καθέζεσθαι, ὁρίζομεν ὥστε τὸν Διάκονον κᾂν ἐν ἀξιώματι, τοῦτ’ ἔστιν ἐν ὀφφικίῳ τῷ οἱῳδήποτε ἐκκλησιαστικῷ τυγχάνῃ, τὸν τοιοῦτον μὴ πρὸ τοῦ Πρεσβυτέρου καθέζεσθαι, ἐκτός, εἰ μὴ τὸ πρόσωπον ἐπέχων τοῦ οἰκείου Πατριάρχου, ἢ Μητροπολίτου, ἐν ἑτέρᾳ πόλει παραγένηται ἐπί τινι κεφαλαίῳ. Τότε γὰρ ὡς τὸν ἐκείνου τόπον ἀναπληρῶν, τιμηθήσεται.
Εἰ δέ τις τοιοῦτο τολμήσοι, τυραννικῷ χρώμενος θράσει, διαπράξεσθαι, ὁ τοιοῦτος ἐκ τοῦ οἰκείου καταβιβασθεὶς βαθμοῦ, ἔσχατος πάντων γινέσθω τοῦ ἐν ᾧπερ καταλέγεται τάγματος ἐν τῇ κατ’ αὐτὸν Ἐκκλησίᾳ, τοῦ Κυρίου ἡμῶν παραινοῦντος, μὴ χαίρειν ταῖς πρωτοκλησίαις, κατὰ τὴν ἐν τῷ ἁγίῳ Εὐαγγελιστῇ Λουκᾷ, ὡς ἐξ αὐτοῦ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ κειμένην διδασκαλίαν. Ἔλεγε γὰρ πρὸς τοὺς κεκλημένους παραβολὴν τοιάνδε. «Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλησίαν, μήποτε ἐντιμότερός σου, ᾖ κεκλημένος ὑπ’ αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας, ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν· ἀλλ’ ὅταν κληθῇς, ἀνάπεσαι εἰς τὸν ἔσχατον τόπον, ἵνα, ὅταν ἔλθῃ ὁ κεκληκώς, εἴπη σοι· Φίλε, προσανάβηθι ἀνώτερον. Τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι, ὅτι πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται· καὶ ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται». Τὸ δὲ αὐτὸ φυλαχθήσεται καὶ ἐπὶ τῶν λοιπῶν ἱερῶν ταγμάτων, ἐπειδὴ τῶν κατὰ κόσμον ἀξιωμάτων, κρείττονα τὰ πνευματικὰ ἐπιστάμεθα.
Ἑρμηνεία. Διορίζει ὁ παρὼν Κανών, ὅτι, ἐπειδὴ Διάκονοί τινες, μὲ τὸ νὰ ἔχουν ὀφφίκια ἐκκλησιαστικὰ (τὰ ὁποῖα ἀρχοντίκια ὀνομάζονται καὶ τιμαί, καὶ ἀφορμαὶ πορισμοῦ, κατὰ τὸν Βαλσαμῶνα, οἷά εἰσι τὰ τῶν ἐξωκατακήλων Κληρικῶν, Οἰκονόμου δηλ. μεγάλου, Σακελλαρίου μεγάλου, Σκευοφύλακος, Χαρτοφύλακος, μικροῦ Σακελλαρίου, καὶ Πρωτεκδίκου), αὐθαδιάζουσι καὶ καθίζουσιν ἀνώτερα ἀπὸ τοὺς Πρεσβυτέρους. Εἰς τὸ ἑξῆς πλέον κᾀνένας Διάκονος, εἰς τὸ ὁποιονδήποτε ἐκκλησιαστικὸν ὀφφίκιον εὑρισκόμενος, νὰ μὴ προκαθίζῃ ἀνώτερα ἀπὸ τὸν Πρεσβύτερον, ἔξω μόνον ἀνίσως ἐπιφέρων πρόσωπον Πατριάρχου, ἢ Μητροπολίτου, ἀποσταλῇ εἰς ἄλλον τόπον, διὰ κᾀμμίαν ἐκκλησιαστικὴν ὑπόθεσιν. Τότε γὰρ θέλει προτιμηθῇ περισσότερον ἀπὸ τοὺς Πρεσβυτέρους, ὄχι καθ’ ὃ Διάκονος, ἀλλὰ καθ’ ὃ ἐπιφέρει τόπον τοῦ Πατριάρχου, ἢ Μητροπολίτου, ὡς εἴπομεν. Ὅποιος δὲ Διάκονος, θρασύτητα τυραννικῶς μεταχειρισθείς, προκαθίσοι τοῦ Πρεσβυτέρου, οὗτος, ἐὰν τυχὸν προτιμᾶται ἀπὸ τοὺς ἄλλους ὁμοβαθμίους Διακόνους του, νὰ γίνεται ἔσχατος καὶ κατώτατος πάντων τῶν Διακόνων· διότι ὁ Κύριος μᾶς διδάσκει νὰ μὴ χαίρωμεν εἰς τὰς πρωτοκαθεδρίας, ἐν τῷ ἱερῷ Εὐαγγελίῳ τοῦ Λουκᾶ. Ἔλεγε γὰρ αὐτὸς παραβολὴν τοιαύτην εἰς ἐκείνους ὁποῦ καλοῦνται εἰς τὰ δεῖπνα καὶ ἄριστα. «
Ἄνθρωπε, ὅταν καλεσθῇς ἀπὸ κᾀνένα εἰς γάμον, μὴ καθίσῃς εἰς τὸν πρῶτον τόπον, μήπως εἶναι ἄλλος καλλιώτερος ἀπὸ λόγου σου καλεσμένος, καὶ ἐλθὼν ἐκεῖνος ὁποῦ καὶ ἐσένα καὶ ἐκεῖνον ἐκάλεσε, σοῦ εἰπῇ· Δὸς τόπον νὰ καθίσῃ οὗτος, καὶ τότε θέλει κατέβης μὲ ἐντροπήν σου εἰς τὸν κατώτερον τόπον. Ἀλλ’ ὅταν καλεσθῆς, κάθισαι εἰς τὸν κάτω τόπον, διὰ νὰ ἔλθῃ ἐκεῖνος ὁποῦ σὲ ἐκάλεσε νὰ σοῦ εἰπῇ· Φίλε μου, ἀνέβα εἰς τὸν ἀνώτερον τόπον, καὶ κάθισον, καὶ τότε θέλει σοῦ προξενηθῇ δόξα ἔμπροσθεν εἰς ὅλους τοὺς καθημένους εἰς τὴν τράπεζαν· διότι ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται». Οὐ μόνον δὲ οἱ Διάκονοι δὲν πρέπει νὰ προτιμῶνται τῶν Πρεσβυτέρων καὶ νὰ προκαθέζωνται, ἀλλ’ οὐδὲ τὰ λοιπὰ κατώτερα τῶν Ἱερωμένων καὶ Κληρικῶν τάγματα δὲν πρέπει νὰ προκαθέζωνται ἀπὸ τὰ ἀνώτερα τάγματα, οὔτε οἱ Ὑποδιάκονοι δηλ. τῶν Διακόνων, οὔτε οἱ Ἀναγνῶσται τῶν Ὑποδιακόνων, ἐπειδὴ ἂν εἰς τὰ κοσμικὰ καὶ ἐξωτερικὰ ἀξιώματα οἱ κατώτεροι κατὰ τὸ ἀξίωμα δὲν προκάθηνται, οὔτε προτιμῶνται ἀπὸ τοὺς ἀνωτέρους, καὶ μεῖζον ἀξίωμα ἔχοντας, πόσῳ μᾶλλον πρέπει τοῦτο νὰ φυλάττεται εἰς τὰ πνευματικὰ καὶ κατὰ Θείαν χάριν τοῦ Πνεύματος δωρούμενα ἀξιώματα, τὰ ὁποῖα εἶναι ἀνώτερα καὶ ὑψηλότερα ἀπὸ τὰ κοσμικά; Ἀνάγνωθι καὶ τὸν ιηʹ. τῆς αʹ.
ΚΑΝΩΝ Ηʹ. Ἐν πᾶσι τὰ ὑπὸ τῶν ἁγίων Πατέρων ἡμῶν θεσπισθέντα καὶ ἡμεῖς κρατεῖν βουλόμενοι, ἀνανεοῦμεν καὶ τὸν Κανόνα τὸν διαγορεύοντα καθ’ ἕκαστον ἔτος Συνόδους τῶν ἐν ἑκάστῃ ἐπαρχίᾳ γίνεσθαι Ἐπισκόπων, ἔνθα ἂν ὁ τῆς Μητροπόλεως δοκιμάσῃ Ἐπίσκοπος. Ἐπειδὴ δὲ διά τε τὰς τῶν βαρβάρων ἐπιδρομάς, διά τε τὰς προσπιπτούσας ἑτέρας αἰτίας, ἀδυνάτως οἱ τῶν Ἐκκλησιῶν Πρόεδροι ἔχουσι δὶς τοῦ ἑνιαυτοῦ τὰς Συνόδους ποιεῖσθαι, ἔδοξεν ὡς τρόπῳ παντὶ ἅπαξ τοῦ ἔτους τὴν τῶν προγεγραμμένων Ἐπισκόπων διὰ τά, ὡς εἰκός, ἀναφυόμενα ἐκκλησιαστικὰ κεφάλαια ἑκάστῃ ἐπαρχίᾳ, γίνεσθαι Σύνοδον, ἀπὸ τῆς ἁγίας τοῦ Πάσχα ἑορτῆς, καὶ μέχρι τῆς συμπληρώσεως τοῦ Ὀκτωβρίου μηνὸς ἑκάστου ἔτους, κατὰ τὸν τόπον, ὃν ὁ τῆς Μητροπόλεως, καθὰ προείρηται, δοκιμάσει Ἐπίσκοπος. Τοὺς δὲ μὴ συνιόντας Ἐπισκόπους, ἐνδημοῦντας ταῖς ἑαυτῶν πόλεσι, καὶ ταῦτα ἐν ὑγείᾳ διάγοντας, καὶ πάσης ἀπαραιτήτου καὶ ἀναγκαίας ἀσχολίας ὄντας ἐλευθέρους, ἀδελφικῶς ἐπιπλήττεσθαι.
Ἐρμηνεία. Οἱ Πατέρες οὗτοι βεβαιοῦσι μὲν καὶ ἀνανεόνουσι τὸν Κανόνα τῶν πρὸ αὐτῶν ἁγίων Πατέρων, τὸν προστάζοντα νὰ γίνωνται καθ’ ἕκαστον χρόνον δύω Σύνοδοι εἰς κάθε ἐπαρχίαν. Ἐπειδὴ δὲ δυσκολεύονται οἱ Ἀρχιερεῖς νὰ συναθροίζωνται δύω φοραῖς τὸν χρόνον, διὰ τὰς ἐπιδρομὰς καὶ φόβους τῶν βαρβάρων ἐχθρῶν, καὶ διὰ τὰς ἄλλας καιρικὰς περιστάσεις, ἐξάπαντος καὶ μὲ ἀπαραίτητον τρόπον προστάζουν νὰ γίνεται Σύνοδος Ἐπισκόπων, μίαν φορὰν τὸν χρόνον εἰς κάθε ἐπαρχίαν, διὰ νὰ θεωροῦν καὶ νὰ διορθόνουν τὰς ἐκκλησιαστικὰς ὑποθέσεις ὁποῦ συμβαίνουν· ἡ Σύνοδος δὲ αὕτη νὰ γίνεται, κατὰ τὸν καιρὸν μέν, τὸν ἀπὸ τοῦ ἁγίου Πάσχα, ἕως τὸ τέλος τοῦ Ὀκτωβρίου μηνός, κατὰ τὸν τόπον δὲ ἐκεῖνον, ὁποῦ ἤθελεν εὕρει εὔλογον ὁ Μητροπολίτης τῆς κάθε Ἐπαρχίας. Ὅσοι δὲ Ἐπίσκοποι, εὑρισκόμενοι εἰς τὰς ἐπισκοπάς των, καὶ ὑγιεῖς ὄντες, καὶ ἐλεύθεροι ἀπὸ κάθε ἀναγκαίαν φροντίδα, δὲν παρουσιασθοῦν εἰς τὴν Σύνοδον, οὗτοι νὰ ἐπιπλήττωνται ἀδελφικῶς. Ἀνάγνωθι καὶ τὸν λζʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ Θʹ. Μηδενὶ ἐξεῖναι Κληρικῷ καπηλικὸν ἐργαστήριον ἔχειν. Εἰ γὰρ τῷ τοιούτῳ εἰσιέναι ἐν καπηλίῳ οὐκ ἐπιτέτραπται, πόσῳ μᾶλλον ἄλλοις ἐν τούτῳ διακονεῖσθαι, καὶ ἃ μὴ θέμις αὐτῷ ἐγχειρεῖν; εἰ δέ τοι τοιοῦτο διαπράξοιτο, ἢ παυσάσθω, ἢ καθαιρείσθω.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν διορίζει, ὅτι δὲν εἶναι συγκεχωρημένον εἰς κᾀνένα Κληρικὸν νὰ ἔχῃ καπηλεῖον, καὶ νὰ ὑπηρετῇ εἰς αὐτό. Διότι, ἀνίσως δὲν ᾖναι συγκεχωρημένον εἰς αὐτὸν τὸ νὰ ἐμβαίνῃ μὲ τελειότητα εἰς καπηλεῖα, πόσῳ μᾶλλον δὲν εἶναι ἄδεια εἰς αὐτὸν νὰ εὑρίσκεται μέσα εἰς αὐτὸ καὶ νὰ ὑπηρετῇ τοὺς εἰσερχομένους, καὶ νὰ κάμνῃ ἐκεῖνα, ὁποῦ δὲν εἶναι πρέποντα εἰς τὸ ἐπάγγελμά του; ὅποιος δὲ τοιοῦτό τι ἤθελε μεταχειρισθῇ, ἢ ἂς παύσῃ ἢ ἂς καθαίρεται. Εἰ δὲ καὶ ἔχωντας αὐτὸς ἐδικόν του καπηλεῖον, βάλλοι ἄλλους καὶ ὑπηρετοῦν εἰς αὐτό, τοῦτο δὲν προξενεῖ βλάβην καὶ ἐμπόδιον εἰς αὐτόν, κατὰ τὸν Ζωναρᾶν. Κάλλιον ὅμως εἶναι νὰ πωλῇ αὐτό, καὶ νὰ ἀγοράζῃ ἄλλο κτῆμα σεμνότερον, καὶ μᾶλλον πρέπον εἰς τὸ ἐπάγγελμα τῶν Κληρικῶν.
Ἀνάγνωθι καὶ τὸν μβʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ Ιʹ. Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, τόκους, ἢ τὰς λεγομένας ἑκατοστὰς λαμβάνων, ἢ παυσάσθω, ἢ καθαιρείσθω.
Ἑρμηνεία. Ὅποιος, (λέγει ὁ παρὼν Κανὼν) Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος παίρνει διάφορα εἰς τὰ ἄσπρα ὁποῦ δανείσει ἢ δώδεκα, ἢ ἓξ εἰς τὰ ἑκατὸν γρόσια, θετέον, οὗτος, ἢ ἂς παύσῃ ἀπὸ αὐτά, ἢ ἂν δὲν παύῃ, ἂς καθαίρεται. Ἀνάγνωθι καὶ τὸν μδʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΙΑʹ. Μηδεὶς τῶν ἐν ἱερατικῷ καταλεγομένων τάγματι, ἢ λαϊκός, τὰ παρὰ τῶν Ἰουδαίων ἄζυμα ἐσθιέτω, ἢ τούτοις προσοικειούσθω, ἢ ἐν νόσοι προσκαλείσθω, καὶ ἰατρεΐας παρ’ αὐτῶν λαμβανέτω, εἰ ἐν βαλανείοις τούτοις παντελῶς συλλουέσθω. Εἰ δέ τις τοῦτο πρᾶξαι ἐπιχειρείη, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Ἑρμηνεία. Προστάζει ὁ παρὼν Κανών, ὅτι κᾀνένας ἱερωμένος, ἢ λαϊκός, νὰ μὴ τρώγῃ τὰ παρὰ τῶν Ἰουδαίων πεμπόμενα πρὸς αὐτὸν ἄζυμα, ἀλλ’ οὔτε ὅλως νὰ φιλιώνεται μὲ αὐτούς, ἢ ὅταν εὑρίσκεται ἀσθενής, νὰ προσκαλῇ αὐτούς, καὶ νὰ δέχεται τὰς ἰατρείας αὐτῶν, ἢ ὅλως νὰ συλλούεται μαζὴ μὲ αὐτοὺς εἰς τὰ λουτρά. Ὅποιος δὲ τοῦτο ἤθελε κάμει, Κληρικὸς μὲν ὤν, νὰ καθαίρεται, λαϊκὸς δὲ νὰ ἀφορίζεται. Ἀνάγνωθι καὶ τὸν ζʹ. καὶ οʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΙΒʹ. Καὶ τοῦτο δὲ εἰς γνῶσιν ἡμετέραν ἦλθεν, ὡς ἔν τε τῇ Ἀφρικῇ καὶ Λιβύῃ καὶ ἑτέροις τόποις, οἱ τῶν ἐκεῖσε Θεοφιλέστατοι Πρόεδροι συνοικεῖν ταῖς ἰδίαις γαμεταῖς, καὶ μετὰ τὴν ἐπ’ αὐτοῖς προελθοῦσαν χειροτονίαν, οὐ παραιτοῦνται, πρόσκομμα τοῖς ἄλλοις τιθέντες καὶ σκάνδαλον. Πολλῆς οὖν ἡμῖν σπουδῆς οὔσης, τοῦ πάντα πρὸς ὠφέλειαν τῶν ὑπὸ χεῖρα ποιμνίων διαπράττεσθαι, ἔδοξεν, ὥστε μηδαμῶς τὸ τοιοῦτον ἀπὸ τοῦ νῦν γίνεσθαι. Τοῦτο δὲ φαμέν, οὐκ ἐπ’ ἀθετήσει, ἢ ἀνατροπῇ τῶν ἀποστολικῶς νενομοθετημένων, ἀλλὰ τῆς σωτηρίας καὶ τῆς ἐπὶ τὸ κρεῖττον προκοπῆς τῶν λαῶν προμηθούμενοι, καὶ τὸ μὴ δοῦναι μῶμόν τινα κατὰ τῆς ἱερατικῆς καταστάσεως. Φησὶ γὰρ ὁ Θεῖος Ἀπόστολος «πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κᾀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιμηταί μου γίνεσθε, καθὼς κᾀγὼ Χριστοῦ». Εἰ δέ τις φανερωθείη τὸ τοιοῦτο πράττων, καθαιρείθω.
Ἐρμηνεία. Ἐπειδὴ ἐμάθομεν, ὅτι εἰς τὴν Ἀφρικὴν καὶ Λιβύην (ἢ μὲ δύω ὀνόματα ὀνομάζει τὸν αὐτὸν τόπον, καθ’ ὅτι τὸ κατὰ νότον κείμενον ἓν μέρος ἀπὸ τὰ δʹ. μέρη τοῦ κόσμου, Λιβύη πρότερον καλούμενον, Ἀφρικὴ μετωνομάσθη ὕστερον, κατὰ τὸν Χρύσανθον· ἢ Λιβύην μὲν ὀνομάζει καθολικῶς ὅλον ἐκεῖνο τὸ μέρος, Ἀφρικὴν δὲ ἰδίως, ἐπαρχίαν τινὰ ὑπ’ ἐκείνου περιεχομένην, κατὰ τὸν Μελέτιον), καὶ εἰς ἄλλους τόπους, οἱ ἐκεῖσε Ἀρχιερεῖς, καὶ ἀφ’ οὗ χειροτονηθοῦν, συγκατοικοῦν μὲ τὰς γυναῖκάς των, καὶ προξενοῦσι σκάνδαλον εἰς τοὺς ἄλλους. Ὅθεν ἡμεῖς σπουδάζοντες νὰ ἐνεργῶμεν πάντα τὰ πρὸς τὴν κοινὴν ὠφέλειαν ἀποβλέποντα τῶν ποιμαινομένων Χριστιανῶν, ὁρίζομεν, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς, κᾀνένας Ἀρχιερεὺς νὰ μὴ συγκατοικῇ μὲ τὴν γυναῖκά του, ἀφ’ οὗ χειροτονηθῇ· ὁρίζομεν δὲ τοῦτο, ὄχι πρὸς ἀνατροπὴν καὶ ἀθέτησιν τόσον τοῦ κοινοῦ τῶν Ἀποστόλων Κανόνος, τοῦ εʹ. δηλ., ὅστις ἀφορίζει τὸν Ἐπίσκοπον ἐκεῖνον, ὁποῦ μὲ πρόφασιν εὐλαβείας χωρίσει βιαίως τὴν γυναῖκά του, ὅσον καὶ τῆς διαταγῆς ὁποῦ ξεχωριστὰ κάμνει ὁ Παῦλος πρὸς τὸν Τίτον, λέγων· καταστήσεις κατὰ πόλιν Πρεσβυτέρους (ἤτοι Ἐπισκόπους κατὰ τὸν Χρυσόστομ. μὲ τὸ νὰ λαμβάνῃ, ὡς προείπομεν ἐν τῇ ἀρχῇ τοῦ αʹ. Ἀποστολικοῦ, ὁ Ἐπίσκοπος καὶ τὸ ὄνομα τοῦ Πρεσβυτέρου.
Δῆλον δὲ τοῦτο καὶ ἀπὸ τὸ ἐπιφερόμενον, ὁποῦ λέγει ὁ Ἀπόστολος, δεῖ γὰρ τὸν Ἐπίσκοπον κτλ.) εἴ τις ἐστὶν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, ὄχι, λέγω, τοῦτο ὁρίζομεν πρὸς ἀναίρεσιν αὐτῶν, ἀλλὰ φροντίζοντες διὰ τὴν σωτηρίαν, καὶ τὴν εἰς τὰ τελειότερα προκοπὴν τῶν Χριστιανῶν, καὶ διὰ νὰ μὴ προξενοῦσι κατηγορίαν τινὰ ἐναντίον τῆς ἀρχιερωσύνης.
Κᾂν γὰρ οἱ συνοικοῦντες μὲ τὰς γυναῖκάς των Ἀρχιερεῖς ἐν σωφροσύνῃ καὶ ἐγκρατείᾳ ζῶσι, μ’ ὅλον τοῦτο ὁ κοινὸς λαὸς σκανδαλίζεται, καὶ κατηγορεῖ αὐτούς, ὑπολαμβάνωντας τὸ ἐναντίον ἐκ τῆς τοιαύτης αὐτῶν συνοικήσεως. Ὁ δὲ Θεῖος Ἀπόστολος μᾶς παραγγέλλει, ὅσα καὶ ἂν κάμνωμεν, νὰ τὰ κάμνωμεν εἰς δόξαν Θεοῦ, καὶ νὰ μὴ γινώμεθα σκάνδαλον εἰς Ἰουδαίους, καὶ Ἕλληνας, καὶ Χριστιανούς. Καθώς, λέγει· Καὶ ἐγὼ κατὰ πάντα εἰς ὅλους ἀρέσκω, μὲ τὸ νὰ μὴ ζητῶ τὸ ἐδικόν μου συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσι. Γίνεσθε ἐσεῖς μιμηταί μου, καθὼς καὶ ἐγὼ μιμητὴς τοῦ Χριστοῦ. Ἀνίσως δέ τινας ἀπὸ τοὺς Ἀρχιερεῖς συνοικήσῃ μὲ τὴν ἑαυτοῦ γυναῖκα, ἂς καθαίρεται. Ὅρα καὶ τὸν εʹ. Ἀποστολ.
ΚΑΝΩΝ ΙΓʹ. Ἐπειδὴ ἐν τῇ Ῥωμαίων Ἐκκλησίᾳ ἐν τάξει Κανόνος παραδεδόσθαι διέγνωμεν, τοὺς μέλλοντας Διακόνου, ἢ Πρεσβυτέρου χειροτονείας ἀξιοῦσθαι, καθομολογεῖν, ὡς οὐκ ἔτι ταῖς αὐτῶν συνάπτονται γαμεταῖς· ἡμεῖς τῷ ἀρχαίῳ ἐξακολουθοῦντες Κανόνι τῆς ἀποστολικῆς ἀκριβείας καὶ τάξεως, τὰ τῶν ἱερῶν ἀνδρῶν κατὰ νόμους συνοικέσια, καὶ ἀπὸ τοῦ νῦν ἐῤῥῶσθαι βουλόμεθα, μηδαμῶς αὐτῶν τὴν πρὸς γαμετὰς συνάφειαν διαλύοντες ἢ ἀποστεροῦντες αὐτοὺς τῆς πρὸς ἀλλήλους κατὰ καιρὸν τὸν προσήκοντα ὁμιλίας, ὥστε, εἴτις ἄξιος εὑρεθείη πρὸς χειροτονίαν Ὑποδιακόνου, ἢ Διακόνου, ἢ Πρεσβυτέρου, οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ τοιοῦτον βαθμὸν ἐμβιβάζεσθαι, γαμετῇ συνοικῶν νομίμῳ. Μήτε μὴν ἐν τῷ τῆς χειροτονίας καιρῷ ἀπαιτείσθω ὁμολογεῖν, ὡς ἀποστήσεται τῆς νομίμου πρὸς τὴν οἰκείαν γαμετὴν ὁμιλίας, ἵνα μὴ ἐντεῦθεν τὸν ἐκ Θεοῦ νομοθετηθέντα καὶ εὐλογηθέντα τῇ αὐτοῦ παρουσίᾳ γάμον καθυβρίζειν ἐκβιασθῶμεν, τῆς τοῦ Εὐαγγελίου φωνῆς βοώσης· Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω καὶ τοῦ Ἀποστόλου διδάσκοντος, τίμιον τὸν γάμον, καὶ τὴν κοίτην ἀμίαντον.
Καὶ δέδεσαι γυναικί, μὴ ζήτει λύσιν· ἴσμεν δὲ ὥσπερ καὶ οἱ ἐν Καρθαγένῃ συνελθόντες τῆς ἐν βίῳ σεμνότητος τῶν λειτουργῶν τιθέμενοι πρόνοιαν, ἔφασαν, ὥστε τοὺς Ὑποδιακόνους τοὺς τὰ ἱερὰ μυστήρια ψηλαφῶντας, καὶ τοὺς Διακόνους καὶ Πρεσβυτέρους κατὰ τοὺς ἰδίους ὅρους, καὶ ἐκ τῶν συμβίων ἐγκρατεύεσθαι, ἵνα καὶ τὸ διὰ τῶν Ἀποστόλων παραδοθέν, καὶ ἐξ αὐτῆς τῆς ἀρχαιότητος κρατηθέν, καὶ ἡμεῖς ὁμοίως φυλάξωμεν, καιρὸν ἐπὶ παντὸς ἐπιστάμενοι πράγματος, καὶ μάλιστα νηστείας καὶ προσευχῆς. Χρὴ γὰρ τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, ἐν τῷ καιρῷ τῆς τῶν Ἁγίων μεταχειρίσεως ἐγκρατεῖς εἶναι ἐν πᾶσιν, ὅπως δυνηθῶσιν, ὃ παρὰ τοῦ Θεοῦ ἁπλῶς αἰτοῦσιν, ἐπιτυχεῖν. Εἴ τις οὖν τολμήσοι παρὰ τοὺς Ἀποστολικοὺς Κανόνας κινούμενος, τινὰς τῶν ἱερωμένων, Πρεσβυτέρων, φαμέν, ἢ Διακόνων, ἢ Ὑποδιακόνων ἀποστερεῖν τῆς πρὸς τὴν νόμιμον γυναῖκα συναφείας τε καὶ κοινωνίας, καθαιρείσθω. Ὡσαύτως καί, εἴτις Πρεσβύτερος, ἢ Διάκονος, τὴν ἑαυτοῦ γυναῖκα προφάσει εὐλαβείας ἐκβάλλοι, ἀφοριζέσθω· ἐπιμένων δὲ καθαιρείσθω.
Ἑρμηνεία. Τοῦτο διορίζει ὁ παρὼν Κανὼν ἐπειδὴ ἐμάθομεν ὅτι εἰς τὴν Ῥώμην ὡς Κανὼν φυλάττεται ἀπαράβατος, τὸ νὰ ὁμολογοῦσιν ἐν καιρῷ τῆς χειροτονίας οἱ μέλλοντες γίνεσθαι Διάκονοι καὶ Πρεσβύτεροι, ὅτι μετὰ τὴν χειροτονίαν πλέον νὰ μὴ σμίγωσι μὲ τὰς γυναῖκάς των: ἡμεῖς ἀκολουθοῦντες εἰς τὸν παλαιὸν Κανόνα τῶν ἁγίων Ἀποστόλων, τὸν εʹ. δηλαδή, θέλομεν καὶ διορίζομεν νὰ μένουσι στερεὰ καὶ ἀχώριστα τὰ συνοικέσια τῶν ἱερωμένων, χωρὶς νὰ χωρίζωμεν αὐτοὺς μετὰ τὴν χειροτονίαν, ἀπὸ τὴν μίξιν τῶν ἰδίων των γυναικῶν, τὴν ἐν τῷ πρέποντι καιρῷ γινομένην, ὅτε δηλαδὴ δὲν εἶναι νηστεία, καὶ ὅτε δὲν ἱερουργοῦσι τὰ θεῖα μυστήρια, ὥστε ὅποιος εἶναι ὕπανδρος μὲ γυναῖκα νόμιμον, καὶ εἶναι ἄξιος διὰ νὰ γένῃ Ὑποδιάκονος, Διάκονος καὶ Πρεσβύτερος, ἂς γίνεται, καὶ ἂς μὴ χρεωστῇ ἀναγκαίως νὰ ὁμολογῇ, ὅτι θέλει χωρισθῇ ἀπὸ τὴν γυναῖκά του, διὰ νὰ μὴ βιαζώμεθα ἐκ τούτου νὰ ἀτιμάζωμεν τὸν γάμον, τὸν καὶ παρὰ τοῦ Θεοῦ νομοθετηθέντα, καὶ μὲ τὴν αὐτοῦ παρουσίαν εὐλογηθέντα, κατὰ τὸν ἐν Κανᾷ γάμον δηλ. διότι καὶ ἡ ἐν τῷ Εὐαγγελίῳ φωνὴ τοῦ Κυρίου βοᾷ· Ἐκείνους ὁποῦ ὁ Θεὸς ἥνωσε διὰ τοῦ νομίμου γάμου, ἂς μὴ τοὺς χωρίζῃ ἄνθρωπος, καὶ ὁ Ἀπόστολος διδάσκει· Ὁ γάμος εἶναι τίμιος, καὶ ἡ κοίτη ἀμίαντος· καὶ πάλιν, ἐδέθης μὲ γυναῖκα, μὴ ζήτει νὰ χωρισθῇς ἀπὸ αὐτήν.
Καθὼς δὲ οἱ Πατέρες τῆς ἐν Καρθαγένῃ Συνόδου προνοοῦντες διὰ τὴν σεμνότητα τῶν ἱερωμένων, ὥρισαν, ὅτι οἱ τὰ ἱερὰ μυστήρια ψηλαφῶντες Ὑποδιάκονοι, Διάκονοι καὶ Πρεσβύτεροι νὰ ἐγκρατεύωνται ἀπὸ τὰς συμβίας των, κατὰ τοὺς ἰδίους των ὅρους κατὰ τὸν λγʹ. Κανόνα, ἵνα τὴν διὰ τῶν Ἀποστόλων, καὶ ἐξ αὐτῆς τῆς ἀρχαιότητος κρατήσασαν παράδοσιν καὶ ἡμεῖς ὁμοίως φυλάξωμεν, κατὰ τὸν γʹ. Κανόνα τῆς αὐτῆς (δηλαδὴ καὶ τὰς ἐγγράφους παραδόσεις, καὶ τὰς ἀγράφους κατὰ τὸν Ζωναρᾶν καὶ Βαλσαμῶνα), οὕτω καὶ ἡμεῖς τὰ αὐτὰ μὲ τοὺς Πατέρας τούτους λέγοντες, διορίζομεν, ὅτι, αἱ ἀνωτέρω τρεῖς τάξεις τῶν ἱερωμένων νὰ ἐγκρατεύωνται ἀπὸ τὰς γυναῖκάς των ἐν καιρῷ νηστείας καὶ προσευχῆς, κατὰ τὸν Παῦλον. Διότι, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες πρέπει νὰ ᾖναι ἐγκρατεῖς ἀπὸ ὅλα ἐν τῷ καιρῷ ὁποῦ ἱερουργοῦσι, διὰ νὰ ἠμποροῦν μὲ τὸ μέσον τῆς ἐγκρατείας ταύτης νὰ λαμβάνουσιν ἀπὸ τὸν Θεὸν ἐκεῖνο ὁποῦ ζητοῦσιν ἁπλῶς, ἢ ἀδιακρίτως δηλαδὴ κατὰ τὸν Ζωναρᾶν, ἢ διὰ τὸ κοινὸν συμφέρον τοῦ λαοῦ (κατὰ τὸν γʹ. δηλ. τῆς αὐτῆς Καρθαγ.)· ὅποιος λοιπὸν τολμήσει ἔξω ἀπὸ τοὺς Ἀποστολικοὺς Κανόνας νὰ κωλύσῃ τοὺς Ὑποδιακόνους, Διακόνους καὶ Πρεσβυτέρους ἀπὸ τὴν νόμιμον μίξιν τῶν γυναικῶν τους, ἂς καθαίρεται.
Ἐκθέτει δὲ αὐτολεξεὶ τὸν εʹ. Ἀποστολ. οὗ τὴν ἑρμηνείαν ἀνάγνωθι.
ΚΑΝΩΝ ΙΔʹ. Ὁ τῶν ἁγίων καὶ Θεοφόρων ἡμῶν Πατέρων κρατείτω Κανὼν καὶ ἐν τούτῳ, ὥστε Πρεσβύτερον πρὸ τριάκοντα ἐτῶν μὴ χειροτονεῖσθαι, κᾂν πάνυ ᾖ ὁ ἄνθρωπος ἄξιος, ἀλλ’ ἀποτηρεῖσθαι. Ὁ γὰρ Κύριος Ἰησοῦς Χριστὸς ἐν τῷ τριακοστῷ ἔτει ἐβαπτίσθη, καὶ ἤρξατο διδάσκειν· ὁμοίως, μήτε Διάκονος πρὸ τῶν κεʹ. ἐτῶν, ἢ Διακόνισσα πρὸ τῶν μʹ. ἐτῶν χειροτονείσθω.
Ἐρμηνεία. Αὐτολεξεὶ ὁ παρὼν Κανὼν ἐκθέτει τὸν ιαʹ. τῆς ἐν Νεοκαισαρείᾳ, ἐπικυρῶν ἐκεῖνον, καὶ διορίζων, ὅτι νὰ μὴ χειροτονῆται Πρεσβύτερός τινας πρὸ τοῦ νὰ φθάσῃ εἰς ἡλικίαν χρόνων τριάκοντα, κᾂν καὶ ὁ μέλλων χειροτονεῖσθαι ᾖναι πολλὰ ἄξιος διὰ νὰ ἱερωθῇ, ἀλλὰ πρέπει νὰ φυλάττεται ἀναμένωντας τὴν ἀπὸ τοῦ χρόνου τελείωσιν. Διότι καὶ ὁ Κύριος εἰς τὸν τριακοστὸν χρόνον ἐβαπτίσθη, καὶ ἄρχισε νὰ διδάσκῃ τὸ τοῦ Εὐαγγελίου κήρυγμα, («Καὶ αὐτὸς ἦν ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, λέγει ὁ Λουκᾶς γʹ. 23».) τὸν ὁποῖον πρέπει νὰ μιμοῦνται καὶ οἱ Πρεσβύτεροι, ὡς διδάσκαλοι τῶν πιστῶν διὰ τοῦ Πρεσβυτερίου προχειριζόμενοι. Ὁμοίως μήτε ὁ Διάκονος νὰ χειροτονῆται πρὸ τοῦ νὰ φθάσῃ εἰς εἰκοσιπέντε χρόνους· αὐτὸ δὲ τοῦτο λέγει καὶ ὁ καʹ. τῆς Καρθ. μήτε Διακόνισσα πρὸ τοῦ νὰ φθάσῃ εἰς χρόνους τεσσαράκοντα. Ἵλεως δὲ γένοιτο ὁ Θεὸς διὰ τὴν τωρινὴν παράβασιν τῶν Κανόνων τούτων, καὶ ἂν οἱ παραβαίνοντες αὐτοὺς δὲν δυσωποῦνται τοὺς ἱεροὺς καὶ Θεοφόρους καὶ ἁγίους Πατέρας, κᾂν ἂς δυσωπηθοῦν ἕνα κοσμικὸν καὶ λαϊκὸν ἄνθρωπον, ὁποῖος εἶναι ὁ βασιλεὺς Ἰουστινιανός, ὅστις ἐν τῇ ρκγʹ. αὑτοῦ Νεαρᾷ, Δὲν συγχωροῦμεν, λέγει, νὰ γίνεται Πρεσβύτερος παρακάτω ἀπὸ τοὺς λʹ. χρόνους, οὔτε Διάκονος παρακάτω ἀπὸ τοὺς κεʹ. οὔτε Ὑποδιάκονος παρακάτω ἀπὸ τοὺς κʹ. Ἀνάγνωθι καὶ τὸν ιθʹ. τῆς αʹ. καὶ τὴν ὑποσημ. μʹ. τοῦ ιαʹ.
τῆς ἐν Νεοκαισαρείᾳ.
ΚΑΝΩΝ ΙΕʹ. Ὑποδιάκονος μὴ ἦττον τῶν κʹ. ἐτῶν χειροτονείσθω· εἰδέ τις τῶν ἐν οἱᾳοῦν ἱερατικῇ καταστάσει παρὰ τοὺς ὁρισθέντας χειροτονηθείη χρόνους, καθαιρείσθω.
Ἑρμηνεία. Ὁ δὲ Ὑποδιάκονος (λέγει ὁ παρὼν Κανὼν) ἂς μὴ χειροτονῆται ὀλιγώτερον ἀπὸ τοὺς εἴκοσι χρόνους τῆς ἡλικίας του. Ὅποιος δὲ ἐκ τῶν τεσσάρων αὐτῶν τάξεων χειροτονηθῇ ἔξω ἀπὸ τοὺς ῥηθέντας χρόνους, ἂς καθαίρεται.
Συμφωνία. Ὁ δὲ Ἀναγνώστης, κατὰ μὲν τὸν ιθʹ. τῆς ἐν Καρθ. εἰς ἥβην ἐρχόμενος, ἐχειροτονεῖτο, ἤτοι εἰς δεκατέσσαρας χρόνους· κατὰ δὲ τὴν Ἰουστινιάνιον ρκγʹ. Νεαρὰν κειμένην ἐν βιβλ. γʹ. τῶν Βασιλικ. τίτλ. αʹ. κεφ. κηʹ. χειροτονεῖται δεκαοκτὼ χρόνων· (ἡ γὰρ ὀκτὼ χρόνων θέλουσα χειροτονεῖσθαι αὐτὸν Νεαρά, ἐν τῇ ἀνακαθάρσει τῶν νόμων ἀφέθη, καὶ οὐκ ἐτέθη εἰς τὰ βασιλικά, καὶ ἀκολούθως ἠπράκτησε). Πόσων δὲ χρόνων πρέπει νὰ ᾖναι ὁ Ἐπίσκοπος ὅταν χειροτονῆται, ὅρα εἰς τὴν ἑρμηνείαν τοῦ αʹ. Ἀποστολικοῦ. Ἐπειδὴ δὲ ὁ πολιτικὸς νόμος κελεύει ἀπὸ τὰ ὅμοια νὰ κρίνωνται τὰ ὅμοια, βέβαια καὶ ὁ Ἀναγνώστης, καὶ Ἐπίσκοπος, χειροτονηθέντες πρὸ τῶν ὡρισμένων χρόνων, καθαιροῦνται καὶ αὐτοί, ὡς καὶ οἱ ἄλλοι, κατὰ τὸν παρόντα τῆς ϛʹ. Κανόνα.
ΚΑΝΩΝ ΙΣΤʹ. Ἐπειδὴ ἡ τῶν πράξεων βίβλος ζʹ. ὑπὸ τῶν Ἀποστόλων Διακόνους καταστῆναι παραδίδωσιν, οἱ δὲ τῆς κατὰ Νεοκαισάρειαν Συνόδου, οὕτως ἐν τοῖς ἐκτεθεῖσι παρ’ αὐτῶν Κανόσι σαφῶς διεξῆλθον, ὅτι Διάκονοι ἑπτὰ ὀφείλουσιν εἶναι κατὰ τὸν Κανόνα, κᾂν πάνυ μεγάλη ἡ πόλις ᾗ, πεισθήσῃ δὲ ἐκ τῆς βίβλου τῶν πράξεων· ἡμεῖς τῷ Ἀποστολικῷ ῥητῷ τὸν νοῦν ἐφαρμόσαντες τῶν Πατέρων, εὕρομεν, ὡς ὁ λόγος αὐτοῖς, οὐ περὶ τῶν τοῖς μυστηρίοις διακονουμένων ἀνδρῶν ἦν, ἀλλὰ περὶ τῆς ἐν ταῖς χρείαις τῶν τραπεζῶν ὑπουργίας, τῆς τῶν Πράξεων βίβλου οὕτως ἐχούσης· «Ἐν ταῖς ἡμέραις ἐκείναις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ Διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· οὐκ ἀρεστὸν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις· ἐπισκέψασθε οὖν ἀδελφοὶ ἄνδρας ἐξ ἡμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν, καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον, προσήλητον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν Ἀποστόλων».
Ταῦτα διερμηνεύων ὁ τῆς Ἐκκλησίας διδάσκαλος Ἰωάννης ὁ Χρυσόστομος, οὕτω διέξεισι· θαυμάσαι ἄξιον, πῶς οὐχ ἐσχίσθη τὸ πλῆθος ἐπὶ τῇ αἱρέσει τῶν ἀνδρῶν! πῶς οὐκ ἀπεδοκιμάσθησαν ὑπ’ αὐτῶν οἱ Ἀπόστολοι! ὁποῖον δὲ ἄρα ἀξίωμα οὗτοι εἶχον; καὶ ποίαν ἐδέξαντο χειροτονίαν; ἀναγκαῖον μαθεῖν· ἄρα τὴν τῶν Διακόνων; καὶ μήν, τοῦτο ἐν ταῖς ἐκκλησίαις οὐκ ἔστιν· ἀλλὰ τῶν Πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία; καί τοι οὐδέπω οὐδεὶς Ἐπίσκοπος ἦν, ἀλλ’ οἱ Ἀπόστολοι μόνον. Ὅθεν οὔτε Διακόνων, οὔτε Πρεσβυτέρων, οἶμαι, τὸ ὄνομα εἶναι, δῆλον καὶ φανερόν.
Ἐπὶ τούτοις οὖν κηρύσσομεν καὶ ἡμεῖς, ὥστε τοὺς προειρημένους ἑπτὰ Διακόνους, μὴ ἐπὶ τῶν τοῖς μυστηρίοις διακονουμένων λαμβάνεσθαι, κατὰ τὴν προερμηνευθεῖσαν διδασκαλίαν, ἀλλὰ τοὺς τὴν οἰκονομίαν τῆς κοινῆς χρείας τῶν τότε συνηθροισμένων ἐγχειρισθέντας, τούτους ὑπάρχειν, οἳ τύπος ἡμῖν, κᾂν τούτῳ γεγόνασι, τῆς περὶ τοὺς δεομένους φιλανθρωπίας τε καὶ σπουδῆς.
Ἑρμηνεία. Οὗτος ὁ Κανὼν διορθοῖ, μᾶλλον δὲ βελτιοῖ τὸν ιεʹ. τῆς ἐν Νεοκαισαρείᾳ, ὅστις ὁρίζει νὰ εὑρίσκωνται ἑπτὰ μόνον Διάκονοι, καὶ ὄχι περισσότεροι, καὶ εἰς τὴν πλέον μεγαλητέραν πόλιν, ὡς ἡ βίβλος τῶν πράξεων ἱστορεῖ. Λέγουσι λοιπὸν οἱ Πατέρες τῆς Συνόδου ταύτης, ὅτι ἡμεῖς συγκρίνοντες τὴν ἑρμηνείαν, ὁποῦ ἔχουσιν οἱ Πατέρες μὲ τὰ περὶ τῶν ἑπτὰ Διακόνων τούτων διαλαμβάνοντα τῶν Ἀποστολικῶν πράξεων ῥητά, εὑρήκαμεν, ὅτι οἱ Διάκονοι οὗτοι δὲν ἦσαν μυστηρίων Διάκονοι, ἀλλὰ τῶν τραπεζῶν. Λέγουσι γὰρ αἱ πράξεις· «Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπειδὴ ἐπλήθυνον οἱ χριστιανοί, ἐγόγγυσαν οἱ ἐξ Ἑλλήνων πιστεύσαντες (ἢ κατὰ ἄλλους οἱ Ἰουδαῖοι, οἱ δεχόμενοι τὴν παλαιὰν Γραφήν, ὄχι κατὰ τὸ Ἑβραϊκὸν πρωτότυπον, ἀλλὰ κατὰ τὴν Ἑλληνικὴν αὐτῆς μετάφρασιν) ἐναντίον τῶν ἐξ Ἑβραίων πιστευσάντων (ἢ τῶν δεχομένων τὴν Γραφὴν κατὰ τὸ Ἑβραϊκὸν πρωτότυπον), διὰ τί παρεβλέποντο, εἰς τὴν καθημερινὴν διακονίαν τῶν. τότε γινομένων κοινῶν τραπεζῶν, αἱ χρείαν ἔχουσαι χῆραι αὐτῶν». Τὸ μὲν οὖν πλῆθος, διὰ συμβουλῆς τῶν Ἀποστόλων, ἐδιάλεξαν τοὺς ἑπτὰ Διακόνους τούτους κατ’ ὄνομα, ἄνδρας γεμάτους ἀπὸ Πνεῦμα ἅγιον, καὶ μαρτυρημένους ἀπὸ ὅλους, καὶ κατέστησαν αὐτοὺς νὰ ὑπηρετοῦν εἰς τὴν χρείαν ταύτην τῶν τραπεζῶν, οἱ δὲ Ἀπόστολοι ἐσχόλαζον εἰς τὴν προσευχὴν καὶ τὴν ὑπηρεσίαν τῆς διδασκαλίας.
