Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τοὺς συνοδικοὺς κανόνας

Νικόδημος ὁ Ἁγιορείτης

Τρίτη Οικουμενική Σύνοδος

Εισαγωγικά στοιχεία, παράθεση και ερμηνεία των οκτώ κανόνων της Τρίτης Οικουμενικής Συνόδου της Εφέσου, καθώς και σχολιασμός της επιστολής προς τη σύνοδο της Παμφυλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 3 από 8

ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΤΡΙΤΗΣ ΣΥΝΟΔΟΥ ΠΡΟΛΕΓΟΜΕΝΑ Ἡ ἁγία καὶ οἰκουμενικὴ Τρίτη Σύνοδος ἐν τῇ κατὰ τὴν Ἀσίαν Ἐφέσῳ συνεκροτήθη, ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῆς πόλεως, ἥτις καλεῖται Μαρία Θεοτόκος, ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ, ἐν ἔτει ἀπὸ Χριστοῦ 431. ἐκ Σʹ. Πατέρων, καὶ ἐπέκεινα πληθυνομένη. Ἡγεμόνες δὲ ἐν αὐτῇ ἦσαν ὁ ἐν Πατράσι περιώνυμος τῆς Ἀλεξανδρείας Κύριλλος, ὃς καὶ τὸν τόπον μὲν πρότερον τοῦ Ῥώμης Κελεστίνου πληρῶν, ἀντὶ ἐκείνου προεκάθητο, ὕστερον δὲ τοποτηρηταὶ τοῦ Ῥώμης ἐκ τῆς Δύσεως ἀπεστάλησαν Ἀρκάδιος, καὶ Προΐεκτος οἱ Ἐπίσκοποι, καὶ Φίλιππος ὁ Πρεσβύτερος, ὅ τε Ἱεροσολύμων Ἰουβενάλιος, καὶ Μέμνων ὁ Ἐφέσου. Συνεκροτήθη δὲ κατὰ Νεστορίου, τοῦ ἐκ τῆς ἐν Ἀντιοχείᾳ Γερμανικείας πόλεως καταγομένου, κατὰ τὸν Θεοδώρητον, καὶ θείᾳ παραχωρήσει εἰς τὸν Κωνσταντινουπόλεως ἀναβάντος θρόνον. Διότι