Ταῦτα δὲ ἑρμηνεύων ὁ Θεῖος Χρυσόστομος, ἀφ’ οὗ πρῶτον θαυμάζει πῶς δὲν ἐσχίσθη τὸ πλῆθος ἐκεῖνο διὰ τὴν τοιαύτην τῶν Διακόνων ἐκλογήν, ἄλλων μέν, τυχόν, τοῦτον θελόντων, ἄλλων δέ, ἐκεῖνον, λέγει, ὅτι οἱ Διάκονοι οὗτοι, οὔτε Διακόνων τῶν μυστηρίων εἶχον ἀξίωμα, οὔτε Πρεσβυτέρων, ὡσὰν ὁποῦ δὲν ἦσαν ἀκόμη τὰ τοιαῦτα ἀξιώματα ἐν τῇ Ἐκκλησίᾳ καταστημένα, διὰ τὴν ἀρχήν, καὶ νηπιῶδες, διὰ νὰ εἰπῶ ἔτσι, τῆς Ἐκκλησίας. Ὅθεν καὶ οἱ Πατέρες οὗτοι συμφωνοῦντες μὲ τὸν Θεῖον Χρυσόστομον, κηρύσσουσιν ὅτι οἱ Διάκονοι οὗτοι, ὡς εἴπομεν, δὲν ἦσαν τῶν μυστηρίων, ἀλλὰ τῆς κοινῆς χρείας, καὶ τῶν σιτηρεσίων τῶν τότε χριστιανῶν, οἵτινες καὶ ἔγιναν παράδειγμα εἰς ἡμᾶς τῆς φιλανθρωπίας καὶ ἐπιμελείας, ὁποῦ πρέπει νὰ ἔχωμεν διὰ τοὺς πτωχούς· οὐ μόνον δὲ οὗτοι οἱ Πατέρες δὲν ἠκολούθησαν εἰς τὸν ῥηθέντα τῆς ἐν Νεοκαισαρείᾳ Κανόνα, ἀλλὰ καὶ οἱ πρὸ αὐτῶν Βασιλεῖς Ἰουστινιανὸς καὶ Ἡράκλειος, ὁ μέν, ἑκατὸν Διακόνους, ὁ δὲ περισσοτέρους ἀπὸ ἑκατόν, καταστήσαντες ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ. Καὶ ἁπλῶς αἱ ἐκκλησίαι πᾶσαι κατὰ τὰ σιτηρέσιά των, οὕτως ἔχουσι καὶ τὴν ποσότητα τῶν Διακόνων καὶ Κληρικῶν.
ΚΑΝΩΝ ΙΖʹ. Ἐπειδή περ διαφόρων ἐκκλησιῶν Κληρικοί, τὰς ἰδίας, ἐν αἷς ἐχειροτονήθησαν, ἐκκλησίας, καταλιπόντες, πρὸς ἑτέρους συνέδραμον Ἐπισκόπους, καὶ γνώμης δίχα τοῦ οἰκείου Ἐπισκόπου ἐν ταῖς ἀλλοτρίαις κατετάγησαν ἐκκλησίαις, ἐκ τούτου τε συνέβη ἀνυποτάκτους αὐτοὺς καταστῆναι, ὁρίζομεν, ὥστε ἀπὸ τοῦ Ἰανουαρίου μηνὸς τῆς παρελθούσης τετάρτης ἐπινεμήσεως μηδένα τῶν ἁπάντων Κληρικῶν, κᾂν ἐν οἱῳδήποτε τυγχάνῃ βαθμῷ, ἄδειαν ἔχειν ἐκτὸς τῆς τοῦ οἰκείου Ἐπισκόπου ἐγγράφου ἀπολυτικῆς, ἐν ἑτέρᾳ κατατάττεσθαι ἐκκλησίᾳ, ἐπεί, ὁ μὴ τοῦτο ἀπὸ τοῦ νῦν παραφυλαττόμενος, ἀλλὰ καταισχύνων, τόγε ἐπ’ αὐτόν, τὸν τὴν χειροτονίαν αὐτῷ ἐπιτεθεικότα, καθαιρείσθω καὶ αὐτός, καὶ ὁ παραλόγως αὐτὸν προσδεξάμενος.
Ἑρμηνεία. Δὲν συγχωρεῖ ὁ παρὼν Κανὼν νὰ ἀφίνουσιν οἱ Κληρικοὶ τὰς ἐκκλησίας των, καὶ νὰ μεταβαίνουν εἰς ἄλλας, χωρὶς τὴν γνώμην καὶ Ἀπολυτικὸν γράμμα τοῦ ἐδικοῦ των Ἐπισκόπου, διὰ τί ἐκ τῆς αἰτίας ταύτης γίνονται ἀνυπότακτοι. Ὅποιος λοιπόν, ἀπὸ τὸν Ἰανουάριον μῆνα, καὶ τὴν ἀπερασμένην ἰνδικτιῶνα δʹ. (ταύτην γὰρ καλεῖ ἐπινέμησιν, ὡς ἀπὸ τοῦ γʹ. τῆς παρούσης Συνόδου δῆλόν ἐστι) ταὐτὸν εἰπεῖν, ὅποιος ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς τολμήσοι νὰ κάμῃ τοῦτο, καὶ καταισχύνοι, καὶ καταφρονοῖ τὸν χειροτονήσαντα αὐτὸν διὰ τοῦ τοιούτου κινήματος, ἂς καθαίρεται καὶ αὐτός, καὶ ἐκεῖνος ὁποῦ παραλόγως ἐδέχθη αὐτόν. Ἀνάγνωθι καὶ τὸν ιβʹ. καὶ ιεʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΙΗʹ. Τοὺς προφάσει βαρβαρικῆς ἐπιδρομῆς, ἢ ἄλλως πως ἐκ περιστάσεως μετανάστας γενομένους Κληρικούς, ἡνίκα ἂν ὁ τρόπος αὐτοῖς ἀποπαύσηται, ἢ αἱ τῶν βαρβάρων ἐπιδρομαί, δι’ ἃς τὴν ἀναχώρησιν ἐποιήσαντο, αὖθις ἐν ταῖς οἰκείαις ἐκκλησίαις προστάσσομεν ἐπανέρχεσθαι, καὶ μὴ ἐπὶ πολὺ ταύτας ἀπροφασίστως καταλιμπάνειν. Εἰ δέ τις μὴ κατὰ τὸν παρόντα διαγένηται Κανόνα, ἀφοριζέσθω, μέχρις ἂν πρὸς τὴν οἰκείαν ἐκκλησίαν ἐπαναδράμοι, τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῷ κατέχοντι αὐτὸν Ἐπισκόπῳ γινέσθω.
Ἑρμηνεία. Ὄχι μόνον τοὺς χωρὶς αἰτίας ἀφίνοντας τὰς ἐκκλησίας των Κληρικοὺς δὲν συγχωρεῖ ὁ Κανὼν οὗτος, ἀλλ’ οὐδὲ ἐκείνους ὁποῦ ἀναχωρήσουν ἀπὸ αὐτάς, ἢ διὰ βαρβάρων ἐπιδρομήν, ἢ τυχὸν διὰ βαρύτητα χρεῶν καὶ φόρων, ἢ διὰ πεῖναν, ἢ θανατικόν, ἢ διὰ ἄλλην τινὰ περίστασιν. Προστάζει γὰρ ὅτι ἀφ’ οὗ παύσῃ ἡ αἰτία ἐκείνη, διὰ τὴν ὁποίαν ἀνεχώρησαν, νὰ ἐπαναστρέφουν πάλιν εἰς τὰς ἐκκλησίας των. Ὅστις δὲ οὐ ποιήσῃ κατὰ τὸν Κανόνα τοῦτον, ἂς ἀφορίζεται καὶ αὐτός, καὶ ὁ κρατῶν αὐτὸν Ἐπίσκοπος εἰς τὴν ἐπαρχίαν του, ἕως ὁποῦ νὰ ἐπαναστρέψῃ εἰς τὰ ἴδια. Ὅρα καὶ τὴν ἑρμηνείαν τοῦ ιεʹ. Ἀποστολικοῦ.
ΚΑΝΩΝ ΙΘʹ. Ὅτι δεῖ τοὺς τῶν ἐκκλησιῶν Προεστῶτας, ἐν πάσῃ μὲν ἡμέρᾳ, ἐξαιρέτως δὲ ἐν ταῖς Κυριακαῖς πάντα τὸν Κλῆρον, καὶ τὸν λαὸν ἐκδιδάσκειν τοὺς τῆς εὐσεβείας λόγους ἐκ τῆς Θείας Γραφῆς ἀναλεγομένους τὰ τῆς ἀληθείας νοήματά τε καὶ κρίματα; καὶ μὴ παρεκβαίνοντας τοὺς ἤδη τεθέντας ὅρους, ἢ τὴν ἐκ τῶν Θεοφόρων Πατέρων παράδοσιν, ἀλλὰ καὶ εἰ γραφικὸς ἀνακινηθείη λόγος, μὴ ἄλλως τοῦτον ἑρμηνευέτωσαν, ἤ, ὡς ἂν οἱ τῆς Ἐκκλησίας φωστῆρες καὶ διδάσκαλοι διὰ τῶν οἰκείων συγγραμμάτων παρέθεντο, καὶ μᾶλλον ἐν τούτοις εὐδοκιμείτωσαν, ἢ λόγους οἰκείους συντάττοντες, ἵνα μή, ἔστιν ὅτε, πρὸς τοῦτο ἀπόρως ἔχοντες, ἀποπίπτοιεν τοῦ προσήκοντος. Διὰ γὰρ τῆς τῶν προειρημένων Πατέρων διδασκαλίας, οἱ λαοὶ ἐν γνώσει γινόμενοι τῶν τε σπουδαίων καὶ αἱρετῶν, καὶ τῶν ἀσυμφόρων καὶ ἀποβλήτων, τὸν βίον μεταῤῥυθμίζουσι πρὸς τὸ βέλτιον, καὶ τῷ τῆς ἀγνοίας οὐχ ἁλίσκονται πάθει, ἀλλὰ προσέχοντες τῇ διδασκαλίᾳ, ἑαυτοὺς πρὸς τὸ μὴ κακῶς παθεῖν παραθήγουσι, καὶ φόβῳ τῶν ἐπηρτημένων τιμωριῶν, τὴν σωτηρίαν ἑαυτοῖς ἐξεργάζονται.
Ἑρμηνεία. Διορίζει ὁ Κανών, ὅτι οἱ Προεστῶτες τῶν ἐκκλησιῶν, οἱ Ἐπίσκοποι μὲν προηγουμένως, ἑπομένως δὲ καὶ οἱ Πρεσβύτεροι, καὶ εἰς κάθε ἡμέραν νὰ διδάσκουσι τὸν Κλῆρον ὅλον καὶ τὸν λαόν, ἐξαιρέτως δὲ καὶ μάλιστα εἰς τὰς Κυριακὰς (ἢ καὶ τὰς λοιπὰς ἑορτάς)· ἐπειδὴ εἰς τὰς ἡμέρας ταύτας, μὲ τὸ νὰ παύουσιν οἱ χριστιανοὶ ἀπὸ τὰ ἐργόχειρά των, συναθροίζονται εἰς τὰς ἐκκλησίας, καὶ ἀκροάζονται τὰ Θεῖα λόγια, ἀκολούθως δὲ καὶ οἱ διδάσκοντες εἰς αὐτὰς περισσότερον προξενοῦσι τὴν ὠφέλειαν εἰς αὐτούς. Οἱ τοιοῦτοι ὅμως νὰ μὴ διδάσκουσιν ἀπὸ ἐδικά των λόγια καὶ νοήματα, ἀλλὰ ἀπὸ τὰ τῆς Θείας Γραφῆς, χωρὶς νὰ εὐγαίνουν ἔξω ἀπὸ τοὺς ἐπικυρωθέντας συνοδικῶς ὅρους καὶ δόγματα τῆς πίστεως, ἢ ἔξω ἀπὸ τὴν τῶν Θεοφόρων Πατέρων παράδοσιν.
Καὶ ἂν κᾀμμίαν φορὰν ὁμιλήσωσι λόγον τῆς Γραφῆς, κατὰ ἄλλον τρόπον νὰ μὴ τὸν ἐξηγοῦσι, πάρεξ καθὼς τὸν ἐξήγησαν εἰς τὰ συγγράμματά των οἱ τῆς Ἐκκλησίας διδάσκαλοι· καὶ περισσότερον νὰ σπουδάζουν νὰ εὐδοκιμοῦν εἰς τὸ νὰ διδάσκουν τὰ τῶν θείων Πατέρων, ἢ εἰς τὸ νὰ συνθέτουν λόγους ἐδικούς των, μήπως μεταχειριζόμενοι νοήματα ἐδικά των, καὶ μὴ δυνάμενοι μερικαῖς φοραῖς νὰ τὰ νοοῦν καλῶς, ἐκπέσωσιν ἀπὸ τὸ πρέπον καὶ τὴν ἀλήθειαν· διότι ἐκ τῆς τῶν Πατέρων ταύτης διδασκαλίας μανθάνοντες οἱ λαοί, ποῖα μὲν εἶναι τὰ συμφέροντα εἰς τὰς ψυχάς των, ποῖα δὲ τὰ ἀσύμφορα, μεταβάλλουσι τὴν ζωήν των ἀπὸ τὴν κακίαν εἰς τὴν ἀρετήν, καὶ ἀπὸ τὸ σκότος τῆς ἀγνωσίας ἐλευθερώνονται. Προσέχοντες δὲ πάλιν εἰς αὐτήν, καὶ ἀκούοντες τὰς τιμωρίας καὶ κολάσεις, ὁποῦ μέλλουν νὰ λάβουν οἱ κακοί, διὰ τὸν φόβον αὐτῶν, ἀπέχουν ἀπὸ τὰς κακίας, καὶ τὴν σωτηρίαν τους κατεργάζονται. Ἀλλὰ καὶ ὁ ιθʹ. τῆς ἐν Λαοδικ. λέγει, ὅτι πρῶτον ἐν τῇ λειτουργίᾳ νὰ γίνεται διδαχὴ ἀπὸ τὸν Ἐπίσκοπον. Ἀνάγνωθι καὶ τὸν νηʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ Κʹ. Μὴ ἐξέστω Ἐπισκόπῳ εἰς ἑτέραν, τὴν μὴ αὐτῷ προσήκουσαν πόλιν, δημοσίᾳ διδάσκειν. Εἰ δέ τις φωραθείη τοῦτο ποιῶν, τῆς Ἐπισκοπῆς παυέσθω, τὰ δὲ τοῦ Πρεσβυτέρου ἐνεργείτω.
Ἑρμηνεία. Δὲν εἶναι ἄδεια (λέγει ὁ παρὼν Κανὼν) εἰς κᾀνένα Ἐπίσκοπον νὰ διδάσκῃ παῤῥησίᾳ καὶ δημοσίως, εἰς ξένην ἐπαρχίαν, χωρὶς δηλαδὴ τὴν γνώμην τοῦ κατὰ τόπον Ἐπισκόπου, ἐπειδὴ ἡ δημοσία αὕτη διδασκαλία γίνεται πρὸς ἀτιμίαν ἐκείνου, ὡς ὅτι τάχα αὐτὸς μὲν εἶναι σοφὸς καὶ διδάσκαλος, ἐκεῖνος δὲ εἶναι ἄσοφος καὶ ἀμαθής. Ὅποιος δὲ ἤθελε φανῆ νὰ κάμῃ τοῦτο, ἂς παύῃ μὲν ἀπὸ τὸ ἀξίωμα τῆς Ἐπισκοπῆς, ἂς ἐνεργῇ δὲ μόνον τὰς ἱεροπραξίας τοῦ Πρεσβυτέρου. Προσδιορίζει δὲ ὁ Κανὼν τὸ νὰ μὴ διδάσκῃ ὁ ξένος Ἐπίσκοπος δημοσίᾳ, διὰ τί ἐὰν κατ’ ἰδίαν ἐρωτῶσί τινες αὐτὸν περὶ πραγμάτων τινῶν, καὶ ἀποκρίνεται, οὐχ’ ἁμαρτάνει. Οὐκ ἐναντιοῦται δὲ ὁ παρὼν Κανὼν τῷ κθʹ. τῆς δʹ. διὰ τὰ ἐν τῷ λεʹ. τῶν Ἀποστ. εἰρημένα, ὃν καὶ ἀνάγνωθι.
ΚΑΝΩΝ ΚΑʹ. Οἱ ἐπ’ ἐγκλήμασι Κανονικοῖς ὑπεύθυνοι γινόμενοι, καὶ διὰ τοῦτο παντελεῖ τε, καὶ διηνεκεῖ καθαιρέσει ὑποβαλλόμενοι, καὶ ἐν τῷ τῶν λαϊκῶν ἀπωθούμενοι τόπῳ, εἰ μὲν ἑκουσίως πρὸς ἐπιστροφὴν ὁρῶντες, ἀθετοῦσι τὴν ἁμαρτίαν, δι’ ἧς τῆς χάριτος ἐκπεπτώκασι, καὶ ταύτης τέλεον ἀλλοτρίους ἑαυτοὺς καθιστῶσι τῷ τοῦ Κλήρου κειρέσθωσαν σχήματι. Εἰ δὲ μὴ τοῦτο αὐθαιρέτως αἱρήσωνται καθάπερ οἱ λαϊκοί, τὴν κόμην ἐπιτρεφέτωσαν, ὡς τὴν ἐν κόσμῳ ἀναστροφὴν τῆς οὐρανίου ζωῆς προτιμήσαντες.
Ἑρμηνεία. Οἱ διὰ Κανονικὰ ἐγκλήματα, πορνείαν, θετέον, ἢ μοιχείαν, ἢ ἄλλα τοιαῦτα ἁμαρτήματα, τελείως καὶ παντοτεινὰ καθαιρεθέντες, καὶ λαϊκοῦ σχῆμα λαμβάνοντες Ἱερωμένοι, καὶ μετὰ τῶν λαϊκῶν ἱστάμενοι, προστάζει ὁ παρὼν Κανών, ὅτι, εἰ μὲν αὐτοὶ θεληματικῶς μετανοήσουν, καὶ κάμνουν τελείαν ἀποχὴν τῆς ἁμαρτίας, διὰ τὴν ὁποίαν ἔχασαν τὴν χάριν τῆς Ἱερωσύνης, ἂς κουρεύουσι τὰς τρίχας τῆς κεφαλῆς, ἤτοι ἂς ἔχουν τὴν λεγομένην παπαλήθραν ἐν τῇ κορυφῇ, ἡ ὁποία ἦτο σχῆμα, καὶ σημεῖον τῶν Κληρικῶν. Εἰ δὲ θεληματικῶς δὲν μετανοήσουν, ἂς τρέφουσι τὰς τρίχας τῆς κεφαλῆς καθὼς καὶ οἱ κοσμικοί, ἵνα ἀπὸ τὸ σχῆμα τὸ λαϊκὸν αἰσχυνόμενοι, ἔλθουν ποτὲ εἰς αἴσθησιν τῆς κακίας των, καὶ μετανοήσουν. Ἀνάγνωθι καὶ τὸν κεʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΚΒʹ. Τοὺς ἐπὶ χρήμασι χειροτονουμένους εἴ τε Ἐπισκόπους, ἢ οἱουσδήποτε Κληρικούς, καὶ οὐ κατὰ δοκιμασίαν, καὶ τοῦ βίου αἵρεσιν, καθαιρεῖσθαι προστάσσομεν. Ἀλλὰ καὶ τοὺς χειροτονήσαντας.
Ἑρμηνεία. Προστάζει ὁ παρὼν Κανὼν νὰ καθαίρωνται οἱ Ἐπίσκοποι, καὶ οἱ ἄλλοι ὁποιοιδήτινες Κληρικοί, ὁποῦ χειροτονηθοῦν διὰ δόσιν χρημάτων, καὶ ὄχι διὰ τὴν ἀξιότητα καὶ ἐνάρετον ζωὴν αὐτῶν· οὐ μόνοι δὲ αὐτοί, ἀλλὰ καὶ οἱ χειροτονήσαντες αὐτούς. Ὅρα καὶ τὸν κθʹ. Ἀποστολικόν.
Ἀνάγνωθι καὶ στέναξον, ἀδελφέ, ἐπὶ τῇ ἀθετήσει τῶν τοιούτων καὶ τηλικούτων Κανόνων, ἐπειδὴ τὴν σήμερον τέτοιας λογῆς ἐνεργεῖται ἡ Σιμωνία, ὡσὰν νὰ ἦτο μία ἀρετή, καὶ ὄχι θεοστυγὴς αἵρεσις, καθὼς τὴν ὀνομάζει ὁ ἁγιώτατος Γεννάδιος. Ἀνίσως, κατὰ τὰς περιλήψεις τῶν ἱερῶν Κανόνων, ζητήσῃ τινὰς τὰ ἐκκλησιαστικὰ πράγματα τῆς ἐνεστώσης καταστάσεως, βέβαια ἀπορεῖ, καὶ δὲν εὑρίσκει παραμικρὰν ὁμοίωσιν τῆς προτέρας καταστάσεως, εἰς τὸ νὰ δυνηθῇ νὰ θεραπεύσῃ τὴν ἀπορίαν του. Διότι ὅλοι οἱ ἐκκλησιαστικοὶ παρανόμως λαμβάνουσι τὴν τάξιν, καὶ ὁμοίως ζῶσι, καὶ τελευτῶσι· διὰ τοῦτο καὶ ὁ κλοιὸς τῆς δουλείας ἐκτείνεται, καὶ προβαίνει δριμύτερος, ἡμεῖς ὅμως ἀναισθητοῦμεν, καὶ ἀναιδέστερα παρανομοῦμεν.
ΚΑΝΩΝ ΚΓʹ. Περὶ τοῦ μηδένα τῶν, εἴ τε Ἐπισκόπων, ἢ Πρεσβυτέρων, ἢ Διακόνων, τῆς ἀχράντου μεταδιδόντα Κοινωνίας, παρὰ τοῦ μετέχοντος εἰσπράττειν τῆς τοιαύτης μεταλήψεως χάριν, ὀβολούς, ἢ εἶδος τὸ οἱονοῦν. Οὐδὲ γὰρ πεπραμένη ἡ χάρις, οὐδὲ χρήμασι τὸν ἁγιασμὸν τοῦ Πνεύματος μεταδιδόαμεν, ἀλλὰ τοῖς ἀξίοις τοῦ δώρου, ἀπανουργεύτως μεταδοτέον. Εἰ δὲ φανείη τις τῶν ἐν Κλήρῳ καταλεγομένων, ἀπαιτῶν, ᾧ μεταδίδωσι τῆς ἀχράντου Κοινωνίας, τὸ οἱονοῦν εἶδος, καθαιρείσθω, ὡς τῆς Σίμωνος ζηλωτὴς πλάνης καὶ κακουργίας.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν διορίζει, ὅτι κᾀνένας Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος νὰ μὴ ζητῇ χρεωστικῶς ἀπὸ ἐκείνους ὁποῦ μεταλαμβάνει τὰ θεῖα μυστήρια παράδες, ἢ ἄλλο τι κᾀνένα εἶδος, κᾂν καὶ τὸ ἐλάχιστον εἴη, χάριν τῆς θείας μεταλήψεως. Διότι ἡ χάρις τῶν μυστηρίων δὲν πωλεῖται, οὐδὲ μὲ τὰ ἄσπρα μεταδίδομεν τὸν ἁγιασμὸν τοῦ Θείου Πνεύματος, ἀλλὰ ἀδωροδοκήτως, εἰς τοὺς ἀξίους ὄντας αὐτοῦ· διὰ τοῦτο γὰρ καὶ δωρεὰ παρὰ τοῖς πολλοῖς ὀνομάζεται ἡ θεία Κοινωνία, διὰ τί χωρὶς δῶρα μεταδίδοται, κατὰ τὸν Βαλσαμῶνα. Ὅποιος δὲ τοῦτο ἤθελε κάμει, ἂς καθαίρεται, ὡς μιμητὴς γινόμενος τῆς πλάνης καὶ αἱρέσεως τοῦ Σίμωνος Μάγου, ὅς τις ἐνόμισεν, ὅτι πωλεῖται μὲ ἄσπρα ἡ χάρις τοῦ Παναγίου Πνεύματος.
Ἀνάγνωθι καὶ τὸν κθʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΚΔʹ. Μὴ ἐξέστω τινὶ τῶν ἐν ἱερατικῷ καταλεγομένων τάγματι, ἢ Μοναχῶν, ἐν ἱπποδρομίαις ἀνιέναι, ἢ θυμελικῶν παιγνίων ἀνέχεσθαι. Ἀλλ’ εἰ καί τις Κληρικὸς κληθείη ἐν γάμῳ, ἡνίκα δ’ ἂν τὰ πρὸς ἀπάτην εἰσέλθοιεν παίγνια, ἐξαναστήτω, καὶ παραυτίκα ἀναχωρείτω, οὕτω τῆς τῶν Πατέρων ἡμῶν προσταττούσης διδασκαλίας· εἰ δέ τις ἐπὶ τούτῳ ἁλῷ, ἢ παυσάσθω, ἢ καθαιρείσθω.
Ἑρμηνεία. Δὲν εἶναι ἄδεια, καθὼς λέγει ὁ παρὼν Κανών, εἰς κᾀνένα Ἱερωμένον, ἢ Μοναχὸν νὰ πηγαίνῃ εἰς τοὺς τόπους ἐκείνους, ὁποῦ τρέχουσιν οἱ ἄνθρωποι μὲ τὰ ἄλογα, ἢ νὰ βλέπῃ, καὶ νὰ ἀκούῃ τὰ γυναικοπρεπῆ παιγνίδια. Εἰ δὲ καὶ ἤθελε καλεσθῇ εἰς γάμον κᾀνένας Κληρικός, νὰ πηγαίνῃ μέν, ὅμως ὅταν ἤθελον ἔλθουν διὰ νὰ παίξουν τὰ τοιαῦτα ἀπατηλὰ καὶ σατανικὰ παιγνίδια, παρευθὺς νὰ ἀσηκώνεται καὶ νὰ ἀναχωρῇ, καθὼς πράζει ἡ διδασκαλία τῶν Πατέρων, δηλ. ὁ νδʹ. Κανὼν τῆς ἐν Λαοδικ. Συνόδου (ἀγκαλὰ καὶ ἐκεῖνος προσθέτῃ, ὅτι μηδὲ ἄλλας θεωρίας γινομένας εἰς τοὺς γάμους καὶ δεῖπνα δὲν πρέπει νὰ βλέπουν οἱ ἱερωμένοι, καὶ ὅτι πρέπει νὰ ἀναχωροῦν, καὶ πρὸ τοῦ ἀκόμη νὰ ἔλθουν τὰ παιγνίδια)· ὅποιος δὲ πιασθῇ τοῦτο ποιήσας, ἢ νὰ παύῃ, ἢ νὰ καθαίρεται.
ΚΑΝΩΝ ΚΕʹ. Πρὸς τοῖς ἄλλοις ἅπασιν ἀνανεοῦμεν καὶ τὸν Κανόνα τὸν διαγορεύοντα, τὰς καθ’ ἑκάστην ἐκκλησίαν ἀγροικικὰς παροικίας, ἢ ἐγχωρίους, μένειν ἀπαρασαλεύτους παρὰ τοῖς κατέχουσιν αὐτὰς Ἐπισκόποις, καὶ μάλιστα εἰ τριακονταετῆ χρόνον ἀβιάστως διακατέχοντες ᾠκονέμησαν. Εἰ δὲ ἐντὸς τῶν τριάκοντα ἐτῶν γεγένηταί τις, ἢ γίνοιτο, περὶ αὐτῶν ἀμφισβήτησις, ἐξεῖναι τοῖς λέγουσιν ἠδικῆσθαι περὶ τούτων κινεῖν παρὰ τῇ Συνόδῳ τῆς ἐπαρχίας.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν ἀνανεοῖ τὸν ιζʹ. τῆς δʹ. ὃν καὶ ἐκθέτει αὐτολεξεί· ὄχι ὅμως ὅλον, ἀλλὰ μέρος ἐκείνου, δι’ ὃ καὶ ὅρα τὴν ἑρμηνείαν τούτου ἐκεῖ.
ΚΑΝΩΝ ΚΣΤʹ. Πρεσβύτερον, τὸν κατὰ ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντα, καθέδρας μὲν μετέχειν, κατὰ τὰ ὑπὸ τοῦ ἱεροῦ Κανόνος ἡμῖν νομοθετηθέντα, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. Ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη, εὐλογεῖν δὲ ἕτερον τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον· εὐλογία γάρ, ἁγιασμοῦ μετάδοσίς ἐστιν.
Ὁ δὲ τοῦτον μὴ ἔχων, διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα, πῶς ἑτέρῳ μεταδώσει; μήτε τοίνυν δημοσίᾳ, μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ διανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω, ἀλλ’ ἀρκούμενος τῇ προεδρίᾳ, προσκλαιέτω ἑτέροις, καὶ τῷ Κυρίῳ συγχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα. Πρόδηλον γάρ, ὡς ὁ τοιοῦτος ἄθεσμος γάμος διαλυθήσεται, καὶ οὐδαμῶς ὁ ἀνὴρ μετουσίαν ἔξει πρὸς τήν, δι’ ἧς ἱερᾶς ἐνεργείας ἐστέρηται.
Ἑρμηνεία. Ὁ Κανὼν οὗτος εἶναι ὁ ἴδιος κζʹ. τοῦ μεγάλου Βασιλείου, ὅς τις καὶ διορίζει, ὅτι ὁ Ἱερεὺς ἐκεῖνος, ὁποῦ ἐν ἀγνοίᾳ ὑπανδρεύθη μὲ κᾀμμίαν συγγένισσάν του, αὐτός, ἐπειδὴ καὶ τὴν συγγένειαν αὐτὴν δὲν ἤξευρε, διὰ τοῦτο νὰ συγχωρῆται, καὶ νὰ ἔχῃ καὶ τὴν τιμὴν τῆς καθέδρας τῶν ἱερέων, ἀπὸ ὅλας δὲ τὰς ἄλλας ἐνεργείας τῆς ἱερωσύνης νὰ ἀπέχῃ. Φθάνει γὰρ ὁποῦ ὁ τοιοῦτος δὲν κανονίζεται, ἀλλὰ συγχωρεῖται, τὸ δὲ καὶ νὰ εὐλογῇ ἄλλον, αὐτὸς ὁποῦ πρέπει νὰ ἰατρεύῃ τὰς πληγάς του, ἤτοι νὰ μετανοῇ διὰ τὸν παράνομον γάμον, δὲν εἶναι ἁρμόδιον· διότι ἡ εὐλογία εἶναι ἁγιασμοῦ μετάδοσις, τὸ ὁποῖον μὴ ἔχωντας ὁ τοιοῦτος ἱερεύς, πῶς θέλει τὸν δώσει εἰς ἄλλον; λοιπὸν μήτε φανερά, μήτε κρυφὰ ἂς μὴ εὐλογῇ, μήτε ἂς μεταλαμβάνῃ τοὺς ἄλλους, ἢ ἄλλο τι νὰ ἐνεργῇ, ἀλλὰ ἀρκούμενος εἰς τὴν τιμὴν τῆς καθέδρας, ὡς εἴπομεν, ἂς κλαίῃ, πρὸς τὸν Θεὸν μέν, διὰ νὰ συγχωρηθῇ ἡ κατ’ ἄγνοιαν ἀνομία του, εἰς τοὺς ἄλλους δέ, διὰ νὰ παρακαλοῦν καὶ ἐκεῖνοι ὑπὲρ αὐτοῦ τὸν Κύριον. Ἕως ἐδῶ εἶναι ὁ Κανὼν τοῦ Βασιλείου. Ἡ δὲ Σύνοδος προσθέτει, ὅτι καὶ τὴν τιμὴν τῆς καθέδρας ταύτης νὰ ἔχῃ, ἀφ’ οὗ πρῶτον χωρίσῃ τὸν ἄθεσμον γάμον αὐτόν, διὰ τὸν ὁποῖον καθῃρέθη τῆς ἱερωσύνης· ἐὰν γὰρ τοῦτον μὴ χωρίσῃ, οὐ μόνον τῆς τιμῆς τῆς καθέδρας θέλει ὑστερηθῇ, ἀλλὰ καὶ ἐπιτιμίοις θέλει καθυποβληθῇ. Ἀνάγνωθι καὶ τὸν ιθʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΚΖʹ. Μηδεὶς τῶν ἐν Κλήρῳ καταλεγομένων ἀνοίκειον ἐσθῆτα ἀμφιεννύσθω, μήτε ἐν πόλει διάγων, μήτε ἐν ὁδῷ βαδίζων, ἀλλὰ στολαῖς κεχρήσθω ταῖς ἤδη τοῖς ἐν Κλήρῳ καταλεγομένοις ἀπονεμηθείσαις. Εἰ δέ τις διαπράξοιτο τὸ τοιοῦτο, ἐπὶ ἑβδομάδα μίαν ἀφοριζέσθω.
Ἑρμηνεία. Οἱ Κληρικοὶ καὶ Ἱερωμένοι πρέπει νὰ ᾖναι σεμνοὶ καὶ κατὰ τὸ ἐξωτερικὸν σχῆμα. Διότι ὁ μὲν Θεὸς βλέπει εἰς τὴν καρδίαν, οἱ δὲ ἄνθρωποι βλέπουσιν εἰς τὴν ἐξωτερικὴν τοῦ σώματος κατάστασιν κατὰ τὸ γεγραμμένον. «Ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν·» ὅθεν καὶ ἀπὸ τὰ ἔξω, συμπεραίνουσι καὶ τὴν ἐσωτερικὴν τῆς καρδίας διάθεσιν. Δι’ ὃ καὶ ὁ παρὼν Κανὼν προστάζει, ὅτι κᾀνένας Κληρικὸς νὰ μὴ φορῆ φορέματα ἀνοίκεια τοῦ ἐπαγγέλματός του, ἤγουν πολύτιμα καὶ μεταξωτά, ἢ καὶ στρατιωτικά, οὔτε ὅταν μέσα εἰς πόλιν εὑρίσκηται, οὔτε ὅταν εἰς δρόμον περιπατῇ, ἀλλὰ νὰ μεταχειρίζηται τὰ εἰς Κληρικοὺς συνήθη φορέματα, σεμνὰ δηλαδὴ καὶ λιτά. Ὅποιος δὲ ἤθελε κάμει τὸ ἐναντίον, νὰ ἀφορίζηται μίαν ἑβδομάδα.
Συμφωνία. «Ἀλλὰ καὶ ὁ ιϛʹ. τῆς ζʹ. τοὺς φοροῦντας φορέματα λαμπρὰ Ἱερωμένους, καὶ μὴ διορθουμένους, εἰς ἐπιτίμιον ὑποβάλλει, ὁμοίως καὶ ἐκείνους ὁποῦ μὲ μῦρα χρίονται. Εἰ δὲ καὶ ὁ ιβʹ. τῆς ἐν Γάγγρᾳ ἀναθεματίζοι ἐκείνους, ὁποῦ κατηγοροῦν τοὺς μετὰ εὐλαβείας φοροῦντας φορέματα μεταξωτά, δὲν ἐναντιοῦται εἰς τὸν παρόντα Κανόνα, Αʹ. διατί οὗτος μὲν λέγει ξεχωριστὰ διὰ τοὺς φοροῦντας αὐτὰ Κληρικούς· ἐκεῖνος δὲ λέγει διὰ τοὺς φοροῦντας τὰ τοιαῦτα ἁπλῶς Κληρικούς τε καὶ Λαϊκούς, Βʹ. διατί οὗτος μέν, λέγει διὰ τοὺς φοροῦντας ἔξω τῶν συνειθισμένων φορέματα, Γʹ. δὲ καὶ τελευταῖον, διατί ἡ αὐτὴ Σύνοδος ἐκεῖνο ὁποῦ εἶπεν εἰς τὸν ῥηθέντα ιβʹ. Κανόνα της, ἐπιδιορθοῖ εἰς τὸν καʹ. αὐτῆς λέγουσα· Ἡμεῖς τὰ μὲν λιτὰ καὶ εὐτελῆ φορέματα ἐπαινοῦμεν, τὰ δὲ καλλωπισμένα καὶ μαλακὰ ἀποστρεφόμεθα. Καὶ ἂν τὰ μαλακὰ φορέματα αὐτὴ κατηγορῇ εἰς τοὺς κοσμικούς, πολλῷ μᾶλλον κατηγορεῖ ταῦτα, ὅταν τὰ φοροῦν οἱ Κληρικοί.
Ὥστε, ὄχι μόνον ἡ Σύνοδος αὕτη δὲν εἶναι ἐναντία μὲ τὴν παροῦσαν, ἀλλὰ μάλιστα σύμφωνος, καὶ πλέον αὐστηρὰ ἐπάνω εἰς αὐτὴν τὴν ὑπόθεσιν. Λέγει δὲ καὶ ὁ Κύριος· προσέχετε ἀπὸ τῶν θελόντων περιπατεῖν ἐν στολαῖς. Καὶ ἂν ὁ Ἀπόστολος Πέτρος ἐμποδίζῃ ἀπὸ τὰς γυναῖκας, αἱ ὁποῖαι εἶναι γένος φύσει φιλόκοσμον, τὰ πολυτελῆ φορέματα, καὶ ἂν ὁ Παῦλος τὰ αὐτὰ ἀπὸ αὐτὰς ἐμποδίζῃ, πόσῳ μᾶλλον ἐμποδίζει ταῦτα ἀπὸ τοὺς Κληρικούς; σεμνοπρεπῆ δὲ θέλει καὶ ὁ μέγας Βασίλειος νὰ ἔχωμεν τὰ φορέματα, καὶ ἐν τῇ ιαʹ. ὁμιλίᾳ τῆς ἑξαημέρου λέγει, ἐὰν ἰδῇς τινα, ἐσθῆτα ἀνθινὴν ἐνδεδυμένον, καὶ σηρικοῖς νήμασιν ἠμφιεσμένον, καταφρόνησον αὐτόν, καὶ ὁ Χρυσόστομος ὁμιλ. ιβʹ. τῆς αʹ. πρὸς Τιμ. Βλέπεις ἄνθρωπον μεταξωτὰ φοροῦντα ἱμάτια; καταγέλασέ τον. Ὁ δὲ Πηλουσιώτης Ἰσίδωρος ἐπιστ.
οδʹ. ἑρμηνεύων, τί ἦτο ὁ ἄνωθεν ὑφαντὸς τοῦ Χριστοῦ καὶ ἄῤῥαφος χιτών, λέγει· τίς δὲ ἀγνοεῖ τὴν εὐτέλειαν τῆς ἐσθῆτος ἐκείνης, ᾗπερ οἱ πτωχοὶ κέχρηνται τῶν Γαλιλαίων, καθ’ οὓς μάλιστα τὸ τοιοῦτον φιλεῖ γίνεσθαι ἱμάτιον, τέχνῃ τινὶ ὡς αἱ στηθοδεσμίδες ἀνάκρουστον ὑφαινόμενον; καὶ ἐν τῷ τέλει φησίν. Εἰ οὖν τούτων ἐπιθυμεῖς, τὴν Ἰησοῦ εὐτελῆ ἐσθῆτα μιμοῦ· ἡ γὰρ θρύψις τῆς ἐνταῦθα τυγχάνει βλακείας, οὐ τῆς ἄνω φωτοφορίας.»
ΚΑΝΩΝ ΚΗʹ. Ἐπειδὴ ἐν διαφόροις Ἐκκλησίαις μεμαθήκαμεν, σταφυλῆς ἐν τῷ θυσιαστηρίῳ προσφερομένης, κατά τι κρατῆσαν ἔθος, τοὺς λειτουργοὺς ταύτην τῇ ἀναιμάκτῳ τῆς προσφορᾶς θυσίᾳ συνάπτοντας, οὕτως ἅμα τῷ λαῷ διανέμειν ἀμφότερα, συνείδομεν, ὥστε μηκέτι τοῦτο τινὰ τῶν ἱερωμένων ποιεῖν, ἀλλ’ εἰς ζωοποίησιν, καὶ ἁμαρτιῶν ἄφεσιν τῷ λαῷ τῆς προσφορᾶς μόνης μεταδιδόναι, ὡς ἀπαρχὴν δὲ τὴν τῆς σταφυλῆς λογιζομένους προσένεξιν, εἰδικῶς τοὺς ἱερεῖς εὐλογοῦντας τοῖς αἰτοῦσιν ταύτης μεταδιδόναι, πρὸς τὴν τοῦ δοτῆρος τῶν καρπῶν εὐχαριστίαν, δι’ ὧν τὰ σώματα ἡμῶν, κατὰ τὸν θεῖον ὅρον αὔξει τε καὶ ἐκτρέφεται.
Εἴ τις οὖν Κληρικὸς παρὰ τὰ διατεταγμένα ποιήσοι, καθαιρείσθω.
Ἑρμηνεία. Ἐπειδὴ εἰς μερικοὺς τόπους, κατά τινα συνήθειαν, ἐπρόσφεραν μερικοὶ ἐπάνω εἰς τὴν ἁγίαν τράπεζαν σταφύλια, τὰ ὁποῖα ἑνόνοντες οἱ ἱερεῖς μὲ τὰ ἄχραντα μυστήρια, ἐμετάδιδαν καὶ τὰ δύω ὁμοῦ εἰς τὸν λαόν, διὰ τοῦτο προστάζει ὁ παρὼν Κανών, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς νὰ μὴ κάμνῃ τοῦτο κᾀνένας ἱερεύς, ἀλλὰ τὴν μὲν ἁγίαν Κοινωνίαν νὰ μεταδίδῃ μοναχὴν εἰς τοὺς ἀξίους, διὰ ζωοποίησιν, καὶ ἄφεσιν τῶν ἁμαρτιῶν τους, τὰ δὲ σταφύλια, ὡς πρωτοφανήσιμα νὰ εὐλογῇ μὲ εὐχὴν ξεχωριστήν, καὶ νὰ τὰ μεταδίδῃ μέσα εἰς τὸν λαόν, πρὸς εὐχαριστίαν τοῦ Θεοῦ, ὁποῦ δίδει τοὺς τοιούτους καρπούς, διὰ μέσου τῶν ὁποίων τρέφονται, καὶ αὐξάνουν τὰ σώματά μας.
Ὅποιος δὲ κάμῃ ἔξω ἀπὸ τὸν Κανόνα τοῦτον, ἂς καθαίρεται. Ἀνάγνωθι καὶ τὸν γʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΚΘʹ. Ὁ τῶν ἐν Καρθαγένῃ διαγορεύει Κανών, ὥστε, ἅγια θυσιαστηρίου, εἰ μὴ ὑπὸ νηστικῶν ἀνθρώπων, μὴ ἐπιτελεῖσθαι, ἐξῃρημένης μιᾶς ἐτησίας ἡμέρας, ἐν ᾗ τὸ κυριακὸν δεῖπνον ἐπιτελεῖται, ἴσως τηνικαῦτα διά τινας κατὰ τόπους προφάσεις τῇ Ἐκκλησίᾳ λυσιτελεῖς, τῶν θείων ἐκείνων Πατέρων, τοιαύτῃ χρησαμένων οἰκονομίᾳ. Μηδενὸς οὖν ἡμᾶς ἐνάγοντος καταλιπεῖν τὴν ἀκρίβειαν, ὁρίζομεν, Ἀποστολικαῖς, καὶ Πατρικαῖς ἑπόμενοι παραδόσεσι, μὴ δεῖν ἐν Τεσσαρακοστῇ τῇ ὑστέρᾳ ἑβδομάδι τὴν Πέμπτην λύειν, καὶ ὅλην τὴν Τεσσαρακοστὴν ἀτιμάζειν.
Ἑρμηνεία. Καθὼς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὸ ἑσπέρας τῆς μεγάλης Πέμπτης ἔφαγε πρῶτον δεῖπνον κοινόν, καὶ μετὰ ταῦτα παρέδωκε τὰ θεῖα μυστήρια εἰς τοὺς Ἀποστόλους, τοιουτοτρόπως ἐπεκράτησε συνήθεια εἰς τοὺς τόπους τῆς Ἀφρικῆς, πρῶτον νὰ τρώγουν οἱ ἐκεῖσε τῇ μεγάλῃ Πέμπτῃ κἄποιά τινα τρυφηλότερα βρώματα, κατὰ τὸν Ζωναρᾶν, λυτικὰ ὄντα τῆς συνήθους ξηροφαγίας τῆς γινομένης εἰς τὰς ἄλλας ἡμέρας τῆς μʹ. καὶ ἔπειτα νὰ ἐπιτελοῦν καὶ νὰ μεταλαμβάνουν τὰ θεῖα μυστήρια. Ἡ παροῦσα λοιπὸν Σύνοδος τὸν μηʹ. βελτιοῦσα Κανόνα τῆς ἐν Καρθ. τὸν τὴν συνήθειαν ταύτην περιέχοντα, διορίζει, ὅτι οἱ μὲν Πατέρες ἐκεῖνοι, ἴσως ἐμεταχειρίσθησαν τὴν οἰκονομίαν αὐτὴν διὰ κἄποιας αἰτίας ὠφελίμους εἰς τοὺς τόπους ἐκείνους, ἡμεῖς δέ, ἐπειδὴ δὲν ἔχομεν κᾀμμίαν αἰτίαν, ὁποῦ νὰ μᾶς ἀναγκάζῃ νὰ ἀφίνωμεν τὴν ἀκρίβειαν τῶν Κανόνων, ἀκολουθοῦμεν τόσον εἰς τὰς παραδόσεις τῶν Ἀποστόλων, εἰς τὸν ξθʹ. δηλ. Κανόνα αὐτῶν, τὸν διορίζοντα, ὅτι ἅπαντες νὰ νηστεύωσι τὴν ἁγίαν μʹ. (ἐν δὲ τῇ μʹ. συμπεριλαμβάνεται καὶ ἡ μεγάλη εʹ. καὶ ὅλη ἡ μεγάλη ἑβδομὰς), ὅσον καὶ εἰς τὰς τῶν Πατέρων, δηλ. εἰς τὸν νʹ.
Κανόνα τῶν ἐν Λαοδ. Πατέρων, ὅς τις διορίζει, ὅτι δὲν πρέπει τινὰς νὰ λύῃ τὴν νηστείαν τῆς εʹ. τῆς ὑστέρας ἑβδομάδος τῆς μʹ. (δηλαδὴ τῆς μεγάλης Πέμπτης), καὶ διὰ τῆς λύσεως ταύτης νὰ ἀτιμάζῃ καὶ νὰ ἀχρειοῖ τὴν νηστείαν ὅλης τῆς μʹ. ἀλλὰ πρέπει ὅλην τὴν μʹ. νὰ νηστεύῃ μετὰ ξηροφαγίας, σὺν αὐτῇ δηλ. τῇ μεγάλῃ εʹ.
Συμφωνία. «Σημείωσαι δέ, ὅτι οὐ μόνον ὁ μηʹ. οὗτος τῆς ἐν Καρθ. διορίζει, ὅτι πρέπει νὰ λειτουργοῦσιν οἱ ἱερεῖς νηστικοί, ἀλλὰ καὶ ὁ νϛʹ. αὐτῆς λέγει, ὅτι τοῦτο νὰ ἐβεβαιώθη καὶ ἀπὸ τὴν ἐν Νικαίᾳ Σύνοδον. Ἐὰν ὅμως κινδυνεύῃ τινὰς εἰς θάνατον, πρέπει νὰ μεταλαμβάνῃ καὶ ἀφ’ οὗ φάγῃ, κατὰ τὸν θʹ. τοῦ ἁγίου Νικηφόρου. Ὁ δὲ Χρυσόστομος κατηγορηθείς, διὰ τί ἐκοινώνησέ τινας ἀφ’ οὗ ἔφαγε, γράφει ἐν τῇ πρὸς Κυριακὸν Ἐπίσκοπον ἐπιστολῇ· εἰ μὲν τοῦτο ἐποίησα, ἐξαλειφθείη τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν Ἐπισκόπων. Εἰ δὲ ἅπαξ καὶ τοῦτό μοι λέγουσι, καὶ φιλονεικοῦσι, καθελέτωσαν τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι, ὁλόκληρον τὸν οἶκον ἐβάπτισε. Καθελέτωσαν δὲ καὶ αὐτὸν τὸν Χριστόν, ὃς μετὰ τὸ δειπνῆσαι τοῖς Ἀποστόλοις τὴν κοινωνίαν ἔδωκεν.
Ὅθεν καὶ οἱ μέλλοντες μεταλαβεῖν, ἕως πρὸ τοῦ μεσονυκτίου ἔχουν τὴν ἄδειαν νὰ πίνουν νερὸν καὶ μετὰ ταῦτα πρέπει νὰ μὴ βάλουν τίποτε εἰς τὸ στόμα, ἕως οὗ νὰ μεταλάβουν. Ἀνάγνωθι καὶ τὸν ξθʹ. Ἀποστολικόν.»
ΚΑΝΩΝ Λʹ. Πάντα πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας βουλόμενοι διαπράττεσθαι, καὶ τοὺς ἐν ταῖς βαρβαρικαῖς Ἐκκλησίαις ἱερέας οἰκονομεῖν διεγνώκαμεν, ὥστε, εἰ τὸν Ἀποστολικὸν Κανόνα τὸν περὶ τοῦ προφάσει εὐλαβείας τὴν οἰκείαν γαμετὴν μὴ ἐκβάλλειν, ὑπεραναβαίνειν τε οἶόν τε δεῖν, καὶ πέρα τῶν ὁρισθέντων ποιεῖν, ἐκ τούτου μετὰ τῶν οἰκείων συμφωνοῦντες συμβίων, τῆς πρὸς ἀλλήλους ὁμιλίας ἀπέχονται. Ὁρίζομεν, τούτους μηκέτι ταύταις συνοικεῖν, καθ’ οἱονδήποτε τρόπον, ὡς ἂν ἡμῖν ἐντεῦθεν ἐντελῆ τῆς ὑποσχέσεως παρέξοιεν τὴν ἀπόδειξιν. Πρὸς τοῦτο δὲ αὐτοῖς, οὐ δι’ ἄλλο τι, ἢ διὰ τὴν τῆς γνώμης μικροψυχίαν, καὶ τὸ τῶν ἠθῶν ἀπεξενωμένον καὶ ἀπαγὲς ἐνδεδώκαμεν.
Ἑρμηνεία. Ἐπειδὴ οἱ εἰς τὴν Βαρβαρίαν τῆς Ἀφρικῆς εὑρισκόμενοι ἱερωμένοι, ὡς εἴπομεν, θέλοντες νὰ ὑπερβαίνουσι τὴν νομοθεσίαν τοῦ εʹ. Ἀποστολικοῦ, ὅς τις προστάζει, νὰ μὴ χωρίζῃ τινὰς ἱερωμένος τὴν γυναῖκά του μὲ πρόφασιν εὐλαβείας, συμφωνοῦσι μὲ τὰς γυναῖκάς των καὶ ἀπέχουσιν ἀπὸ τὴν σαρκικὴν μίξιν· διὰ τοῦτο ὁ παρὼν Κανὼν ὁρίζει, ὅτι, οἱ οὕτω ποιήσαντες, νὰ μὴ συγκατοικοῦσι πλέον μὲ τὰς γυναῖκάς των ταύτας κατ’ οὐδένα τρόπον, ἕνα μέν, διὰ νὰ δείξουν μὲ τὸν χωρισμὸν αὐτὸν τῆς συνοικήσεως, ὅτι ὄχι διὰ ὑποκριτικὴν καὶ ψεύτικην εὐλάβειαν, ἀλλὰ ἀληθῶς διὰ τὸν πόθον τῆς σωφροσύνης καὶ παρθενίας ἔκαμαν τὴν τοιαύτην ὑπόσχεσιν καὶ συμφωνίαν, καὶ ἄλλο δέ, διὰ τί ἀπὸ τὴν συνεχῆ θεωρίαν καὶ συναναστροφὴν τῶν γυναικῶν τους, παρακινοῦνται πάλιν εἰς μίξιν σαρκικὴν μετ’ αὐτῶν.
Πλὴν καὶ τοῦτο, λέγει, ἐσυγχωρήσαμεν εἰς αὐτούς, ὄχι διὰ ἄλλην αἰτίαν, ἀλλὰ διὰ τὸ μικρόψυχον τῆς γνώμης των, διὰ τὸ ἄγριον αὐτῶν ἦθος, κατὰ τὸν Ζωναρᾶν, ἢ διὰ τὸ ἀπεξενωμένον τῆς εὐταξίας τῶν ἐκκλησιαστικῶν ἠθῶν, κατὰ τὸν Βαλσαμῶνα, καὶ διὰ τὸ ἀστήρικτον τῆς πίστεως αὐτῶν, (καὶ ὅρα ὅτι τοῦτο τὸ ἴδιον ὁποῦ συγχωρεῖ ἡ Σύνοδος εἰς τὴν Βαρβαρίαν διὰ τὰς αἰτίας ταύτας, εἰς τὴν Ῥώμην δὲν συγχωρεῖ νὰ γίνεται, διὰ τὴν ἡμερότητα τῶν ἠθῶν, διὰ τὴν ἐκκλησιαστικὴν εὐταξίαν, καὶ τὰ λοιπά, καὶ μ’ ὅλον ὁποῦ ἡ συνήθεια αὕτη ἀπὸ τοὺς Ῥωμαίους ἠκολούθησε καὶ εἰς τὴν Βαρβαρίαν, κατὰ τὸν δʹ. τῆς ἐν Καρθ.). Ἀνάγνωθι καὶ τὸν εʹ. Ἀποστολικόν, καὶ τὸν ιβʹ. καὶ ιγʹ. τῆς ϛʹ.
ΚΑΝΩΝ ΛΑʹ. Τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας τυγχάνουσι, λειτουργοῦντας Κληρικούς, ἢ βαπτίζοντας ὑπὸ γνώμην τοῦτο πράττειν τοῦ κατὰ τόπον Ἐπισκόπου, ὑβρίζομεν, ὥστε, εἴ τις Κληρικός, μὴ τοῦτο οὕτω παραφυλάξῃ, καθαιρείσθω.
Ἑρμηνεία. Δὲν συγχωρεῖ ὁ παρὼν Κανὼν νὰ λειτουργοῦσι, ἢ νὰ βαπτίζουν οἱ ἱερωμένοι μέσα εἰς κάμεραν, καὶ ὀνδᾶν οἴκου τινός, εὐκτήριον, ἤτοι διωρισμένον, καὶ ἀφιερωμένον εἰς προσευχήν, ἀνεγκαινίαστον, χωρὶς ἄδειαν καὶ γνώμην τοῦ κατὰ τόπον Ἐπισκόπου, διότι τοῦτο εἶναι παρασυναγωγὴ καὶ ἀποστασία κατὰ τοῦ Ἐπισκόπου, ἀλλὰ τοῦτο νὰ κάμνουσι μὲ τὴν γνώμην αὐτοῦ καὶ ἄδειαν.
Ὅποιος δὲ δὲν ἤθελε φυλάξει τοῦτο, ἂς καθαίρεται.
Συμφωνία. «Τοῦτον τὸν ἴδιον Κανόνα αὐτολεξεὶ ἀναφέρουσα ἡ αʹ. καὶ βʹ. Σύνοδος ἐν τῷ ιβʹ. αὐτῆς Κανόνι, ἐπικυροῖ, προσθέτουσα, ὅτι ἐκεῖνοι ὁποῦ ἔχουν νὰ λειτουργοῦν μέσα εἰς τὰ εὐκτήρια τῶν ὀσπητίων Ἱερεῖς, πρέπει νὰ ᾖναι διωρισμένοι ἀπὸ τὸν Ἀρχιερέα. Ὅποιος δὲ μὴ ὤντας διωρισμένος καὶ συγκεχωρημένος ἀπὸ αὐτόν, τολμήσοι νὰ λειτουργήσῃ εἰς αὑτά, νὰ καθαίρεται, οἱ δὲ συγκοινωνήσαντες μὲ αὐτὸν λαϊκοὶ νὰ ἀφορίζωνται. Ὁ δὲ νηʹ. τῆς ἐν Λαοδικείᾳ, λέγων, ὅτι δὲν πρέπει νὰ γίνεται λειτουργία ἀπὸ Ἀρχιερεῖς, ἢ Ἱερεῖς εἰς τοὺς οἴκους, δὲν ἐναντιόνεται εἰς τὸν παρόντα Κανόνα, ἐπειδὴ δὲν λέγει ἐκεῖνος νὰ μὴ γίνεται λειτουργία εἰς τὰ εὐκτήρια τῶν οἴκων, ὥσπερ λέγει οὗτος, ἀλλὰ εἰς τοὺς οἴκους ἁπλῶς, δηλ. εἰς τοὺς κοινούς, τὸ ὁποῖον εἶναι ἐμποδισμένον, ἂν γένῃ χωρὶς μεγάλην ἀνάγκην. Ὁ δὲ νθʹ. τῆς παρούσης ϛʹ. καθαιρεῖ τοὺς Κληρικοὺς ἐκείνους ὁποῦ βαπτίσουν μέσα εἰς εὐκτήριον οἶκόν τινος, καὶ ὄχι εἰς τὴν καθολικὴν Ἐκκλησίαν, τοὺς δὲ συγκοινωνήσαντας αὐτοῖς λαϊκοὺς ἀφορίζει. Ἀνάγνωθι καὶ τὴν ἑρμηνείαν τοῦ λαʹ. Ἀποστολικοῦ.»
ΚΑΝΩΝ ΛΒʹ. Ἐπειδὴ εἰς γνῶσιν ἡμετέραν ἦλθεν, ὡς ἐν τῇ τῶν Ἀρμενίων χώρᾳ, οἶνον μόνον ἐν τῇ ἱερᾷ τραπέζῃ προσάγουσιν, ὕδωρ αὐτῷ μὴ μιγνῦντες οἱ τὴν ἀναίμακτον θυσίαν ἐπιτελοῦντες, προτιθέμενοι τὸν τῆς Ἐκκλησίας διδάσκαλον Ἰωάννην τὸν Χρυσόστομον, φάσκοντα, διὰ τῆς εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἑρμηνείας, ταῦτα· «Τίνος ἕνεκεν οὐχ ὕδωρ ἔπιεν ἀναστάς, ἀλλ’ οἶνον;» ἄλλην αἵρεσιν πονηρὰν πρόῤῥιζον ἀνασπῶν. Ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, δεικνὺς ὅτι καὶ ἡνίκα τὰ μυστήρια παρέδωκε, καὶ ἡνίκα ἀναστάς, χωρὶς μυστηρίων ψιλὴν Τράπεζαν παρετίθετο, οἴνῳ ἐχρῆτο, ἐκ τοῦ γεννήματός φησι τῆς ἀμπέλου. Ἄμπελος δέ, οἶνον οὐχ ὕδωρ γεννᾷ. Ἐκ τούτου τε τὸν διδάσκαλον οἴονται ἀνατρέπειν τὴν τοῦ ὕδατος ἐν τῇ ἱερᾷ θυσίᾳ προσαγωγήν. Ὡς ἂν μὴ καὶ ἀπὸ τοῦ νῦν κατέχοιντο τῇ ἀγνοίᾳ, τὴν τοῦ πατρὸς διάνοιαν ὀρθοδόξως ἀποκαλύπτομεν. Τῆς γὰρ πονηρᾶς τῶν ὑδροπαραστατῶν αἱρέσεως παλαιᾶς ὑπαρχούσης, οἳ ἀντὶ οἴνου, μόνῳ τῷ ὕδατι ἐν τῇ οἰκείᾳ θυσίᾳ κέχρηνται, ἀνασκευάζων οὗτος ὁ Θεοφόρος ἀνὴρ τὴν παράνομον τῆς τοιαύτης αἱρέσεως διδαχήν, καὶ δεικνύς, ὡς ἐξ ἐναντίας τῆς Ἀποστολικῆς ἵενται παραδόσεως, τὸν εἰρημένον κατεσκεύασε λόγον.
Ἐπεὶ καὶ τῇ κατ’ αὐτὸν Ἐκκλησίᾳ, ἔνθα τὴν ποιμαντικὴν ἐνεχειρίσθη ἡγεμονίαν, ὕδωρ μιγνῦναι παρέδωκεν, ἡνίκα τὴν ἀναίμακτον θυσίαν ἐπιτελεῖσθαι δεήσειεν, τὴν ἐκ τῆς τιμίας πλευρᾶς τοῦ λυτρωτοῦ ἡμῶν καὶ σωτῆρος Χριστοῦ τοῦ Θεοῦ, ἐξ αἵματος καὶ ὕδατος κρᾶσιν παραδεικνύς, ἥτις εἰς ζωοποίησιν παντὸς τοῦ κόσμου ἐξεχύθη, καὶ ἁμαρτιῶν ἀπολύτρωσιν. Καὶ κατὰ πάσας δὲ Ἐκκλησίας, ἔνθα οἱ πνευματικοὶ φωστῆρες ἐξέλαμψαν, ἡ Θεόσδοτος αὕτη τάξις κρατεῖ. Καὶ γὰρ καὶ Ἰάκωβος, ὁ κατὰ σάρκα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀδελφός, ὃς τῆς Ἱεροσολυμιτῶν Ἐκκλησίας πρῶτος τὸν θρόνον ἐνεπιστεύθη, καὶ Βασίλειος, ὁ τῆς Καισαρέων Ἐπίσκοπος, οὗ τὸ κλέος κατὰ πᾶσαν τὴν οἰκουμένην διέδραμεν, ἐγγράφως ἡμῖν τὴν μυστικὴν ἱερουργίαν παραδεδωκότες, οὕτω τελειοῦν ἐν τῇ Θείᾳ λειτουργίᾳ ἐξ ὕδατος καὶ οἴνου τὸ ἱερὸν ποτήριον ἐκδεδώκασι. Καὶ οἱ ἐν Καρθαγένη συναχθέντες ὅσιοι Πατέρες, οὕτω ῥητῶς ἐπεμνήσθησαν, ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον τοῦ σώματος, καὶ τοῦ αἵματος. τοῦ Κυρίου προσενεχθείη, ὡς καὶ αὐτὸς ὁ Κύριος παρέδωκε, τοὐτέστιν ἄρτου καὶ οἴνου, ὕδατι μεμιγμένου. Εἴ τις οὖν Ἐπίσκοπος, ἢ Πρεσβύτερος, μὴ κατὰ τὴν παραδοθεῖσαν ὑπὸ τῶν Ἀποστόλων τάξιν ποιεῖ, καὶ ὕδωρ οἴνῳ μιγνύς, οὕτω τὴν ἄχραντον προσάγοι θυσίαν, καθαιρείσθω, ὡς ἀτελῶς τὸ μυστήριον ἐξαγγέλλων, καὶ καινίζων τὰ παραδεδομένα.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν διορθώνει τὴν κακὴν συνήθειαν, ὁποῦ ἐπεκράτησεν εἰς τὴν χώραν τῶν Ἀρμενίων, τὸ νὰ λειτουργοῦσι δηλ. μὲ μοναχὸν κρασί, χωρὶς νὰ τὸ ἑνώσουσι μὲ νερόν, κατὰ τὴν τῆς Ἐκκλησίας παράδοσιν.
Ἐπειδὴ δὲ αὐτοὶ φέρουσιν, εἰς βεβαίωσιν τῆς τοιαύτης των συνηθείας, μαρτυρίαν ἀπὸ τὴν ἐξήγησιν, ὁποῦ κάμνει εἰς τὸ κατὰ Ματθαῖον Ἰωάννης ὁ Χρυσόστομος, καὶ νομίζουσιν, ὅτι ὁ θεῖος αὐτὸς Πατὴρ μὲ τὸ νὰ λέγῃ ἐκεῖ, ὅτι ὁ Κύριος, καὶ πρὸ τῆς Ἀναστάσεως, καὶ μετὰ τὴν Ἀνάστασιν, ἐμεταχειρίσθη κρασί, ἀναιρεῖ διὰ τοῦ λόγου τούτου τὴν εἰς τὰ μυστήρια ἕνωσιν τοῦ ὕδατος, διὰ ταύτην τὴν σφαλερὰν ἔννοιαν αὐτῶν, οἱ Πατέρες οὗτοι φανερώνουσι τὸ ἀληθὲς νόημα τῶν λόγων τοῦ ἁγίου, λέγοντες· Ὅτι μὲ τὸ νὰ ἦτο παλαιὰ αἵρεσις ὀνομαζομένη τῶν ὑδροπαραστατῶν, οἵτινες ὕδωρ μόνον ἐμεταχειρίζοντο εἰς τὴν Θείαν μυσταγωγίαν, καὶ ὄχι κρασί, ὁ Θεῖος Χρυσόστομος ἀνατρέπων τὴν τοιαύτην αἵρεσιν, οὕτω τὸν λόγον ἐπρόφερε, καὶ ὄχι ὡς δεχόμενος τὴν πονηρὰν ταύτην τῶν ὑδροπαραστατῶν συνήθειαν, ἐπειδὴ αὐτὸς ὁ ἴδιος Χρυσόστομος διὰ τῆς Θείας αὑτοῦ λειτουργίας παρέδωκεν εἰς τὴν Ἐκκλησίαν τῆς Κωνσταντινουπόλεως, ὅτι ἐν τῇ ἀναιμάκτῳ θυσίᾳ τῶν μυστηρίων, νὰ σμίγεται νερὸν μὲ κρασί, εἰς παράστασιν τοῦ αἵματος, καὶ ὕδατος ὁποῦ εὐγῆκεν ἀπὸ τὴν τιμίαν πλευρὰν τοῦ Κυρίου, κρεμαμένου εἰς τὸν σταυρόν, διὰ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ ζωοποίησιν ὅλου τοῦ κόσμου, κατὰ τὸ εὐαγγελικὸν ἐκεῖνο ῥητὸν: εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
Οὐ μόνον δὲ ὁ Χρυσόστομος, ἀλλὰ καὶ Ἰάκωβος ὁ ἀδελφόθεος, καὶ πρῶτος Ἱεράρχης τῶν Ἱεροσολύμων, καὶ ὁ μέγας Βασίλειος εἰς τὰς αὑτῶν λειτουργίας παρέδωκαν νὰ τελειοῦται τὸ ἅγιον ποτήριον ἀπὸ κρασὶ καὶ νερόν, ἀλλὰ καὶ οἱ ἐν Καρθαγ. Πατέρες ἐν μδʹ. Κανόνι, ὃν καὶ ἐκθέτουσιν αὐτολεξεί. Ὅποιος λοιπὸν Ἀρχιερεύς, ἢ Ἱερεὺς εἰς τὴν Θείαν ἱερουργίαν δὲν σμίγῃ νερὸν μὲ κρασί, κατὰ τὴν Ἀποστολικὴν παράδοσιν, ἂς καθαίρεται, ἐπειδὴ μὲ τοῦτο ἀτελὲς κάμνει τὸ μυστήριον τῆς θείας εὐχαριστίας, καὶ ἀνατρέπει τὰ παραδεδομένα.
Ἀνάγνωθι καὶ τὸν γʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΛΓʹ. Ἐπειδήπερ ἔγνωμεν ἐν τῇ Ἀρμενίων χώρᾳ, μόνους ἐν Κλήρῳ τοὺς ἐκ γένους ἱερατικοῦ καταλέγεσθαι, Ἰουδαϊκοῖς ἔθεσιν ἑπομένων τῶν τοῦτο πράττειν ἐπιχειρούντων· τινὰς δὲ αὐτῶν καὶ μὴ ἀποκειρουμένους, Ἱεροψάλτας καὶ Ἀναγνώστας τοῦ Θείου ναοῦ καθίστασθαι συνείδομεν, ὥστε ἀπὸ τοῦ νῦν μὴ ἐξεῖναι τοῖς εἰς Κλῆρον βουλομένοις προάγειν τινὰς εἰς τὸ γένος ἀποβλέπειν τοῦ προχειριζομένου, ἀλλὰ δοκιμάζοντες, εἰ ἄξιοι εἶεν κατὰ τοὺς τεθέντας ἐν τοῖς ἱεροῖς Κανόσιν ὅροις, ἐν Κλήρῳ καταλεγῆναι, τούτους ἐκκλησιαστικοὺς προχειρίζεσθαι, εἴτε ἐκ προγόνων γεγόνασιν ἱερέων, εἴτε καὶ μή. Ἀλλὰ μηδέ τινα τῶν ἁπάντων συγχωρεῖν, ἐπ’ ἄμβωνος, κατὰ τὴν τῶν ἐν Κλήρῳ καταλεγομένων τάξιν, τοὺς θείους τῷ λαῷ λόγους ὑποφωνεῖν, εἰ μήτι ἂν ἱερατικῇ κουρᾷ χρήσηται ὁ τοιοῦτος, καὶ τὴν εὐλογίαν ὑπὸ τοῦ οἰκείου ποιμένος Κανονικῶς ὑποδέξηται. Εἰ δέ τις φωραθείη παρὰ τὰ προγεγραμμένα ποιῶν, ἀφοριζέσθω.
Ἑρμηνεία. Καὶ οὗτος ὁ Κανὼν τοὺς ἐν τῇ Ἀρμενίων χώρᾳ εὑρισκομένους διορθοῖ, οἵ τινες ὄχι μόνον Κληρικοὺς ἔκαμναν μόνους ἐκείνους ὁποῦ ἐκατάγοντο ἀπὸ γένος ἱερατικόν, ἀκολουθοῦντες εἰς τὴν συνήθειαν τῶν Ἰουδαίων, οἱ ὁποῖοι ἔκαμναν ἱερεῖς τοὺς ἀπὸ μόνην καταγομένους τοῦ Λευῒ τὴν φυλήν, ἀλλὰ καὶ Ψάλτας καὶ Ἀναγνώστας ἐκατάσταιναν εἰς τὴν Ἐκκλησίαν, χωρὶς χειροθεσίαν Ἀρχιερέως διοριζόμενοι, ὅτι εἰς τὸ ἑξῆς νὰ μὴ ἀποβλέπουν ἂν ᾖναι ἀπὸ γένος ἱερατικὸν ὁ μέλλων χειροτονεῖσθαι, ἀλλὰ νὰ τὸν δοκιμάζουν ἂν τῇ ἀληθείᾳ ᾖναι ἄξιος διὰ νὰ κληρωθῇ.
Καὶ πρὸς τούτοις, ὅτι νὰ μὴ ἀφίνουν κἀνένα νὰ ἀναγινώσκῃ ἐπάνω εἰς τὸν ἄμβωνα τὰ θεῖα λόγια εἰς τὸν λαόν, ἂν πρῶτον δὲν λάβῃ ἀπὸ τὸν Ἀρχιερέα Ἀναγνώστου σφραγίδα Κανονικήν. Ὅποιος δὲ παρὰ ταῦτα ποιήσῃ νὰ ἀφορίζεται.
Συμφωνία. «Καὶ ὁ δʹ. δὲ τῆς ζʹ. ἐμποδίζει χωρὶς χειροθεσίαν Ἐπισκόπου νὰ μὴ ἀναγινώσκῃ τινὰς ἐπ’ ἄμβωνος, κᾂν καὶ Μοναχὸς ᾖναι. Ὁ δὲ κβʹ. τῆς ἐν Καρθαγ. ἐμποδίζει τὸ νὰ προσκυνοῦσιν οἱ Ἀναγνῶσται μετὰ τὴν ἀνάγνωσιν τὸν λαόν. Ὁ δὲ κγʹ. τῆς ἐν Λαοδικ. λέγει νὰ μὴ φοροῦν Ὀράριον οἱ Ἀναγνῶσται, ὅταν ἀναγινώσκουν. Ἀνάγνωθι καὶ τὸν οζʹ. Ἀποστολικόν».
ΚΑΝΩΝ ΛΔʹ. Καὶ τοῦτο δὲ τοῦ ἱερατικοῦ Κανόνος σαφῶς διαγορεύοντος, ὡς τὸ τῆς συνωμοσίας, ἢ φατρίας ἔγκλημα καὶ παρὰ τῶν ἔξω νόμων πάντη κεκώλυται, πολλῷ δὲ μᾶλλον ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τοῦτο γίνεσθαι ἀπαγορεύειν προσήκει. Καὶ ἡμεῖς παραφυλάττειν σπουδάζομεν, ὥστε εἴ τινες Κληρικοί, ἢ Μοναχοὶ εὑρεθεῖεν, ἢ συνωμνύμενοι ἢ φατριάζοντες, ἢ κατασκευὰς τυρεύοντες Ἐπισκόπων ἢ συγκληρικῶν, ἐκπιπτέτωσαν πάντῃ τοῦ οἰκείου βαθμοῦ.
Ἑρμηνεία. Οὗτος ὁ Κανὼν εἶναι ὁ ἴδιος ιηʹ. τῆς δʹ. καὶ ἀνάγνωθι τὴν ἑρμηνείαν αὐτοῦ ἐκεῖ, ὅρα δὲ καὶ τὴν ἑρμηνείαν τοῦ λαʹ. Ἀποστολικοῦ.
ΚΑΝΩΝ ΛΕʹ. Μὴ ἐξέστω τινὶ τῶν ἁπάντων Μητροπολιτῶν, τελευτῶντος Ἐπισκόπου τελοῦντος ὑπὸ τὸν κατ’ αὐτὸν θρόνον, τὰ αὐτοῦ πράγματα, ἢ τῆς κατ’ αὐτὸν Ἐκκλησίας ἀφαιρεῖσθαι, ἢ σφετερίζεσθαι, ἀλλ’ ὑπὸ παραφυλακὴν ἔστωσαν τοῦ Κλήρου τῆς Ἐκκλησίας ἧς ὁ τελευτήσας ἐτύγχανε πρόεδρος, μέχρι τῆς ἑτέρου Ἐπισκόπου προαγωγῆς, ἐκτὸς εἰ μὴ Κληρικοὶ ἐν τῇ αὐτῇ Ἐκκλησίᾳ οὐχ ὑπελείφθησαν. Τηνικαῦτα γὰρ ὁ Μητροπολίτης ταῦτα παραφυλάξει ἀμείωτα, τῷ χειροτονησομένῳ Ἐπισκόπῳ πάντα ἀποδιδούς.
Ἑρμηνεία. Δὲν εἶναι, λέγει ὁ παρὼν Κανών, ἄδεια εἰς κᾀνένα Μητροπολίτην, ὅταν ἀποθάνῃ κἀνένας Ἐπίσκοπός του, νὰ διαρπάζῃ καὶ νὰ οἰκειοποιῆται τὰ πράγματα, ἢ τὰ ἐκείνου, ἢ τὰ τῆς Ἐπισκοπῆς του, ἀλλὰ ταῦτα νὰ ἔχουν εἰς φύλαξιν οἱ Κληρικοὶ τῆς Ἐπισκοπῆς, ἕως ὅτου γένῃ ἄλλος Ἐπίσκοπος. Εἰ δὲ εἰς τὴν Ἐπισκοπὴν ἐκείνην, τυχόν, δὲν ἔμειναν Κληρικοί, τότε ὁ Μητροπολίτης νὰ φυλάττῃ ταῦτα σῶα καὶ ἀνελλειπῆ, ἕως οὗ νὰ τὰ ἀποδώσῃ εἰς τὸν μέλλοντα χειροτονηθῆναι Ἐπίσκοπον. Ὅρα καὶ τὸν μʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΛΣΤʹ. Ἀνανεούμενοι τὰ παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων Πατέρων, τῶν ἐν τῇ Θεοφυλάκτῳ ταύτη καὶ Βασιλίδι πόλει συνελθόντων, καὶ τῶν ἑξακοσίων τριάκοντα, τῶν ἐν Χαλκηδόνι συναθροισθέντων νομοθετηθέντα, ὁρίζομεν, ὥστε τὸν Κωνσταντινουπόλεως θρόνον, τῶν ἴσων ἀπολαύειν πρεσβείων τοῦ τῆς πρεσβυτέρας Ῥώμης· θρόνου, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς ὡς ἐκεῖνον μεγαλύνεσθαι πράγμασιν, δεύτερον μετ’ ἐκεῖνον ὑπάρχοντα, μεθ’ ὃν ὁ τῆς Ἀλεξανδρέων Μεγαλοπόλεως ἀριθμείσθω θρόνος, εἶτα ὁ Ἀντιοχείας, καὶ μετὰ τοῦτον, ὁ τῆς τῶν Ἱεροσολυμιτῶν πόλεως.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν ἀνακαινίζει τὸν γʹ. Κανόνα τῆς Οἰκουμενικῆς βʹ. καὶ τὸν κηʹ. τῆς δʹ. τοὺς διαλαμβάνοντας διὰ τὰ τοῦ Κωνσταντινουπόλεως προνόμια, ὁρίζων, ὅτι αὐτὸς νὰ ἀπολαμβάνῃ τὰ ἴσα, καὶ τὰ αὐτὰ προνόμια μὲ τὸν Ῥώμης, καὶ νὰ μεγαλύνεται εἰς τὰ ἐκκλησιαστικὰ πράγματα, παρομοίως καθὼς καὶ ἐκεῖνος, δεύτερος μετ’ ἐκεῖνον ὑπάρχων κατὰ μόνην τὴν τάξιν, τρίτος δὲ ὁ Ἀλεξανδρείας, τέταρτος ὁ Ἀντιοχείας, καὶ πέμπτος ὁ Ἱεροσολύμων, κατὰ μόνην τὴν τάξιν τῆς προαριθμήσεως, καὶ ὑπαριθμήσεως ταύτης νοουμένης καὶ λεγομένης. Ἀνάγνωθι καὶ τοὺς ἀνωτέρω Κανόνας, καὶ τὸν ϛʹ. τῆς αʹ. καὶ τὴν εἰς ἐκεῖνον ὑποσημείωσιν, ἐν ᾗ περὶ τῶν εʹ. Πατριαρχῶν ἀναφέρομεν.
ΚΑΝΩΝ ΛΖʹ. Ἐπειδὴ κατὰ διαφόρους καιροὺς βαρβαρικαὶ γεγόνασιν ἔφοδοι, καὶ πλεῖσται πόλεις ἐντεῦθεν ὑποχείριοι τοῖς ἀνόμοις κατέστησαν, ὡς ἐντεῦθεν μὴ δυνηθῆναι τὸν τῆς τοιαύτης πόλεως Πρόεδρον μετὰ τὴν ἐπ’ αὐτῷ χειροτονίαν, τὸν οἰκεῖον θρόνον καταλαβεῖν, καὶ ἐν αὐτῷ ἱερατικῇ καταστάσει ἐνιδρυθῆναι, καὶ οὕτω κατὰ τὸ κρατῆσαν ἔθος τὰς χειροτονίας, καὶ πάντα, ἃ τῷ Ἐπισκόπῳ ἀνήκει, πράττειν τε καὶ μεταχειρίζεσθαι· ἡμεῖς τὸ τίμιον, καὶ σεβάσμιον τῇ ἱερωσύνῃ φυλάττοντες, καὶ μηδαμῶς πρὸς λύμην τῶν ἐκκλησιαστικῶν δικαίων, τὴν ἐθνικὴν ἐπήρειαν ἐνεργεῖσθαι βουλόμενοι τοῖς οὕτω χειροτονηθεῖσι, καὶ διὰ τὴν προκειμένην αἰτίαν ἐν τοῖς ἑαυτῶν μὴ ἐγκαταστᾶσι θρόνοις, τὸ ἀπροκριμάτιστον τηρεῖσθαι συνεωράκαμεν, ὥστε καὶ χειροτονίας Κληρικῶν διαφόρων κανονικῶς ποιεῖν, καὶ τῇ τῆς προεδρίας αὐθεντίᾳ κατὰ τὸν ἴδιον ὅρον κεχρῆσθαι, καὶ βεβαίαν, καὶ νενομισμένην εἶναι πᾶσαν ὑπ’ αὐτῶν προϊοῦσαν διοίκησιν. Οὐ γάρ, ὑπὸ τοῦ τῆς ἀνάγκης καιροῦ, καὶ τῆς ἀκριβείας περιγραφείσης, ὁ τῆς οἰκονομίας ὅρος περιορισθήσεται.
Ἑρμηνεία. Διορίζεται ὁ παρὼν Κανών, ὅτι ἐπειδὴ μερικοὶ Ἀρχιερεῖς ἀφ’ οὗ ἐχειροτονήθησαν, δὲν ἐδυνήθησαν νὰ ὑπάγουν εἰς τοὺς θρόνους καὶ ἐπαρχίας των μὲ τὸ νὰ αἰχμαλωτίσθησαν αὐτοὶ ἀπὸ βαρβάρων ἐπιδρομὰς: διὰ τοῦτο ἡμεῖς φυλάττοντες τὸ σέβας, καὶ τὴν τιμὴν εἰς τὴν Ἀρχιεροσύνην, καὶ μὴ στέργοντες, ὅτι ἡ τῶν βαρβάρων αἰχμαλωσία νὰ προξενῇ ἐμπόδιον εἰς τὰ ἐκκλησιαστικὰ δίκαια, ὁρίζομεν, ὥστε, οἱ οὕτω χειροτονηθέντες, καὶ διὰ τὴν ἀφορμήν, καὶ φόβον τῶν βαρβάρων μὴ δυνηθέντες νὰ ἀποκατασταθῶσιν εἰς τοὺς θρόνους αὐτῶν, ἀπροκριματίστως νὰ κάμνουσι χειροτονίας διαφόρων Κληρικῶν τῆς ἐπαρχίας των, καὶ μακρὰν ὄντες αὐτῆς (καὶ ὅρα τὴν ὑποσημείωσιν τοῦ ιϛʹ. τῆς ἐν Ἀντιοχ.) ὡς οἱ Κανόνες διαγορεύουσι, καὶ νὰ ἔχουσι τὴν τιμὴν καὶ αὐθεντίαν τῆς προεδρίας, κατὰ τὸν ἴδιον ὅρον, δηλ. καθὼς ὡρίσθη νὰ ᾖναι ἡ ἐπαρχία αὐτῶν, πρώτη, θετέον, ἢ δευτέρα, ἢ τρίτη, καὶ καθεξῆς, καὶ ὅσα ἤθελαν ἐνεργήσουν μὲ ἀρχιερατικὸν δίκαιον, ἤτοι ὡς Ἀρχιερεῖς, νὰ ᾖναι βέβαια καὶ νόμιμα. Δι’ ὅτι ἀγκαλὰ καὶ ἡ ἀκρίβεια, ἤγουν τὸ νὰ ὑπάγωσιν αὐτοὶ εἰς τὸν θρόνον των, καὶ νὰ ἐνεργῶσι τὰ τοιαῦτα, ἠλαττώθη ἀπὸ τὴν ἀνάγκην τοῦ καιροῦ καὶ τῶν βαρβάρων· ὅμως δὲν θέλει ἐλαττωθῇ ἀπὸ αὐτὴν καὶ ὁ ὅρος τῆς οἰκονομίας, δηλ. καὶ τὸ νὰ ἐνεργῶσι ταῦτα εἰς τὸν αὐτὸν θρόνον τους, καὶ μακρὰν ὄντες αὐτοῦ. Ἀνάγνωθι καὶ τὸν λϛʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΛΗʹ. Τὸν ἐκ τῶν Πατέρων ἡμῶν τεθέντα Κανόνα, καὶ ἡμεῖς παραφυλάττομεν τὸν οὕτω διαγορεύοντα· εἴ τις ἐκ Βασιλικῆς ἐξουσίας ἐκαινίσθη πόλις, ἢ αὖθις καινισθείη, τοῖς πολιτικοῖς καὶ δημοσίοις τύποις, καὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων ἡ τάξις ἀκολουθείτω.
Ὁ παρὼν Κανὼν εἶναι ὁ ἴδιος ιζʹ. τῆς δʹ. καὶ ὅρα τὴν ἑρμηνείαν ἐκεῖ.
ΚΑΝΩΝ ΛΘʹ. Τοῦ ἀδελφοῦ, καὶ συλλειτουργοῦ ἡμῶν Ἰωάννου τοῦ τῆς Κυπρίων νήσου προέδρου, ἅμα τῷ οἰκείῳ λαῷ, ἐπὶ τὴν Ἑλλησπόντιον ἐπαρχίαν, διά τε τὸ τὰς βαρβαρικὰς ἐφόδους, διά τε τὸ τῆς ἐθνικῆς ἐλευθερωθῆναι δουλείας, καὶ καθαρῶς τοῖς σκήπτροις τοῦ χριστιανικωτάτου κράτους ὑποταγῆναι, τῆς εἰρημένης μεταναστάντος νήσου, προνοίᾳ τοῦ Φιλανθρώπου Θεοῦ, καὶ μόχθῳ τοῦ φιλοχρίστου, καὶ εὐσεβοῦς ἡμῶν Βασιλέως, συνορῶμεν, ὥστε ἀκαινοτόμητα διαφυλαχθῆναι τὰ παρὰ τῶν ἐν Ἐφέσῳ τὸ πρότερον συνελθόντων Θεοφόρων Πατέρων τῷ θρόνῳ τοῦ προγεγραμμένου ἀνδρὸς παρασχεθέντα προνόμια, ὥστε τὴν νέαν Ἰουστινιανούπολιν τὸ δίκαιον ἔχειν τῆς Κωνσταντινουπόλεως, καὶ τὸν ἐπ’ αὐτῇ καθιστάμενον θεοφιλέστατον Ἐπίσκοπον, πάντων προεδρεύειν τῶν τῆς Ἑλλησποντίων ἐπαρχίας, καὶ ὑπὸ τῶν οἰκείων Ἐπισκόπων χειροτονεῖσθαι, κατὰ τὴν ἀρχαίαν συνήθειαν. Τὰ γὰρ ἐν ἑκάστη Ἐκκλησίᾳ ἔθη καὶ οἱ Θεοφόροι ἡμῶν Πατέρες παραφυλάττεσθαι διεγνώκασι, τοῦ τῆς Κυζικηνῶν πόλεως Ἐπισκόπου ὑποκειμένου τῷ προέδρῳ τῆς εἰρημένης Ἰουστινιανουπόλεως, μιμήσει τῶν λοιπῶν ἁπάντων Ἐπισκόπων, τῶν ὑπὸ τὸν λεχθέντα Θεοφιλέστατον πρόεδρον Ἰωάννην, ὑφ’ οὗ, χρείας καλούσης, καὶ ὁ τῆς αὐτῆς Κυζικηνῶν πόλεως Ἐπίσκοπος χειροτονηθήσεται.
Ἑρμηνεία. Εἰς τὸν καιρὸν τοῦ Βασιλέως Ἰουστινιανοῦ τοῦ βʹ. ὁ Κύπρου Ἀρχιεπίσκοπος Ἰωάννης ἀναχωρήσας ἀπὸ τὴν ἐπαρχίαν του μαζὴ μὲ τὸν λαόν του, ἦλθεν εἰς τὴν ἐπαρχίαν τῆς Ἑλλησπόντου, (Ἑλλήσποντος δὲ εἶναι, κατὰ μὲν τὸν Βαλσαμῶνα, τὰ ἀνατολικὰ ὅρια, τὰ ἀπὸ τὴν Ἄβυδον, ἤτοι τὸ ἀνατολικὸν Κάστρον ἀπὸ τὰ ἔξω, ἕως τῆς Θρᾴκης ἐκτεινόμενα, κατὰ δὲ τὸν Χρύσανθον, ὁ ἀπὸ τῆς Τενέδου μέχρι Καλλιουπόλεως ἐκτεινόμενος πορθμὸς) τόσον διὰ τὰς τῶν Βαρβάρων ἐπιδρομάς, ὅσον καὶ διὰ τί ἐλευθερωθεὶς ἀπὸ τὴν αἰχμαλωσίαν αὐτῶν, προνοίᾳ Θεοῦ, καὶ ἐπιμελείᾳ τοῦ Βασιλέως, ὑπετάγη εἰς τὴν Ῥωμαϊκὴν Βασιλείαν. Διὰ τοῦτο ὁ παρὼν Κανὼν διορίζει νὰ σώζωνται ὁλόκληρα τὰ εἰς τὸν Κύπρου χαρισθέντα προνόμια ἀπὸ τὸν τῆς γʹ. Συνόδου ηʹ. Κανόνα, καὶ ἡ νέα Ἰουστινιανούπολις αὕτη νὰ ἔχῃ τὸ δίκαιον τῆς Κωνσταντινουπόλεως (δηλ. νὰ ἦναι καὶ αὐτὴ αὐτοκέφαλος ὥσπερ ἐκείνη, ἤ, καθὼς ἡ Ἀσιανή, Ποντική, καὶ Θρᾳκικὴ ὑπετάγη εἰς τὸν Κωνσταντινουπόλεως, ὡς εἴπομεν Καν. κηʹ. τῆς δʹ., οὕτω καὶ εἰς τὴν Κύπρον ἡ Ἑλλησπόντιος ἐπαρχία), καὶ νὰ χειροτονῆται ὁ Ἀρχιεπίσκοπος αὐτῆς ἀπὸ τοὺς ἐδικούς του Ἐπισκόπους, κατὰ τὴν ἀρχαίαν συνήθειαν. Ὥστε, ὁ τῆς Κυζίκου πόλεως Μητροπολίτης νὰ ὑποτάσσεται εἰς αὐτόν, καθὼς καὶ πάντες οἱ ἐν τῇ Κύπρῳ Ἐπίσκοποι, καὶ χρείας καλούσης, νὰ χειροτονῆται ἀπὸ αὐτόν.
Ἀνάγνωθι καὶ τὸν ηʹ. τῆς τρίτης Συνόδου.
ΚΑΝΩΝ Μʹ. Ἐπειδὴ τῷ Θεῷ κολλᾶσθαι διὰ τῆς ἐκ τῶν τοῦ βίου θορύβων ἀναχωρήσεως, λίαν ἐστὶ σωτήριον, χρὴ μὴ ἀνεξετάστως ἡμᾶς παρὰ τὸν καιρὸν τοὺς τὸν μονήρη βίον αἱρουμένους προσίεσθαι, ἀλλὰ τὸν παραδοθέντα ἡμῖν παρὰ τῶν Πατέρων καὶ ἐν αὐτοῖς φυλλάττειν ὅρον, ὥστε τὴν ὁμολογίαν τοῦ κατὰ Θεὸν βίου τότε προσίεσθαι δεῖ, ὡς ἤδη βεβαίαν, καὶ ἀπὸ γνώμης καὶ κρίσεως γινομένην, μετὰ τὴν τοῦ λόγου συμπλήρωσιν.
Ἔστω τοίνυν ὁ μέλλων τὸν μοναχικὸν ὑπέρχεσθαι ζυγόν, οὐχ ἧττον, ἢ δεκαετής, ἐν τῷ προέδρῳ κειμένης, καὶ τῆς ἐπὶ τούτῳ δοκιμασίας, εἰ τὸν χρόνον αὐτῷ αὐξηθῆναι λυσιτελέστερον ἡγεῖται, πρὸς τὴν ἐν τῷ μονήρει βίῳ εἰσαγωγὴν καὶ κατάστασιν. Εἰ γὰρ καὶ ὁ Μέγας Βασίλειος ἐν τοῖς ἱερεῖς αὑτοῦ Κανόσι, τὴν ἑκουσίως ἑαυτὴν προσάγουσαν τῷ Θεῷ καὶ τὴν παρθενίαν ἀσπαζομένην, τὸν ἑπτακαιδέκατον διανύουσαν χρόνον, τῷ τῶν Παρθένων τάγματι ἀριθμεῖσθαι νομοθετεῖ· ἀλλ’ οὖν τῷ περὶ τῶν χηρῶν τε καὶ Διακονισσῶν παραδείγματι κατακολουθήσαντες, εἰς τὸν εἰρημένον χρόνον ἀναλόγως τοὺς τὸν μονήρη βίον ἑλομένους περιεστήσαμεν. Ἐν γὰρ τῷ Θείῳ Ἀποστόλῳ γέγραπται, ἑξήκοντα ἐτῶν τὴν ἐν τῇ Ἐκκλησίᾳ καταλέγεσθαι χήραν. Οἱ δὲ ἱεροὶ Κανόνες τεσσαράκοντα ἐτῶν τὴν Διακόνισσαν χειροτονεῖσθαι παραδεδώκασι, τὴν Ἐκκλησίαν χάριτι θείᾳ κραταιοτέραν γενομένην. καὶ ἐπὶ τὰ πρόσῳ βαίνουσαν ἑωρακότες, καὶ τὸ τῶν πιστῶν πρὸς τὴν τῶν θείων ἐντολῶν τήρησιν πάγιόν τε καὶ ἀσφαλές, ὅπερ καὶ ἡμεῖς ἄριστα κατανοήσαντες ἀρτίως διωρισάμεθα, τὴν εὐλογίαν τῆς χάριτος τῷ μέλλοντι τῶν κατὰ Θεὸν ἀγώνων ἐνάρχεσθαι, ὥσπερ τινὰ σφραγίδα ταχέως ἐνσημαινόμενοι, ἐντεῦθεν αὐτὸν πρὸς τὸ μὴ ἐπιπολὺ ὀκνεῖν, καὶ ἀναδύεσθαι προσβιβάζοντες, μᾶλλον μὲν οὖν καὶ πρὸς τὴν τοῦ ἀγαθοῦ παρορμῶντες ἐκλογὴν καὶ κατάστασιν.
Ἑρμηνεία. Ἐκεῖνοι ὁποῦ θέλουν νὰ γένουν Μοναχοὶ ἢ Μονάστριαι, δὲν πρέπει, κατὰ τὸν παρόντα Κανόνα, νὰ δέχωνται ἀνεξετάστως, καὶ ἔξω ἀπὸ τὸν πρέποντα καιρόν, καὶ ὅρον τὸν παραδοθέντα ἀπὸ τοὺς θείους Πατέρας, (καὶ μάλιστα τὸν μέγαν Βασίλειον) ἀλλὰ τότε πρέπει νὰ δέχεται ἡ ὁμολογία καὶ ὑπόσχεσις ὁποῦ δώσουν οἱ τοιοῦτοι πρὸς τὸν Θεόν, ὡς βεβαία καὶ ἀπὸ γνώμης ἐδικῆς των γινομένη, ἀφ’ οὗ τελειωθῇ ἡ κρίσις τοῦ λογικοῦ αὐτῶν, καθὼς ἐν τῷ ιηʹ. Κανόνι λέγει ὁ μέγας Βασίλειος, καὶ μάλιστα ἐν τῷ ιεʹ. κατὰ πλάτ. ὅρῳ αὐτοῦ.
Λοιπὸν ὁ μέλλων γενέσθαι Μοναχός, ἂς μὴ ᾖναι ὀλιγώτερον ἀπὸ δέκα χρόνων, πλὴν εἰς τὴν ἐξουσίαν τοῦ Ἀρχιερέως ἂς εὑρίσκεται νὰ κάμῃ τὴν δοκιμὴν αὐτοῦ, καὶ νὰ αὐξάνῃ εἰς αὐτὸν (ἀναλόγως δηλ. μὲ τὴν ἐκ φύσεως γνῶσιν αὐτοῦ) τοὺς χρόνους, ἂν τὸ στοχασθῇ συμφερώτερον.
Διότι, ἀγκαλὰ καὶ ὁ μέγας Βασίλειος εἰς τὸν προῤῥηθέντα Κανόνα αὑτοῦ διορίζῃ νὰ συναριθμῆται εἰς τὸ τάγμα τῶν παρθένων ἡ ὑπὲρ τοὺς δεκαέξ, ἢ δεκαεπτὰ χρόνους οὖσα παρθένος, ἀλλὰ ἡμεῖς ἀκολουθήσαντες εἰς τὸ παράδειγμα τῶν χηρῶν καὶ Διακονισσῶν τοὺς δεκαέξ, καὶ δεκαεπτὰ χρόνους τοῦ Βασιλείου, εἰς τοὺς δέκα χρόνους ὠλιγοστεύσαμεν. Διότι, ὁ μὲν Ἀπόστολος διορίζει νὰ καταλέγεται, ἤτοι νὰ συναριθμῆται ἡ χήρα εἰς τὴν Ἐκκλησίαν, ὄχι ὀλιγώτερον ἀπὸ ἑξήκοντα χρόνων, οἱ δὲ Πατέρες τῆς δʹ. λέγουσι νὰ χειροτονῆται Διακόνισσα χρόνων τεσσαράκοντα ἐν τῷ ιεʹ. Κανόνι. βλέποντες τὴν Ἐκκλησίαν τοῦ Θεοῦ προκόπτουσαν μὲ τὴν χάριν τοῦ Θεοῦ, καὶ τὴν σταθερότητα ὁποῦ δείχνουν οἱ χριστιανοὶ εἰς τὴν φύλαξιν τῶν θείων ἐντολῶν.
Ταῦτα καὶ ἡμεῖς στοχαζόμενοι καλῶς, τὸν Κανόνα τοῦτον ἐδιωρίσαμεν, ἐγχαράττοντες εἰς τὴν ἁπαλὴν ψυχῆν τοῦ μέλλοντος νὰ ἀρχίσῃ τοὺς Πνευματικοὺς ἀγῶνας τῶν Μοναχῶν, ὡσὰν σφραγῖδα, τὴν εὐλογίαν τῆς θείας χάριτος, καὶ συγκροτοῦντες αὐτὸν διὰ τοῦ Κανόνος τούτου, ὄχι εἰς τὸ νὰ ἀμελῇ εἰς πολὺν καιρὸν τὴν ἐργασίαν τῆς ἀρετῆς, ἀλλὰ μᾶλλον εἰς τὸ νὰ ἐκλέξῃ τὴν ἀγαθὴν μερίδα ὀγλιγωρότερα. Λέγει δὲ καὶ ὁ ϛʹ. τῆς ἐν Καρθαγένῃ, ὅτι αἱ παρθένοι πρέπει νὰ καθιερώνωνται εἰς τὸν Θεὸν ἀπὸ μόνον τὸν Ἐπίσκοπον, καὶ ὁ ναʹ. τῆς αὐτῆς, ὅτι πρέπει καὶ νὰ προνοοῦνται ἀπὸ αὐτόν, ἤ, ἀπόντος αὐτοῦ, νὰ προνοοῦνται ἀπὸ τὸν Πρεσβύτερον.
ΚΑΝΩΝ ΜΑʹ. Τοῖς ἐν πόλεσιν, ἢ χωρίοις ἐν ἐγκλείστραις βουλομένοις ἀναχωρεῖν, καὶ ἑαυτοῖς κατὰ μόνας προσέχειν, πρότερον ἐν Μοναστηρίῳ εἰσιέναι δεῖ, καὶ τὴν ἀναχωρητικὴν παιδοτριβεῖσθαι διαγωγήν, καὶ ἐπὶ τριετῆ χρόνον τῷ τῆς Μονῆς ἐξάρχοντι ἐν φόβῳ Θεοῦ ὑποτάττεσθαι, καὶ τὴν κατὰ πάντα, ὡς προσῆκεν, ὑπακοὴν ἐκπληροῦν, καὶ οὕτως ὁμολογοῦντας περὶ τῆς ἐν τοιούτῳ βίῳ προαιρέσεως, καὶ ὡς ἐξ ὅλης καρδίας ἑκουσίως τοῦτον ἀσπάζονται, ὑπὸ τοῦ κατὰ τὸν τόπον δοκιμάσαι προέδρου. Εἶθ’ οὕτως ἐφ’ ἕτερον ἐνιαυτόν, ἔξωθεν προσκαρτερεῖν τῆς ἐγκλείστρας, ὡς ἂν ὁ σκοπὸς αὐτῶν πλειόνως φανερωθείη. Τηνικαῦτα γὰρ πληροφορίαν παρέξουσιν, ὡς οὐ κενὴν θηρώμενοι δόξαν, ἀλλὰ δι’ αὐτὸ τὸ ὄντως καλόν, τὴν ἡσυχίαν ταύτην μεταδιώκουσι. Μετὰ δὲ τὴν τοσούτου χρόνου συμπλήρωσιν, εἰ τῇ αὐτῇ προαιρέσει ἐμμένοιεν, ἐγκεκλεῖσθαι αὐτούς, καὶ μηκέτι τούτοις ἐξεῖναι, ὅτε βούλονται, τῆς τοιαύτης καταμονῆς ἀφίστασθαι, ἐκτὸς εἰ μὴ διὰ κοινὴν λυσιτέλειαν καὶ ὠφέλειαν, ἢ ἑτέραν ἀνάγκην πρὸς θάνατον αὐτοὺς βιαζομένην, πρὸς τοῦτο ἕλκοιντο, καὶ οὕτω, μετ’ εὐλογίας τοῦ κατὰ τὸν τόπον Ἐπισκόπου.
Τῶν δὲ εἰρημένων προφάσεων δίχα, ἐγχειροῦντας ἐκ τῶν καταγωγίων αὐτῶν ἐξιέναι, προτοτύπως μὲν ἄκοντας αὐτοὺς καθειργνύειν ἐν τῇ εἰρημένῃ ἐγκλείστρᾳ, ἔπειτα δὲ νηστείαις, καὶ ἑτέραις σκληραγωγίαις αὐτοὺς θεραπεύειν, «εἰδότας, κατὰ τὸ γεγραμμένον, ὡς οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν Βασιλείαν τῶν οὐρανῶν.»
Ἑρμηνεία. Μέγα καὶ τολμηρὸν πρᾶγμα εἶναι, τό, εὐθὺς εὐθὺς ἀπὸ τὴν κοσμικὴν ζωὴν νὰ ἀναχωρῇ τινάς, καὶ μέσα εἰς ἐγκλειστήρια νὰ ἐγκλείεται, καὶ ἀπὸ μίαν ὑπερβολὴν νὰ μεταπηδᾷ εἰς ἄλλην ὑπερβολήν, ἀπὸ τὸ πολυτάραχον, λέγω, πέλαγος τοῦ βίου, εἰς τὸ δυσκολοδιάβατον πέλαγος τῆς ἡσυχίας. Διὰ τοῦτο οἱ Πατέρες οὗτοι ἐν τῷ παρόντι Κανόνι διορίζουσιν, ὅτι οἱ τοῦτο ποιῆσαι θέλοντες, νὰ πηγαίνουν εἰς Μοναστήριον, καὶ ἀφ’ οὗ τρεῖς χρόνους δείξουν κατὰ πάντα ὑπακοὴν εἰς τὸν Ἡγούμενον, νὰ δοκιμάζωνται ἀπὸ τὸν Ἀρχιερέα, ὁμολογοῦντες ὅτι θεληματικῶς, καὶ ἐξ ὅλης τῆς καρδίας ποθοῦσι τὴν τοιαύτην ἀναχώρησιν. Ἔπειτα μετὰ τοῦτο, νὰ ἡσυχάζουν ἔξω τῆς ἐγκλείστρας ἕνα χρόνον, διὰ νὰ δώσουν περισσοτέραν πληροφορίαν, ὅτι ὄχι διὰ κενοδοξίαν, ἀλλὰ διὰ μόνον τὸ τῆς ἡσυχίας καλόν, τὴν ζωὴν ταύτην ἐπιποθοῦσι. Καὶ ἂν μετὰ ταῦτα πάντα στέκωνται στερεοὶ εἰς τὸν αὐτὸν λογισμὸν καὶ προθυμίαν, τότε νὰ ἐγκλείωνται, καὶ πλέον νὰ μὴ ἔχουν τὴν ἄδειαν νὰ εὐγαίνουν ἔξω, ὅταν θέλουσιν, ἔξω μόνον διὰ κοινὴν ὠφέλειαν τοῦ λαοῦ, καὶ διὰ κίνδυνον θανάτου. Πλὴν καὶ τότε νὰ εὐγαίνουν μὲ εὐλογίαν, καὶ ἄδειαν τοῦ κατὰ τόπον Ἐπισκόπου.
Εἰ δὲ χωρὶς τὰς αἰτίας ταύτας ἤθελαν εὔγουν, καὶ στανικῶς νὰ ἐγκλείωνται πάλιν εἰς τὴν ῥηθεῖσαν ἐγκλείστράν των, καὶ μὲ νηστείας, καὶ ἄλλας κακουχίας νὰ κανονίζωνται, διὰ νὰ μάθωσιν, ὅτι, καθὼς εἶπεν ὁ Κύριος, ὅποιος βάλλει τὸ χέρι του εἰς τὸ ἄλετρον, ἤτοι ὅποιος ἀρχίσῃ τὴν κατὰ Θεὸν πολιτείαν, ἔπειτα γυρίσῃ εἰς τὴν κοσμικὴν ζωήν, οὗτος δὲν ἠμπορεῖ νὰ εὐθυπορήσῃ εἰς τὴν Βασιλείαν τῶν οὐρανῶν.
ΚΑΝΩΝ ΜΒʹ. Τοὺς λεγομένους ἐρημίτας, οἵτινες μελανειμονοῦντες, καὶ τὰς κεφαλὰς κομῶντες περιάγουσι τὰς πόλεις, μεταξὺ ἀνδρῶν λαϊκῶν καὶ γυναικῶν ἀναστρεφόμενοι, καὶ τὸ οἰκεῖον ἐπάγγελμα καθυβρίζοντες, ὁρίζομεν, εἰ μὲν αἱροῦνται τὰς κόμας ἀποκειράμενοι, τὸ τῶν λοιπῶν Μοναχῶν ἀναδέξασθαι σχῆμα, τούτους ἐν Μοναστηρίῳ ἐγκαθίστασθαι, καὶ τοῖς ἀδελφοῖς ἐγκαταλέγεσθαι. Εἰδὲ μὴ τοῦτο προέλοιντο, παντάπασιν αὐτοὺς τῶν πόλεων ἀπελαύνεσθαι, καὶ τὰς ἐρήμους οἰκεῖν, ἐξ ὧν καὶ τὴν ἐπωνυμίαν ἑαυτοῖς ἀνεπλάσαντο.
Ἑρμηνεία. Ἐπειδὴ πάλαι πολλοὶ λαοπλάνοι ἐρημῖται ὀνομαζόμενοι, μαῦρα ἐφόρουν, καὶ μαλλία τρέφοντες εἰς τὴν κεφαλήν, ἐπεριτριγύριζον εἰς τὰς πόλεις, ἀναμεταξὺ ἀνδρῶν τε καὶ γυναικῶν, καὶ τὸ μοναχικὸν ἐπάγγελμα καθύβριζον, διὰ τοῦτο ὁρίζει ὁ παρὼν Κανών, ὅτι οἱ τοιοῦτοι, εἰ μὲν θέλουν νὰ κουρεύουν τὰ μαλλία, ὡς καὶ οἱ λοιποὶ ἐν Μοναστηρίοις εὑρισκόμενοι Μοναχοί, καὶ εἰς Μοναστήριον νὰ ἀποκατασταίνωνται, καλῶς ἂν ἔχοι· ὄχι καὶ δὲν θέλουν, νὰ διώκωνται τελείως ἀπὸ τὰς πόλεις, καὶ νὰ πηγαίνουν νὰ κατοικοῦν εἰς τὰς ἐρήμους, ἀπὸ τὰς ὁποίας ψευδῶς, καὶ οὐκ ἀληθῶς, ἐρημίτας τὸν ἑαυτόν τους ὠνόμασαν.
ΚΑΝΩΝ ΜΓʹ. Ἐξὸν ὑπάρχει Χριστιανῷ τὸν ἀσκητικὸν ἑλέσθαι βίον, καὶ τὴν πολυτάραχον ζάλην τῶν βιωτικῶν πραγμάτων ἀποθέμενον, ἐν Μοναστηρίῳ εἰσιέναι, καὶ κατὰ τὸ μοναχικὸν σχῆμα ἀποκαρῆναι, κἂν ἐν οἱῳδήποτε πταίσματι ἁλῷ· ὁ γὰρ Σωτὴρ ἡμῶν Θεὸς ἔφη. «Τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω»· ὡς οὖν τῆς μοναχικῆς πολιτείας, τὴν ἐν μετανοίᾳ στηλογραφούσης ζωὴν ἡμῖν, τῷ γνησίως ταύτη προστιθεμένῳ συνευδοκοῦμεν, καὶ οὐδεὶς αὐτὸν παρεμποδίσει τρόπος πρὸς τὴν τοῦ οἰκείου σκοποῦ ἀποπλήρωσιν.
Ἑρμηνεία. Ὡς φαίνεται, θέλοντές τινες νὰ μονάσουν, ἐμποδίζοντο ἀπό τινας, τυχὸν διὰ ἁμαρτήματα ὁποῦ ἔκαμαν. Ὅθεν ὁ παρὼν διορίζει, ὅτι εἶναι ἄδεια εἰς τὸν κάθε Χριστιανὸν (αὐτεξούσιον δηλ. καὶ ὄχι ὑπεξούσιον, καὶ ὅρα τὸν πβʹ. Ἀποστολικὸν), νὰ ἀπαρνῆται τὸν κόσμον, καὶ νὰ πηγαίνῃ εἰς Μοναστήριον νὰ ἀποκείρεται, κᾂν ἔκαμε καὶ τὸ μεγαλήτερον ἁμάρτημα, ἐπειδὴ καὶ ὁ Κύριος εἶπε· δὲν θέλω ἀποδιώξει ἐκεῖνον ὁποῦ ἔρχεται πρὸς τοῦ λόγου μου· λοιπὸν ἐπειδὴ ἡ ζωὴ τῶν Μοναχῶν εἰκονίζει τὴν μετάνοιαν, καθὼς καὶ ἡ στήλη εἰκονίζει τὸ στηλογραφούμενον πρᾶγμα.
Διὰ τοῦτο καὶ ἡμεῖς εὐαρεστούμεθα καὶ συγχαίρομεν εἰς τοὺς προτιμῶντας αὐτήν, καὶ κᾀμμία αἰτία (ἁμαρτίας δηλ. καὶ ὄχι ὑπεξουσιότητος) δὲν θέλει ἐμποδίσει τοὺς τοιούτους ἀπὸ τὴν τοῦ σκοποῦ τελείωσιν. Λέγει δὲ καὶ ὁ κεʹ. τοῦ Νικηφόρου, ὅτι ἐάν τις ἀσθενὴς ὤν, ἐπιζητῇ τὸ μοναχικὸν σχῆμα, πρέπει νὰ τοῦ δίδεται χωρὶς ἀναβολὴν καιροῦ, καὶ ἡ χάρις νὰ μὴ ἐμποδίζεται ἀπὸ αὐτόν. Τοῦτο τὸ ἴδιον λέγουσι καὶ ὁ Βαλσαμών, καὶ ὁ Θεσσαλονίκης Συμεών· χωρὶς ὅμως γέροντος τοῦ μέλλοντος αὐτὸν εἰς ὑποταγὴν δεχθῆναι, κᾀνένας Μοναχὸς δὲν πρέπει νὰ γίνεται, κατὰ τὸν βʹ. τῆς αʹ. καὶ βʹ.
ΚΑΝΩΝ ΜΔʹ. Μοναχὸς ἐπὶ πορνείᾳ ἁλούς, ἢ πρὸς γάμου κοινωνίαν καὶ συμβίωσιν γυναῖκα ἀγόμενος, τοῖς τῶν πορνευόντων ἐπιτιμίοις κατὰ τοὺς Κανόνας ὑποβληθήσεται.
Ἑρμηνεία. Ἐὰν Μοναχὸς ἐλεχθῇ ὅτι ἐπόρνευσεν, ἢ ὑπανδρευθῇ, ὡς πόρνος, ἤτοι ἑπτὰ χρόνους νὰ ἐπιτιμᾶται κατὰ τοὺς Κανόνας, χωριζομένου πρότερον τοῦ παρανόμου συνοικεσίου, διορίζει ὁ παρὼν Κανών. Κανόνας δὲ ἐννοεῖ τὸν ιθʹ. τοῦ Βασιλ. Ἀνάγνωθι καὶ τὸν ιϛʹ. τῆς δʹ.
ΚΑΝΩΝ ΜΕʹ. Ἐπειδὴ μεμαθήκαμεν, ἔν τισι γυναικείοις Μοναστηρίοις τὰς μελλούσας τοῦ ἱεροῦ ἐκείνου καταξιοῦσθαι σχήματος, πρότερον σηρικαῖς, καὶ παντοίαις στολαῖς, ἔτι μὴν καὶ κοσμίοις, χρυσῷ καὶ λίθῳ πεποικιλμένοις, ὑπὸ τῶν προσαγόντων αὐτὰς περιστέλλεσθαι, καὶ οὕτω τῷ θυσιαστηρίῳ προσιούσας, ἐκδιδύσκεσθαι τὴν τοσαύτης τῆς ὕλης ἀμφίεσιν, παραχρῆμά τε γίνεσθαι ἐπ’ αὐταῖς τὴν τοῦ σχήματος εὐλογίαν, καὶ τὸ μέλαν αὐτὰς ἔνδυμα ἀμφιέννυσθαι.
Ὁρίζομεν, ὥστε μηκέτι ἀπὸ τοῦ νῦν τοῦτο γίνεσθαι· οὐδὲ γὰρ εὐαγὲς ὑπάρχει, τὴν ἤδη διὰ τῆς οἰκείας προαιρέσεως ἀποθεμένην πᾶσαν τὴν τοῦ βίου τερπνότητα, καὶ ἀσπασαμένην τὴν κατὰ Θεὸν πολιτείαν, καὶ βεβαιώσασαν ταύτην λογισμοῖς ἀκλινέσι, καὶ οὕτω τῷ Μοναστηρίῳ προσελθοῦσαν, αὖθις εἰς ἀνάμνησιν διὰ τοῦ τοιούτου φθαρτοῦ τε καὶ ῥέοντος κόσμου ἐλθεῖν, ὧν ἤδη ἐποιήσατο λήθην. Ἐκ τούτου τε ἀμφίβολον καταστῆναι, καὶ τὴν ψυχὴν ἐκταραχθῆναι, δίκην κυμάτων ἐπικλυϊζόντων, καὶ τῇδε κᾀκεῖσε περιστρεφόντων, ὡς μήτε δάκρυον, ἔστιν ὅτε, λοιπὸν ἀφιεῖσαν, τὴν ἐν τῇ καρδίᾳ διὰ τοῦ σώματος κατάνυξιν ἐπιδείξασθαι Ἀλλ’ εἰ καὶ βραχύ τι, ὡς εἰκὸς ἐκπηδήσειε δάκρυον, μὴ μᾶλλον τῆς διὰ τὸν ἀσκητικὸν ἀγῶνα διαθέσεως χάριν, ἢ διὰ τὸ τὸν Κόσμον, καὶ τὰ ἐν Κόσμῳ καταλιπεῖν, παρὰ τοῖς ὁρῶσι τοῦτο προελθεῖν λογισθῆναι.
Ἑρμηνεία. Ἐμποδίζει ὁ παρὼν Κανὼν τὸ νὰ στολίζωνται αἱ γυναῖκες, ὁποῦ μέλλουν νὰ γένουν Μοναχαὶ μὲ μεταξωτὰ φορέματα, καὶ μὲ ἄλλα κόσμια χρυσίου, καὶ λίθων πολυτίμων, καὶ ἔτσι ἐστολισμέναι νὰ πλησιάζουν πρὸς τὸ ἅγιον βῆμα τῆς ἐκκλησίας τῶν γυναικείων Μοναστηρίων, καὶ ἐκεῖ νὰ ἐκδύωνται μὲν τὰ τοιαῦτα μάταια στολίδα, παρευθὺς δὲ νὰ ἐνδύωνται τὰ μαῦρα τῶν Μοναχῶν φορέματα, καὶ τὴν εὐλογίαν τοῦ σχήματος νὰ λαμβάνουσι. Διότι δὲν εἶναι πρέπον, ἡ γυνὴ ἐκείνη, ὁποῦ πρότερον ἐξ οἰκείας προαιρέσεως ἀπέῤῥιψε κάθε ἡδονὴν τοῦ βίου, καὶ ἠγάπησε τὴν κατὰ Θεὸν πολιτείαν, καὶ μὲ λογισμοὺς στερεοὺς ἐβεβαίωσε τὴν προαίρεσίν της ταύτην, καὶ ἔτσι στερεὰ ἐπῆγεν εἰς τὸ Μοναστήριον, πάλιν νὰ ἔρχεται εἰς ἐνθύμησιν μὲ τὰ τοιαῦτα στολίδια ἐκείνων ὁποῦ κατεφρόνησε προλαβόντως καὶ ἀλησμόνησε, καὶ ὄχι μόνον τοῦτο, ἀλλὰ καὶ ἐκ τῶν στολιδίων τούτων, νὰ ταραχθῇ ἡ ψυχή της, μὲ τὸ νὰ ἀσηκωθοῦν κατ’ αὐτῆς αἱ κοσμικαὶ φαντασίαι, ὡσὰν κύματα, ὥστε ὁποῦ μήτε δάκρυον λοιπὸν νὰ τὴν ἀφήσουν νὰ εὐγάλῃ ὅταν κουριεύεται, καὶ μὲ αὐτὸ νὰ δείξῃ τὴν τῆς καρδίας κατάνυξιν. Εἰ δὲ καὶ ὀλίγον δάκρυον ἤθελεν εὐγάλῃ, τυχόν, νὰ νομίζεται ἀπὸ τοὺς βλέποντας, ὅτι τὸ εὔγαλεν, ὄχι τόσον διὰ τί ἠξιώθη τοῦ ἀγγελικοῦ σχήματος, ὅσον διὰ τί ἀφῆκε κόσμον, καὶ τὰ ἐν Κόσμῳ.
ΚΑΝΩΝ ΜΣΤʹ. Αἱ τὸν ἀσκητικὸν αἱρούμεναι βίον, καὶ ἐν Μοναστηρίῳ καταταττόμεναι, καθόλου μὴ προϊέτωσαν, εἰ δέ τις ἀπαραίτητος αὐτὰς ἀνάγκη πρὸς τοῦτο ἕλκοι, μετ’ εὐλογίας καὶ ἐπιτροπῆς τῆς Προεστώσης τοῦτο πραττέτωσαν. Καὶ τότε μὴ μόναι καθ’ ἑαυτάς, ἀλλὰ μετά τινων πρεσβυτίδων καὶ πρωτευουσῶν ἐν τῷ Μοναστηρίῳ μετ’ ἐντολῆς τῆς Καθηγουμένης· παντελῶς δὲ αὐτὰς ἐξωκοιτεῖν οὐκ ἔξεστιν· ἀλλὰ καὶ οἱ ἄνδρες οἱ τὸν μονήρη μετερχόμενοι βίον, χρείας ἐπειγούσης, καὶ αὐτοὶ μετ’ εὐλογίας τοῦ τὴν ἡγουμενίαν ἐμπεπιστευμένου προϊέτωσαν.
Ὥστε οἱ παραβαίνοντες τὸν νῦν ὁρισθέντα παρ’ ἡμῶν ὅρον, εἴτε ἄνδρες εἶεν, εἴτε γυναῖκες, προσφόροις ἐπιτιμίοις ὑποβληθήτωσαν.
Ἑρμηνεία. Δὲν θέλουσιν οἱ Πατέρες οὗτοι νὰ εὐγαίνωσι παντελῶς ἀπὸ τὰ Μοναστήριά των αἱ Μοναχαί· εἰ δὲ καὶ κᾀμμία ἀπαραίτητος ἀνάγκη ἤθελε τὰς βιάζει εἰς τοῦτο, ἂς εὐγαίνουν μὲ εὐλογίαν καὶ ἄδειαν τῆς Προεστώσης, καὶ τότε, ὄχι μοναχαί, ἀλλὰ καὶ μὲ ἄλλας ὁμοῦ γεροντίσσας κατὰ τὴν ἡλικίαν καὶ φρόνησιν. Νὰ κοιμῶνται δὲ τὴν νύκτα ἔξω ἀπὸ τὸ Μοναστήριον αὐτῶν, παντελῶς δὲν εἶναι συγχωρημένον εἰς αὐτάς. Ἀλλὰ καὶ οἱ Μοναχοὶ παρομοίως, ἀνάγκης ἐπειγούσης, ἂς εὐγαίνουν ἀπὸ τὸ Μοναστήριόν των μὲ τὴν εὐλογίαν τοῦ Ἡγουμένου. Ὅσοι δὲ κάμνουν ἄλλως, νὰ ἐπιτιμῶνται μὲ τὰ ἁρμόδια ἐπιτίμια, ὁποῦ γνωρίσῃ ὁ Ἡγούμενος, ἢ Ἡγουμένη, εἴ τε ἄνδρες εἶναι, εἴ τε γυναῖκες.
Συμφωνία. «Καὶ ὁ Μέγας δὲ Βασίλειος (κατ’ ἐπιτομὴν ὅρ. ρκʹ.) χωρὶς συγχωρήσεως τοῦ Προεστῶτος προστάζει νὰ μὴ πηγαίνῃ τινὰς Μοναχὸς εἰς κᾀνένα μέρος. Ὅποιος δὲ ἤθελεν εὔγει ἔξω ἀπὸ τὸ Μοναστήριον χωρὶς νὰ λάβῃ εὐλογίαν, νὰ γίνεται ἀκοινώνητος ἀλλ’ οὐδὲ χάριν ἐπισκέψεως τῶν συγγενῶν τους πρέπει νὰ ἀναχωροῦν οἱ Μοναχοὶ ἀπὸ τοὺς ἀδελφούς, καὶ νὰ ζῶσι ζωὴν ἀμάρτυρον (κατὰ πλάτ. ὅρ. λβʹ.)· ἡ δὲ δευτέρα διάταξις τοῦ αʹ. τίτλ. τῶν Νεαρῶν προβαίνουσα εἰς τὸ ἔμπροσθεν, θεσπίζει, ὅτι μὲ τὴν πρόνοιαν καὶ ἐπιμέλειαν τοῦ Ἐπισκόπου πρέπει, μήτε οἱ Μοναχοί, μήτε αἱ Μοναχαὶ νὰ εὐγαίνουν ὅλως ἀπὸ τὰ Μοναστήριά των, καὶ νὰ περιέρχωνται εἰς τὰς πόλεις, ἀλλὰ διὰ μέσου μηνυτῶν καὶ ἀποκρισιαρίων, νὰ κάμουν τὰς ἀποκρίσεις, ὁποῦ χρειάζονται, μένοντες μέσα εἰς τὰ Μοναστήριά των.»
ΚΑΝΩΝ ΜΖʹ. Μήτε ἐν ἀνδρῴῳ Μοναστηρίῳ γυνή, μήτε ἐν γυναικείῳ ἀνήρ, καθευδέτω. Παντὸς γὰρ προσκόμματος καὶ σκανδάλου ἔξω εἶναι δεῖ τοὺς πιστούς, καὶ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ, τὸν ἑαυτῶν εὐθετίζειν βίον· εἰ δέ τις τοῦτο πράξοι, εἴτε Κληρικὸς εἴη, εἴτε λαϊκός, ἀφοριζέσθω.
Ἑρμηνεία. Διορίζει ὁ παρὼν Κανών, ὅτι μήτε γυνὴ ἁπλῶς, νὰ κοιμᾶται τὴν νύκτα εἰς Μοναστήριον τῶν ἀνδρῶν Μοναχῶν, μήτε ἀνὴρ ἁπλῶς, νὰ κοιμᾶται ἀμοιβαίως εἰς Μοναστήριον γυναικῶν Μοναστριῶν. Δι’ ὅτι οἱ χριστιανοὶ ἁπλῶς πρέπει νὰ μὴ προξενοῦσι κἀνένα σκάνδαλον καὶ ὑποψίαν εἰς τοὺς ἄλλους, ἀλλὰ νὰ διαπερνῶσι τὴν ζωὴν αὐτῶν εὔσχημον καὶ εὐάρεστον εἰς τὸν Κύριον, πολλῷ δὲ μᾶλλον πρέπει νὰ φυλάττωνται ἀπὸ τοῦτο οἱ Μοναχοί· τὸ δὲ νὰ κοιμῶνται γυναῖκες εἰς Μοναστήριον Μοναχῶν, καὶ ἀντιστρόφως ἄνδρες εἰς τὰ τῶν Μοναστριῶν, τοῦτο καὶ εἰς τὸν ἑαυτόν τους προξενεῖ σκάνδαλον, μὲ τὸ νὰ ἀνάπτῃ τὸ ἔμφυτον τῆς ἐπιθυμίας πῦρ εἰς ἐκείνους καὶ εἰς ἐκείνας, καὶ εἰς τοὺς ἄλλους ἀκόμη, μὲ τὸ νὰ παρακινῇ αὐτοὺς εἰς ὑποψίας ἀτόπους περὶ αὐτῶν. Ὅποιος δὲ ἤθελε κάμει τοῦτο, νὰ ἀφορίζεται, εἴτε Κληρικὸς εἶναι, εἴτε λαϊκός.
ΚΑΝΩΝ ΜΗʹ. Ἡ τοῦ πρὸς Ἐπισκοπῆς προεδρίαν ἐναγομένου γυνή, κατὰ κοινὴν συμφωνίαν τοῦ οἰκείου ἀνδρὸς προδιαζευχθεῖσα, μετὰ τὴν ἐπ’ αὐτῷ τῆς Ἐπισκοπῆς χειροτονίαν ἐν Μοναστηρίῳ εἰσίτω, πόῤῥω τῆς τοῦ Ἐπισκόπου καταγωγῆς ᾠκοδομημένῳ, καὶ τῆς ἐκ τοῦ Ἐπισκόπου προνοίας ἀπολαυέτω.
Εἰ δὲ καὶ ἀξία φανείη, καὶ πρὸς τὸ τῆς Διακονίσσης ἀναβιβαζέσθω ἀξίωμα.
Ἑρμηνεία. Προστάζει ὁ παρὼν Κανών, ὅτι ἡ γυναῖκα ἐκείνου ὁποῦ μέλλει νὰ γένῃ Ἀρχιερεύς, νὰ χωρίζεται πρῶτον ἀπὸ αὐτὸν μὲ κοινὴν συμφωνίαν αὐτῆς τε καὶ αὐτοῦ. Καὶ ἀφ’ οὗ ἐκεῖνος χειροτονηθῇ, νὰ ἐμβαίνῃ εἰς Μοναστήριον μακρὰν εὑρισκόμενον τῆς ἐκείνου ἐπαρχίας, ἤτοι νὰ γίνεται Καλογραία εἰς αὐτό· νὰ προνοῆται ὅμως εἰς τὰ πρὸς ζωάρκειαν ἀναγκαῖα ἀπὸ ἐκεῖνον (ἐὰν δηλ. ᾖναι ἐνδεής). Ἐπρόσταξε δὲ τοῦτο νὰ γίνεται, ἵνα μὴ βλέποντες ἕνας τὸν ἄλλον, συνεχῶς ἐνθυμῶνται τὴν προτέραν των διαγωγὴν καὶ συμβίωσιν, καὶ ἀκολούθως ἐκκαίωνται πρὸς σαρκικὸν ἔρωτα. Εἰ δὲ καὶ εἶναι ἀξία, ἂς γίνεται καὶ Διακόνισσα· ἀνάγνωθι καὶ τὸν Ἀποστολικὸν εʹ. καὶ τὸν ιβʹ. τῆς ϛʹ. καὶ τὴν βʹ. ὑποσημείωσιν τοῦ μʹ. τῆς αὐτῆς ϛʹ. Ἀπὸ τοῦτον δὲ τὸν Κανόνα συμπεραίνει ὀρθῶς ὁ Βλάσταρις, ὅτι δὲν πρέπει νὰ δευτεροϋπανδρεύωνται οὐδὲ αἱ γυναῖκες τῶν ἀποθανόντων ἱερέων.
ΚΑΝΩΝ ΜΘʹ. Ἀνανεούμενοι καὶ τοῦτον τὸν ἱερὸν Κανόνα, ὁρίζομεν, ὥστε τὰ ἅπαξ καθιερωθέντα Μοναστήρια κατὰ γνώμην Ἐπισκόπου, μένειν εἰς τὸ διηνεκὲς Μοναστήρια, καὶ τὰ ἀνήκοντα αὐτοῖς πράγματα, φυλλάττεσθαι τῷ Μοναστηρίῳ, καὶ μηκέτι δύνασθαι γίνεσθαι αὐτὰ κοσμικὰ καταγώγια, μήτε δὲ ὑπό τινος τῶν ἁπάντων κοσμικοῖς ἀνδράσι ταῦτα ἐκδίδοσθαι. Ἀλλ’ εἰ καὶ μέχρι νῦν γέγονε τοῦτο, μηδαμῶς κρατεῖσθαι ὁρίζομεν· τοὺς δὲ ἀπὸ τοῦ παρόντος πράττειν τοῦτο ἐπιχειροῦντας, ὑποκεῖσθαι τοῖς ἐκ τῶν Κανόνων ἐπιτιμίοις.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν ἀνακαινουργόνει τὸν κδʹ. τῆς δʹ., ὃν καὶ ἐκθέτει αὐτολεξεί, καὶ ὅρα τὴν ἑρμηνείαν ἐκεῖ. Προσθέτωντας τοῦτο μόνον παράνω ἀπὸ ἐκεῖνον, ὅτι μήτε νὰ δίδωνται τὰ Μοναστήρια ἀπὸ κᾀνένα (εἴτε Κληρικόν, ἢ λαϊκόν, ἢ Μοναχὸν δηλ.) εἰς ἀνθρώπους κοσμικοὺς διὰ νὰ τὰ κυβερνοῦν δηλ. καὶ ἂν τοῦτο ἔγινεν ἕως τώρα, ἀπὸ τώρα ὅμως καὶ ὕστερον νὰ μὴ γίνεται.
ΚΑΝΩΝ Νʹ. Μηδένα τῶν ἁπάντων εἴτε λαϊκῶν, εἴτε Κληρικῶν κυβεύειν ἀπὸ τοῦ νῦν· εἰ δέ τις τοιοῦτο φωραθείη πράττων, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ Λαϊκὸς ἀφοριζέσθω.
Ἑρμηνεία. Ἐμποδίζουσιν οἱ Πατέρες οὗτοι τὸ νὰ παίζῃ κύβους, ἤτοι ἀζάρια, ἢ χαρτία, ἢ ντάμα, ἢ ἄλλα τοιαῦτα παιγνίδια κᾀνένας λαϊκός, ἢ Κληρικός. Ὅποιος δὲ ὕστερα ἀπὸ τὸν Κανόνα τοῦτον ἤθελε παίξει ταῦτα, εἰ μὲν Κληρικὸς εἶναι, νὰ καθαίρεται, εἰ δὲ Λαϊκός, νὰ ἀφορίζεται. Ὅρα καὶ τὸν μβʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΝΑʹ. Καθόλου ἀπαγορεύει ἡ ἁγία καὶ οἰκουμενικὴ Σύνοδος τοὺς λεγομένους μίμους, καὶ τὰ τούτων θέατρα, εἶτα γεμὴν καὶ τὰ τῶν κυνηγίων θεώρια, καὶ τὰς ἐπὶ σκηνῆς ὀρχήσεις ἐπιτελεῖσθαι. Εἰ δέ τις τοῦ παρόντος Κανόνος καταφρονήσοι, καὶ πρός τι ἑαυτὸν τῶν ἀπηγορευμένων τούτων ἐκδῷ, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Ἑρμηνεία. Μὲ ὅλην τὴν τελειότητα ἐμποδίζει ὁ παρὼν Κανὼν τὸ νὰ γίνωνται οἱ λεγόμενοι μῖμοι, οἵτινες, ποτὲ μὲν τῶν Ἀράβων μιμούμενοι τὰ σχήματα, ποτὲ δὲ τῶν Ἀρμενίων, ἄλλο τε τῶν δούλων, μερικαῖς φοραῖς δὲ καὶ κτυπῶντες ῥαπίσματα εἰς τὰ πρόσωπα, παρακινοῦσι μὲ ὅλα ταῦτα τοὺς βλέποντας εἰς τὸ νὰ γελῶσιν ἀκράτητα. Θεώρια δὲ τῶν κυνηγίων εἶναι, ὅταν βλέπη τινὰς τὰ θηρία, λέοντας θετέον, ἢ ἀρκούδας, ἢ ἄλλα, νὰ μάχωνται, ἢ ἀναμεταξύ των, ἢ μὲ ἀνθρώπους ὁποῦ εἶναι καταδικασμένοι εἰς θάνατον. Ἀσπλαγχνία γὰρ καὶ ὠμότης μεγάλη εἶναι τὸ νὰ βλέπῃ τινὰς τῶν τοιούτων τὰ αἵματα ἐκχυνόμενα, καὶ νὰ γελᾷ. Ἐμποδίζει δὲ πρὸς τούτοις καὶ τοὺς χορούς, καὶ ἄσεμνα λυγίσματα ὁποῦ κάμνουν, εἴτε ἄνδρες, εἴτε γυναῖκες εἰς τὰς σκηνάς· σκηνὴ δὲ εἶναι ἡ τέντα, μέσα εἰς τὴν ὁποίαν ἔκαμναν κάθε ὑπόκρισιν καὶ προσποίησιν, ἢ ἔνθα τις ἵσταται σκηνικὴν ἐπιδεικνύμενος τέχνην, κατὰ τὸν ιγʹ. τίτλ. Φωτίου. κεφ. καʹ. ὅθεν καὶ σκηνικοὶ ὀνομάζονται αὐτοὶ ὁποῦ, ποτὲ μὲν ὑποκρίνονται πῶς εἶναι αὐθένται, ποτὲ δέ, πῶς εἶναι δοῦλοι, καὶ ἄλλο τε, πῶς εἶναι ἄλλοι. Ὅποιος δὲ καταφρονήσοι τὸν παρόντα Κανόνα, καὶ δώση τὸν ἑαυτόν του εἰς τὴν θεωρίαν τῶν τοιούτων, εἰ μὲν Κληρικὸς εἶναι, ἂς καθαίρεται, εἰ δὲ λαϊκός, ἂς ἀφορίζεται. Ἀνάγνωθι καὶ τὸν κδʹ. τῆς αὐτῆς ϛʹ.
ΚΑΝΩΝ ΝΒʹ. Ἐν πάσαις ταῖς τῆς ἁγίας Τεσσαρακοστῆς τῶν νηστειῶν ἡμέραις, παρεκτὸς Σαββάτου καὶ Κυριακῆς, καὶ τῆς ἁγίας τοῦ Εὐαγγελισμοῦ ἡμέρας, γινέσθω ἡ τῶν προηγιασμένων ἱερὰ λειτουργία.
Ἑρμηνεία. Αἱ ἡμέραι τῆς ἁγίας μʹ. ἡμέραι πένθους εἶναι καὶ κατανύξεως, τὸ δὲ νὰ προσφέρεται θυσία τελεία πρὸς τὸν Θεόν, καὶ μάλιστα ἐν ταῖς μνήμαις τῶν ἁγίων, πανηγύρεως, καὶ χαρᾶς, καὶ ἑορτῆς ὑπόθεσις νομίζεται παρὰ τοῖς πολλοῖς· δι’ ὃ καὶ συνηθίζουν νὰ συνευωχοῦνται εἰς αὐτήν· ἐναντία δὲ εἶναι ἀναμεταξύ των πένθος καὶ ἑορτή. Διὰ τοῦτο προστάζει ὁ παρὼν Κανών, εἰς μὲν τὰς ἄλλας ἡμέρας τῆς μʹ. νὰ γίνεται ἡ τῶν προηγιασμένων λειτουργία, ταὐτὸν εἰπεῖν ἡ τῆς τελειωμένης καὶ προσφερθείσης θυσίας δευτέρα προσφορά, εἰς δὲ τὰ Σάββατα καὶ τὰς Κυριακάς, ὡς ἡμέρας ἱλαρωτέρας, καὶ μὴ νηστίμους, ὁμοίως καὶ εἰς τὴν ἡμέραν τοῦ Εὐαγγελισμοῦ, ὡς οὖσαν ἀρχὴν τῆς σωτηρίας ἡμῶν καὶ κεφάλαιον, καὶ ἀκολούθως ἑορτὴν καὶ πανήγυριν, συγχωρεῖ νὰ τελῆται θυσία καὶ λειτουργία τελεία.
Συμφωνία. «Συμφώνως μὲ τὸν παρόντα Κανόνα, λέγει καὶ ὁ μθʹ. τῆς ἐν Λαοδικ. διορίζων νὰ μὴ προσφέρεται ἄρτος εἰς τὴν μʹ. ἤτοι λειτουργία τελεία, ἀλλὰ μόνον εἰς τὸ Σάββατον καὶ Κυριακήν. Ἀλλὰ καὶ ὁ ναʹ. τῆς αὐτῆς, μνήμας, καὶ γενέθλια μαρτύρων ἐμποδίζει νὰ γίνωνται εἰς τὰς νηστίμους ἡμέρας τῆς μʹ. ἀλλὰ εἰς τὰ Σάββατα αὐτῆς καὶ Κυριακάς.» Ὁ δὲ Βαλσαμὼν ἐν τῇ ἑρμηνείᾳ τοῦ ναʹ. τούτου τῆς Λαοδικ. ἀλλὰ δὴ καὶ ὁ Βλάσταρις ἐν κεφ. εʹ. τοῦ στοιχ. τʹ. λέγουσιν, οὔτε μνημόσυνα τῶν κεκοιμημένων νὰ γίνωνται εἰς τὰς ἄλλας ἡμέρας τῆς μʹ. εἰμὴ εἰς Μοναχὸν τὸ Σάββατον, καθὼς καὶ τὰ τυπικὰ συμφώνως τοῦτο διορίζουσιν. Ὅρα καὶ τὸν ξθʹ.
Ἀποστολικόν.
ΚΑΝΩΝ ΝΓʹ. Ἐπειδὴ μείζων ἡ κατὰ τὸ πνεῦμα οἰκειότης τῆς τῶν σωμάτων συναφείας, ἔγνωμεν δὲ ἔν τισι τύποις τινὰς ἐκ τοῦ ἁγίου καὶ σωτηριώδους Βαπτίσματος παῖδας ἀναδεχομένους, καὶ μετὰ τοῦτο, ταῖς ἐκείνων μητράσι χηρευούσαις, γαμικὸν συναλλάσσοντας συνοικέσιον, ὁρίζομεν, ἀπὸ τοῦ παρόντος μηδὲν τοιοῦτο πραχθῆναι. Εἰ δέ τινες μετὰ τὸν παρόντα Κανόνα φωραθεῖεν τοῦτο ποιοῦντες, πρωτοτύπως μὲν οἱ τοιοῦτοι ἀφιστάσθωσαν τοῦ παρανόμου τούτου συνοικεσίου, ἔπειτα δέ, καὶ τοῖς τῶν πορνευόντων ἐπιτιμίοις ὑποβληθήτωσαν.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν ἐμποδίζει νὰ μὴ λαμβάνῃ κᾀνένας εἰς γυναῖκα τὴν συντέκνισσάν του χηρεύουσαν, τῆς ὁποίας ἀνεδέχθη παιδίον ἐκ τοῦ ἁγίου Βαπτίσματος, ἐπειδὴ ἡ κατὰ τὸ πνεῦμα συγγένεια αὕτη, καθ’ ἣν ἀδελφοὶ γίνονται πνευματικοί, ὅ,τε Ἀνάδοχος, καὶ ἡ Συντέκνισσα αὐτοῦ, εἶναι μεγαλητέρα ἀπὸ τὴν κατὰ σάρκα (μεγαλητέρα δέ, οὐχὶ κατὰ τὸ ποσὸν καὶ τοὺς βαθμούς· μέχρι γὰρ τρίτου βαθμοῦ κατὰ βάθος μόνον αὕτη κωλύεται, ἀλλὰ κατὰ τὴν ποιότητα καὶ σχέσιν· καὶ ὅρα εἰς τὸ περὶ Συνοικεσίων ηʹ. Κεφάλ.). Ὅποιοι δὲ ἤθελαν τολμήσουν νὰ κάμουν τοῦτο, πρῶτον μὲν νὰ χωρίζωνται ἀπὸ τὸν παράνομον γάμον αὐτόν, ἔπειτα ὡς πόρνοι νὰ κανονίζωνται ἀπὸ τὸν παράνομον γάμον αὐτόν. Τοῦτο τὸ ἴδιον ὁποῦ λέγει ὁ Κανὼν περὶ τῆς ἀναδοχῆς, πρέπει νὰ κρατῇ καὶ ἐπὶ τῆς διὰ τελετῆς καὶ εὐχῶν ἱερῶν γενομένης υἱοθεσίας, κατὰ τὴν κδʹ. Λέοντος τοῦ Σοφοῦ Νεαράν.
ΚΑΝΩΝ ΝΔʹ. Τῆς θείας ἡμᾶς οὕτω σαφῶς ἐκδιδασκούσης Γραφῆς, οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου ἀποκαλύψαι ἀσχημοσύνην αὐτοῦ, ὁ Θεοφόρος Βασίλειος τινὰς τῶν ἀπηγορευμένων γάμων ἐν τοῖς οἰκείοις Κανόσιν ἀπηριθμήσατο, σιωπῇ τὰ πλεῖστα παραδραμών, καὶ κατ’ ἀμφότερα κατασκευάσας ἡμῖν τὸ ὠφέλιμον. Τὸ γὰρ τῶν αἰσχρῶν ὀνομασιῶν πλῆθος παραιτησάμενος, ὡς ἂν μὴ τὸν λόγον καταῤῥυπαίνοι τοῖς ῥήμασι, γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέλαβε, δι’ ὧν περιεκτικῶς ἡμῖν τοὺς παρανόμους γάμους ὑπέδειξεν. Ἐπειδὴ δὲ τῇ τοιαύτη σιωπῇ, καὶ τῷ ἀδιαγνώστῳ τῆς τῶν ἀθέσμων γάμων ἀπαγορεύσεως ἑαυτὴν ἡ φύσις συνέχεε· συνείδομεν γυμνότερον νὰ περὶ τούτου ἐκθέσθαι, ὁρίζοντες ἀπὸ τοῦ νῦν, τὸν τῇ οἰκείᾳ ἐξαδέλφῃ πρὸς γάμου κοινωνίαν συναπτόμενον, ἢ πατέρα, καὶ υἱὸν μητρί, καὶ θυγατρί· ἢ δύο κόραις ἀδελφαῖς, πατέρα καὶ υἱόν, ἢ ἀδελφαῖς δυσί, μητέρα καὶ θυγατέρα, ἢ ἀδελφοὺς δύο, δυσὶν ἀδελφαῖς· ὑπὸ τὸν τῆς ἑπταετίας πίπτειν Κανόνα, ἀφισταμένων αὐτῶν προδήλως τοῦ παρανόμου συνοικεσίου.
Ἑρμηνεία. Ἐπειδὴ ἡ Θεία Γραφὴ φανερὰ μᾶς διδάσκει, λέγουσα, ὦ ἄνθρωπε, δὲν θέλεις λάβει εἰς γάμου κοινωνίαν κᾀνένα σαρκικὸν συγγενῆ σου, τοῦτο δὲ τὸ ῥητὸν ἀναφέρων ὁ μέγας Βασίλειος τῷ πζʹ. αὐτοῦ Κανόνι, μερικοὺς μὲν γάμους ἐμποδισμένους εἰς τοὺς Κανόνας του ἀπηρίθμησεν (οἷον ἐν τῷ οϛʹ. τὸν τοῦ λαβόντος τὴν νύμφην του εἰς γυναῖκα, ἐν τῷ οηʹ. τὸν τοῦ λαβόντος δύο ἀδελφάς, καὶ ἄλλους ἐν ἄλλοις) σιωπήσας τοὺς περισσοτέρους, ὡς ὄντας αἰσχρούς· ἵνα μὴ μὲ τὰ τούτων ὀνόματα μολύνῃ τὸν λόγον, περιεκτικῶς δὲ μὲ τὸ τῆς ἀκαθαρσίας γενικὸν ὄνομα πάντας τοὺς παρανόμους γάμους ἀμυδρῶς ἐφανέρωσε (τοῦτο δὲ ὁποῦ λέγει ἡ Σύνοδος, ὅτι εἶπεν ὁ Βασίλειος, ὁ Βασίλ. τὸ λέγει, πῶς τὸ εἶπεν ἡ θεία Γραφή, δηλαδὴ ὁ Θεῖος Παῦλος, εἰπών· «Πορνεία δὲ καὶ ἀκαθαρσία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καὶ τὰ ἑξῆς»)· ἐκ δὲ τῆς σιωπῆς ταύτης ἡ φύσις τῶν ἀνθρώπων ἐσυγχύσθη ἀπὸ συγγενικὰ αἵματα, διὰ τοῦτο ἡμεῖς καθαρώτερα περὶ τούτου ὁρίζομεν διὰ τοῦ παρόντος Κανόνος, ὅτι ἀπὸ τοῦ νῦν καὶ εἰς· τὸ ἑξῆς, ὅποιος λάβῃ εἰς γυναῖκα τὴν ἐξαδέλφην του, ἢ πατὴρ καὶ υἱός, ἐὰν λάβωσι μητέρα, καὶ θυγατέρα, ἢ δύω δελφάς, ἢ δύω ἀδελφοί, ἐὰν λάβουν μητέρα καὶ θυγατέρα, ἢ δύω ἀδελφάς: οὖτοι πάντες νὰ χωρίζωνται πρῶτον ἀπὸ τὸ παράνομον αὐτὸ συνοικέσιον, καὶ ἔπειτα ἑπτὰ χρόνους νὰ κανονίζωνται. «Ὁ δὲ μέγας Βασίλειος ἐν τῷ ξηʹ.
αὑτοῦ Κανόνι γενικῶς ὁρίζει νὰ κανονίζεται μὲ τὸ ἐπιτίμιον τῶν μοιχῶν, δηλ. ιεʹ. χρόνους ὁ γάμος ὁποῦ γένει ἀπὸ ἐμποδισμένην συγγένειαν». Ὅρα καὶ εἰς τὴν περὶ συνοικεσίων διδασκαλίαν.
ΚΑΝΩΝ ΝΕʹ. Ἐπειδὴ μεμαθήκαμεν τοὺς ἐν τῇ Ῥωμαίων πόλει, ἐν τῇ ἁγίᾳ τῆς Τεσσαρακοστῆς νηστείᾳ, τοῖς ταύτης Σάββασι νηστεύειν παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἔδοξε τῇ ἀγίᾳ Συνόδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τῇ Ῥωμαίων Ἐκκλησίᾳ ἀπαρασαλεύτως τὸν Κανόνα, τὸν λέγοντα· «εἴ τις Κληρικὸς εὑρεθείη τὴν ἁγίαν Κυριακὴν νηστεύων, ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς καὶ μόνου, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω».
Ἑρμηνεία. Ἡ Σύνοδος αὕτη διὰ τοῦ παρόντος Κανόνος ἐμποδίζει τὸ νὰ νηστεύωσιν οἱ παλαιοὶ Ῥωμαῖοι (ἢ μὲ τελείαν ἀσιτείαν, δηλ. ἢ μὲ ξηροφαγίαν ἐν τῇ ἐννάτη) τὰ Σάββατα τῆς ἁγίας μʹ. (γίνεται γὰρ κατάλυσις εἰς αὐτά, εἰς οἶνον, ἔλαιον καὶ ὀστρακόδερμα), καὶ διορίζει ὅτι πρέπει νὰ φυλάττεται ἀπαρασάλευτος καὶ εἰς τὴν Ῥώμην ὁ ξδʹ. Κανὼν τῶν ἁγίων Ἀποστόλων, ὃν καὶ ἐκθέτει αὐτολεξεί, τοῦ ὁποίου ἀνάγνωθι τὴν ἑρμηνείαν.
ΚΑΝΩΝ ΝΣΤʹ. Ὡσαύτως μεμαθήκαμεν ἔντε τῇ Ἀρμενίων χώρᾳ, καὶ ἐν ἑτέροις τόποις, ἐν τοῖς Σάββασι, καὶ ἐν ταῖς Κυριακαῖς τῆς ἁγίας Τεσσαρακοστῆς ὠὰ καὶ τυρὸν ἐσθίειν τινάς. Ἔδοξε τοίνυν καὶ τοῦτο, ὥστε τὴν κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ Ἐκκλησίαν, μιᾷ κατακολουθοῦσαν τάξει, τὴν νηστείαν ἐπιτελεῖν, καὶ ἀπέχεσθαι, ὥσπερ θυτοῦ παντοίου, οὕτω δὴ ὠοῦ καὶ τυροῦ, ἃ καρπός εἰσι καὶ γεννήματα, ὧν ἀπεχόμεθα· εἰ δὲ μὴ τοῦτο παραφυλάττοιεν, εἰ μὲν Κληρικοὶ εἶεν, καθαιρείσθωσαν, εἰ δὲ λαϊκοί, ἀφοριζέσθωσαν.
Ἑρμηνεία. Ὡς φαίνεται, οἱ ἐν τῇ Ἀρμενίᾳ εὑρισκόμενοι χριστιανοί, ἀκούοντες τὸν Ἀποστολικὸν Κανόνα νὰ ἐμποδίζῃ τὸ νὰ νηστεύη τινὰς ἐν Σαββάτῳ καὶ Κυριακῇ, καὶ μὴ νοήσαντες καλῶς τοῦτον, ἔτρωγαν τυρὶ καὶ αὐγὰ εἰς τὰ Σάββατα καὶ Κυριακὰς τῆς μʹ. ὅθεν ἡ Σύνοδος αὕτη, διὰ τοῦ παρόντος Κανόνος, ὁρίζει, ὅτι ὅλη ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἡ εἰς πᾶσαν τὴν οἰκουμένην εὑρισκομένη, νὰ φυλάττῃ μίαν καὶ τὴν αὐτὴν τάξιν, καὶ νὰ νηστεύῃ τὰς ἡμέρας ταύτας (καταλύουσα μόνον εἰς αὐτὰς οἰνέλαιον καὶ ὀστρακόδερμα), καὶ καθὼς ἀπέχει ἀπὸ τὰ θυσιαζόμενα ζῶα ἐν τῇ μʹ., οὕτω νὰ ἀπέχῃ καὶ ἀπὸ τὸ τυρὶ καὶ τὰ αὐγά, τὰ ὁποῖα εἶναι καρπὸς καὶ γεννήματα τῶν τοιούτων ζώων· ὅσοι δὲ τοῦτο δὲν φυλάξουν, εἰ μὲν εἶναι Κληρικοί, ἂς καθαίρωνται, εἰ δὲ Λαϊκοί, ἂς ἀφορίζωνται. Ἀνάγνωθι καὶ τὸν ξδʹ. καὶ ξθʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΝΖʹ. Ὅτι οὐ χρὴ ἐν τοῖς Θυσιαστηρίοις μέλι καὶ γάλα προσφέρεσθαι.
Ἑρμηνεία. Διορίζει ὁ παρὼν Κανὼν νὰ μὴ προσφέρωνται μέσα εἰς τὸ ἅγιον Βῆμα ἐπὶ τῆς ἁγίας Τραπέζης γάλα καὶ μέλι, συμφώνως μὲ τὸν γʹ. Ἀποστολικόν, οὗ καὶ τὴν ἑρμηνείαν ἀνάγνωθι. Βελτιοῖ δὲ καὶ διορθοῖ οὗτος τὸν μδʹ. τῆς ἐν Καρθ. διορίζοντα νὰ προσφέρωνται τὰ τοιαῦτα, κατά τινα συνήθειαν τοπικήν.
ΚΑΝΩΝ ΝΗʹ. Μηδεὶς τῶν ἐν λαϊκοῖς τεταγμένων ἑαυτῷ τῶν θείων Μυστηρίων μεταδιδότω, παρόντος Ἐπισκόπου, ἢ Πρεσβυτέρου, ἢ Διακόνου. Ὁ δέ τι τοιοῦτο τολμῶν, ὡς παρὰ τὰ διατεταγμένα ποιῶν, ἐπὶ ἑβδομάδα μίαν ἀφοριζέσθω· ἐντεῦθεν παιδαγωγούμενος, μὴ φρονεῖν παρ’ ὃ δεῖ φρονεῖν.
Ἑρμηνεία. Τὸ νὰ μεταλαμβάνῃ τινὰς λαϊκὸς αὐτὸς ἀφ’ ἑαυτοῦ του τὰ θεῖα Μυστήρια, ἄνευ ἀνάγκης (ὅταν δὲν ᾖναι δηλ. παρὼν Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, κατὰ τὸν Ζωναρᾶν), οἰήσεως ἔργον ἐστί, καὶ ὁ τοῦτο ποιῶν, οἰκειοποιεῖται εἰς τὸν ἑαυτόν του παρανόμως τὸ τῆς Ἱερωσύνης ἀξίωμα. Τῶν Ἱερέων γὰρ τοῦτό ἐστιν ἴδιον, οὐ τῶν λαϊκῶν· διὰ τοῦτο λοιπὸν ὁ παρὼν Κανών, ἐκεῖνον ὁποῦ τολμήσῃ νὰ κάμῃ τοῦτο, παρόντος Ἱερέως, ἀφορίζει ἀπὸ τὴν Ἐκκλησίαν μίαν ἑβδομάδα, διὰ νὰ μάθῃ νὰ μὴ φρονῇ παραπάνω ἀπὸ ἐκεῖνο ὁποῦ πρέπει νὰ φρονῇ κατὰ τὸν Ἀπόστολον.
ΚΑΝΩΝ ΝΘʹ. Μηδαμῶς ἐν εὐκτηρίῳ οἴκῳ ἔνδον οἰκίας τυγχάνοντι, Βάπτισμα ἐπιτελείσθω, ἀλλ’ οἱ μέλλοντες ἀξιοῦσθαι τοῦ ἀχράντου φωτίσματος, ταῖς καθολικαῖς προσερχέσθωσαν ἐκκλησίαις, κᾀκεῖσε τῆς δωρεᾶς ταύτης ἀπολαυέτωσαν. Εἰ δέ τις ἁλῷ τὰ παρ’ ἡμῶν ὁρισθέντα μὴ φυλάττων, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Ἑρμηνεία. Προστάζει ὁ παρὼν Κανὼν νὰ μὴ γίνεται Βάπτισμα εἰς εὐκτήριον οἶκον ἐμπεριεχόμενον μέσα εἰς ὀσπήτιον, ἀλλὰ εἰς τὰς καθολικάς, καὶ ἀκολούθως ἐνθρονιασμένας ἐκκλησίας· ὅποιος δὲ τοῦτο δὲν φυλάξῃ, εἰ μὲν εἶναι Κληρικός, ἂς καθῄρεται· εἰ δὲ λαϊκός, ὁ συγκοινωνῶν δηλ. τῷ τοιούτῳ Βαπτίσματι, ἂς ἀφορίζεται. Ὅρα καὶ τὸν λαʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ Ξʹ. Τοῦ Ἀποστόλου βοῶντος, ὅτι ὁ κολλώμενος τῷ Κυρίῳ, ἒν πνεῦμά ἐστι, πρόδηλον ὡς καὶ ὁ τῷ ἐναντίῳ ἑαυτὸν οἰκειῶν, ἓν γίνεται τῇ πρὸς αὐτὸν συναφείᾳ· τοὺς τοίνυν δαιμονᾷν ὑποκρινομένους, καὶ τρόπων φαυλότητι προσποιητῶς τὰ ἐκείνων σχηματιζομένους, ἔδοξε τρόπῳ ἐπιτιμᾶσθαι παντί, καὶ τοιαύταις αὐτοὺς σκληραγωγίαις καὶ πόνοις ὑποβάλλειν, οἷς ἂν οἱ ἀληθῶς δαιμονῶντες πρὸς ἀπαλλαγὴν τῆς τοῦ δαίμονος ἐνεργείας ἀξίως ὑποβάλλοιντο.
Ἑρμηνεία. Μερικοὶ διὰ φαυλότητα γνώμης, καὶ πορισμὸν κέρδους, ὑποκρίνονται ὅτι ἔχουσι δαιμόνιον, καὶ τὰ τῶν δαιμονιζομένων σχήματα, καὶ ἄτακτα κινήματα κατὰ προσποίησιν κάμνουσι, περιερχόμενοι τὰς πόλεις, ταραχῆς, καὶ θεάτρου εἰς τοὺς ἀνθρώπους γινόμενοι αἴτιοι. Ὅθεν ὁ παρὼν Κανὼν προστάζει νὰ ἐπιτιμῶνται οἱ τοιοῦτοι μὲ κάθε τρόπον, καὶ εἰς τοιαύτας, καὶ τοσαύτας σκληραγωγίας καὶ πόνους νὰ ὑποπίπτωσιν, εἰς οἵας, καὶ ὅσας ὑποπίπτουν οἱ κατὰ ἀλήθειαν ὄντες δαιμονισμένοι, διὰ νὰ ἐλευθερωθοῦν ἀπὸ τὸ δαιμόνιον μὲ αὐτάς, μὲ τὸ ὁποῖον καὶ οὗτοι οἱ καθ’ ὑπόκρισιν δαιμονιζόμενοι οἰκειώθησαν, καὶ τὸ ἓν ἔγιναν μὲ αὐτούς, καθὼς καὶ ὁ κολλώμενος, καὶ οἰκειούμενος μὲ τὸν Κύριον, ἓν πνεῦμα γίνεται μὲ αὐτόν· καθὼς λέγει ὁ Παῦλος. Ὁ δὲ Βαλσαμὼν λέγει, ὅτι οἱ τοιοῦτοι κατὰ διαφόρους καιροὺς μὲ ἁλυσίδας ἐδέθησαν, καὶ εἰς φυλακὰς κατεκλείσθησαν ἀπὸ πολλοὺς Πατριάρχας καὶ Ἀρχιερεῖς. Ὅρα καὶ τὸν οθʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΞΑʹ. Οἱ μάντεσιν ἑαυτοὺς ἐκδιδόντες, ἢ τοῖς λεγομένοις ἑκατοντάρχαις, ἤ τισι τοιούτοις, ὡς ἂν παρ’ ἐκείνων μάθοιεν, ὅτι ἂν αὐτοῖς ἐκκαλύπτεσθαι βούλοιντο, κατὰ τὰ πρῴην ὑπὸ τῶν Πατέρων περὶ αὐτῶν ὁρισθέντα, ὑπὸ τὸν Κανόνα πιπτέτωσαν τῆς ἑξαετίας· τῷ αὐτῷ δὲ τούτῳ ἐπιτιμίῳ καθυποβάλλεσθαι δεῖ καὶ τοὺς τὰς ἄρκτους ἐπισυρομένους, ἢ τοιαῦτα ζῶα πρὸς παίγνιον, καὶ βλάβην τῶν ἁπλουστέρων, καὶ τύχην, καὶ εἱμαρμένην, καὶ γενεαλογίαν, καὶ τοιούτων τινῶν ῥημάτων ὄχλον, κατὰ τοὺς τῆς πλάνης λήρους, φωνοῦντας. Τούς τε λεγομένους νεφοδιώκτας, καὶ γητευτάς, καὶ φυλακτηρίους, καὶ μάντεις, ἐπιμένοντας δὲ τούτοις, καὶ μὴ μετατιθεμένους, καὶ ἀποφεύγοντας τὰ ὀλέθρια ταῦτα, καὶ ἑλληνικὰ ἐπιτηδεύματα, παντάπασιν ἀποῤῥίπτεσθαι τῆς Ἐκκλησίας ὁρίζομεν. Καθὰ καὶ οἱ ἱεροὶ Κανόνες διαγορεύουσι. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ὥς φησιν ὁ Ἀπόστολος; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συμφωνία Χριστῷ πρὸς βελίαρ».
Ἑρμηνεία. Οἱ χριστιανοὶ δὲν πρέπει νὰ μεταχειρίζωνται κᾀνένα πρᾶγμα ἀπὸ ἐκεῖνα, ὁποῦ οἱ Ἕλληνες ἐμεταχειρίζοντο, μαντείας δηλ. καὶ γοητείας, καὶ ἄλλα ὅμοια· διὰ τοῦτο ὁ παρὼν Κανὼν ἓξ χρόνους διορίζει νὰ ἀπέχωσι τῶν Μυστηρίων ἐκεῖνοι οἱ χριστιανοὶ ὁποῦ ἐκδώσουσι τὸν ἑαυτόν τους εἰς τοὺς μάντεις καὶ εἰς τοὺς ὀνομαζομένους ἑκατοντάρχους ἢ ἄλλους παρομοίους, μὲ σκοπὸν διὰ νὰ μάθωσιν ἐξ αὐτῶν ἐκεῖνα τὰ ἀπόκρυφα ὁποῦ βούλονται, (διὰ νὰ εὕρουν δηλ. ἄσπρα, ἢ ἄλλα τινὰ ὁποῦ ἔχασαν), καθὼς καὶ οἱ προγενέστεροι Πατέρες παρομοίως τοὺς ἐκανόνισαν. Παρομοίως δὲ μὲ τοὺς ἀνωτέρω κανονίζει εἰς ἓξ χρόνους καὶ ἐκείνους ὁποῦ σύρουσι μαζή τους τὰς ἀρκούδας ἢ ἄλλα τοιαῦτα ζῶα διὰ παίγνιον καὶ βλάβην τῶν ἁπλῶν ἀνθρώπων, καὶ ἐκείνους ὁποῦ λέγουσι τὰς μοίρας τῶν ἀνθρώπων, καὶ τί ἔχουν νὰ λάβουν εἰς τὴν ζωήν των, καὶ πῶς ἐγεννήθηκαν εἰς ἡμέραν καλήν, ἢ κακήν, καὶ ἄλλα τοιαῦτα πεπλανημένα λόγια.
Ὡσαύτως κανονίζει καὶ ἐκείνους ὁποῦ ὀνομάζονται νεφοδιῶκται καὶ γητευταὶ καὶ φυλακτήριοι καὶ μάντεις, καὶ τοῦτον μὲν τὸν Κανόνα νὰ λαμβάνουσιν οὗτοι πάντες, ἐὰν μετανοήσουν καὶ ἀφήσουν τὰ τοιαῦτα ὀλέθρια, διαβολικὰ καὶ ἑλληνικὰ ἐπιτηδεύματα· ὄχι καὶ ἐπιμένουν εἰς τὴν κακίαν ταύτην καὶ πλάνην, καὶ δὲν τὰ παραιτοῦν, νὰ ἀποδιώκωνται τελείως ἀπὸ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, καὶ νὰ χωρίζωνται τῆς τῶν χριστιανῶν ὁμηγύρεως, καθὼς καὶ οἱ θεῖοι Κανόνες διορίζουσι.
Διότι, ποίαν κοινωνίαν ἔχει τὸ φῶς μὲ τὸ σκότος; ἢ τίνα ἕνωσιν ἔχει ὁ Ναὸς τοῦ Θεοῦ μὲ τὸν βωμὸν τῶν εἰδώλων; ποίαν μερίδα ἔχει ὁ πιστὸς μὲ τὸν ἄπιστον; ἢ ποίαν συμφωνίαν ὁ Χριστὸς μὲ τὸν διάβολον, καθὼς λέγει ὁ Παῦλος; πρέπει δὲ νὰ σημειώσωμεν ὅτι τὸ ἐπιτίμιον ὁποῦ δίδει ὁ παρὼν Κανών, τὸ δίδει εἰς τοὺς Λαϊκοὺς μόνον, τόσον ἐκείνους ὁποῦ κάμνουσι τὰ τοιαῦτα διαβολικὰ ἔργα καὶ μαγικά, ὁποῦ ἀνωτέρω ἀπηριθμήσαμεν, ὅσον καὶ ἐκείνους ὁποῦ ἐκδίδουσι τὸν ἑαυτόν τους εἰς αὐτούς. Διότι ὅσοι Κληρικοὶ ἱερωμένοι ἤθελαν κάμουν τὰ τοιαῦτα, ἐξάπαντος καθαιροῦνται, κατὰ τὸν Βαλσαμῶνα καὶ Ζωναρᾶν.
Συμφωνία. «Τοὺς καταμαντευομένους, καὶ εἰς Ἑλληνικὰς ἀκολουθοῦντας συνηθείας, καὶ φέροντας μάγους εἰς τοὺς οἴκους των διὰ νὰ εὕρωσι τὰς μαγείας, μὲ τὰς ὁποίας τινὲς αὐτοὺς τυχὸν ἐμάγευσαν, οἱ μὲν ἐν Ἀγκύρᾳ Πατέρες πέντε χρόνους κανονίζουσι Κανόνι κδʹ. ὁ δὲ Μέγας Βασίλειος ἕξ. Κανόνι πγʹ., ᾧ καὶ ἡ Σύνοδος ἠκολούθησε Πατέρας προγενεστέρους αὐτόν τε καὶ τοὺς ἐν Ἀγκύρᾳ ὀνομάσασα. Ὁ δὲ λϛʹ. τῆς ἐν Λαοδικ. φανερὰ ἀποῤῥίπτει ἔξω τῆς Ἐκκλησίας τοὺς φοροῦντας τὰ φυλακτήρια, καὶ ἐμποδίζει νὰ μὴ γίνωνται οἱ Κληρικοὶ καὶ Ἱερεῖς μάγοι, ἢ ἐπαοιδοί, ἢ μαθηματικοί, ἢ ἀστρολόγοι, ἢ νὰ κάμνουσι φυλακτά, διὰ τὸν ὁποῖον τοῦτον Κανόνα κυρίως, λέγει ἡ Σύνοδος τό, καθὼς οἱ ἱεροὶ Κανόνες διαγορεύουσιν, ἴσως δὲ καὶ διὰ τοὺς ἀκολούθους. Ὁ γὰρ γʹ. τοῦ Νύσσης διορίζει, ὅτι ἐκεῖνοι ὁποῦ πηγαίνουν εἰς γόητας καὶ μάντεις νὰ ἐρωτῶνται καλά, καὶ εἰ μὲν ἀπὸ κᾀμμίαν ἀνυπόφορον ἀνάγκην βιαζόμενοι ἐμικροψύχησαν καὶ ἐπλανέθησαν ἀπὸ τῶν τοιούτων, νὰ κανονίζωνται συγκαταβατικώτερα, καθὼς καὶ οἱ διὰ βασάνων ἀρνηθέντες τὸν Χριστόν.
Εἰ δὲ ὡς καταφρονήσαντες τὴν πίστιν τοῦ Χριστοῦ, καὶ μὴ πιστεύσαντες, ὅτι εἶναι Θεὸς ὁ Χριστός, καὶ δυνατὸς νὰ τοὺς ἐλευθερώσῃ ἀπὸ κάθε κάκωσιν καὶ συμφοράν, νὰ κανονίζωνται ὡς οἱ ἑκουσίως ἀρνηθέντες τὸν Χριστόν, ταὐτὸν εἰπεῖν, νὰ μὴ κοινωνοῦν εἰς ὅλην των τὴν ζωήν, εἰ μὴ ἐν τῷ τέλει, καὶ νὰ χωρίζωνται τῆς Ἐκκλησίας, κατὰ μόνας δὲ μόνον νὰ προσεύχωνται, ὡς ὁ αὐτὸς Νύσσης ἐν τῷ βʹ. Κανόνι αὑτοῦ τοῦτο δηλοῖ· ἀλλὰ καὶ ὁ ζʹ. τοῦ Βασιλείου παρομοίως μὲ τοὺς θυσιάσαντας εἰς τὰ εἴδωλα χριστιανούς, καὶ ἀκολούθως τῆς Ἐκκλησίας τῶν Χριστιανῶν χωρισθέντας, ἐπιτιμᾷ τοὺς φαρμακούς.
Ὁ αὐτὸς δὲ Βασίλειος ἐν τῷ ξεʹ. Κανόνι μὲ τὸ ἐπιτίμιον τοῦ ἑκουσίως φονεύσαντος κανονίζει τοὺς ἐξαγορεύοντας τὴν γοητείαν καὶ φαρμακείαν ὁποῦ ἔκαμαν, ὁμοίως καὶ τοὺς παραδόντας εἰς μάντεις τὸν ἑαυτόν τους ἐν τῷ οβʹ. Κανόνι αὑτοῦ.»
ΚΑΝΩΝ ΞΒʹ. Τὰς οὕτω λεγομένας Καλάνδας, καὶ τὰ λεγόμενα Βοτά, καὶ τὰ καλούμενα Βρουμάλια, καὶ τὴν ἐν τῇ πρώτῃ τοῦ Μαρτίου ἐπιτελουμένην πανήγυριν, καθάπαξ ἐκ τῆς τῶν πιστῶν πολιτείας περιαιρεθῆναι βουλόμεθα. Ἀλλὰ μὴν καὶ τὰς τῶν γυναικῶν δημοσίας ὀρχήσεις, καὶ πολλὴν λύμην καὶ βλάβην ἐμποιεῖν δυναμένας. Ἔτι μὴν καὶ τὰς ὀνόματι τῶν παρ’ Ἕλλησι ψευδῶς ὀνομασθέντων Θεῶν, ἢ ἐξ ἀνδρῶν, ἢ γυναικῶν, γινομένας ὀρχήσεις καὶ τελετάς, κατά τι ἔθος παλαιὸν καὶ ἀλλότριον τοῦ τῶν Χριστιανῶν βίου, ἀποπεμπόμεθα, ὁρίζοντες, μηδένα ἄνδρα γυναικείαν στολὴν ἐνδιδύσκεσθαι, ἢ γυναῖκα τὴν ἀνδράσιν ἁρμόδιον· ἀλλὰ μήτε προσωπεῖα κωμικά, ἢ σατυρικά, ἢ τραγικὰ ὑποδύεσθαι· μήτε τὸ τοῦ βδελυκτοῦ Διονύσου ὄνομα τὴν σταφυλὴν ἐκθλίβοντας ἐν ταῖς ληνοῖς ἐπιβοᾷν· μηδὲ τὸν οἶνον ἐν τοῖς πίθοις ἐπιχέοντας, γέλωτα ἐπικινεῖν ἀγνοίας τρόπῳ, ἢ ματαιότητος, τὰ τῆς δαιμονιώδους πλάνης ἐνεργοῦντας. Τοὺς οὖν ἀπὸ τοῦ νῦν τι τῶν προειρημένων ἐπιτελεῖν ἐγχειροῦντας, ἐν γνώσει τούτων καθισταμένους, τούτους, εἰ μὲν Κληρικοὶ εἶεν, καθαιρεῖσθαι προστάσσομεν, εἰδὲ λαϊκοί, ἀφορίζεσθαι.
Ἑρμηνεία. Καλάνδαι ὀνομάζονται αἱ πρῶται ἡμέραι τοῦ κάθε μηνός, εἰς τὰς ὁποίας οἱ Ἕλληνες ἐσυνείθιζον νὰ ἑορτάζουν, διὰ νὰ ἀπερνοῦν τάχα ὅλον τὸν μῆνα μὲ εὐθυμίαν καὶ τὰ Βοτὰ δέ, καὶ Βρουμάλια, ἑλληνικαὶ ἦτον ἑορταί· τὰ μὲν Βοτά, ἤτοι βοσκήματα καὶ πρόβατα, εἰς τιμὴν τοῦ θεοῦ τοῦ Πανός, ὅς τις ἐνομίζετο ἀπὸ τοὺς Ἕλληνας ὅτι εἶναι ἔφορος τῶν προβάτων καὶ τῶν λοιπῶν ζώων· τὰ δὲ Βρουμάλια, εἰς τιμὴν τοῦ Διονύσου· Βρόμιος γὰρ ἦτο τοῦ Διονύσου ἐπίθετον κοντὰ εἰς τοὺς Ἕλληνας ἀπὸ τὸν βρόμον, ὁποῦ σημαίνει τὸν ἦχον καὶ τὴν βροντήν, ὀνομαζόμενος. Τοῦτο δὲ οἱ Ῥωμάνοι Βρουμάλιον ὠνόμαζον, ἤγουν τὸν βρόμον· καὶ τὴν ἑορτήν, Βρουμάλια πληθυντικῶς· ὁποῦ εἶναι τὸ ἴδιον, ὡσὰν τὰ Διονύσια, καθὼς τὰ ἔλεγαν οἱ Ἕλληνες.
Προστάζει λοιπὸν ὁ παρὼν Κανών, ὅτι τὰ τοιαῦτα Ἑλληνικά, ἀλλὰ δὴ καὶ ἡ κατὰ τὴν πρώτην Μαρτίου τελουμένη πανήγυρις, διὰ τὴν εὐκρασίαν τάχα τοῦ ἔαρος, νὰ ἀσηκωθοῦν ὁλοτελῶς ἀπὸ τὴν πολιτείαν τῶν Χριστιανῶν. Μήτε χοροὶ ἁπλῶς δημόσιοι γυναικῶν νὰ γίνωνται, οὔτε ἑορταί, καὶ χοροὶ ἀπὸ ἄνδρας ἢ γυναῖκας εἰς ὄνομα τῶν Ἑλλήνων ψευδοθεῶν. Ὁρίζει δὲ πρὸς τούτοις, ὅτι μήτε ἄνδρας νὰ φορῇ ῥοῦχα γυναικεῖα, οὔτε γυναῖκα ῥοῦχα ἀνδρίκια· ἀλλὰ μήτε νὰ μουρόνωνται μὲ μουτσούνας καὶ προσωπίδας Κωμικάς, ἤτοι παρακινούσας εἰς γέλωτας, ἢ Τραγικάς, ἤτοι παρακινούσας εἰς θρήνους καὶ δάκρυα, ἢ Σατυρικάς, ἤτοι ἰδίας τῶν Σατύρων καὶ Βάκχων, οἵτινες εἰς τιμὴν τοῦ Διονύσου, ὡς ἐκστατικοὶ καὶ δαιμονισμένοι, ἐχόρευον καὶ ὅτι τινὰς νὰ μὴν ἐπικαλῆται τὸ ὄνομα τοῦ συγχαμεροῦ Διονύσου (ὅς τις ἐνομίζετο πῶς ἦτο δοτὴρ τοῦ οἴνου καὶ ἔφορος), ὅταν πατῶνται τὰ σταφύλια εἰς τοὺς ληνούς, μήτε νὰ γελᾷ καὶ νὰ καγχάζῃ, ὅταν βάλλεται ὁ νέος οἶνος εἰς τὰ πιθάρια. Λοιπὸν ὅποιος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς, ἀφ’ οὗ ἔμαθα περὶ τούτων, ἐν γνώσει ἐπιχειρήσοι νὰ κάμῃ κἀνένα ἀπὸ τὰ προῤῥηθέντα ταῦτα δαιμονιώδη καὶ Ἑλληνικά, εἰ μὲν εἶναι Κληρικός, ἂς καθαίρεται, εἰ δὲ λαϊκός, ἂς ἀφορίζεται.
Συμφωνία. «Σημείωσαι ὅτι καὶ ὁ Θεὸς ἐν τῷ Δευτερονομίῳ ἐμποδίζει τὸ νὰ μὴ φορῇ ἡ γυνὴ ἀνδρίκια, οὔτε ὁ ἀνὴρ γυναικεῖα. Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί, οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικείαν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα. Ἡ δὲ ἐν Γάγγρᾳ Σύνοδος οὐδὲ διὰ νομιζομένην ἄσκησιν συγχωρεῖ νὰ φορῇ γυνὴ ἀνδρίκια φορέματα. Ἀναθεματίζει γὰρ τὴν τοῦτο ποιοῦσαν, Κανόνι ιγʹ. Ἀνάγνωθι καὶ τὸν κδʹ. τῆς παρούσης Συνόδου.»
ΚΑΝΩΝ ΞΓʹ. Τὰ ψευδῶς ὑπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν συμπλασθέντα μαρτυρολόγια, ὡς ἂν τοὺς τοῦ Χριστοῦ Μάρτυρας ἀτιμάζοιεν, καὶ πρὸς ἀπιστίαν ἐνάγοιεν τοὺς ἀκούοντας, μὴ ἐπ’ ἐκκλησίαις δημοσιεύεσθαι προστάσσομεν, ἀλλὰ ταῦτα πυρὶ παραδίδοσθαι. Τοὺς δὲ ταῦτα παραδεχομένους, ἢ ὡς ἀληθέσι τούτοις προσέχοντας, ἀναθεματίζομεν.
Ἑρμηνεία. Οἱ ἄπιστοι, καὶ τῆς ἀληθείας ἐχθροί, θέλοντες νὰ κατηγοροῦν τὰ τῶν Χριστιανῶν, συνέγραψαν, ὡς φαίνεται, γελοῖά τινα καὶ ἀλλόκοτα, πῶς τὰ εἶπον, καὶ τὰ ἔπραξαν οἱ τοῦ Χριστοῦ Μάρτυρες, ἵνα καὶ οἱ Μάρτυρες ἐκ τούτων ὑβρίζωνται, καὶ ἡ πίστις καταγελᾶται τῶν ὀρθοδόξων. Ὅθεν ὁ παρὼν Κανὼν προστάζει νὰ μὴ δημοσιεύωνται ἐπ’ Ἐκκλησίας αἱ τοιαῦται ψευδολογίαι, ἀλλὰ νὰ κατακαίωνται, οἱ δὲ δεχόμενοι ταύτας ὡς ἀληθεῖς νὰ ἀναθεματίζωνται. Ὅρα καὶ τὸν ξʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΞΔʹ. Ὅτι οὐ χρὴ δημοσίᾳ λαϊκόν, λόγον κινεῖν ἢ διδάσκειν, ἀξίωμα ἑαυτῷ διδασκαλικὸν ἐντεῦθεν περιποιούμενον, ἀλλ’ εἴκειν τῇ παραδοθείσῃ παρὰ τοῦ Κυρίου διατάξει, καὶ τὸ οὖς τοῖς τὴν χάριν τοῦ διδασκαλικοῦ λαβοῦσι λόγου διανοίγειν, καὶ τὰ Θεῖα παρ’ αὐτῶν ἐκδιδάσκεσθαι.
Ἐν γὰρ τῇ μιᾷ Ἐκκλησίᾳ διάφορα μέλη πεποίηκεν ὁ Θεὸς κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν, ἣν ὁ Θεολόγος ἑρμηνεύων Γρηγόριος, σαφῶς τὴν ἐν τούτοις τάξιν παρίστησι φάσκων· «Ταύτην αἰδοίμεθα τὴν τάξιν, ἀδελφοί, ταύτην φυλλάττοιμεν. Ὁ μέν, ἔστω τις ἀκοή· ὁ δέ, γλῶσσα· ὁ δέ, χείρ· ὁ δέ, ἄλλο τι· ὁ δέ, διδασκέτω· ὁ δὲ μανθανέτω· καὶ μετὰ βραχέα· καὶ ὁ μανθάνων ἐν εὐπειθείᾳ, καὶ ὁ χορηγῶν ἐν ἱλαρότητι, καὶ ὁ ὑπουργῶν ἐν προθυμίᾳ, μὴ πάντες ὦμεν γλῶσσα, τὸ ἑτοιμότατον· μὴ πάντες Ἀπόστολοι· μὴ πάντες Προφῆται· μὴ πάντες διερμηνεύωμεν· καὶ μετά τινα· τί σεαυτὸν ποιεῖς ποιμένα, πρόβατον ὤν; τί γίνῃ κεφαλή, ποῦς τυγχάνων; τί στρατηγεῖν ἐπιχειρεῖς, τεταγμένος ἐν στρατιώταις; καὶ ἑτέρωθι ἡ Σοφία διακελεύεται· μὴ ἴσθι ταχὺς ἐν λόγοις, μὴ συμπαρεκτείνου, πένης ὤν, πλουσίῳ· μηδὲ ζήτει τῶν σοφῶν εἶναι σοφώτερος· εἰ δέ τις ἁλῷ τὸν παρόντα παρασαλεύων Κανόνα, ἐπὶ ἡμέρας τεσσαράκοντα ἀφοριζέσθω.»
Ἑρμηνεία. Ἐμποδίζει ὁ παρὼν Κανών, κἀνένας Λαϊκὸς νὰ μὴ διδάσκῃ ὡς διδάσκαλος παῤῥησίᾳ καὶ ἐπ’ Ἐκκλησίας, ἀλλὰ μᾶλλον αὐτὸς νὰ διδάσκεται ἀπὸ ἐκείνους ὁποῦ ἔλαβον τὸ τῆς διδασκαλίας χάρισμα· διότι, καθὼς εἰς τὸ ἓν σῶμα εὑρίσκονται διάφορα μέλη, ὡς λέγει ὁ Παῦλος, ἔτσι καὶ εἰς τὴν μίαν Ἐκκλησίαν διάφοροι ἄνθρωποι εὑρίσκονται, κατὰ τὴν τάξιν ὁποῦ ὁ Θεὸς εἰς τὸν καθ’ ἕνα ἔδωκεν. Ὅθεν ὁ Θεολόγος Γρηγόριος ἑρμηνεύων τὸ λόγιον τοῦτο τοῦ Ἀποστόλου (ὁμιλ. περὶ τῆς ἐν ταῖς διαλέξεσιν εὐταξίας) λέγει, ὅτι ἄλλος μὲν εἶναι ἐν τῇ Ἐκκλησίᾳ αὐτῇ, ἄλλος γλῶσσα, ἄλλος χέρι, καὶ ἄλλος ἄλλο τι μέλος, καὶ οὔτε ὅλοι εἶναι γλῶσσα, ἤτοι διδάσκαλοι, οὔτε ὅλοι Ἀπόστολοι, οὔτε ὅλοι Προφῆται. Λοιπόν, ἄνθρωπε, ἐσὺ πρόβατον ὤντας, τί κάμνεις τὸν ἑαυτόν σου ποιμένα, ποδάρι ὤντας, τί γίνεσαι κεφαλή; στρατιώτης ὤν, τί ἐπιχειρεῖς νὰ γίνεσαι στρατηγός; ἤτοι ἡγεμὼν τῶν στρατιωτῶν; Λέγει καὶ ὁ Σολομών, μὴ γίνεσαι εὔκολος εἰς τὰ νὰ λέγῃς, μηδὲ πτωχὸς ὤν, συνερίζου μὲ τοὺς πλουσίους, μηδὲ ζήτει νὰ γίνεσαι σοφώτερος ἀπὸ τοὺς σοφούς. Ὅποιος δὲ κάμῃ ἔξω ἀπὸ τὸν Κανόνα τοῦτον, ἂς ἀφορίζεται μʹ. ἡμέρας. Ἀνίσως ὅμως τινὰς λαϊκὸς ᾖναι ἔμπειρος λόγου, καὶ τὸν τρόπον σεμνός, δὲν ἐμποδίζεται ἀπὸ τὸ νὰ ἀποκρίνεται καὶ νὰ διδάσκῃ κατ’ ἰδίαν τοὺς ἐρωτῶντας, ὡς λέγει καὶ ὁ Ζωναρᾶς, καὶ τὸ λβʹ. κεφ. τοῦ ηʹ. βιβλ. τῶν Ἀποστολ.
διαταγῶν· ἔσονται γάρ φησι πάντες διδακτοὶ Θεοῦ, ὃν τρόπον καὶ ὁ Ἀπολλὼς ἐλάλει καὶ ἐδίδασκε τὰ περὶ τοῦ Κυρίου, καὶ μ’ ὅλον ὁποῦ τὸ βάπτισμα μόνον ἤξευρε τοῦ Ἰωάννου, καὶ ὁ Ἀκύλας, καὶ ἡ Πρίσκιλλα, οἱ ἀκριβέστερον διδάξαντες τὴν τοῦ Θεοῦ ὁδὸν τὸν αὐτὸν Ἀπολλώ.
ΚΑΝΩΝ ΞΕʹ. Τὰς ἐν ταῖς νουμηνίαις ὑπό τινων πρὸ τῶν οἰκείων ἐργαστηρίων ἢ οἴκων ἀναπτομένας πυρκαϊάς, ἃς καὶ ὑπεράλλεσθαί τινες, κατά τι ἔθος ἀρχαῖον, ἐπιληροῦσιν, ἀπὸ τοῦ παρόντος καταργηθῆναι προστάσσομεν. Ὅς τις οὖν τοιοῦτό τι πράξοι, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω· «γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν καὶ ὠκοδόμησε Μανασῆς θυσιαστήριον πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ἐν ταῖς δύο αὐλαῖς οἴκου Κυρίου, καὶ διήγαγε τὰ τέκνα αὑτοῦ ἐν πυρί, καὶ ἐκληδωνίζετο, καὶ ἐποίησεν ἐγγαστριμύθους, καὶ γνώστας ἐπλήθυνε, καὶ ἐπλήθυνε τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, τοῦ παροργίσαι αὐτόν.»
Ἑρμηνεία. Ἐπειδή, καὶ κατὰ μίμησιν τῶν Ἑλλήνων καὶ ἐθνικῶν, μερικοὶ Χριστιανοὶ ἄναπταν ἔμπροσθεν εἰς τὰ ἐργαστήρια καὶ οἰκίας των πυρκαϊάς, τὰς ὁποίας ἐπήδων καὶ διεπέρνουν ἐπάνωθεν· ἡ Σύνοδος αὕτη τοὺς μὲν Κληρικούς, ὁποῦ πράξουν τὸ τοιοῦτον εἰς τὸ ἑξῆς, καθαιρεῖ, τοὺς δὲ λαϊκοὺς ἀφορίζει. Θέλουσα δὲ νὰ δείξῃ, ὅτι ἂν τὰ τοιαῦτα Ἑλληνικὰ ἔθη γινόμενα παρὰ τῶν ἀτελῶν Ἰουδαίων, ἐκίνουν τὸν Θεὸν εἰς ἀγανάκτησιν καὶ ὀργήν, πόσῳ μᾶλλον αὐτὸν παροργίζουν, ὅταν γίνωνται ἀπὸ ἡμᾶς τοὺς Χριστιανοὺς τοὺς τελείους, καὶ τοῦ Εὐαγγελίου μαθητάς, λέγει, «πῶς ὁ Βασιλεὺς Μανασσῆς ἔκαμε θυσιαστήριον, ἤτοι θυσίας ἐπρόσφερεν εἰς τὴν στρατιὰν καὶ δύναμιν τοῦ οὐρανοῦ, εἰς τοὺς ἀστέρας δηλ. (καὶ μάλιστα εἰς τὴν σελήνην· καθὼς παρὰ τῷ Ἱερεμίᾳ γέγραπται. Θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδάς, τῇ σελήνῃ δηλ.) μέσα εἰς τὰς δύω αὐλὰς τοῦ ναοῦ, καὶ ἐδιαπερνοῦσε τὰ τέκνα του εἰς τὴν φωτίαν, καὶ ἐκληδωνίζετο, καὶ οἰωνίζετο, καὶ ἔκαμνεν ἐγγαστριμύθους πολλοὺς καὶ γνώστας καὶ ἔκαμε τὸ πονηρὸν ἐνώπιον τοῦ Κυρίου, καὶ παρώργισεν αὐτόν».
Σημείωσαι δὲ ὅτι τό, διῆγε τὰ τέκνα αὐτοῦ ἐν πυρί, ἡ μὲν Σύνοδος ἐδὼ ἐνόησεν, ἀντὶ τοῦ ἔκαμε τὰ τέκνα του ὁ Μανασσῆς νὰ πηδοῦν τὴν φωτίαν· ὁ δὲ Ἀλεξανδρείας Κύριλλος εἰς τὴν ἑρμηνείαν τοῦ Ἡσαΐου ἡρμήνευσεν ἀντὶ τοῦ ὡλοκαύτωσε τὰ τέκνα του εἰς τὸ πῦρ, θυσίαν προσφέρων αὐτὰ εἰς τοὺς δαίμονας.
ΚΑΝΩΝ ΞΣΤʹ. Ἀπὸ τῆς ἁγίας ἀναστασίμου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἡμέρας, μέχρι τῆς καινῆς Κυριακῆς, τὴν ὅλην ἑβδομάδα ἐν ταῖς ἁγίαις Ἐκκλησίαις σχολάζειν δεῖ ἀπαραλείπτως τοὺς πιστοὺς ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, εὐφραινομένους ἐν Χριστῷ καὶ ἑορτάζοντας, καὶ τῇ τῶν Θείων Γραφῶν ἀναγνώσει προσέχοντας, καὶ τῶν ἁγίων μυστηρίων κατατρυφῶντας. Ἐσόμεθα γὰρ οὕτω Χριστῷ συνανιστάμενοί τε καὶ συνυψούμενοι. Μηδαμῶς οὖν ἐν ταῖς προκειμέναις ἡμέραις ἱπποδρόμια, ἢ ἑτέρα δημώδης θέα ἐπιτελείσθω.
Ἑρμηνεία. Ἐπειδὴ καὶ ὅλη ἡ Διακαινίσιμος ἑβδομάς, ὡς μία Κυριώνυμος ἡμέρα λογίζεται, διὰ τοῦτο διορίζει ὁ παρὼν Κανών, ὅτι ὅλοι οἱ Χριστιανοὶ εἰς τὴν ἑβδομάδα ταύτην πρέπει νὰ παραμένουν μέσα εἰς τὰς ἐκκλησίας εὐφραινόμενοι καὶ ἑορτάζοντες τὴν τοῦ Κυρίου ἀνάστασιν μὲ ψαλμούς, καὶ ὕμνους καὶ ἄσματα πνευματικά, προσέχοντες εἰς τὰ λόγια τῶν Θείων Γραφῶν, καὶ μεταλαμβάνοντες τὰ θεῖα μυστήρια, διὰ τί μὲ τοιοῦτον τρόπον θέλομεν συναναστηθῇ, καὶ συνανυψωθῇ μὲ τὸν Χριστόν. Ὅθεν εἰς τὰς ἡμέρας ταύτας τρεξίματα ἀλόγων ἂς μὴ γίνωνται, οὔτε ἄλλη κᾀμμία θεωρία δημώδης, ἄτακτος δηλ. παιγνιδίου, ἢ χορῶν, ἢ παλαισμάτων, ἢ ἄλλου τοιούτου ξεφαντώματος. Ὅρα καὶ τὸν θʹ. Ἀποστολικόν, καὶ κδʹ. τῆς ϛʹ. ταύτης.
ΚΑΝΩΝ ΞΖʹ. Ἡ Θεία ἡμῖν Γραφὴ ἐνετείλατο ἀπέχεσθαι αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας. Τοῖς οὖν διὰ τὴν λίχνον γαστέρα αἷμα οἱουδήποτε ζώου τέχνῃ τινὶ κατασκευάζουσιν ἐδώδιμον, καὶ οὕτω τοῦτο ἐσθίουσι προσφόρως ἐπιτιμῶμεν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν αἷμα ζώου ἐσθίειν ἐπιχειρήσοι, οἱῳδή τινι τρόπῳ, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Ἑρμηνεία. Προστάζει ὁ παρὼν Κανὼν κἀνένας Χριστιανὸς νὰ μὴ τρώγῃ αἷμα κἀνενὸς ζώου, μὲ ὁποιανδήποτε τέχνην καὶ τρόπον ἤθελε κατασκευασθῆ, ἢ καὶ μὲ ἄλλα φαγητὰ ἑνωθῇ, εἴ τε σουντζούκια ταῦτα εἶναι, εἴτε ἄλλα τινά, ἐπειδὴ καὶ ἡ Θεία Γραφὴ ἡ Παλαιά, καὶ μάλιστα ἡ Νέα, ἐμπόδισε ῥητῶς νὰ ἀπέχουσιν οἱ Χριστιανοὶ ἀπὸ τὸ αἷμα, ἀπὸ τὰ πνικτά, καὶ ἀπὸ τὴν πορνείαν (καὶ εἰδωλόθυτα)· ὅποιος δὲ ἤθελε φάγει τοῦτο, Κληρικὸς μὲν ὤν, ἂς καθαίρεται, λαϊκὸς δὲ ἂς ἀφορίζεται.
Ἀνάγνωθι καὶ τὸν ξγʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ΞΗʹ. Περὶ τοῦ μὴ ἐξεῖναί τινι τῶν ἁπάντων βιβλία τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης, τῶν τε ἁγίων καὶ ἐγκρίτων ἡμῶν Κηρύκων καὶ Διδασκάλων διαφθείρειν, ἢ κατατέμνειν, ἢ τοῖς βιβλιοκαπήλοις, ἢ τοῖς λεγομένοις μυρεψοῖς, ἢ ἄλλῳ τινὶ τῶν ἁπάντων πρὸς ἀφανισμὸν ἐκδιδόναι, εἰμή τι ἆρα τέλεον, εἴ τε ὑπὸ σητῶν, ἢ ὕδατος, ἢ ἑτέρῳ τρόπῳ ἀχρειωθῇ· ὁ δέ τι τοιοῦτο ποιεῖν ἀπὸ τοῦ νῦν ἁλισκόμενος, ἐπὶ ἐνιαυτὸν ἀφοριζέσθω· ὁμοίως καὶ ὁ τὰς τοιαύτας βίβλους ὠνούμενος, εἰ μή τε αὐτὸς ταύτας κατέχοι πρὸς οἰκείαν ὠφέλειαν, μήτε ἑτέρῳ πρὸς εὐεργεσίαν καὶ τὸ διαμεῖναι ἀποδοίη, ἀλλὰ ταῦτα διαφθείρειν ἐπιχειρήσοι, ἀφοριζέσθω.
Ἑρμηνεία. Δὲν εἶναι ἄδεια, λέγει ὁ παρὼν Κανών, εἰς κᾀνένα νὰ φθείρῃ, ἢ νὰ κατακόπτῃ βιβλία τῆς Παλαιᾶς καὶ Νέας Γραφῆς, καὶ τῶν ἐγκρίτων διδασκάλων, ἤτοι τῶν ἐγκριθέντων, καὶ μετὰ δοκιμασίας δεχθέντων (πολλοὶ γὰρ βιβλία συνέγραψαν, ἀλλ’ ἀπεβλήθησαν, καὶ ἀπεδοκιμάσθησαν), ἢ νὰ δίδῃ ταῦτα εἰς τοὺς καπήλους τῶν βιβλίων, ἤτοι τοὺς σβύνοντας, ἢ ἄλλως διαφθείροντας τὰ βιβλία, ἢ εἰς τοὺς πωλοῦντας τὰ μῦρα, ἢ εἰς ἄλλον κᾀνένα διὰ νὰ τὰ ἀφανίζουν· ἔξω μόνον ἂν ἐκαταφαγώθησαν τελείως ἀπὸ τοὺς σκώληκας, ἢ ἐσάπησαν, καὶ ἐσβύσθησαν τὰ γράμματά των ἀπὸ τὴν παλαιότητα, ὥστε ὁποῦ νὰ μὴ ἀναγινώσκωνται· ὅποιος δὲ ἤθελε κάμει κᾀνένα τοιοῦτον, ἕνα χρόνον ἂς ἀφορίζεται. Ὡσαύτως δὲ νὰ ἀφορίζεται καὶ ἐκεῖνος ὁποῦ ἀγοράσοι τὰ τοιαῦτα βιβλία, ὄχι διὰ νὰ ὠφελήσῃ τὸν ἑαυτόν του μὲ τὴν ἀνάγνωσιν αὐτῶν, οὔτε διὰ νὰ τὰ δώσῃ εἰς τὸ νὰ ὠφελήσῃ ἄλλον, ἀλλὰ διὰ νὰ τὰ διαφθείρῃ.
ΚΑΝΩΝ ΞΘʹ. Μὴ ἐξέστω τινὶ τῶν ἁπάντων ἐν λαϊκοῖς τελοῦντι, ἔνδον ἱεροῦ εἰσιέναι θυσιαστηρίου, μηδαμῶς ἐπὶ τοῦτο τῆς Βασιλικῆς εἰργομένης ἐξουσίας καὶ αὐθεντίας, ἡνίκα ἂν βουληθείη προσάξαι δῶρα τῷ πλάσαντι, κατά τινα ἀρχαιοτάτην παράδοσιν.
Ἑρμηνεία. Τὸ ἅγιον Βῆμα εἰς τοὺς ἱερωμένους εἶναι ἀφιερωμένον· διὰ τοῦτο ὁ παρὼν Κανὼν ἐμποδίζει νὰ μὴ εἰσέρχεται εἰς αὐτὸ κᾀνένας λαϊκός, ἔξω μόνον ὁ βασιλεύς· καὶ οὗτος δέ, οὐχὶ καθ’ ὃ λαϊκός, ἀλλὰ καθ’ ὃ ἔχει ἐξουσίαν καὶ αὐθεντίαν, καὶ χριστὸς Κυρίου ἐστίν· ὅστις ἐσυγχωρήθη νὰ εἰσέρχεται εἰς αὐτό, κατὰ παράδοσιν ἀρχαιοτάτην, ὅτι θέλῃ νὰ προσφέρῃ δῶρα εἰς τὸν πλάσαντα αὐτὸν Θεόν, καὶ νὰ μεταλάβῃ.
Συμφωνία. «Δι’ ὃ καὶ ὁ μδʹ. τῆς ἐν Λαοδικ. ἐμποδίζει τὸ νὰ ἐμβαίνουν γυναῖκες εἰς τὸ θυσιαστήριον. Ὁ δὲ αʹ. τοῦ Πατριάρχου Νικολάου Κανὼν συγχωρεῖ νὰ ἐμβαίνουν εἰς τὸ ἅγιον βῆμα οἱ Μοναχοὶ ἐκεῖνοι, ὁποῦ δὲν ἔχουν κᾀνένα ἔγκλημα, διὰ τὴν σεμνότητα τοῦ Μοναχικοῦ σχήματος, εἰς τὸ νὰ ἀνάπτουσι τὰς κανδήλας, ἢ τὰ κηρία. Ἀλλὰ καὶ ὁ ἅγιος Νικηφόρος ἐν τῷ ιεʹ. αὑτοῦ Κανόνι, πρέπει, λέγει, αἱ Καλογραῖαι νὰ ἐμβαίνουν εἰς τὸ ἅγιον Βῆμα διὰ φωταψίαν, καὶ διὰ νὰ κοσμοῦσι, καὶ νὰ σαρόνουσιν αὐτό. Ἐὰν ὅμως τινὰς δὲν ᾖναι Μοναχός, ἀλλὰ δόκιμος, εἰς τὸ ἅγιον Βῆμα δὲν ἐμβαίνει, ὡς λέγει ὁ Βαλσαμὼν εἰς τὴν ἑρμηνείαν τοῦ αʹ. Κανόνος τοῦ Νικολάου, ὃν καὶ ἀνάγνωθι».
ΚΑΝΩΝ Οʹ. Μὴ ἐξέστω ταῖς γυναιξὶν ἐν τῷ καιρῷ τῆς Θείας λειτουργίας λαλεῖν, ἀλλὰ κατὰ τὴν φωνὴν Παύλου τοῦ Ἀποστόλου, σιγάτωσαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάττεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.
Ἑρμηνεία. Προστάζει ὁ παρὼν Κανών, ὅτι δὲν εἶναι ἄδεια εἰς τὰς γυναῖκας νὰ λαλοῦν ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας (καὶ δὴ καὶ εἰς πάσας τὰς ἐν τῇ Ἐκκλησίᾳ γινομένας συνάξεις τῶν πιστῶν), ἀλλὰ νὰ σιωποῦν, καθὼς γράφει ὁ Παῦλος· διότι δὲν εἶναι συγκεχωρημένον εἰς αὐτὰς νὰ λαλοῦν, ἀλλὰ νὰ ὑποτάσσωνται καὶ νὰ ἀκούουν, καθὼς λέγει καὶ ὁ νόμος ὁ Μωσαϊκὸς περὶ τῆς γυναικός.
Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει (Γεν. κεφ. γʹ. 16.)· εἰ δὲ καὶ θέλουν νὰ μάθουν κᾀνένα νόημα, ἂς ἐρωτοῦν περὶ τούτου εἰς τὴν οἰκίαν τοὺς ἄνδρας των· τοῦτο τὸ ἴδιον διορίζουσι καὶ αἱ Ἀποστολικαὶ διαταγαὶ βιβλ. γʹ. κεφ. ϛʹ. λέγει δὲ καί τις ἐξωτερικὸς σοφός, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
ΚΑΝΩΝ ΟΑʹ. Τοὺς διδασκομένους τοὺς πολιτικοὺς νόμους, μὴ δεῖν τοῖς ἑλληνικοῖς ἔθεσι κεχρῆσθαι, μήτε μὴν ἐπὶ θεάτρων ἐνάγεσθαι, ἢ τὰς λεγομένας κυλίστρας ἐπιτελεῖν, ἢ παρὰ τὴν κοινὴν χρῆσιν στολὰς ἑαυτοῖς περιτιθέναι, μήτε καθ’ ὃν καιρὸν τῶν μαθημάτων ἐνάρχονται, ἢ πρὸς τὸ τέλος αὐτῶν καταντῶσιν, ἤ, καθόλου φᾶναι, διὰ μέσου τῆς τοιαύτης παιδεύσεως. Εἰ δέ τις ἀπὸ τοῦ νῦν τοῦτο πρᾶξαι τολμήσοι, ἀφοριζέσθω.
Ἑρμηνεία. Καθὼς οἱ ἀφρονέστεροι ἀπὸ τοὺς σοφοὺς τῶν Ἀθηναίων ἐσυνήθιζον, ὡς γράφει ὁ Θεολόγος Γρηγόριος εἰς τὸν ἐπιτάφιον τοῦ Μεγάλου Βασιλείου, νὰ μάχωνται μὲ τοὺς ἐναντίους αὐτοῖς, καὶ νὰ καταπιάνουσι τὰς πόλεις καὶ τὰς ὁδούς, καὶ ἄλλα τοιαῦτα νὰ κάμουν συνήθη εἰς τοὺς νέους σοφιστάς· τοιουτοτρόπως καὶ οἱ τοὺς πολιτικοὺς νόμους διδασκόμενοι Χριστιανοὶ ἐμεταχειρίζοντο τὰ ἑλληνικὰ ταῦτα ἔθιμα, καὶ εἰς τὰ θέατρα ἐκρίνοντο, περὶ τοῦ τίς νὰ γένῃ τυχὸν πρῶτος ἐξ αὐτῶν, καὶ τὰς ὀνομαζομένας κυλίστρας ἔκαμνον ἢ φορέματα ἔξω ἀπὸ τὴν κοινὴν τῶν πολλῶν συνήθειαν ἐφόρουν· ταῦτα δὲ πάντα προστάζει ὁ παρὼν Κανὼν νὰ μὴ κάμνουσιν, οὔτε ὅταν ἀρχινοῦν νὰ μανθάνουν τοὺς νόμους, οὔτε ὅταν εὑρίσκωνται εἰς τὸ μέσον τῆς μαθήσεως, οὔτε ὅταν φθάσουν εἰς τὸ τέλος αὐτῆς. Ὅποιος δὲ εἰς τὸ ἑξῆς τοῦτο ἤθελε κάμνει, νὰ ἀφορίζεται.
ΚΑΝΩΝ ΟΒʹ. Μὴ ἐξέστω ὀρθόδοξον ἄνδρα αἱρετικῇ συνάπτεσθαι γυναικί, μήτε μὴν αἱρετικῷ ἀνδρὶ γυναῖκα ὀρθόδοξον συζεύγνυσθαι, ἀλλ’ εἰ καὶ φανείη τι τοιοῦτον ὑπό τινος τῶν ἁπάντων γινόμενον, ἄκυρον τὸν γάμον ἡγεῖσθαι, καὶ τὸ ἄθεσμον διαλύεσθαι συνοικέσιον· οὐ γὰρ χρὴ τὰ ἄμικτα μιγνῦναι, οὐδὲ τῷ προβάτῳ τὸν λύκον συμπλέκεσθαι, καὶ τῇ τοῦ Χριστοῦ μερίδι τὸν τῶν ἁμαρτωλῶν κλῆρον. Εἰ δὲ παραβῇ τις τὰ παρ’ ἡμῶν ὁρισθέντα, ἀφοριζέσθω. Εἰ δέ τινες ἔτι ἐν τῇ ἀπιστίᾳ τυγχάνοντες, καὶ οὔπω τῇ τῶν ὀρθοδόξων ἐγκαταλεγέντες ποίμνῃ, ἀλλήλοις γάμῳ νομίμῳ ἡρμόσθησαν, εἶτα, ὁ μέν, τὸ καλὸν ἐκλεξάμενος, τῷ φωτὶ τῆς ἀληθείας προσέδραμεν, ὁ δὲ ὑπὸ τοῦ τῆς πλάνης κατέχεσθαι δεσμοῦ, μὴ πρὸς τὰς θείας ἀτενίσαι ἀκτῖνας ἑλόμενος (εὐδοκεῖ δὲ τῷ πιστῷ ἡ ἄπιστος συνοικεῖν, ἢ τὸ ἔμπαλιν ὁ ἄπιστος τῇ πιστῇ), μὴ χωριζέσθωσαν, κατὰ τὸν θεῖον Ἀπόστολον· «ἡγίασται γὰρ ὁ ἄπιστος ἀνὴρ ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ ἄπιστος γυνὴ ἐν τῷ ἀνδρί».
Ἑρμηνεία. Διορίζει ὁ παρὼν Κανών, ὅτι δὲν εἶναι συγκεχωρημένον νὰ παίρνῃ ὀρθόδοξος ἄνδρας αἱρετικὴν γυναῖκα, ἢ γυναῖκα ὀρθόδοξος αἱρετικὸν ἄνδρα. Εἰ δὲ καὶ τοῦτο ἤθελε κάμει τινάς, νὰ ἦναι ὁ γάμος ἄκυρος καὶ τὸ παράνομον αὐτὸ νὰ χωρίζεται συνοικέσιον, διότι δὲν πρέπει νὰ ἑνόνεται ποτὲ ὁ λύκος μὲ τὸ πρόβατον, καὶ ὁ κλῆρος τῶν ἁμαρτωλῶν καὶ αἱρετικῶν μὲ τὴν μερίδα τοῦ Χριστοῦ καὶ τῶν ὀρθοδόξων. Ὅποιος δὲ ἤθελε παραβῇ τὸν παρόντα Κανόνα, νὰ ἀφορίζεται. Ἐὰν δὲ καὶ τὰ δύω μέρη ἄπιστα ὄντα, ἐν τῇ ἀπιστίᾳ καὶ ὁμοθρησκείᾳ ἦσαν συνεζευγμένα, ἔπειτα τὸ μὲν ἕνα μέρος ἐπίστευσεν εἰς τὸν Χριστόν, τὸ δὲ ἄλλο ἔμεινεν εἰς τὸ σκότος τῆς ἀπιστίας· εἰ μὲν τὸ ἄπιστον μέρος εὐχαριστεῖται νὰ συγκατοικῇ μὲ τὸ πιστόν, ἂς μὴ χωρίζεται, καθὼς λέγει ὁ Παῦλος, ἀλλὰ δὴ καὶ ὁ θʹ. τοῦ Βασιλείου, ἕνα μὲν ἐπειδὴ ἡγίασται ὁ ἄπιστος ἀνὴρ συγκατοικῶν μὲ τὴν πιστὴν γυναῖκα, καὶ ἡγίασται ἡ ἄπιστος γυνή, συγκατοικοῦσα μὲ τὸν πιστὸν ἄνδρα, καὶ ἄλλο δέ, διὰ τί ἴσως ἐκ τῆς τοιαύτης συγκατοικήσεως ὁδηγηθῇ καὶ τὸ ἄλλο μέρος πρὸς τὴν εὐσέβειαν. Τί γὰρ οἶδας, γύναι, ἐπιφέρει ὁ ἴδιος Παῦλος, εἰ τὸν ἄνδρα σώσεις; καὶ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ὅρα καὶ τὸν ιδʹ. τῆς δʹ.
ΚΑΝΩΝ ΟΓʹ. Τοῦ ζωοποιοῦ Σταυροῦ δείξαντος ἡμῖν τὸ Σωτήριον, πᾶσαν σπουδὴν ἡμᾶς τιθέναι χρή, τοῦ τιμὴν τὴν ἀξίαν ἀποδιδόναι, τῷ δι’ οὗ σεσώσμεθα τοῦ παλαιοῦ παραπτώματος. Ὅθεν καὶ νῷ, καὶ λόγῳ, καὶ αἰσθήσει τὴν προσκύνησιν αὐτῷ ἀπονέμοντες, τοὺς ἐν τῷ ἐδάφει τοῦ Σταυροῦ τύπους ὑπό τινων κατασκευαζομένους ἐξαφανίζεσθαι, παντοίως προστάσσομεν, ὡς ἂν μὴ τῇ τῶν βαδιζόντων καταπατήσει τὸ τῆς νίκης ἡμῖν τρόπαιον ἐξυβρίζοιτο. Τοὺς οὖν ἀπὸ τοῦ νῦν τοῦ Σταυροῦ τύπον ἐπὶ ἐδάφους κατασκευάζοντας, ὁρίζομεν ἀφορίζεσθαι.
Ἑρμηνεία. Διὰ μέσου τοῦ ζωοποιοῦ Σταυροῦ ἐσώθημεν καὶ τῆς δουλείας τῆς ἁμαρτίας ἠλευθερώθημεν· ὅθεν πρέπει (λέγει ὁ παρὼν Κανὼν) νὰ σπουδάζωμεν εἰς τὸ νὰ ἀποδίδωμεν εἰς αὐτὸν τὴν πρέπουσαν τιμὴν καὶ προσκύνησιν, καὶ μὲ τὸν νοῦν, ἐνθυμούμενοι ὅσων ἀγαθῶν δι’ αὐτοῦ ἐτύχομεν· καὶ μὲ τὸν λόγον, διηγούμενοι ταῦτα εἰς τοὺς ἄλλους, καὶ εὐχαριστοῦντες τῷ ἐν αὐτῷ σταυρωθέντι Χριστῷ, καὶ μὲ τὴν αἴσθησιν, ἀσπαζόμενοι καὶ τιμῶντες, ὅπου αὐτὸν βλέπομεν. Ἐπειδὴ δὲ μερικοὶ ἀπλούστεροι σημαδεύουσι πανταχοῦ τὸν τύπον τοῦ τιμίου τούτου Σταυροῦ, ἕως καὶ εἰς τὸ ἔδαφος τῆς γῆς, διὰ εὐλάβειαν τάχα, καὶ διὰ νὰ κάμουσι περισσοτέραν τιμὴν εἰς αὐτόν, διὰ τοῦτο προστάζει ἡ Σύνοδος, ὅπου εὑρεθῆ τύπος Σταυροῦ κατὰ γῆς τυπωμένος, νὰ ἐξαλείφεται καὶ νὰ χαλᾶται, διὰ νὰ μὴ καταπατῆται, καὶ ἀκολούθως ἀτιμάζεται ἀπὸ τοὺς περιπατοῦντας τὸ νικητικὸν τῆς σωτηρίας μας τρόπαιον. Ὅσοι δὲ εἰς τὸ ἑξῆς ἤθελαν κατασκευάσῃ τύπον Σταυροῦ εἰς τὸ ἔδαφος, ἂς ἀφορίζωνται.
ΚΑΝΩΝ ΟΔʹ. Ὅτι οὐ δεῖ ἐν τοῖς Κυριακοῖς, ἢ ἐν ταῖς Ἐκκλησίαις, τὰς λεγομένας ἀγάπας ποιεῖν, καὶ ἔνδον ἐν τῷ οἴκῳ ἐσθίειν, καὶ ἀκούβιτα στρωννύειν. Οἱ δὲ τοῦτο ποιεῖν τολμῶντες, ἢ παυσάσθωσαν, ἢ ἀφοριζέσθωσαν.
Ἑρμηνεία. Ὁ παρὼν Κανών, αὐτολεξεὶ κηʹ. ἐστὶ τῆς ἐν Λαοδικείᾳ Συνόδου, ὅστις ἐμποδίζει νὰ μὴ κάμνουν ἀγάπας (ἤτοι συμπόσια τὰ ἐξ ἀγάπης γινόμενα, καὶ εἰς ἀγάπην, καὶ ἕνωσιν τοὺς συνεσθίοντας φέροντα) μέσα εἰς τὰ Κυριακά, ἤτοι εἰς τὰς ἐκκλησίας οἱ Χριστιανοί, μήτε νὰ στρώνουσι στρώματα μαλακὰ καὶ ὑψηλὰ εἰς αὐτάς, τὰ ὁποῖα ὀνομάζει ἀκούβιτα μὲ λέξιν λατινικήν, ἀπὸ τοῦ ἀκούμβω, ἢ ἀπὸ τοῦ ἀκουμβίζω, ὁποῦ σημαίνει λατινικῶς τὸ ἀναπίπτω, καὶ κάθημαι εἰς τὴν τράπεζαν, διατί εἰς αὐτὰ καθήμενοι οἱ Χριστιανοὶ ἔτρωγαν. Ὅσοι δὲ ἤθελαν τολμήσουν νὰ κάμουν τοῦτο, ἢ νὰ παύουν, ἢ νὰ ἀφορίζωνται. Πρέπει νὰ προσημειώσωμεν, ὅτι ὁ Βαλσαμών, Κυριακὰ μὲν θέλει νὰ ἐννοῇ ἐδὼ ὁ Κανών, κάθε τόπον ἀφιερωμένον τῷ Κυρίῳ, καὶ τὸν Νάρθηκα δηλ. καὶ Πρόναον· Ἐκκλησίαν δέ, τὸν καθ’ αὑτὸ Ναόν. Ὅθεν καὶ τὸ ἤ, μόριον, δὲν δέχεται νὰ ᾖναι ἐφερμηνευτικόν, ὡς λέγει ὁ Ζωναρᾶς, ἀλλὰ διαζευκτικόν, ὥστε ὁποῦ κατ’ αὐτόν, ὄχι μόνον μέσα εἰς τὰς ἐκκλησίας, ἀλλ’ οὐδὲ εἰς τοὺς Νάρθηκας τῶν ἐκκλησιῶν δὲν πρέπει νὰ τρώγουν τινές.
Συμφωνία. «Παρομοίως δὲ καὶ ὁ μθʹ. τῆς ἐν Καρθαγ. ἐμποδίζει Ἐπισκόπους καὶ Κληρικούς, καὶ λαϊκοὺς εἰς τὰς ἐκκλησίας νὰ μὴ κάμνουν συμπόσια, ἔξω μόνον, ἂν κατὰ ἀνάγκην ξένοι τινὲς διαβαίνοντες φάγωσι. Σημείωσαι δέ, ὅτι ἂν καὶ εἰς τὰς ἐκκλησίας ἐμποδίζουν οἱ Κανόνες οὗτοι τὸ νὰ γίνωνται ἀγάπαι, δὲν ἐμποδίζουσιν ὅμως καὶ τὸ νὰ γίνωνται εἰς τοὺς κοινοὺς οἴκους. Ὅθεν ὁ μὲν κζʹ. τῆς αὐτῆς Λαοδικ. προστάζει νὰ μὴ παίρνουν διὰ λιχνίαν μερίδιά τινα φαγητῶν οἱ Ἱερωμένοι καὶ λαϊκοί, ὅταν καλῶνται εἰς τὰς τοιαύτας ἀγάπας. Ὁ δὲ ιαʹ. τῆς ἐν Γάγγρ. ἀναθεματίζει ἐκείνους ὁποῦ καταφρονοῦσι τοὺς κάμοντας τὰς τοιαύτας ἀγάπας (ἔξω τῆς ἐκκλησίας δηλ.) καὶ διὰ τιμὴν τοῦ Κυρίου συγκαλοῦντας τοὺς ἀδελφούς, καὶ ἐξευτελίζοντας τὸ γινόμενον, δὲν θέλουσι νὰ ὑπάγουν εἰς αὐτάς. Ὁ δὲ οϛʹ. τῆς παρούσης ϛʹ. ἀφορίζει ἐκείνους ὁποῦ πωλοῦσι κρασὶ καὶ βρώματα, ἢ ἄλλα εἴδη μέσα εἰς τοὺς ἱεροὺς περιβόλους. Ἀλλὰ καὶ ὁ ϙζʹ. αὐτῆς, Κληρικοὺς μὲν καθαιρεῖ, λαϊκοὺς δὲ ἀφορίζει, τοὺς κονεύοντας μέσα εἰς τοὺς ἱεροὺς τόπους.
Ὁ δὲ πηʹ. τῆς αὐτῆς, Κληρικοὺς μὲν καθαιρεῖ, λαϊκοὺς δὲ ἀφορίζει, τοὺς ἐμβάζοντας κτῆνος εἰς ἱερὸν Ναόν, εἰμὴ ἐξ ἀνάγκης μεγάλης.» Ὅρα καὶ τὴν ὑποσημείωσιν τοῦ πγʹ. τῆς ἰδίας ταύτης ϛʹ.
ΚΑΝΩΝ ΟΕʹ· Τοὺς ἐπὶ τῷ ψάλλειν ἐν ταῖς Ἐκκλησίαις παραγινομένους, βουλόμεθα, μήτε βοαῖς ἀτάκτοις κεχρῆσθαι, καὶ τὴν φύσιν πρὸς κραυγὴν ἐκβιάζεσθαι, μήτε τι ἐπιλέγειν τῶν μὴ ἐκκλησίᾳ ἁρμοδίων τε καὶ οἰκείων· ἀλλὰ μετὰ πολλῆς προσοχῆς, καὶ κατανύξεως τὰς τοιαύτας ψαλμῳδίας προσάγειν τῷ τῶν κρυπτῶν ἐφόρῳ Θεῷ. Εὐλαβεῖς γὰρ ἔσεσθαι τοὺς υἱοὺς Ἰσραὴλ τὸ ἱερὸν ἐδίδαξε λόγιον.
Ἑρμηνεία. Ἡ ἐν ταῖς ἐκκλησίαις γινομένη ψαλμῳδία, παρακάλεσίς ἐστι πρὸς τὸν Θεὸν διὰ νὰ ἐξιλεωθῇ εἰς τὰς ἁμαρτίας μας. Ὅποιος δὲ παρακαλεῖ καὶ δέεται, πρέπει νὰ ἔχῃ ἦθος ταπεινὸν καὶ κατανενυγμένον· τὸ δὲ νὰ κραυγάζῃ τινάς, δηλοῖ ἦθος θρασὺ καὶ ἀνευλαβές. Διὰ τοῦτο προστάζει ὁ παρὼν Κανών, ὅτι οἱ ψάλλοντες εἰς τὰς ἐκκλησίας νὰ μὴ βιάζουν τὴν φύσιν των εἰς τὸ νὰ φωνάζουν δυνατά, ἀλλὰ μήτε ἄλλο τι νὰ λέγουν ἀνάρμοστον εἰς τὴν Ἐκκλησίαν.
Ποῖα δὲ εἶναι τὰ ἀνάρμοστα εἰς τὴν Ἐκκλησίαν; ἀποκρίνεται ὁ ἑρμηνεὺς Ζωναρᾶς, ὅτι εἶναι τὰ γυναικοπρεπῆ μέλη, καὶ τὰ μινυρίσματα, (ταὐτὸν εἰπεῖν τὰ πολλὰ τερερίσματα, καὶ ἡ ὑπερβολικὴ τῶν μελῳδιῶν ποικιλία, ἡ ὁποία κλίνει εἰς πορνικὰ ᾄσματα) ταῦτα οὖν πάντα προστάζει ὁ παρὼν Κανὼν νὰ λείψουν ἀπὸ τὴν Ἐκκλησίαν, καὶ οἱ ψάλλοντες νὰ προσφέρουν τὰς ψαλμῳδίας μὲ πολλὴν προσοχὴν εἰς τὸν Θεόν, ὁποῦ βλέπει εἰς τὰ ἀπόκρυφα τῆς καρδίας, δηλ. εἰς τὴν νοερῶς ἐν καρδίᾳ γινομένην ψαλμῳδίαν καὶ προσευχὴν μᾶλλον, ἢ εἰς τὰς ἐξωτερικὰς κραυγάς. Διότι τὸ ἱερὸν λόγιον τοῦ Λευϊτικοῦ διδάσκει, νὰ ᾖναι εὐλαβεῖς πρὸς τὸν Θεὸν οἱ υἱοὶ Ἰσραήλ.
Συμφωνία. Λέγει δὲ καὶ ὁ προφήτης Δαβίδ, «ψάλλατε συνετῶς·» τοῦτο δὲ τὸ ῥητὸν ἑρμηνεύων ὁ Μέγας Βασίλειος (ὅρ. κατ’ ἐπιτομ. σοθʹ.) λέγει· ἡ σύνεσις τῶν λόγων τῆς ἁγίας Γραφῆς παρομοιάζει μὲ τὴν ποιότητα τῶν φαγητῶν ὁποῦ τρώγει τὸ στόμα· ἐπειδὴ κατὰ τὸν Ἰώβ.
Λάρυγξ μὲν σῖτα γεύεται· νοῦς δὲ ῥήματα διακρίνει. Ἀνίσως λοιπὸν ἡ ψυχή τινος διακρίνῃ τὴν δύναμιν τοῦ κάθε λόγου, καθὼς ἡ γεῦσις διακρίνει τὴν ποιότητα κάθε φαγητοῦ, οὗτος πληρώνει τὴν Δαβιτικὴν αὐτὴν ἐντολήν. Προσθέτει δὲ ὁ ἴδιος Βασίλειος (ὅρ. κατ’ ἐπιτ. σπαʹ.) ὅτι ὅποιος δὲν πηγαίνει μὲ ἐπιθυμίαν νὰ ψάλλῃ εἰς τὴν Ἐκκλησίαν, ἢ νὰ διορθώνεται, ἢ νὰ διώκεται. Ἐὰν δὲ ἦναι ψάλται πολλοί, λέγει (ὅρ. κατ’ ἐπιτ. τζʹ.) ὁ αὐτός, νὰ μεταχειρίζωνται τὰς ψαλμῳδίας, μὲ ἐφημερίαν, καθ’ ἑβδομάδα δηλαδή. Ὁ δὲ τῆς ἐν Λαοδ. ιεʹ. προστάζει νὰ μὴ ψάλλῃ ἄλλος τινὰς ἐν τῇ Ἐκκλησίᾳ, ἔξω ἀπὸ τοὺς Κανονικούς, καὶ ἀπὸ διφθέρας ψάλλοντας ψάλτας, ἤτοι ἔξω ἀπὸ τοὺς μετὰ μεμβραΐνης, ἢ ἄλλης χαρτίνης ψαλτικῆς ψάλλοντας. Ἀλλὰ καὶ ὁ κγʹ. τῆς αὐτῆς λέγει, νὰ μὴ φοροῦν οἱ ψάλται ὀράριον ὅταν ψάλλωσι.
Πρέπει δὲ ἀνάμεσα εἰς τοὺς ψαλμοὺς νὰ γίνεται καὶ ἀνάγνωσις (ἢ προσευχὴ) κατὰ τὸν ιζʹ. τῆς αὐτῆς.
ΚΑΝΩΝ ΟΣΤʹ. Ὅτι οὐ χρὴ ἔνδον τῶν ἱερῶν περιβόλων, καπηλεῖον, ἢ τὰ δι’ ἀρωμάτων εἴδη προτιθέναι, ἢ ἑτέρας πράσεις ποιεῖσθαι, τὸ σεβάσμιον ταῖς Ἐκκλησίαις φυλάσσοντας. Ὁ γὰρ Σωτὴρ ἡμῶν καὶ Θεὸς διὰ τῆς ἐν σαρκὶ πολιτείας παιδαγωγῶν ἡμᾶς, μὴ ποιεῖν τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ ἐμπορίου οἶκον παρεκελεύετο. Ὃς καὶ τῶν Κολλυβιστῶν τὸ κέρμα ἐξέχεε, καὶ τοὺς τὸ ἱερὸν κοινοποιοῦντας ἀπήλασεν. Εἴ τις οὖν ἐπὶ τῷ προκειμένῳ ἁλῷ πλημμελήματι, ἀφοριζέσθω.
Ἑρμηνεία. «Ἔφη εἰς τοὺς Ἰουδαίους ὁ Κύριος. Γέγραπται· ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον ληστῶν.» Ὅθεν διὰ νὰ μὴ ῥηθῇ καὶ εἰς τοὺς πιστοὺς ὁ φοβερὸς οὗτος λόγος, ἐμποδίζουσιν οἱ Πατέρες διὰ τοῦ Κανόνος τούτου, νὰ μὴ στήνωνται καπηλεῖα, ἤτοι νὰ μὴ πωλῆται κρασί, ἢ ῥακί, ἢ ἄλλα εἴδη βρωμάτων κατὰ τὸν Ζωναρᾶν, ἢ καὶ ἀρωματικά τινα εἴδη, κατὰ τὸν Βαλσαμῶνα, ἢ ἄλλαι τινὲς πραγματεῖαι μέσα εἰς τοὺς ἱεροὺς περιβόλους, ἤτοι μέσα εἰς τὰ προαύλια καὶ περιοχὰς τῶν θείων Ναῶν καὶ Ἐκκλησιῶν, διὰ νὰ φυλάττεται τὸ σέβας εἰς αὐτάς.
Διὰ τί καὶ ὁ Κύριος νουθετῶντας ἡμᾶς εἶπε, νὰ μὴ κάμνωμεν τὸν οἶκον τοῦ Πατρός του οἶκον πραγματείας, ὅστις καὶ τὰ ἄσπρα τῶν πωλούντων τοὺς κολλύβους, ἤτοι τὰ λεπτὰ νομίσματα διεσκόρπισε, καὶ τοὺς ποιοῦντας κοινὸν οἶκον τὸ ἱερόν, μὲ τὸ φραγέλιον ἀπεδίωξεν. Ὅποιος δὲ τοῦτο ἤθελε κάμει, ἂς ἀφορίζεται. Ἀνάγνωθι καὶ τὸν οδʹ. τῆς αὐτῆς ϛʹ.
ΚΑΝΩΝ ΟΖʹ. Ὅτι οὐ δεῖ Ἱερατικούς, ἢ Κληρικούς, ἢ Ἀσκητὰς ἐν βαλανείῳ μετὰ γυναικῶν ἀπολούεσθαι, μηδὲ πάντα χριστιανὸν λαϊκόν· αὕτη γὰρ πρώτη κατάγνωσις παρὰ τοῖς ἔθνεσιν. Εἰ δέ τις ἐπὶ τοῦτο φωραθείη, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν αὐτολεξεὶ λʹ. τῆς ἐν Λαοδικ. Συνόδου ἐστὶ Κανών, χωρὶς τοῦ ἐπιτιμίου μόνου· λέγει οὖν, ὅτι δὲν πρέπει οἱ ἐντὸς τοῦ βήματος Ἱερωμένοι, ἢ οἱ ἐντὸς τοῦ βήματος Κληρικοί, ἢ οἱ Μοναχοὶ καὶ Ἀσκηταί, ἢ ἁπλῶς κάθε λαϊκὸς Χριστιανὸς νὰ λούεται εἰς τὰ λουτρὰ μαζὴ μὲ τὰς γυναῖκας· ἐπειδὴ τὸ ἄτοπον τοῦτο κοντὰ εἰς τὰ ἔθνη φαίνεται νὰ ᾖναι ἡ πρώτη κατηγορία, καὶ τὸ μεγαλήτερον σκάνδαλον ἐναντίον εἰς τοὺς Χριστιανούς. «Ὁ δὲ Ἀπόστολος προστάζει νὰ γινώμεθα ἀπρόσκοποι εἰς τοὺς Ἰουδαίους καὶ Ἕλληνας, καὶ εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ». Καὶ ἄν, καθὼς λέγει ὁ Ζωναρᾶς καὶ αὐτό, τὸ νὰ ἀπαντήσῃ τινὰς γυναῖκα ἁπλῶς εἰς στράταν ἢ εἰς οἶκον, ταράττει τὸν λογισμόν, πῶς δὲν θέλει καταβαπτισθῇ, καὶ εἰς ἐπιθυμίαν νὰ κινηθῇ ὁ νοῦς ἐκείνων τῶν ἀνδρῶν, ὁποῦ μὲ γυναῖκας συλλούονται; ἀλλ’ οὐδὲ τὰ ἀνδρόγυνα πρέπει μαζὴ νὰ συλλούωνται, κατὰ τὸν Βαλσαμῶνα, ἢ εἰς λουτρὸν δηλ. ἢ εἰς θάλασσαν, ἢ εἰς ποταμόν· ἐξουσιάζουσι γὰρ τὰ σώματά των διὰ παιδοποιίαν, καὶ ὄχι διὰ νὰ ξεγυμνόνωνται, καὶ νὰ βλέπουσι τὴν ἀσχημοσύνην των. Προσθέτει δὲ ὁ Κανών, ὅτι ὅποιος ἤθελε φανῆ νὰ κάμῃ τοῦτο, Κληρικὸς μὲν ὤν, ἂς καθαίρεται, λαϊκὸς δέ, ἂς ἀφορίζεται.
Συμφωνία. Ἀλλὰ καὶ αἱ Ἀποστολικαὶ διαταγαὶ βιβλ. αʹ. κεφ. θʹ. ἐμποδίζουσι νὰ λούεται γυνὴ μετὰ ἀνδρός. Τὴν ἀταξίαν ταύτην ἀναφέρει καὶ ὁ Ἐπιφάνιος, αἱρέσ. λʹ. καὶ Κλήμης ὁ Ἀλεξανδρεὺς παιδαγωγοῦ, βιβλ. γʹ. κεφ. εʹ.
ΚΑΝΩΝ ΟΗʹ. Ὅτι δεῖ τοὺς φωτιζομένους τὴν πίστιν ἐκμανθάνειν, καὶ τῇ Πέμπτῃ τῆς ἑβδομάδος ἀπαγγέλλειν τῷ Ἐπισκόπῳ ἢ τοῖς Πρεσβυτέροις.
Ἑρμηνεία. Καὶ οὗτος ὁ Κανὼν παρομοίως, αὐτολεξεὶ Κανὼν μστʹ. τῆς ἐν Λαοδ. ἐστίν, ὅστις καὶ λέγει, ὅτι οἱ πρὸς τὸ φώτισμα καὶ βάπτισμα ἑτοιμαζόμενοι κατηχούμενοι (ὅρα τὴν ἑρμηνείαν τοῦ ιδʹ. τῆς αʹ.) πρέπει εἰς ὅλον τὸν καιρὸν τῆς κατηχήσεώς των (πόσος δὲ ἦτο οὗτος; ὅρα τὴν ὑποσημ. τοῦ βʹ. τῆς αʹ.) νὰ μανθάνουσι καλὰ τὰ δόγματα τῆς ὀρθοδόξου πίστεως, καὶ κάθε Πέμπτην τῆς ἑβδομάδος, κατὰ τὸν Ζωναρᾶν, νὰ τὰ λέγωσιν ἀπέξω εἰς τὸν Ἀρχιερέα, ἢ εἰς τοὺς Πρεσβυτέρους τοὺς κατηχοῦντας αὐτούς. Ἵνα μὴ ἀμαθεῖς ὄντες τοῦ καθ’ ἡμᾶς μυστηρίου, βαπτισθοῦν, καὶ ἵνα μὴ ἐκ τῆς ἀμαθείας ἀστήρικτοι ὄντες, εὐκόλως ἀπατηθοῦν ὑπὸ τῶν αἱρετικῶν.
Συμφωνία. Ἀλλὰ καὶ ὁ μζʹ. τῆς αὐτῆς ἐν Λαοδικείᾳ Συνόδου, πρέπει, λέγει, οἱ ἐν ἀσθενείᾳ βαπτιζόμενοι νὰ μανθάνουν τὰ τῆς πίστεως ὅταν ὑγιαίνουν.
ΚΑΝΩΝ ΟΘʹ. Ἀλόχευτον τὸν ἐκ τῆς Παρθένου Θεῖον τόκον ὁμολογοῦντες, ὡς καὶ ἀσπόρως συστάντα, καὶ παντὶ τῷ ποιμνίῳ κηρύσσοντες, τοὺς ἐξ ἀγνοίας πράττοντάς τι τῶν οὐ δεόντων διορθώσει καθυποβάλλομεν. Ὅθεν ἐπειδή τινες μετὰ τὴν ἡμέραν τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Γεννήσεως δείκνυνται σεμίδαλιν ἕψοντες, καὶ ταύτης ἀλλήλοις μεταδιδόντες, προφάσει τιμῆς δῆθεν λοχειῶν τῆς Παναχράντου Παρθενομήτορος· ὁρίζομεν μηδὲν τοιοῦτον ὑπὸ τῶν πιστῶν τελεῖσθαι· οὐ γὰρ τιμή γε τοῦτο τῇ Παρθένῳ τῇ ὑπὲρ νοῦν καὶ λόγον τὸν ἀχώρητον τεκούσῃ Λόγον σαρκί, ἐκ τῶν κοινῶν τε, καὶ καθ’ ἡμᾶς τὰ κατὰ τὸν ἄφραστον αὐτῆς τόκον ὁρίζειν καὶ ὑπογράφειν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν πράττων τοιοῦτο φωραθείη, εἶ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Ἑρμηνεία. Ἐπειδὴ καὶ μερικοὶ Χριστιανοὶ ἀπὸ ἀγνωσίαν κινούμενοι, τῇ δευτέρᾳ ἡμέρᾳ μετὰ τὴν Χριστοῦ γέννησιν ἕψηναν σεμίδαλιν καὶ ἄλλα τινὰ εἴδη, τὰ ὁποῖα ἕνας τὸν ἄλλον μεταδιδόντες ἔτρωγαν, κάμνοντες τοῦτο διὰ τιμὴν τάχα τῶν ἐπιλοχίων τῆς Θεοτόκου (καθὼς εἶναι συνήθεια νὰ γίνεται καὶ εἰς τὰς ἄλλας γυναῖκας, ὁποῦ κατὰ φύσιν γεννήσουν)· διὰ τοῦτο ὁ παρὼν Κανὼν διορίζει, τοιοῦτον πρᾶγμα νὰ μὴ γίνεται εἰς τὸ ἑξῆς ἀπὸ τοὺς Χριστιανούς. Ἐπειδὴ τὸ νὰ παρομοιάζωμεν διὰ τῆς τοιαύτης συνηθείας, μὲ τὴν κοινὴν καὶ ταπεινὴν γέννησιν ἡμῶν τῶν ἀνθρώπων, τὴν ἀνερμήνευτον γέννησιν τῆς Ἀειπαρθένου, τοῦτο δὲν λογίζεται τιμὴ εἰς αὐτήν, ἥτις ὑπὲρ νοῦν καὶ λόγον ἐγέννησεν ἐν σαρκὶ τὸν ἀχώρητον τῷ παντὶ Θεὸν Λόγον, ἀλλὰ μᾶλλον ἀτιμία. Ὥσπερ γὰρ ἄσπορον, καὶ ἐκ Πνεύματος ἁγίου, ὁμολογοῦμεν τῆς Θεοτόκου τὴν Σύλληψιν, οὕτω παρομοίως καὶ τὴν αὐτῆς Γέννησιν ἀνωτέραν συνομολογοῦμεν πάσης λοχείας, ἥτις ἐστὶν ἡ μετὰ πόνων τοῦ βρέφους γέννησις, καὶ ἡ ἀκόλουθος τῶν αἱμάτων ῥύσις κατὰ τὸν Ζωναρᾶν.
Ὅποιος δὲ τοῦτο ἤθελε κάμει, εἰ μὲν Κληρικὸς εἶναι, ἂς καθαίρεται, εἰ δὲ λαϊκός, ἂς ἀφορίζεται.
Συμφωνία. «Ὅρα καὶ τὸν ἅγιον Ἐπιφάνιον αἱρεσ. οθʹ. κατὰ Κολλυριδιανῶν, λέγοντα, ὅτι γυναῖκές τινες ἐπάνω εἰς κρεββάτι τετράγωνον, ἐστρωμένον, βάλλουσιν ἕνα κουλλοῦρι, ἔπειτα τρώγουσιν αὐτό, καὶ τοῦτο κάμνουσιν, ὡς τάχα προσκυνοῦσαι τὴν Μαρίαν Θεοτόκον, καὶ ἄλλα τινὰ λέγουσι βλάσφημα.»
ΚΑΝΩΝ Πʹ. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ τῶν ἐν τῷ Κλήρῳ καταλεγομένων, ἢ λαϊκός, μηδεμίαν ἀνάγκην βαρυτέραν ἔχοι, ἢ πρᾶγμα δυσχερές, ὥστε ἐπιπλεῖστον ἀπολείπεσθαι τῆς αὑτοῦ Ἐκκλησίας, ἀλλ’ ἐν πόλει διάγων, τρεῖς Κυριακὰς ἡμέρας, ἐν τρισὶν ἑβδομάσι μὴ συνέρχοιτο, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀποκινείσθω τῆς κοινωνίας.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν διορίζει, ὅποιος Ἐπίσκοπος, ἢ Διάκονος, ἢ ἁπλῶς Κληρικός, ἢ λαϊκός, μὴ ἔχοντας ἀνάγκην βαρυτάτην ἢ δυσκολίαν, ἀναγκάζουσαν αὐτὸν νὰ λείψῃ ἀπὸ τὴν Ἐκκλησίαν του, ἀλλ’ εὑρισκόμενος μέσα εἰς πόλιν, τρεῖς Κυριακὰς δὲν συνέλθῃ μὲ τοὺς ἄλλους πιστοὺς εἰς τὴν Ἐκκλησίαν, εἰ μὲν Κληρικὸς εἶναι, ἂς καθαίρεται, εἰ δὲ λαϊκός, ἂς ἀφορίζεται· δι’ ὅτι ἕνα ἀπὸ τὰ δύω, ἢ ὁ τοιοῦτος δὲν εἶναι πιστός, ἢ πιστὸς ὤν, καταφρονεῖ τῆς κοινῆς πρὸς Θεὸν ὑμνῳδίας καὶ προσευχῆς.
Συμφωνία. «Αὐτολεξεὶ ὁ παρὼν Κανὼν εἶναι ἐρανισμένος ἀπὸ τὸν ιαʹ. τῆς ἐν Σαρδικῇ, πλὴν τὸ μέν, ὅτι οὐ δεῖ τὸν Ἐπίσκοπον, εἰ μηδεμίαν βαρυτέραν ἀνάγκην ἔχοι, ἢ πρᾶγμα δυσχερές, ἐπιπλεῖστον ἀπολείπεσθαι τῆς αὐτοῦ Ἐκκλησίας, ἡ μὲν ἐν Σαρδικῇ χωριστὰ τὸ ἔχει, λέγουσα ὅτι οἱ Ἐπίσκοποι δὲν πρέπει νὰ λείπουν ἔξω ἀπὸ τὴν ἐπαρχίαν τους πολὺν καιρόν, ἡ δὲ παροῦσα Σύνοδος ἐξέλαβε τοῦτο, ὅτι οἱ Ἐπίσκοποι πρέπει νὰ μὴ λείπουν ἀπὸ τὴν ἐν Ἐκκλησίᾳ σύναξιν τῶν πιστῶν, συνάπτουσα τοῦτο μὲ τὸ κατωτέρω. Τὸ δέ, ἐν πόλει διάγων τρεῖς Κυριακὰς κτλ. διὰ τοὺς λαϊκοὺς ἡ Σαρδικὴ λέγει· ἡ παροῦσα δὲ καὶ διὰ τοὺς Ἐπισκόπους.
Καθὼς δηλαδὴ καὶ ὁ ιβʹ. τῆς αὐτῆς Σαρδικῆς θέλει, ὅτι, καὶ ὁ Ἐπίσκοπος, καὶ εἰς τὰ ὑποστατικά του εὑρισκόμενος, τὰ ἐν ξένῃ ἐπαρχίᾳ ὄντα, τρεῖς Κυριακάς, πρέπει νὰ συνέρχεται μὲ τοὺς ἄλλους πιστοὺς εἰς τὴν Ἐκκλησίαν τὴν γειτονεύουσαν, ὁ δʹ. εʹ. τῆς ἐν Γάγγρ. ἀναθεματίζει ἐκεῖνον ὁποῦ καταφρονεῖ τὴν Ἐκκλησίαν, καὶ τὴν ἐν αὐτῇ σύναξιν τῶν πιστῶν.
Ὁμοίως καὶ ὁ κʹ. τῆς αὐτῆς ἀναθεματίζει τοὺς μὲ ὑπερηφάνειαν κατηγοροῦντας τὰς μνήμας τῶν Μαρτύρων, καὶ τὰς ἐν αὐταῖς γινομένας συνάξεις καὶ λειτουργίας. Ἐπαινεῖ δὲ καὶ ὁ καʹ. τῆς αὐτῆς, τὰς ἐν τῇ Ἐκκλησίᾳ συνάξεις, ὡς κοινωφελεῖς».
ΚΑΝΩΝ ΠΑʹ. Ἐπειδήπερ ἔν τισι χώραις μεμαθήκαμεν, ἐν τῷ Τρισαγίῳ ὕμνῳ, ἐν προσθήκης μέρει ἐκφωνεῖσθαι, μετὰ τό, ἅγιος Ἀθάνατος, τό, ὁ σταυρωθεὶς δι’ ἡμᾶς, ἐλέησον ἡμᾶς· τοῦτό τε ὑπὸ τῶν πάλαι ἁγίων Πατέρων, ὡς τῆς εὐσεβείας ἀλλότριον, ἐκ τοῦ τοιούτου ἀπήλασαν ὕμνου, σὺν τῷ τὴν τοιαύτην φωνὴν καινουργήσαντι παρανόμῳ αἱρετικῷ. Καὶ ἡμεῖς κυροῦντες τὰ παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν πρὶν εὐσεβῶς θεσμοθετηθέντα, ἀναθετίζομεν τοὺς ἔτι μετὰ τὸν παρόντα ὅρον παραδεχομένους τὴν τοιαύτην φωνὴν ἐπ’ Ἐκκλησίας, ἢ ἄλλως πως τῷ Τρισαγίῳ ὕμνῳ συνάπτοντας.
Καὶ εἰ μὲν Ἱερατικός ἐστιν ὁ παραβάτης τῶν ὁρισθέντων, ἀπογυμνοῦσθαι τοῦτον ἱερατικῆς ἀξίας προστάσσομεν, εἰ δὲ λαϊκός, ἀφορίζεσθαι.
Ἑρμηνεία. Πρῶτος Πέτρος ὁ Κναφνεύς, καὶ οἱ ἀκόλουθοι αὐτοῦ Θεοπασχῖται ἐτόλμησαν νὰ προσθέσουν ἐν τῷ Τρισαγίῳ ὕμνῳ, μετὰ τό, ἅγιος Ἀθάνατος, τό, ὁ σταυρωθεὶς δι’ ἡμᾶς. Οἱ αἱρετικοὶ οὖν οὗτοι σὺν τῇ τοιαύτῃ προσθήκῃ, κατεκρίθησαν ἀπὸ τὴν Σύνοδον, ὁποῦ ἔγινεν εἰς τὴν Ῥώμην ἐπὶ Φίληκος, πρὸ τῆς εʹ. Συνόδου, καὶ μάλιστα ὁ Κναφεὺς ἀνεθεματίσθη (ὅρα τὸν πρόλογον τῆς εʹ. Συνόδου)· ἐπειδὴ δὲ ἀκόμη εὑρίσκοντό τινες τῆς αἱρέσεως τοῦ Κναφέως διάδοχοι, λέγοντες τὸν Τρισάγιον ὕμνον μετὰ τῆς βλασφήμου προσθήκης ταύτης, ἡ παροῦσα Σύνοδος ἀναθεματίζει ἐκείνους ὁποῦ παραδέχονται αὐτήν, καὶ ἢ ἐπ’ ἐκκλησίας καὶ φανερά, ἢ κατ’ ἰδίαν ταύτην τῷ Τρισαγίῳ συνάπτουσι, καὶ Κληρικοὺς μὲν ὄντας αὐτοὺς καθαιρεῖ, λαϊκοὺς δὲ ἀφορίζει.
ΚΑΝΩΝ ΠΒʹ. Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς, ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους, καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, τῇ Ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κᾂν ταῖς χρωματουργίαις, ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, χαρακτῆρα, καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν. Δι’ αὐτοῦ τὸ τῆς ταπεινώσεως τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε Πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως.
Ἐρμηνεία. Ἐπειδὴ μερικοὶ ζωγραφίζουσι, τὸν μὲν Χριστόν, ὡς πρόβατον καὶ Ἀμνόν, τὸν δὲ Πρόδρομον δεικνύοντα αὐτὸν μὲ τὸν δάκτυλόν του καὶ λέγοντα· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ Κόσμου· διὰ τοῦτο προστάζει ὁ παρὼν Κανών, τὸ τοιοῦτον εἰς τὸ ἑξῆς νὰ μὴ γίνεται, ἀλλὰ νὰ ζωγραφίζεται ὁ Χριστός, ὡς ἄνθρωπος τέλειος, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα, ἵνα διὰ τοῦ ἀνθρωπίνου εἴδους ἐρχόμεθα εἰς ἐνθύμησιν τῆς ἐν σαρκὶ πολιτείας αὐτοῦ, καὶ τοῦ πάθους, καὶ τοῦ θανάτου, καὶ τῆς διὰ τούτων γενομένης σωτηρίας τοῦ Κόσμου. Διότι τοὺς μὲν παλαιοὺς ἐκείνους τοῦ νόμου τύπους τιμῶμεν καθ’ ὃ ἐπροεικόνιζαν τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου καὶ τῆς χάριτος, ἀπὸ τοὺς ὁποίους ἕνας ἦτο καὶ ὁ ἐν τῷ Πάσχᾳ σφαγιαζόμενος Ἀμνός, εἰς εἰκόνα Χριστοῦ παραλαμβανόμενος, τοῦ ἀληθινοῦ Ἀμνοῦ, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ Κόσμου. Τώρα δὲ ὁποῦ ἦλθεν ἡ ἀλήθεια αὐτὴ καὶ τὰ πράγματα, μᾶλλον τὸν τύπον προτιμῶμεν, αὐτὸν καὶ ὑποδεχόμεθα.
ΚΑΝΩΝ ΠΓʹ. Μηδεὶς τοῖς σώμασι τῶν τελευτώντων τῆς Εὐχαριστίας μεταδιδότω· γέγραπται γάρ, λάβετε, φάγετε· τὰ δὲ τῶν νεκρῶν σώματα, οὐδὲ λαβεῖν δύνανται, οὐδὲ φαγεῖν.
Ἑρμηνεία. Οὗτος ὁ Κανὼν ὁ αὐτὸς σχεδόν ἐστι μὲ τὸν κεʹ. τῆς ἐν Καρθαγ. ἐπειδὴ γὰρ ἦτο, κατὰ τὸν Ζωναρᾶν, παλαιὰ συνήθεια νὰ μεταδίδουσι τὴν Εὐχαριστίαν, ἤτοι τὰ Θεῖα μυστήρια εἰς τὰ σώματα τῶν τελευτώντων, ἐμποδίζει τοῦτο καὶ ἐτοῦτος, καὶ ἐκεῖνος, λέγοντες· ὅτι ὁ μὲν Κύριος, ὅταν ἔδιδε τὸν Μυστικὸν ἄρτον εἰς τοὺς μαθητάς του, καὶ δι’ αὐτῶν ἀκολούθως εἰς ὅλους τοὺς πιστούς, εἶπε, Λάβετε φάγετε. Τὰ δὲ τῶν νεκρῶν σώματα, οὔτε νὰ λάβουν αὐτόν· ἠμποροῦν, οὔτε νὰ τὸν φάγουν. Ἀλλ’ οὐδὲ πρέπει νὰ βαπτίζῃ τινὰς τοὺς νεκρούς, κατὰ τὸ ὑπόλοιπον μέρος τοῦ αὐτοῦ κεʹ. τῆς ἐν Καρθ. Ὁ δὲ Χρυσόστ. ὁμιλ. δʹ. πρὸς Ἑβραίους, ὡς εἰδωλολάτρην ἀφορίζει ἀπὸ τὴν Ἐκκλησίαν πολὺν καιρὸν ἐκεῖνον τὸν Χριστιανόν, ὁποῦ πληρόνει καὶ παίρνει μυρολογήτραις διὰ νὰ θρηνῇ τοὺς συγγενεῖς του νεκρούς, καὶ νουθετούμενος δὲν ἀκούει. Ἀλλὰ καὶ αὐτὰς ἀκόμη τὰς μυρολογήτρας ἀφορίζει, ἂν τολμήσουν νὰ ὑπάγουν διὰ νὰ μυρολογοῦν.
ΚΑΝΩΝ ΠΔʹ. Τοῖς κανονικοῖς τῶν Πατέρων θεσμοῖς κατακολουθοῦντες ὁρίζομεν καὶ περὶ τῶν νηπίων, ὁσάκις μὴ εὑρίσκωνται βέβαιοι μάρτυρες, οἱ ταῦτα ἀναμφιβόλως βαπτισθέντα εἶναι λέγοντες, καὶ οὐδὲ αὐτὰ διὰ τὴν κεῖραν, περὶ τῆς παραδοθείσης αὑτοῖς μυσταγωγίας ἀποκρίνασθαι ἐπιτηδείως ἔχωσι, χωρίς τινος προσκόμματος ὀφείλειν ταῦτα βαπτίζεσθαι, μήποτε ὁ τοιοῦτος δισταγμὸς ἀποστερήσῃ αὐτὰ τῆς τοιαύτης τοῦ ἁγιασμοῦ καθάρσεως.
Ἑρμηνεία. Καὶ οὗτος ὁ Κανὼν παρομοίως αὐτολεξεὶ πʹ. τῆς ἐν Καρθ. ἐστὶ διορίζων, ὅτι ὅσαις φοραῖς δὲν εὑρίσκονται μάρτυρες βέβαιοι νὰ μαρτυροῦν, ὅτι εἶναι βαπτισμένα τὰ νήπια (διὰ τί τυχὸν αἰχμαλωτισθέντα ταῦτα ὑπὸ βαρβάρων, καὶ ἀπαχθέντα εἰς μακρυνοὺς τόπους, μετὰ ταῦτα παρὰ τῶν χριστιανῶν ἐξηγοράσθησαν)· ἀλλ’ οὐδὲ αὐτὰ τὰ ἴδια εἶναι ἱκανὰ νὰ πληροφορήσουν ὅτι ἐβαπτίσθησαν, διὰ τὴν κεῖραν, ἤτοι διὰ τὴν ἡλικίαν τὴν νηπιώδη αὐτῶν, καθ’ ἣν ἐβαπτίσθησαν.
Τὰ τοιαῦτα, λέγω, πρέπει χωρὶς κἀνένα ἐμπόδιον νὰ βαπτίζωνται, μήπως ἡ ἀμφιβολία αὕτη, ἂν ἐβαπτίσθησαν, ἢ ὄχι, ἀποστερήσῃ αὐτὰ τῆς διὰ τοῦ λουτροῦ καθάρσεως. Καὶ ὅρα τὴν ὑποσημείωσιν τοῦ μζʹ. Ἀποστολικοῦ.
ΚΑΝΩΝ ΠΕʹ. Ἐπὶ δύω, καὶ τριῶν μαρτύρων βεβαιοῦσθαι πᾶν ῥῆμα, γραφικῶς παρελάβομεν. Τοὺς οὖν ὑπὸ τῶν οἰκείων δεσποτῶν ἐλευθερουμένους δούλους, ἐπὶ τρισὶ μάρτυσιν τῆς τοιαύτης τιμῆς ἀπολαύειν διοριζόμεθα, οἳ τὸ κῦρος παρόντες, τῇ ἐλευθερίᾳ προσοίσουσι καὶ τὸ πιστὸν ἐξ ἑαυτῶν τοῖς γινομένοις παρέξουσιν.
Ἑρμηνεία. Ἐπειδὴ κατὰ τοὺς πολιτικοὺς νόμους ἡ τῶν δούλων ἐλευθερία εἶναι ἕνα πρᾶγμα ὁποῦ δὲν ἔχει τιμήν, διὰ τοῦτο ὅταν ἐσυνέβαινε νὰ γένῃ μαρτυρία περὶ αὐτῆς, ἔπρεπε νὰ παρασταθοῦν πέντε, ἢ καὶ περισσότεροι μάρτυρες, διὰ νὰ γένῃ ἀσφαλὴς ἡ ἀπόδειξις. Τοῦτο δὲ ἀναιρῶν ὁ παρὼν Κανὼν ὁρίζει, ὅτι καὶ τρεῖς μόνοι μάρτυρες ἀρκοῦσι διὰ νὰ κυρώσουν τὴν τοιαύτην τῶν δούλων ἐλευθερίαν· ἐπειδὴ καὶ ἡ θεία Γραφὴ λέγει, ὅτι κάθε λόγος θέλει σταθῇ, ἤτοι θέλει κυρωθῇ καὶ βεβαιωθῇ καὶ ἀπὸ δύω, καὶ ἀπὸ τρεῖς μάρτυρας. Ὅρα καὶ πβʹ. τὸν Ἀποστολικόν.
ΚΑΝΩΝ ΠΣΤʹ. Τοὺς ἐπὶ ψυχῶν ὀλίσθῳ πόρνας ἐπισυνάγοντας καὶ ἐκτρέφοντας, εἰ μὲν Κληρικοὶ εἶεν, ἀφορίζεσθαι καὶ καθαιρεῖσθαι ὁρίζομεν, εἰδὲ λαϊκοί, ἀφορίζεσθαι.
Ἑρμηνεία. Τὸ νὰ ἦναι πορνοβοσκός τινας, ἤγουν τὸ νὰ συμμαζώνῃ καὶ νὰ τρέφῃ πόρνας ἐπὶ βλάβῃ ψυχῶν, διὰ νὰ κερδίζῃ τὸν ἐκ τῆς πορνείας αὐτῶν μισθόν, καὶ οἱ πολιτικοὶ νόμοι ἐμποδίζουσι καὶ παιδεύουσι, πολλῷ μᾶλλον οἱ ἐκκλησιαστικοὶ Κανόνες. Διὰ τοῦτο καὶ ὁ παρὼν Κανὼν ἀφορίζει ἐν ταὐτῷ καὶ καθαιρεῖ τοὺς Κληρικοὺς ἐκείνους ὁποῦ τοῦτο κάμνουσιν (ἥτις ἐστὶ βαρυτάτη καὶ διπλῆ παιδεία, ἐπειδὴ ὡς ἐπιτοπλεῖστον εἰς τοὺς Κληρικοὺς ἀρκεῖ ἡ καθαίρεσις μόνη), τοὺς δὲ λαϊκούς, ἀφορίζει.
ΚΑΝΩΝ ΠΖʹ. Ἡ τὸν ἄνδρα καταλιποῦσα, μοιχαλίς ἐστιν, εἰ ἐπ’ ἄλλον ἦλθεν, κατὰ τὸν ἱερὸν καὶ Θεῖον Βασίλειον, ἐκ τῆς Ἱερεμίου προφητείας ἄριστα τοῦτο ἀναλεξάμενον, ὅτι ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται· καὶ πάλιν, Ὁ ἔχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής. Εἰ οὖν φανῇ τοῦ ἀνδρὸς ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίου. Ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται. Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως συναφθεῖσαν αὐτῷ γυναῖκα, καὶ ἑτέραν ἀγόμενος, κατὰ τὴν τοῦ φασιν, τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. Κεκανόνισται δὲ παρὰ τῶν Πατέρων ἡμῶν, τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, καὶ τῷ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς, καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν δὴ μετὰ δακρύων μετανοήσωσιν.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν εἶναι συντεθειμένος ἀπὸ τρεῖς Κανόνας τοῦ Μεγάλου Βασιλείου, καὶ ἡ μὲν ἀρχὴ τούτου εἶναι ἐρανισμένη ἀπὸ τὸν θʹ. Βασιλείου, λέγουσα, ἡ γυνὴ ἐκείνη ὁποῦ ἀφήσῃ τὸν ἄνδρα της καὶ πάρῃ ἄλλον, εἶναι μοιχαλίς, καθὼς καὶ ὁ θεῖος Βασίλειος σοφῶς ἐσυμπέρανε τοῦτο, καὶ ἀπὸ τὴν προφητείαν τοῦ Ἱερεμίου, ὅστις λέγει· Ἀνίσως γυνὴ πάρῃ ἄλλον ἄνδρα, δὲν δύναται πλέον νὰ ἐπιστρέψῃ πρὸς τὸν πρῶτον ἄνδρα αὐτῆς (χωρὶς νὰ τὴν θέλῃ ἐκεῖνος δηλ. κατὰ τὸν Ζωναρᾶν) ἐπειδὴ καὶ ἐμολύνθη. Καὶ ἀπὸ τὰς Παροιμίας τοῦ Σολομῶντος λέγοντος, ὅτι εἶναι ἀσεβὴς καὶ ἄγνωστος, ἐκεῖνος ὁποῦ κρατεῖ εἰς τὸν οἶκόν του τὴν παρ’ ἑτέρου ἀνδρὸς μοιχευθεῖσαν γυναῖκά του. (Τὸ δὲ ἑξῆς τοῦ Κανόνος τούτου εἶναι ἐρανισμένον ἀπὸ τὸν λεʹ. Βασιλείου: λέγει δέ)· Ἂν λοιπὸν φανερωθῇ, ὅτι ἀλόγως καὶ ἀναιτίως ἡ γυνὴ ἀπὸ τὸν ἄνδρα της ἀνεχώρησε (χωρὶς δηλ.
λόγου πορνείας, ὥστε ὁποῦ ἐκ τούτου νοεῖται ἐξ ἀντιδιαστολῆς, ὅτι δύναται καὶ εὐλόγως νὰ ἀναχωρήσῃ γυνὴ ἀπὸ τὸν ἄνδρα της, εὔλογος δὲ οὐδεμία ἄλλη ἐστὶν ἀφορμή, εἰμὴ ὁ τῆς πορνείας ἢ μοιχείας λόγος), ὁ μὲν ἀνὴρ εἶναι συγχωρήσεως ἄξιος, ὡς ἀναίτιος τῆς ἀλόγου ταύτης ἀναχωρήσεως, καὶ δύναται νὰ πάρῃ ἄλλην· ἡ δὲ γυνὴ ἐξεναντίας εἶναι ἀξία τῶν τῆς μοιχείας ἐπιτιμίων, ὡς αἰτία γενομένη τῆς ἀναχωρήσεως ταύτης· ἡ συγχώρησις δὲ ὀποῦ θέλει λάβει αὐτῆς ὁ ἀνήρ, εἶναι τὸ νὰ στέκεται μαζὴ μὲ τοὺς πιστοὺς ἐν τῇ Ἐκκλησίᾳ, καὶ νὰ μὴ ἀφορίζεται, ὄχι ὅμως καὶ νὰ μεταλαμβάνῃ τὰ θεῖα Μυστήρια. (Τὸ ἐπίλοιπον δὲ τοῦ Κανόνος τούτου εἶναι αὐτολεξεὶ ὁ οζʹ. Κανὼν τοῦ Μεγάλου Βασιλείου, λέγων)· Ἐκεῖνος ὅμως ὁποῦ (παρεκτὸς λόγου πορνείας) ἀφίνει τὴν νόμιμον αὐτοῦ γυναῖκα καὶ παίρνει ἄλλην, εἰς τὸ ἐπιτίμιον τῆς μοιχείας ὑπόκειται, κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου, τὴν λέγουσαν· «Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ’ αὐτήν.» Κατὰ συγκατάβασιν δέ, ἐὰν μετὰ δακρύων μετανοήσῃ, κανονίζεται ὁ τοιοῦτος, καὶ οἱ ὅμοιοι αὐτῷ ἀπὸ τοὺς Πατέρας (τοὺς ἐν Ἀγκύρ. δηλ. Καν. κʹ. καὶ ἀπὸ τὸν Μέγαν Βασίλ. Καν. οζʹ.)
ἑπτὰ χρόνους νὰ ἀπέχουσι τῆς Κοινωνίας, ἀπερνῶντες, δύω μὲν εἰς τοὺς προσκλαίοντας, δύω δὲ εἰς τοὺς ἀκροωμένους, τρεῖς εἰς τοὺς ὑποπίπτοντας, καὶ κατὰ τὸν ἕβδομον στέκονται μὲ τοὺς συνεστῶτας, καὶ οὕτω νὰ μεταλαμβάνουν. Ἀνάγνωθι καὶ τὴν ἑρμηνείαν καὶ ὑποσημείωσιν τοῦ μηʹ. Ἀποστολικοῦ, καὶ τὸν κʹ. τῆς ἐν Ἀγκύρᾳ.
ΚΑΝΩΝ ΠΗʹ. Μηδεὶς ἔνδον ἱεροῦ Ναοῦ κτῆνος τὸ οἱονοῦν εἰσαγέτω, ἐκτός, εἰ μή τις ὁδοιπορῶν, μεγίστης καταλαβούσης ἀνάγκης, οἰκίσκου καὶ καταγωγῆς ἀπορῶν, ἐν τῷ τοιούτῳ καταλύσῃ Ναῷ. Διὰ γὰρ τοῦ μὴ τὸ κτῆνος ἔνδον εἰσενεχθῆναι, αὐτὸ μὲν ἔστιν, ὅτε διαφθαρήσεται. Ὁ δὲ τῇ τοῦ ὑποζυγίου ἀποβολῇ, καὶ τῷ ἐντεῦθεν ἀπόρως ἔχειν τῆς ἐπὶ τὴν ὁδοιπορίαν ὁρμῆς, θανάτου κινδύνῳ παραδοθήσεται. «Τὸ γὰρ Σάββατον διὰ τὸν ἄνθρωπον γενέσθαι ἐκδιδασκόμεθα», ὥστε διὰ πάντων προτιμητέαν ἡγεῖσθαι τὴν ἀνθρώπου σωτηρίαν τε καὶ ἀπάθειαν. Εἰ δέ τις φωραθείη, χωρὶς ἀνάγκης, ὡς εἴρηται, κτῆνος εἰσάγων ἐν ἱερῷ, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Ἑρμηνεία. Ἐμποδίζει ὁ παρὼν Κανὼν τὸ νὰ ἐμβάζῃ τινὰς κάθε εἶδος ζώου μέσα εἰς ἱερὸν Ναόν. Τιμῆς γὰρ ἄξιά εἰσι τὰ ἱερὰ καὶ σεβασμιότητος, ἔξω μόνον ἀνίσως ἐν ὁδοιπορίᾳ τινὰς εὑρισκόμενος, καὶ ἀνάγκῃ χειμῶνος μεγάλου τυχόν, καὶ βροχῆς ῥαγδαίας, καὶ μὴ ἔχων ποῦ νὰ καταφύγῃ, ἐμβάσῃ τὸ κτῆνός του εἰς αὐτόν, ἵνα μή, τὸ μὲν ζῶον ἔξω μεῖναν διαφθαρῇ, αὐτὸς δὲ κινδυνεύσῃ εἰς θάνατον, ὡς μὴ δυνάμενος νὰ ὁδοιπορήσῃ τὸ ἑξῆς τοῦ δρόμου μὲ τοὺς ἰδίους του πόδας, ἢ καὶ ὡς λυπηθείς, ὡς μὴ ἔχων τὸν τρόπον νὰ ἀγοράσῃ ἄλλο. Φέρει δὲ ὁ Κανὼν καὶ μαρτυρίαν ἐκ τῆς Γραφῆς, ἥτις λέγει, ὅτι τὸ Σάββατον ἐγένετο διὰ τὸν ἄνθρωπον. Νοεῖται δὲ τοῦτο διχῶς, ἢ ὅτι καθὼς τὸ Σάββατον ἐδιωρίσθη ἀπὸ τὸν νόμον διὰ νὰ ἀναπαυθῇ ὁ δοῦλος, καὶ τὸ ὑποζύγιον τοῦ ἀνθρώπου, καὶ ἐκ τῆς ἀναπαύσεως ταύτης νὰ ἠμπορῇ νὰ ὑπηρετῇ τὸν αὐθέντην του· τοιουτοτρόπως καὶ ἡ ἐν τῷ Ἱερῷ αὕτη ἀνάπαυσις τοῦ ζώου δὲν γίνεται διὰ τὸ ζῶον, ἀλλὰ διὰ τὸν ἄνθρωπον τὸν ἔχοντα τὸ ζῶον· ἢ ὅτι, καθὼς ἡ ἀργία τοῦ Σαββάτου ἐλύετο διὰ νὰ ποτισθοῦν τὰ ζῶα, ἢ διὰ νὰ εὔγουν ἀπὸ τὸν βόθηνον, ὁποῦ τυχὸν ἐν Σαββάτῳ ἔπιπτον, ἵνα ἐκ τούτων δουλεύεται ὁ ἄνθρωπος, οὕτω λύεται καὶ ἡ τιμὴ τοῦ Ἱεροῦ διὰ τὴν σωτηρίαν τοῦ ἔχοντος τὸ ζῶον ἀνθρώπου.
Ἐὰν δέ τινας χωρὶς τοιαύτης ἀνάγκης ἐμβάσῃ κτῆνος οἱονδήποτε εἰς Ἱερόν, Κληρικὸς μὲν ὤν, ἂς καθαίρεται, λαϊκὸς δέ, ἂς ἀφορίζεται. Ἀνάγνωθι καὶ τῆς αὐτῆς ταύτης ϛʹ. τὸν οδʹ. Κανόνα.
ΚΑΝΩΝ ΠΘʹ. Τὰς τοῦ σωτηρίου Πάθους ἡμέρας ἐν νηστείᾳ καὶ προσευχῇ καὶ κατανύξει καρδίας ἐπιτελοῦντας, χρὴ τοὺς πιστοὺς περὶ μέσας τῆς μετὰ τὸ μέγα Σάββατον νυκτὸς ὥρας ἀπονηστίζεσθαι, τῶν θείων Εὐαγγελιστῶν Ματθαίου, καὶ Λουκᾶ, τοῦ μέν, διὰ τοῦ ὀψὲ Σαββάτων προσρήματος, τοῦ δέ, διὰ τοῦ ὄρθρου βαθέως, τὴν βραδύτητα τῆς νυκτὸς ἡμῖν ὑπογράφοντος.
Ἑρμηνεία. Ὁ Κανὼν οὗτος διορίζει, ὅτι οἱ χριστιανοὶ πρέπει νὰ ἐπιτελοῦν ὅλην τὴν μεγάλην ἑβδομάδα τῶν ἁγίων Παθῶν μὲ νηστείαν καὶ προσευχήν, καὶ κατάνυξιν τῆς καρδίας, ἀληθινὴν δηλ. καὶ ὄχι ὑποκριτικὴν (ἐξαιρέτως δέ, καὶ μάλιστα τὴν μεγάλην ϛʹ. καὶ τὸ μέγα Σάββατον, τὰς ὁποίας ἡμέρας πρέπει νὰ βιάζωνται εἰς τὸ νὰ ἀπερνοῦν ἄσιτοι), περὶ δὲ τὸ μεσονύκτιον, ταὐτὸν εἰπεῖν μετὰ τὸ μεσονύκτιον τοῦ παρελθόντος μὲν μεγάλου Σαββάτου, τῆς ἐρχομένης δὲ μεγάλης Κυριακῆς νὰ παύουσι τὴν νηστείαν, ἐπειδὴ ἤδη ἀνέστη ὁ Κύριος, καθὼς δηλοῦται ἐκ τῶν θείων Εὐαγγελιστῶν. Ὁ μὲν γὰρ Ματθαῖος, λέγωντας, ὅτι ὀψὲ Σαββάτων ἦλθον αἱ γυναῖκες νὰ θεωρήσουν τὸν τάφον, ἐφανέρωσεν, ὅτι ἐπέρασε μὲν τὸ Σάββατον, καὶ πολὺ μέρος τῆς μετὰ τὸ Σάββατον νυκτός, ὁ δὲ Λουκᾶς, λέγωντας πάλιν, ὅτι ἦλθον ὄρθρου βαθέος, ἐφανέρωσεν ὅτι πολὺ μέρος τῆς νυκτὸς ἔμεινεν, ἕως οὗ νὰ ξημερώσῃ ἡ Κυριακή.
Ὥστε καὶ ἐκ τῶν δύω συνάγεται, ὅτι κατὰ τὸ μεσονύκτιον ἀνέστη ὁ Κύριος, παρελθούσης τῆς ϛʹ. ὥρας, καὶ ἀρχομένης τῆς ζʹ.
Συμφωνία. «Περὶ τοῦ καιροῦ τῆς Ἀναστάσεως τοῦ Κυρίου πλατύτερον διαλαμβάνει καὶ ὁ αʹ. Κανὼν τοῦ ἁγίου Διονυσίου, ἀφ’ οὗ ἠρανίσατο ταῦτα καὶ ἡ παροῦσα Σύνοδος, ὅστις καὶ προσθέτει, ὅτι ἐκείνους μέν, ὁποῦ πρὸ τοῦ μεσονυκτίου λύσουν τὴν νηστείαν κατηγοροῦμεν ὡς μικροψύχους καὶ ἀκρατεῖς· ἐκείνους δὲ ὁποῦ καρτεροῦσιν ἕως τὴν αὐγήν, ἐπαινοῦμεν, ὡς μεγαλοψύχους καὶ ἐγκρατεῖς. Ἀλλὰ καὶ αἱ Ἀποστολικαὶ διαταγ. βιβλ. εʹ. κεφ. ιθʹ. λέγουσι, νὰ ἀπονηστίζωνται οἱ Χριστιανοί, ἐπιφωσκούσης μιᾶς Σαββάτων, ἤτοι πρὸς τὸ ξημέρωμα τῆς Κυριακῆς.» Ὅρα καὶ τὴν ἑρμηνείαν καὶ ὑποσημείωσιν τοῦ κθʹ. τῆς παρούσης ϛʹ. καὶ τοῦ ξθʹ. Ἀποστολ.
ΚΑΝΩΝ Ϙʹ. Ταῖς Κυριακαῖς μὴ γόνυ κλίνειν ἐκ τῶν Θεοφόρων ἡμῶν Πατέρων κανονικῶς παρελάβομεν, τὴν τοῦ Χριστοῦ τιμῶντες Ἀνάστασιν, ὡς ἂν οὖν μὴ ἀγνοῶμεν τὸ σαφὲς τῆς τούτου παρατηρήσεως, δῆλον τοῖς πιστοῖς καθιστῶμεν, ὥστε μετὰ τὴν ἐν τῷ Σαββάτῳ ἑσπερινὴν τῶν ἱερωμένων πρὸς τὸ θυσιαστήριον εἴσοδον, κατὰ τὸ κρατοῦν ἔθος, μηδένα γόνυ κλίνειν μέχρι τῆς ἐφεξῆς κατὰ τὴν κυριακὴν ἑσπέρας, καθ’ ἣν μετὰ τὴν ἐν τῷ λυχνικῷ εἴσοδον αὖθις τὰ γόνατα κάμπτοντες, οὕτω τὰς εὐχὰς τῷ Κυρίῳ προσάγομεν. Τῆς γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐγέρσεως πρόδρομον τὴν μετὰ τὸ Σάββατον νύκτα παραλαμβάνοντες, τῶν ὕμνων ἐντεῦθεν πνευματικῶς ἀπαρχόμεθα, εἰς φῶς ἐκ σκότους τὴν ἑορτὴν καταλήγοντες, ὡς ἐν ὁλοκλήρῳ ἐντεῦθεν νυκτὶ καὶ ἡμέρᾳ πανηγυρίζειν ἡμᾶς τὴν Ἀνάστασιν.
Ἑρμηνεία. Ἐπειδὴ καὶ παρελάβομεν (διορίζει ὁ παρὼν Κανὼν) νὰ μὴ κλίνωμεν γόνυ εἰς τὰς Κυριακάς, ἀπὸ τοὺς Θεοφόρους Πατέρας τῆς αʹ. Συνόδου, δηλ. τὸν θεῖον Πέτρον, καὶ τὸν Μέγαν Βασίλειον, διὰ τὴν Ἀνάστασιν τοῦ Κυρίου, δηλοποιοῦμεν εἰς τοὺς πιστούς, ὅτι, νὰ παύωσι μὲν τὴν γονυκλισίαν ὕστερα ἀπὸ τὴν εἴσοδον, ὁποῦ κάμνουσιν οἱ ἱερεῖς εἰς τὸ ἅγιον βῆμα, κατὰ τὸν ἑσπερινὸν τοῦ Σαββάτου, νὰ ἀρχίζουσι δὲ πάλιν ταύτην ὕστερα ἀπὸ τὴν εἴσοδον τῶν ἱερέων εἰς τὸ ἅγιον βῆμα, τὴν γινομένην κατὰ τὸν ἑσπερινὸν τῆς Κυριακῆς: ταὐτὸν εἰπεῖν, ἀπὸ τὴν μίαν ἑσπέραν ἕως τὴν ἄλλην ἑσπέραν· πρόδρομον γὰρ καὶ προοίμιον λαμβάνοντες τῆς Ἀναστάσεως τοῦ Κυρίου, τὴν μετὰ τὸ Σάββατον νύκτα, ἀπὸ τότε ἀρχίζομεν τοὺς ἀναστασίμους ὕμνους, καὶ ἀπὸ τὸ σκότος τῆς μετὰ τὸ Σάββατον νυκτὸς (ἥτις λογίζεται τῆς Κυριακῆς) ἀρχίζομεν τὴν ἑορτήν· ἕως δὲ κρατεῖ τὸ φῶς τῆς ἡμέρας τῆς Κυριακῆς, τελειόνωμεν αὐτὴν ἵνα μὲ τὸν τρόπον τοῦτον εἰς μίαν ὁλόκληρον νύκτα καὶ ἡμέραν πανηγυρίζωμεν τὴν Ἀνάστασιν. Ὅρα καὶ τὸν κʹ. τῆς αʹ.
ΚΑΝΩΝ ϘΑʹ. Τὰς τὰ ἀμβλωθρίδια διδούσας φάρμακα, καὶ τὰς δεχομένας τὰ ἐμβρυοκτόνα δηλητήρια τῷ τοῦ φονέως ἐπιτιμίῳ καθυποβάλλονται.
Ἑρμηνεία. Γυναῖκες τινές, ἐπειδὴ καὶ κρυφίως συνουσιαζόμεναι μὲ ἄνδρας, ἐξ αὐτῶν συλλαμβάνουσι, διὰ νὰ μὴ φανερωθοῦν, πίνουσιν, ἢ τρώγουσι κἄποια φαρμακερὰ πόματα ἢ βότανα, διὰ μέσου τῶν ὁποίων ἀποκτείνουσιν ἐν τῇ κοιλίᾳ αὑτῶν τὰ ἔμβρυα, καὶ ἔτσι νεκρὰ τὰ ἀποβάλλουσι. Διὰ τοῦτο ὁ παρὼν Κανὼν εἰς τὸ ἐπιτίμιον τῶν φονέων καταδικάζει τόσον τὰς γυναῖκας (ἢ τοὺς ἄνδρας) ὁποῦ δίδουσι τὰ τοιαῦτα, ὅσον καὶ τὰς γυναῖκας, ὁποῦ ταῦτα λαμβάνουσι καὶ πίνουσιν, ἢ τρώγουσιν αὐτά.
Συμφωνία. «Ὁ δὲ ηʹ. τοῦ Βασιλείου αὐτολεξεὶ τοῦτο τὸ ἴδιον διορίζει. Φιλανθρωπότερον ὅμως φερόμενοι τόσον οἱ ἐν Ἀγκύρᾳ Πατέρες, Καν. καʹ. ὅσον καὶ ὁ μέγας Βασίλειος Καν. βʹ. οὐχὶ μέχρι τέλους ζωῆς αὐτὰς κανονίζουσιν, ἀλλὰ εἰς δέκα χρόνους. Ἀμβλωθρίδια δὲ εἶναι, ὡς σημειοῦσί τινες, καὶ μᾶλλον ὁ Σουΐδας, τόσον αὐτὸ τὸ φθαρτικὸν βότανον, καθὼς ὁ καʹ. τῆς ἐν Ἀγκύρᾳ αὐτὸ ὀνομάζει, ὅσον καὶ τὸ ἔμβρυον, ὁποῦ ἐκ τούτου φθαρῇ. Καὶ ἐν τῷ ξʹ. δὲ βιβλίῳ τῶν Βασιλικῶν τίτλ. 39. καὶ αἱ διδοῦσαι γυναῖκες, καὶ αἱ λαμβάνουσαι τὰ φαρμακερὰ ταῦτα βότανα, ὡς φονεύτριαι καταδικάζονται. Αὐτὸ τοῦτο λέγει καὶ ὁ Ἀθηναγόρας ἀπολογίᾳ ὑπὲρ τῶν χριστιανῶν.» Ὅρα καὶ τὸν ξϛʹ. Ἀποστολικόν.
ΚΑΝΩΝ ϘΒʹ. Τοὺς ἁρπάζοντας γυναῖκας ἐπ’ ὀνόματι συνοικεσίου, ἢ συμπράττοντας, ἢ συναιρουμένους τοῖς ἁρπάζουσιν, ὥρισεν ἡ ἁγία Σύνοδος, εἰ μὲν Κληρικοὶ εἶεν, ἐκπίπτειν τοῦ οἰκείου βαθμοῦ, εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι.
Ἑρμηνεία. Ὁ παρὼν Κανὼν αὐτολεξεὶ κζʹ. Κανὼν τῆς δʹ. ἐστί, καὶ ἀνάγνωθι τὴν Ἑρμηνείαν ἐκεῖ.
ΚΑΝΩΝ ϘΓʹ Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρός, καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πυσθῆναι περὶ τοῦ θανάτου αὐτοῦ, ἑτέρῳ συνοικοῦσα μοιχᾶται. Ὡσαύτως καὶ στρατιώτιδες, αἵ, τῶν ἀνδρῶν ἀφανῶν ὄντων, γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ὥσπερ καὶ αἱ διὰ τὴν ἀποδημίαν τοῦ ἀνδρὸς μὴ ἀναμείνασαι τὴν ἐπάνοδον. Πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα, διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν. Ἡ δὲ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικός, κατὰ ἄγνοιαν γημαμένη, εἴτε ἀφεθεῖσα, διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ, γάμου οὖν οὐκ εἰρχθήσεται· κάλλιον δὲ ἐὰν μείνῃ οὕτως. Εἰ δέ γε ὁ στρατιώτης ἐπανέλθοι χρόνῳ ποτέ, οὗ ἡ γυνὴ διὰ τὴν ἐπὶ πολὺ ἐκείνου ἀπόλειψιν, ἑτέρῳ συνήφθη ἀνδρί, οὗτος, εἰ προαιρεῖται, τὴν οἰκείαν αὗθις ἀπολαβέτω γυναῖκα, συγγνώμης αὐτῇ ἐπὶ τῇ ἀγνοίᾳ δεδομένης, καὶ τῷ ταύτην εἰσοικισαμένῳ κατὰ δεύτερον γάμον ἀνδρί.
Ἑρμηνεία. Ὁ Κανὼν οὗτος ἀπὸ τρεῖς Κανόνας σύγκειται τοῦ Μεγάλου Βασιλείου· (ἡ μὲν γὰρ ἀρχὴ αὐτοῦ, αὐτολεξεὶ Κανὼν λαʹ. ἐκείνου ἐστὶ) λέγων, ἐὰν ἀναχωρήσῃ τινὸς γυναικὸς ὁ ἀνήρ, καὶ εἰς πολὺν καιρὸν δὲν ἔλθῃ, αὐτὴ δὲ πρὸ τοῦ νὰ ἀκούσῃ καὶ νὰ πληροφορηθῇ ὅτι ἀπέθανεν ὁ ἄνδρας της, πάρῃ ἄλλον, μοιχαλὶς εἶναι· (τὸ δὲ ἀκόλουθον εἶναι αὐτολεξεὶ Κανὼν λϛʹ. τοῦ Βασιλείου)· παρομοίως καὶ αἱ γυναῖκες τῶν στρατιωτῶν, ἐὰν δευτεροϋπανδρευθοῦν, μὲ τὸ νὰ μὴ ἀκούωνται νὰ ἔλθουν οἱ ἄνδρες των, μοιχαλίδες εἶναι. Ὅμως αἱ γυναῖκες αὗται δευτεροϋπανδρευόμεναι, ἔχουν κἄποιαν συγχώρησιν (περισσοτέραν δηλ. ἀπὸ τὰς δευτεροϋπανδρευθείσας τῶν μὴ στρατιωτῶν), καθ’ ὅτι οἱ ἄνδρες αὐτῶν, στρατιῶται ὄντες, καὶ ἐν πολέμοις ἀναστρεφόμενοι, περισσότερον ὑπονοοῦνται νὰ ἀπέθαναν, παρὰ νὰ ζοῦν Ἐκείνη δὲ ἡ γυνή, ἥτις (τὸ μέρος τοῦτο τοῦ Κανόνος, αὐτολεξεὶ μϛʹ. τοῦ Βασιλείου ἐστὶ) λάβῃ εἰς ἄνδρα ἐκεῖνον ὁποῦ ἀφέθη πρὸς καιρὸν ἀπὸ τὴν γυναῖκά του, μὴ γινώσκουσα ὅτι ἦτο ὕπανδρος, ἔπειτα παραιτηθῇ ἀπὸ αὐτόν, μὲ τὸ νὰ ἐπαναγύρισεν εἰς αὐτὸν ἡ προτέρα γυνή, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ ὅμως, ἀλλ’ οὐχὶ καὶ ὡς μοιχαλὶς καταδικάζεται. Ὅθεν δὲν θέλει ἐμποδισθῇ ἀπὸ τοῦ νὰ λάβῃ νόμιμον ἄνδρα, ἐὰν θελήσῃ.
Καλλίτερα ὅμως εἶναι καὶ ἀσφαλέστερα ἐὰν δὲν ὑπανδρευθῇ. Τὸ ὑπόλοιπον δὲ τοῦ Κανόνος εἶναι ἴδιος διορισμὸς τῆς Συνόδου. Ἀνίσως δὲ ἐπιστρέψῃ ὁ στρατιώτης ἀπὸ τὸν πόλεμον μετὰ χρόνους, τοῦ ὁποίου ἡ γυνὴ ἐδευτεροϋπανδρεύθη διὰ τὴν πολυχρόνιον ξενιτείαν ἐκείνου, οὗτος, λέγω, ἐὰν θέλη, λαμβάνει πάλιν τὴν γυναῖκά του, συγχωρῶντας τόσον εἰς αὐτήν, ὅσον καὶ εἰς τὸν ἄνδρα τὸν δεύτερον ὁποῦ τὴν ἐπῆρε, διὰ τί μὴ ἠξεύροντας ὅτι αὐτὸς ζῇ, ὑπανδρεύθησαν.
ΚΑΝΩΝ ϘΔʹ. Τοὺς ὀμνύοντας ὅρκους ἑλληνικοὺς ὁ Κανὼν ἐπιτιμίοις καθυποβάλλει· καὶ ἡμεῖς τούτοις ἀφορισμὸν ὁρίζομεν.
Ἑρμηνεία. ᾙ τῶν Ἑλλήνων συνηθείαις πρέπει νὰ μισοῦνται ἀπὸ τοὺς Χριστιανούς, διὰ τοῦτο ὁ παρὼν Κανὼν ἀφορίζει ἐκείνους τοὺς χριστιανοὺς ὁποῦ κατὰ τὴν συνήθειαν τῶν Ἑλλήνων ὀμνύουν, ἢ εἰς τοὺς ψευδωνύμους θεοὺς ἐκείνων, λέγοντες μὰ Δία, ἢ εἰς τὰ στοιχεῖα, οἷον μὰ τὸν Ἥλιον, μὰ τὸν Οὐρανόν, καὶ ἄλλα παρόμοια, καθὼς καὶ ὁ παʹ. τοῦ Βασιλείου Κανών, εἰς ἐπιτίμια ὑποβάλλει αὐτούς. Πλὴν ὁ μὲν Βασίλειος ἕνδεκα χρόνους κανονίζει ἐκείνους ὅπου χωρὶς μεγάλην ἀνάγκην βασάνων, ἀρνηθοῦν τὴν πίστιν, καὶ φάγουν εἰδωλόθυτα, καὶ ὀμόσουν ὅρκους τῶν Ἑλλήνων, καθὼς αὐτοὶ δηλ. τοὺς πιστεύουσιν. Ὁ δὲ παρὼν Κανὼν τῆς Συνόδου ἀφορίζει, ὡς λέγει ὁ Βαλσαμών, ὄχι μόνον τούτους, ἀλλὰ καὶ τοὺς μὴ ἀρνηθέντας τὴν πίστιν χριστιανούς, ὀμνύοντας δὲ ὅρκους κατὰ τὴν συνήθειαν τῶν Ἑλλήνων. Δι’ ὃ καὶ ὁ τοιοῦτος ὅρκος, ἀλλὰ δὴ καὶ πᾶς ὁ κατὰ ἀδοκίμου θρησκείας ὀμοθείς, οὐ φυλάττεται, κατὰ τὸ ιθʹ. κεφ. τοῦ ιγʹ. τίτλ. Φωτίου.
Συμφωνία. «Οὐ μόνοι δὲ οἱ κατὰ τὴν συνήθειαν τῶν Ἑλλήνων γινόμενοι ὅρκοι εἶναι ἐμποδισμένοι ἀπὸ τοὺς Χριστιανούς, ἀλλὰ καὶ κάθε ὅρκος ἁπλῶς. Λέγει γὰρ ὁ Κύριος νὰ μὴ ὀμνύωμεν παντελῶς, καὶ μὲ τὴν ὁλότητα, οὔτε εἰς τὸν οὐρανόν, οὔτε εἰς τὴν γῆν, οὔτε εἰς τὰ Ἱεροσόλυμα, οὔτε εἰς τὴν ἰδίαν μας κεφαλήν· ἀλλ’ ἀντὶ διὰ κάθε ὅρκον νὰ λέγωμεν μόνον τό, ναί, ναί, καὶ τὸ οὔ, οὔ. Ὅ,τι δὲ ἄλλο εἰποῦμεν παράνω ἀπὸ αὐτά, εἶναι ἐκ τοῦ διαβόλου. Αὐτὸ τοῦτο προσβεβαιοῖ καὶ ὁ Ἀδελφόθεος Ἰάκωβος»· ἀλλὰ καὶ αὐτὸς ὁ τῆς Παλαιᾶς Προφήτης Ὡσηὲ ἐμποδίζει τοὺς ὅρκους λέγων· «Μὴ ὀμνύετε ζῶντα Κύριον. Δι’ ὃ καὶ ὁ Μέγας Βασίλειος Κανόνι κθʹ. λέγει, ὅτι ὁ ὅρκος εἶναι καθάπαξ ἐμποδισμένος, καὶ πολλῷ μᾶλλον ἐκεῖνος ὁποῦ γένῃ διὰ νὰ κακοποιήσῃ τινὰς ἄλλον. Ὅθεν οἱ ἄρχοντες ἐκεῖνοι ὁποῦ ὀμνύουν διὰ νὰ κακοποιήσουν τοὺς ἀρχομένους καὶ ὑποκειμένους εἰς αὐτούς, προστάζει καὶ νὰ μετανοοῦν, διὰ τί προπετῶς ὤμοσαν, καὶ νὰ μὴ μένουν εἰς τοὺς ἐπὶ κακῷ ὅρκους αὐτούς.» Ἀλλὰ καὶ ἐν τῷ ιʹ. Καν. κατηγορεῖ τὸν Σεβῆρον διὰ τί ἔκαμε παρὰ Κανόνας, καὶ ἔδεσε μὲ ὅρκον τὸν Πρεσβύτερον Κυριακόν, ἔξω ἀπὸ τὴν νομοθεσίαν τῶν Εὐαγγελίων. Καὶ ὅτι μὲν δὲν πρέπει νὰ κάμνῃ ὅρκον τινάς, ταῦτα. Εἰδὲ καὶ φθάσοι νὰ κάμῃ, καὶ ἔπειτα τὸν παραβῇ, κανονίζεται ἁπλῶς καὶ ἀπροσδιορίστως ἐν τῷ ξδʹ.
Κανόνι ὑπὸ τοῦ αὐτοῦ Βασιλείου δέκα χρόνους νὰ ἀπέχῃ τῆς Κοινωνίας. Ἐν δὲ τῷ πβʹ. αὐτοῦ μετὰ προσδιορισμοῦ κανονίζεται· εἰμὲν γὰρ ἀπὸ βίαν καὶ ἀνάγκην παρέβη τὸν ὅρκον, ἓξ χρόνους ἐπιτιμᾶται, εἰδὲ χωρὶς ἀνάγκην, ἑπτὰ χρόνους. Ὁ αὐτὸς Βασιλ. ἐν τῷ κηʹ. αὐτοῦ Κανόνι, ἀλλὰ δὴ καὶ ἐν τοῖς κατ’ ἐπιτομὴν ὅρ. ρλζʹ. καταγέλαστα, λέγει, τὸ νὰ ὑποσχεθῇ τινας εἰς τὸν Θεὸν νὰ μὴ φάγῃ χοίριον κρέας, ἢ τὸ νὰ κρίνῃ νὰ ἀπέχῃ εἰς τόσον καιρὸν ἄλλου τινὸς φαγητοῦ, ἢ πιοτοῦ, καὶ αἱ τοιαῦται μὲν ἀπαίδευτοι ὑποσχέσεις πρέπει νὰ μὴ γίνωνται, ἡ δὲ μεταχείρησις τῶν βρωμάτων πρέπει νὰ ᾖναι ἀδιάφορος.
Εἰδὲ καὶ κατὰ τὸν ιζʹ. Κανόνα αὑτοῦ ἐσυγχώρησεν ὁ Βασίλειος νὰ λειτουργῇ ὁ Βιάνωρ ὅστις ὤμοσε νὰ μὴ λειτουργῇ, ἀλλ’ οὐχ ἁπλῶς τοῦτο ἐποίησεν, ἀλλὰ Αʹ. διὰ τί ἀπὸ βίαν καὶ ἀνάγκην κινδύνου ἐκεῖνος ὤμοσε, Βʹ. ἐσυγχώρησεν αὐτῷ νὰ λειτουργῇ κρυφά, καὶ εἰς ἄλλον τόπον· καὶ ὄχι ἐκεῖ ὁποῦ ὤμοσε, καὶ Γʹ. προσθέτει ὅτι πρέπει νὰ μετανοῇ διὰ τί ἔκαμεν ὅρκον. Πάντες δὲ οἱ ἐπιορκοῦντες Ἱερωμένοι καὶ Κληρικοὶ καθαιροῦνται κατὰ τὸν κεʹ. Ἀποστολ. οὗ τὴν ἑρμηνείαν ἀνάγνωθι.
ΚΑΝΩΝ ϘΕʹ. Τοὺς προστιθεμένους τῇ ὀρθοδοξίᾳ, καὶ τῇ μερίδι τῶν σωζομένων, ἀπὸ αἱρετικῶν δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν τε καὶ συνήθειαν, Ἀρειανοὺς μὲν καὶ Μακεδονιανούς, καὶ Ναυατιανούς, τοὺς λέγοντας ἑαυτοὺς καθαρούς, καὶ Ἀριστεροὺς καὶ τοὺς Τεσσαρεσκαιδεκατίτας, ἤγουν Τετραδίτας καὶ Ἀπολιναριστὰς δεχόμεθα, διδόντας λιβέλλους, καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν, ὡς φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία, σφραγιζομένους, ἤτοι χριομένους πρῶτον τῷ ἁγίῳ Μύρῳ τὸ μέτωπον καὶ τοὺς ὀφθαλμούς, καὶ τὰς ῥίνας καὶ τὸ στόμα, καὶ τὰ ὦτα· καὶ σφραγίζοντες αὐτοὺς λέγομεν· Σφραγὶς δωρεᾶς Πνεύματος Ἁγίου. Περὶ δὲ τῶν Παυλιανιστῶν, εἶτα προσφυγόντων τῇ καθολικῇ Ἐκκλησίᾳ, ὅρος ἐκτέθειται, ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. Εὐνομιανοὺς μέντοι τοὺς εἰς μίαν κατάδυσιν βαπτιζομένους, καὶ Μοντανιστὰς τοὺς ἐνταῦθα λεγομένους Φρύγας, καὶ Σαβελλιανοὺς τοὺς υἱοπατορίαν δοξάζοντας, καὶ ἕτερά τινα χαλεπὰ ποιοῦντας, καὶ πάσας τὰς ἄλλας αἱρέσεις, ἐπειδὴ πολλαί εἰσιν ἐνταῦθα, μάλιστα οἱ ἀπὸ τῆς Γαλατῶν χώρας ἐρχόμενοι, πάντας τοὺς ἀπ’ αὐτῶν θέλοντας προστίθεσθαι τῇ ὀρθοδοξίᾳ, ὡς Ἕλληνας δεχόμεθα.
Καὶ τὴν πρώτην ἡμέραν, ποιοῦμεν αὐτοὺς Χριστιανούς, τὴν δὲ δευτέραν κατηχουμένους· εἶτα τὴν τρίτην ἐξορκίζομεν αὐτοὺς μετὰ τοῦ ἐμφυσᾷν τρίτον εἰς τὸ πρόσωπον καὶ εἰς τὰ ὦτα, καὶ οὕτω κατηχοῦμεν αὐτούς, καὶ ποιοῦμεν χρονίζειν ἐν τῇ Ἐκκλησίᾳ καὶ ἀκροᾶσθαι τῶν Γραφῶν, καὶ τότε αὐτοὺς βαπτίζομεν. Καὶ τοὺς Μανιχαίους δέ, καὶ τοὺς Οὐαλεντινιανούς, καὶ Μαρκιονιστὰς καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων, χρὴ ποιεῖν λιβέλλους, καὶ ἀναθεματίζειν τὴν αἵρεσιν αὐτῶν τοὺς Νεστοριανούς, καὶ Νεστόριον, καὶ Εὐτυχέα, καὶ Διόσκορον, καὶ Σεβῆρον, καὶ τοὺς λοιποὺς ἐξάρχους τῶν τοιούτων αἱρέσεων, καὶ τοὺς φρονοῦντας τὰ αὐτῶν καὶ πάσας τὰς προαναφερομένας αἱρέσεις, καὶ οὕτω μεταλαμβάνειν τῆς ἁγίας Κοινωνίας.
Ἑρμηνεία. Ὁ παρὼν Κανών, ἀπὸ μὲν τὴν ἀρχὴν ἕως τοῦ, καὶ τότε αὐτοὺς βαπτίζομεν, εἶναι αὐτολεξεὶ Κανὼν ζʹ. τῆς βʹ. τὸ δὲ ἀναμεταξύ, τὸ λέγον «περὶ δὲ τῶν Παυλιανιστῶν, ἕως τοῦ, ἐξάπαντος,» αὐτολεξεὶ ἐκ τοῦ ιθʹ. Κανόνος τῆς αʹ. ἐστί, διὰ τοῦτο οὐδὲ ἑρμηνεύομεν αὐτοὺς πάλιν ἐδώ, ἀλλ’ ὅρα τὴν ἑρμηνείαν αὐτῶν ἐκεῖ. Τὸ δὲ ὑπόλοιπον τοῦ Κανόνος διορισμὸς ἴδιος τῆς παρούσης Συνόδου ἐστίν, λέγων, ὅτι καὶ οἱ Μανιχαῖοι καὶ Οὐαλεντινιανοὶ καὶ Μαρκιονισταὶ προσερχόμενοι εἰς τὴν ὀρθοδοξίαν πρέπει νὰ βαπτίζωνται, ὡς καὶ οἱ Εὐνομιανοὶ καὶ Μοντανισταί, κατὰ τὴν ἑρμηνείαν τοῦ Βαλσαμῶνος. Οἱ δὲ Νεστοριανοὶ καὶ Εὐτυχιανοί, Διοσκορῖται, καὶ Σεβηριανοὶ πρέπει νὰ ἀναθεματίζωσιν ἐγγράφως τὴν αἵρεσιν αὐτῶν καὶ τοὺς αἱρεσιάρχας των, καὶ ὅλους ἐκείνους ὁποῦ φρονοῦσι τὴν αἵρεσιν αὐτῶν, μὲ τοὺς ὁποίους ἀριθμοῦνται καὶ οἱ Μονοθεληταί, ὡς καὶ οἱ Ναυατιανοὶ δηλαδή, καὶ Μακεδονιανοί, καὶ οὕτω νὰ μεταλαμβάνουσι τὰ θεῖα Μυστήρια.
Συμφωνία. «Ὁ δὲ Μέγας Βασίλ. Καν. μʹ. λέγει νὰ βαπτίζωνται καὶ οἱ Ἐγκρατῖται, καὶ Σακκοφόροι, καὶ Ἀποτακτῖται· διὰ τί καὶ ἡ τούτων αἵρεσις εἶναι βλάστημα τῶν Μαρκιωνιστῶν, καὶ τὰ πονηρὰ ἐκείνων φρονεῖ δόγματα.»
ΚΑΝΩΝ ϘΣΤʹ. Οἱ τὸν Χριστὸν διὰ τοῦ βαπτίσματος ἐνδυσάμενοι, τὴν ἐν σαρκὶ αὐτοῦ πολιτείαν μιμεῖσθαι καθωμολόγησαν. Τοὺς οὖν ἐν τῇ κεφαλῇ τρίχας πρὸς λύμην τῶν ὁρόντων ἐν ἐπινοίαις ἐμπλοκῆς εὐθετίζοντας καὶ διασκευάζοντας, καὶ δέλεαρ προστιθέντας ἐντεῦθεν, ταῖς ἀστηρίκτοις ψυχαῖς, ἐπιτιμίῳ προσφόρῳ πατρικῶς θεραπεύομεν, παιδαγωγοῦντες αὐτοὺς καὶ σωφρόνως βιοῦν ἐκδιδάσκοντες, πρὸς τό, ἀφέντας τὴν ἐκ τῆς ὕλης ἀπάτην καὶ ματαιότητα, πρὸς τὴν ἀνώλεθρον καὶ μακαρίαν ζωὴν τὸν νοῦν μετάγειν διηνεκῶς, καὶ ἐν φόβῳ ἁγνὴν ἔχειν ἀναστροφήν, καὶ Θεῷ πλησιάζειν κατὰ τὸ ἐφικτὸν διὰ τῆς ἐν βίῳ καθάρσεως, καὶ τὸν ἔνδον, ἢ τὸν ἔξω ἄνθρωπον μᾶλλον κοσμεῖν ἀρεταῖς, καὶ χρηστοῖς καὶ ἀμώμοις τοῖς ἤθεσιν, ὥστε μηδὲν λείψανον φέρειν ἐν ἑαυτοῖς τῆς τοῦ ἐναντίου σκαιότητος. Εἰ δέ τις παρὰ τὸν παρόντα Κανόνα διαγίνοιτο, ἀφοριζέσθω.
Ἑρμηνεία. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, λέγει ὁ μέγας Παῦλος. Ὅθεν ὁ παρὼν Κανὼν προσθέτει, ὅτι οἱ τὸν Χριστὸν ἐνδυσάμενοι, πρέπει καὶ κατ’ ἐκεῖνον νὰ πολιτεύωνται, καὶ νὰ μεταχειρίζωνται πᾶσαν ἁγνείαν καὶ καθαρότητα, καὶ ὄχι νὰ κοσμοῦσι τὸ σῶμα περιττῶς τε καὶ περιέργως. Διὰ τοῦτο ἀφορίζει ἐκείνους τοὺς Χριστιανούς, ὁποῦ πλέκουσι τὰς τρίχας τῆς κεφαλῆς των, κτενίζοντες αὐτὰς καὶ ἰσιάζοντες, καὶ προβάλλοντες αὐτὰς ὡσὰν ἕνα δόλωμα εἰς τὰς ἀστηρίκτους καὶ εὐκολοκρημνίστους εἰς τὴν ἁμαρτίαν ψυχάς, τόσον τῶν ἀνδρῶν, ὅσων καὶ τῶν γυναικῶν, καὶ μὲ τὸ ἐπιτίμιον αὐτὸ τοῦ ἀφορισμοῦ παιδαγωγῶν τοὺς τοιούτους, διδάσκει αὐτοὺς νὰ ἀφήσουν μὲ κάθε ἀπάτην καὶ ματαιότητα, καὶ καλλωπισμὸν τῆς ὕλης καὶ τοῦ φθαρτοῦ τούτου σώματος, νὰ ἀναβιβάσουν δὲ τὸν νοῦν των πρὸς τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ ἄφθαρτον, πλησιάζοντες εἰς τὸν Θεὸν κατὰ τὸ δυνατὸν μὲ τὴν τῆς ζωῆς καθαρότητα, καὶ στολίζοντες προτιμότερον μὲ ἀρετὰς καὶ ἤθη χρηστὰ τὸν ἔσω ἄνθρωπον, ἤτοι τὴν ψυχήν, πάρεξ τὸν ἔξω ἄνθρωπον, ἤτοι τὸ σῶμα, μὲ τοιαῦτα ἀπατηλὰ καὶ μάταια καλλωπίσματα· εἰς τρόπον, ὅτι νὰ μὴ φέρουσι πλέον εἰς τὸν ἑαυτόν τους κἀνένα σημάδι τῆς τοῦ διαβόλου κακίας, ὃν ἀπετάξαντο διὰ τοῦ ἁγίου Βαπτίσματος.
Συμφωνία. «Διὰ τοῦτο καὶ ὁ Θεὸς προστάζει εἰς τὸ Λευϊτικὸν νὰ μὴ κάμνῃ τινὰς σισόην ἀπὸ τὴν κόμην τῆς κεφαλῆς του, ἤτοι πλεξοῦδαν, κατὰ τὸν ἄδηλον ἑρμηνευτήν. Ὅθεν τόσον ὅλοι κοινῶς οἱ Ἀπόστολοι εἰς τὰς Διαταγ. βιβλ. αʹ. κεφ. γʹ. προστάζουσι τοὺς ἄνδρας νὰ μὴ πολυκτενίζωνται, ἢ μῦρον νὰ βάλλουν εἰς τὰ μαλλία, ἢ εἰς πλεξοῦδαν μίαν ἢ πολλὰς νὰ τὰ μοιράζουσι, διὰ νὰ μὴ τραβίζουν μὲ αὐτὰ εἰς ἔρωτα τὰς γυναῖκας, ἀλλὰ νὰ κόπτουσι τὰ μαλλία των. Ἀλλὰ δὴ καὶ ὁ Ἀπόστολος Παῦλος ἰδίᾳ, πρὸς τοῦτον τὸν περίεργον καλλωπισμὸν τῶν μαλλίων ἀποβλέπωντας, καὶ θέλωντας τοῦτον νὰ ἐμποδίσῃ, εἶπεν, ὅτι, ὁ ἄνδρας ἐὰν ἔχῃ μαλλία, ἀτιμία εἶναι εἰς αὐτόν, καὶ κατὰ τοῦτον τὸν σκοπὸν εἶπε καὶ ὁ Θεῖος Ἐπιφάνιος ὅτι τὰ μακρὰ μαλλία εἶναι πρᾶγμα ξένον τῆς Καθολικῆς Ἐκκλησίας.
Σημείωσαι ὅμως, ὅτι καθὼς εἶναι κατηγορημένον τὸ νὰ μὴ κόπτῃ τινὰς τὰ μαλλία του διὰ καλλωπισμὸν καὶ εὐμορφίαν, καὶ σκοπὸν κακόν, ἔτσι ἐξ ἐναντίας εἶναι ἐμποδισμένον καὶ τὸ νὰ κόπτῃ αὐτά, καὶ νὰ τὰ ξυρίζῃ, μὲ κἄποια στρογγυλεύματα τριγύρω, καὶ ἁπλῶς εἰπεῖν διὰ καλλωπισμὸν καὶ ὡραιότητα. Διὰ τοῦτο τὸν σισόην ὁποῦ λέγει τὸ Λευϊτικόν, ὁ μὲν Σύμμαχος εἶπεν, οὐ περιξυρίσετε κύκλῳ τὴν πρόσοψιν ὑμῶν τῆς κεφαλῆς.
Ὁ δὲ Ἀκύλας· οὐ περικυκλώσῃ τὸ κλίμα τῆς κεφαλῆς σου. Συμπεραίνεται λοιπὸν ἐκ πάντων τούτων, ὅτι οἱ λαϊκοὶ πρέπει νὰ κόπτουσι τὰ μαλλία ἀνεπιτηδεύτως, ἀκαλλωπίστως καὶ ἀπεριέργως.»
ΚΑΝΩΝ ϘΖʹ. Τοὺς ἢ γαμετῇ συνοικοῦντας, ἢ ἄλλως ἀδιακρίτως τοὺς ἱεροὺς τόπους κοινοποιοῦντας, καὶ καταφρονητικῶς περὶ αὐτοὺς ἔχοντας, καὶ οὕτως ἐν αὐτοῖς καταμένοντας, καὶ ἐκ τῶν ἐν τοῖς σεβασμίοις οἴκοις κατηχουμένων ἐξωθεῖσθαι προστάσσομεν. Εἰ δέ τις μὴ τοῦτο παραφυλάξῃ, εἰ μὲν Κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ Λαϊκός, ἀφοριζέσθω.
Ἑρμηνεία. Ἱεροὺς τόπους δὲν ὀνομάζει ἐδὼ ὁ Κανὼν τοὺς θείους Ναούς, ἀλλὰ τὰς περὶ τὸν θεῖον Ναὸν κατοικίας, ὁποῖά εἰσι τὰ λεγόμενα Κατηχούμενα, εἰς τὰ ὁποῖα μερικοὶ ἐκατοίκουν μὲ τὰς γυναῖκάς των, καὶ ἐμεταχειρίζοντο αὐτά, ὡσὰν τοὺς κοινοὺς ἄλλους τόπους, ἀδιακρίτως, ἤτοι χωρὶς νὰ κάμνουσι διαφορὰν ἀναμέσον ἁγίου καὶ βεβήλου τόπου. Διὰ τοῦτο προστάζει νὰ ἀποδιώκωνται οἱ τοιοῦτοι ἀπὸ αὐτά. Ὅποιος δὲ δὲν ἤθελε φυλάξει τοῦτο, Κληρικὸς μὲν ὤν, ἂς καθαίρεται· λαϊκὸς δέ, ἃς ἀφορίζεται.
Συμφωνία. «Δι’ ὃ καὶ τὸ εʹ. βιβλ. τῶν Βασιλικ. τίτλ. αʹ. Κεφ. ιβʹ. συμφώνως μὲ τὸν παρόντα Κανόνα διορίζει, ἕως εἰς τὰ σύνορα τῆς Ἐκκλησίας νὰ ἔχουν τὴν ἀσφάλειαν καὶ σιγουρότητα ἐκεῖνοι ὁποῦ διὰ κᾀμμίαν κακίαν καταφύγουν εἰς αὐτήν, ῥίπτοντες τὰ ἄρματα. Νὰ μὴ ἠμποροῦν ὅμως νὰ τρώγωσιν, ἢ νὰ πίνωσιν, ἢ νὰ κοιμῶνται μέσα εἰς τὸν Ναόν, ἀλλὰ νὰ μένουσιν εἰς τοὺς κήπους, ἢ εἰς τὰς καμάρας, ἢ εἰς τὰς αὐλάς, ἢ εἰς τὰς κατοικίας, ὁποῦ εἶναι τριγύρω κολλημέναι εἰς τὸν Ναὸν (παρὰ Φωτί. τίτλ. εʹ. κεφ. βʹ.)· τοὺς προσφυγόντας δὲ εἰς τὰ ὅρια τῆς Ἐκκλησίας, κᾀνεὶς δὲν ἐδύνατο νὰ εὐγάλῃ ἀπὸ ἐκεῖ κατὰ τὸν Ἁρμενόπουλ. ἔξω μόνον τοὺς φονεῖς καὶ μοιχούς, καὶ ἁρπάσαντας παρθένους (κατὰ τὸ καʹ. κεφ. τοῦ εʹ. βιβλ. τῶν Βασιλικ.).»
ΚΑΝΩΝ ϘΗʹ. Ὁ ἑτέρῳ μνηστευθεῖσαν γυναῖκα, ἔτι τοῦ μνηστευσαμένου ζῶντος, πρὸς γάμου κοινωνίαν ἀγόμενος, τῷ τῆς μοιχείας ὑποκείσθω ἐγκλήματι.
Ἑρμηνεία. Ὁ ἀῤῥαβωνιασμός, ὁποῦ γένῃ κατὰ Νόμους, εἰς ἡλικίαν δηλ. νομίμου ἀνδρὸς καὶ γυναικός, μὲ τὴν δόσιν τῶν ἀῤῥαβώνων, μὲ τὴν ἱερολογίαν, καὶ μὲ τὸ σύνηθες φίλημα τῶν ἀῤῥαβωνιζομένων, ὁ τοιοῦτος, λέγω, ἀῤῥαβωνιασμὸς ἔχει τὴν αὐτὴν δύναμιν μὲ τὸν τέλειον γάμον (καὶ ὅρα τὴν ὑποσημείωσιν τοῦ ιζʹ. Ἀποστολικοῦ)· διὰ τοῦτο καὶ ὁ παρὼν Κανὼν διορίζει, ὅτι ὅποιος πάρῃ εἰς γυναῖκα ἐκείνην, ὁποῦ εἶναι ἀῤῥαβωνιασμένη τοιουτοτρόπως μὲ ἄλλον, ζωντανοῦ ὄντος τοῦ ἀῤῥαβωνιαστικοῦ αὐτῆς, οὗτος ἂς ἐπιτιμᾶται ὡς μοιχός, ὥσπερ δηλαδὴ καὶ ἐκεῖνος ὁποῦ ἤθελε πάρει εἰς γυναῖκα τὴν ὑπανδρευμένην μὲ ἄλλον. Δι’ ὃ καὶ ὁμόζυγος ὁ ἀῤῥαβωνιστικὸς ὀνομάζεται τῆς ἰδίας του ἀῤῥαβωνιστῆς, ὡς καὶ ὁ δίκαιος Ἰωσὴφ ὁ Μνήστωρ ἀνὴρ ὀνομάζεται παρὰ τοῖς Εὐαγγελίοις τῆς ἁγίας Παρθένου, καὶ ἀμοιβαίως γυνὴ τοῦ Ἰωσὴφ ἡ ἁγία Παρθένος, ἐπειδὴ καὶ παρὰ τῷ παλαιῷ Νόμῳ δύναμιν γάμου ἡ μνηστεία ἐπεῖχεν.
ΚΑΝΩΝ ϘΘʹ. Καὶ τοῦτο δὲ ἐν τῇ Ἀρμενίων χώρᾳ γίνεσθαι μεμαθήκαμεν, ὥς τινες ἔνδον ἐν τοῖς ἱεροῖς θυσιαστηρίοις, μέλη κρεῶν ἕψοντες, προσάγουσιν, ἀφαιρέματα τοῖς ἱερεῦσιν ἰουδαϊκῶς ἀπονέμοντες. Ὅθεν τὸ τῆς Ἐκκλησίας φυλάττοντες ἀκηλίδωτον, ὁρίζομεν, μὴ ἐξεῖναί τινι τῶν ἱερέων ἀφωρισμένα κρεῶν μέλη παρὰ τῶν προσαγόντων λαμβάνειν, ἀλλ’ οἷς ἀρεσθῇ ὁ προσάγων, τούτοις ἀρκείσθωσαν, ἔξω τῆς Ἐκκλησίας τῆς τοιαύτης γινομένης προσαγωγῆς. Εἰ δέ τις μὴ τοῦτο οὕτω ποιῇ, ἀφοριζέσθω.
Ἑρμηνεία. Καὶ ὁ Ζωναρᾶς, καὶ ὁ Βαλσαμών, καὶ ὁ Ἀριστηνός, καὶ ὁ Ἀνώνυμος ἑρμηνευτής, ὅλοι κοινῶς ἑρμηνεύουσιν, ὅτι μέσα εἰς τὰ θυσιαστήρια ἕψηνον τὰ κρέατα οἱ Ἀρμένιοι. Ἐμοὶ δὲ δοκεῖ, ὅτι οἱ ἑρμηνευταὶ οὗτοι, μὴ ὑποστίξαντες, ἀλλ’ ἑνώσαντες τό, μέλη κρεάτων ἕψοντες, μὲ τό, ἔνδον ἐν τοῖς θυσιαστηρίοις, ἐπλανήθησαν. Τὸ δὲ οὐχ οὕτως ἔχει· τὸ γὰρ ἐν τοῖς θυσιαστηρίοις, οὐ συνάπτεται μὲ τό, μέλη κρεῶν ἕψοντες, ἀλλὰ διαιρούμενον μὲ τὴν ὑποστιγμήν, συνάπτεται μὲ τό, προσάγουσιν ἀφαιρέματα. Διότι πολλὰ ἀπίθανον εἶναι νὰ πιστευθῇ διὰ τὴν ἀτοπίαν, τὸ νὰ ἑψήνουν κρέατα μέσα εἰς τὸ ἅγιον βῆμα, καὶ νὰ κάμνουσιν αὐτὸ μαγειρεῖον.
Λέγει λοιπὸν ὁ παρὼν Κανών, ὅτι ἡ συνήθεια αὕτη ὁποῦ ἐγίνετο εἰς τὴν Ἀρμενίαν, τὸ νὰ ἑψήνουν τινὲς κρέατα εἰς τοὺς οἴκους αὑτῶν, καὶ ἔπειτα νὰ προσφέρουν μέρη ἀπὸ αὐτὰ μέσα εἰς τὸ ἅγιον βῆμα, εἰς τοὺς Ἱερεῖς (καθὼς καὶ οἱ Ἰουδαῖοι ἐπρόσφερον τὸ στηθύνιον, καὶ τὸν βραχίονα, καὶ ἄλλα μέρη τῶν θυσιαζομένων ζώων εἰς τοὺς Ἱερεῖς), αὐτή, λέγω, ἡ συνήθεια νὰ μὴ γίνεται εἰς τὸ ἑξῆς, ἀλλ’ οὔτε οἱ Ἱερεῖς νὰ ἔχουν τὴν ἄδειαν νὰ λαμβάνουν ἐκεῖνα τὰ μέρη τοῦ ζώου ὁποῦ θέλουν, ἀλλὰ νὰ εὐχαριστοῦνται εἰς ἐκεῖνα ὁποῦ τοὺς δώσῃ ὁ προσφέρων αὐτὰ χριστιανός, καὶ ἡ προσφορὰ δὲ τῶν τοιούτων νὰ γίνεται ἔξω τῆς Ἐκκλησίας, καὶ ὄχι εἰς τὸ ἱερὸν βῆμα, (ἐντεῦθεν γίνεται φανερὸν τὸ ἀνωτέρω νόημα τὸ ἐδικόν μας). Εἰ γὰρ ἑψήνοντο τὰ κρέατα ταῦτα εἰς τὸ βῆμα, ἔπρεπεν ἀπαραιτήτως ὁ Κανὼν νὰ ἐμποδίσῃ καὶ τοῦτο, καθ’ ὃ ἀτοπώτερον, ὡς ἐμπόδισε καὶ τὴν προσαγωγὴν αὐτῶν· (ὅποιος δὲ ἤθελε παραβῇ τοῦτο, νὰ ἀφορίζεται)· ὁ δὲ Βαλσαμὼν λέγει (ἑρμην. τοῦ γʹ. Ἀποστολικοῦ) ὅτι εἶδεν Ἡγούμενον ἱερέα καθαιρεθέντα καὶ διωχθέντα ἀπὸ τὴν ἡγουμενίαν, διὰ τί ἔμβασεν εἰς τὸ ἅγιον βῆμα κρέατα καὶ τυρούς. Ὅρα καὶ τὴν ἑρμηνείαν τοῦ γʹ.
Ἀποστολικοῦ.
Συμφωνία. Σημείωσαι δὲ κατὰ τὸν Ζωναρᾶν, ὅτι ὁ Κανὼν συνεχώρησε νὰ λαμβάνουν οἱ Ἱερεῖς μέρη τῶν κρεάτων, ὄχι κοινῶς καὶ καθολικῶς, εἰς ὅλον τὸν κόσμον, ἀλλὰ εἰς τὴν Ἀρμενίαν μόνον, καὶ τοῦτο διὰ τὴν τότε ἐπικρατήσασαν παρὰ τοῖς Ἀρμενίοις συνήθειαν.
ΚΑΝΩΝ Ρʹ. Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, καὶ πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἡ σοφία διακελεύεται. Ῥᾳδίως γὰρ τὰ ἑαυτῶν ἐπὶ τὴν ψυχὴν αἱ τοῦ σώματος αἰσθήσεις εἰσκρίνουσι. Τὰς οὖν τὴν ὅρασιν καταγοητευούσας γραφάς, εἴτε ἐν πίναξιν, εἴτε ἄλλως πως ἀνατιθεμένας, καὶ τὸν νοῦν διαφθειρούσας, καὶ κινούσας πρὸς τὰς τῶν αἰσχρῶν ἡδονῶν ὑπεκκαύσεις, οὐδαμῶς ἀπὸ τοῦ νῦν οἱῳδήποτε τρόπῳ προστάσσομεν ἐγχαράττεσθαι, εἰ δέ τις τοῦτο πράττειν ἐπιχειρήσοι, ἀφοριζέσθω.
Συμφωνία. Ἐπειδὴ μερικοὶ ἐζωγράφιζον εἰς τοίχους καὶ σανίδας ζωγραφίας τινὰς ἀσέμνους, οἷον, γυναῖκας γυμνάς, ἢ λουομένας, ἢ ὑπὸ ἀνδρῶν φιλουμένας, καὶ ἄλλα τοιαῦτα αἰσχρά, τὰ ὁποῖα ἀπατῶσι τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων, καὶ κινοῦσι τὸν νοῦν καὶ τὴν καρδίαν πρὸς ἐπιθυμίας σαρκικάς, διὰ τοῦτο προστάζει ὁ παρὼν Κανών, αἱ τοιαῦται εἰκόνες μὲ κᾀνένα τρόπον νὰ μὴ ζωγραφίζωνται, εἰ δέ τις ἤθελε τὰς ζωγραφίσῃ, νὰ ἀφορίζεται, ἐπειδὴ ὅλαι αἱ πέντε αἰσθήσεις τοῦ σώματος, καὶ μάλιστα ἡ πρώτη, καὶ βασιλικωτάτη ὅρασις μὲ εὐκολίαν ἐμβάζει τὰς εἰκόνας ἐκείνων ὁποῦ βλέπει μέσα εἰς τὴν ψυχήν. Δι’ ὃ καὶ ὁ Σολομὼν συμβουλεύει νὰ βλέπουσιν οἱ ὀφθαλμοὶ τοῦ καθ’ ἑνὸς ὀρθὰ καὶ καλὰ πράγματα, καὶ καθ’ ἕνας νὰ φυλάττῃ μὲ κάθε φύλαξιν τὸν νοῦν καὶ τὴν καρδίαν του ἀπὸ τὰ αἰσχρὰ ἀντικείμενα τῶν αἰσθήσεων.
ΚΑΝΩΝ ΡΑʹ. Σῶμα Χριστοῦ, καὶ ναόν, τὸν κατ’ εἰκόνα Θεοῦ κτισθέντα ἄνθρωπον, ὁ Θεῖος Ἀπόστολος μεγαλοφώνως ἀποκαλεῖ. Πάσης οὖν αἰσθητῆς κτίσεως ὑπερκείμενος ὁ τῷ σωτηρίῳ πάθει τοῦ οὐρανίου τυχὼν ἀξιώματος, ἐσθίων καὶ πίνων Χριστὸν πρὸς ζωὴν διὰ παντὸς μεθαρμόζεται τὴν ἀίδιον καὶ ψυχὴν καὶ σῶμα τῇ μεθέξει τῆς θείας ἁγιαζόμενος χάριτος.
Ὥστε, εἴ τις τοῦ ἀχράντου σώματος μετασχεῖν ἐν τῷ τῆς συνάξεως βουληθείη καιρῷ, καὶ ἓν πρὸς αὐτὸ τῇ μετουσίᾳ γενέσθαι, τὰς χεῖρας σχηματίζων εἰς τύπον Σταυροῦ, οὕτω προσίτω, καὶ δεχέσθω τὴν κοινωνίαν τῆς χάριτος. Τοὺς γὰρ ἐκ χρυσοῦ, ἢ ἄλλης ὕλης, ἀντὶ χειρός, τινὰ δοχεῖα κατασκευάζοντας πρὸς τὴν τοῦ θείου δώρου ὑποδοχήν, καὶ δι’ αὐτῶν τῆς ἀχράντου Κοινωνίας ἀξιουμένους οὐδαμῶς προσιέμεθα, ὡς προτιμῶντας τῆς τοῦ Θεοῦ εἰκόνος τὴν ἄψυχον ὕλην καὶ ὑποχείριον. Εἰ δέ τις ἁλῷ τῆς ἀχράντου Κοινωνίας μεταδιδοὺς τοῖς τοιαῦτα δοχεῖα προσφέρουσιν, ἀφοριζέσθω, καὶ αὐτὸς καὶ ὁ ταῦτα ἐπιφερόμενος.
Ἑρμηνεία. Τῷ τότε καιρῷ, συνήθεια ἐπεκράτει νὰ κοινωνοῦσι καὶ οἱ Λαϊκοί, καθὼς καὶ οἱ Ἱερεῖς, λαμβάνοντες εἰς χεῖρας τὸν ἅγιον ἄρτον, ὃν τρόπον λαμβάνουσι νῦν τὸ ἀντίδωρον. Ἐπειδὴ δὲ μερικοὶ δι’ εὐλάβειαν τάχα, καὶ τιμὴν περισσοτέραν πρὸς τὰ θεῖα δῶρα, κατεσκεύαζαν ἀγγεῖα χρυσᾶ, ἢ ἀπὸ ἄλλην ὕλην πολύτιμον, καὶ μέσα εἰς ἐκεῖνα δεχόμενοι τὸ ἄχραντον σῶμα τοῦ Κυρίου, οὕτως αὐτὸ μετελάμβανον. Διὰ τοῦτο ὁ παρὼν Κανὼν τοῦτο οὐκ ἀποδέχεται, κᾂν δι’ εὐλάβειαν ἐγίνετο· διότι ὁ ἄνθρωπος, καὶ καθ’ ὃ κατ’ εἰκόνα γεγενημένος Θεοῦ, καὶ καθ’ ὃ ἐσθίει, καὶ πίνει τὸ σῶμα, καὶ αἷμα τοῦ Χριστοῦ, καὶ δι’ αὐτῶν ἁγιάζεται, καὶ καθ’ ὃ σῶμα, καὶ ναὸς ὧν τοῦ Χριστοῦ, κατὰ τὸν Ἀπόστολον, ὑπερβαίνει ὅλα τὰ αἰσθητά, καὶ ἄψυχα κτίσματα, καὶ ἀκολούθως, αἱ χεῖρες αὐτοῦ εἶναι τιμιώτεραι ἀπὸ κάθε ἀγγεῖον. Ὅθεν ὅποιος ἤθελε νὰ μεταλάβῃ τὸ σῶμα τοῦ Κυρίου, ἂς σχηματίζῃ εἰς σχῆμα σταυροῦ τὰς δύω του χεῖρας, καὶ ἂς ὑποδέχεται αὐτὸ ἐν αὐταῖς. Ὅποιος δὲ λαϊκὸς ἤθελεν ὑποδεχθῇ αὐτὸ εἰς ἀγγεῖον, καὶ ὅποιος ἱερεὺς ἤθελε μεταδώσῃ αὐτὸ εἰς τὸν τοιοῦτον, καὶ οἱ δύω ἂς ἀφορίζωνται, ἐπειδὴ προτιμῶσι τὸ ἄψυχον ἀγγεῖον περισσότερον ἀπὸ τὸν κατ’ εἰκόνα Θεοῦ πλασθέντα ἄνθρωπον.
ΚΑΝΩΝ ΡΒʹ. Δεῖ δὲ τοὺς ἐξουσίαν λύειν, καὶ δεσμεῖν παρὰ Θεοῦ λαβόντας, σκοπεῖν τὴν τῆς ἁμαρτίας ποιότητα, καὶ τὴν τοῦ ἡμαρτηκότος πρὸς ἐπιστροφὴν ἑτοιμότητα, καὶ οὕτω κατάλληλον τὴν θεραπείαν προσάγειν τῷ ἀῤῥωστήματι, ἵνα μὴ τῇ ἀμετρίᾳ καθ’ ἑκάτερον χρώμενος, ἀποσφαλείη πρὸς τὴν σωτηρίαν τοῦ κάμνοντος. Οὐ γὰρ ἁπλῆ τῆς ἁμαρτίας ἡ νόσος, ἀλλὰ ποικίλη καὶ πολυειδής, καὶ πολλὰς τῆς βλάβης παραφυάδας βλαστάνουσα, ἐξ ὧν τὸ κακὸν ἐπὶ πολὺ διαχεῖται, καὶ πρόσω βαίνει μέχρις ἂν ἀντισταίη τῇ δυνάμει τοῦ θεραπεύοντος. Ὥστε τὸν τὴν ἰατρικὴν ἐν πνεύματι ἐπιστήμην ἐπιδεικνύμενον, πρότερον χρὴ τὴν τοῦ ἡμαρτηκότος διάθεσιν ἐπισκέπτεσθαι, καὶ ἤτοι πρὸς τὴν ὑγιείαν νεύει, ἢ τοὐναντίον διὰ τῶν οἰκείων τρόπων προσκαλεῖται καθ’ ἑαυτοῦ τὸ ἀῤῥώστημα, ἐφορᾷν ὅπως τε τῆς ἐν τῷ μεταξὺ προνοεῖται ἀναστροφῆς· καὶ εἰ μὴ τῷ τεχνίτῃ ἀντιπαλαίη, καὶ τὸ τῆς ψυχῆς ἕλκος διὰ τῆς τῶν ἐπιτιθεμένων φαρμάκων αὐξάνῃ προσαγωγῆς, καὶ οὕτω τὸν ἔλεον κατ’ ἀξίαν ἐπιμετρεῖν. Πᾶς γὰρ λόγος Θεῷ, καὶ τῷ τὴν ποιμαντικὴν ἐγχειρισθέντι ἡγεμονίαν, τὸ πλανώμενον πρόβατον ἐπαναγαγεῖν, καὶ τρωθὲν ὑπὸ τοῦ ὄφεως ἐξιάσασθαι.
Καὶ μήτε κατὰ κρημνῶν ὠθῆσαι τῆς ἀπογνώσεως, μήτε τὸν χαλινὸν ὑπενδοῦναι πρὸς τὴν τοῦ βίου ἔκλυσίν τε καὶ καταφρόνησιν, ἀλλ’ ἑνί γε τρόπῳ πάντως, εἴτε διὰ τῶν αὐστηροτέρων τε καὶ στυφόντων, εἴτε διὰ τῶν ἁπαλωτέρων τε καὶ πρᾳοτέρων φαρμάκων, κατὰ τοῦ πάθους στῆναι, καὶ πρὸς συνούλωσιν τοῦ ἕλκους ἀνταγωνίσασθαι, τοὺς τῆς μετανοίας καρποὺς δοκιμάζοντι καὶ οἰκονομοῦντι σοφῶς τὸν πρὸς τὴν ἄνω λαμπροφορίαν καλούμενον ἄνθρωπον. Ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς χρή, καὶ τὰ τῆς ἀκριβείας, καὶ τὰ τῆς συνηθείας. Ἕπεσθαι δέ, ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα, τῷ παραδοθέντι τύπῳ, καθὼς ὁ ἱερὸς ἡμᾶς ἐκδιδάσκει Βασίλειος.
Ἑρμηνεία. Ἀφ’ οὗ ἡ Σύνοδος αὕτη διώρισε περὶ πολλῶν καὶ διαφόρων ἐπιτιμίων, τελευταῖον εἰς τὸν παρόντα Κανόνα ἀφίνει τὸ πᾶν εἰς τὴν κρίσιν τῶν Ἐπισκόπων καὶ Πνευματικῶν καὶ τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν, λέγουσα, ὅτι αὐτοὶ πρέπει νὰ στοχάζωνται καὶ τὴν ποιότητα τῆς ἁμαρτίας, εἴτε συγγνωστὴ εἶναι αὕτη, εἴτε θανάσιμος, καὶ τὴν διάθεσιν ὁποῦ ἔχει ὁ ἁμαρτωλὸς εἰς τὴν μετάνοιαν, καὶ ἔτσι νὰ προσφέρουσιν ἁρμοδίαν τὴν ἰατρείαν εἰς τὴν αὐτοῦ ἀσθένειαν· μήπως δίδοντες εἰς μὲν τοὺς μεγαλοψύχους καὶ προθύμους εἰς τὴν μετάνοιαν, συγκαταβατικὰ ἐπιτίμια, εἰς δὲ τοὺς ἀμελεστέρους καὶ μικροψύχους ἐκ τοῦ ἐναντίου αὐστηροὺς Κανόνας, μήτε τὸν ἕνα διορθώσωσι, μήτε τὸν ἄλλον, ἀλλὰ μᾶλλον αὐτοὺς ἀπολέσωσι. Διότι τόσον πολυποίκιλος εἶναι ἡ ἁμαρτία, καὶ τόσον πολλὰ αὐξάνει, ὥστε ὁποῦ ἀντιστέκεται, ἤτοι ὑπερνικᾷ τὴν δύναμιν καὶ τέχνην τοῦ πνευματικοῦ ἰατροῦ (ἢ καὶ οὕτω πολυποίκιλος εἶναι ἡ ἁμαρτία, καὶ πολλὰ αὐξάνει, ἕως ὁποῦ νὰ σταθῇ καὶ νὰ μαρανθῇ μὲ τὴν τέχνην τοῦ πνευματικοῦ).
Διὰ τοῦτο λοιπὸν ὁ τῶν ψυχῶν ἰατρὸς προτήτερα ἀπὸ ὅλα, πρέπει νὰ στοχάζεται τὴν διάθεσιν καὶ κλίσιν τοῦ ἁμαρτωλοῦ, ἂν ἀγαπᾷ τὴν ὑγιείαν τῆς ψυχῆς του μὲ θερμὴν μετάνοιαν, ἢ ἐξ ἐναντίας ἂν αὐξάνῃ κατ’ ἐπάνω του τὴν ἁμαρτίαν, καὶ τίνι τρόπῳ φέρεται μὲ τὴν ἁμαρτίαν, ἂν δὲν ἐναντιόνεται εἰς τὰ σωτήρια ἰατρικὰ ὁποῦ τοῦ δίδει (καθὼς τοῦτο κάμνουσιν οἱ φρενιασμένοι, ἐναντιούμενοι εἰς τὰ ἰατρικὰ τῶν σωματικῶν ἰατρῶν,) καὶ ἂν δὲν αὐξάνῃ περισσότερον τὴν πληγὴν τῆς ἁμαρτίας μὲ αὐτά. Ταῦτα πάντα, λέγω, πρέπει πρῶτον ὁ πνευματικὸς νὰ στοχάζεται, καὶ ἔτσι κατὰ ἀναλογίαν νὰ ἐπιμετρᾷ τὸ ἔλεος, ἐλαφρόνων μὲν τὰ ἐπιτίμια εἰς τὸν ἀμελῆ, καὶ μικρόψυχον, βαρύνων δὲ αὐτὰ εἰς τὸν μεγαλόψυχον, καὶ ποιῶν ἀμφότερα διὰ ἔλεος, ἵνα τὸν μὲ μεγαλόψυχον καθαρίσῃ ἀπὸ τὴν ἁμαρτίαν, εἰς δὲ τὸν μικρόψυχον μὴ κάμῃ χειροτέραν τὴν πληγήν.
Καὶ ἁπλῶς εἰπεῖν, ὅλος ὁ σκοπὸς καὶ εἰς τὸν Θεὸν καὶ εἰς τὸν Πνευματικὸν τοῦτος εἶναι, νὰ ἐπιστρέψῃ τὸ πλανώμενον πρόβατον τὸν ἁμαρτωλόν, νὰ ἰατρεύσῃ αὐτὸν ὁποῦ ἐπληγώθη ἀπὸ τὸν νοητὸν ὄφιν διάβολον, καὶ μήτε εἰς ἀπόγνωσιν νὰ τὸν ῥίπτῃ μὲ τὰ βαρέα ἐπιτίμια, μήτε πάλιν νὰ ἀφίνῃ τὸ χαλινάρι εἰς αὐτόν, ὡσὰν εἰς ἵππον, μὲ τὰ ἐλαφρὰ ἐπιτίμια, καὶ ἐντεῦθεν νὰ ῥίπτῃ αὐτὸν εἰς καταφρόνησιν καὶ ἀμέλειαν, ἀλλὰ μὲ κάθε λογῆς τρόπον, εἴτε μὲ τὰ αὐστηρά, εἴτε μὲ τὰ ἐλαφρὰ ἰατρικά, νὰ σπουδάζῃ νὰ ὑγιάνῃ τὸν ἁμαρτωλὸν ἀπὸ τὰς πληγὰς τῆς ἁμαρτίας, δοκιμάζωντας τοὺς καρποὺς τῆς μετανοίας του, καὶ μὲ σοφίαν οἰκονομῶν αὐτὸν πρὸς τὴν ἄνω λαμπρότητα τῆς ἁγίας Τριάδος, (ἥτις ἐστὶν ἡ Βασιλεία τῶν οὐρανῶν, κατὰ τὸν Θεολόγον Γρηγόριον)· λοιπὸν ὁ Πνευματικὸς καὶ τὰ δύω πρέπει νὰ ἠξεύρῃ (καθὼς ἐν τῷ γʹ. Κανόνι τοῦ Βασιλείου αὐτολεξεὶ τοῦτο λέγεται), καὶ τὴν ἀκρίβειαν, καὶ τὴν συνήθειαν. Καὶ ἂν οἱ ἁμαρτωλοὶ δὲν θέλουν νὰ φυλάξουν τὴν ἀκρίβειαν ταύτην, διὰ τὴν ὁποίαν γίνεται συγκατάβασις καὶ τῶν χρόνων, καὶ τῶν ἐπιτιμίων τῆς ἁμαρτίας των, κᾂν ἂς τοὺς προστάξῃ νὰ φυλάττουν τὴν συνήθειαν, ὁλοκλήρους δηλ. τοὺς ὑπὸ τῶν Κανόνων διοριζομένους χρόνους, καὶ τὰ ἐπιτίμια.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.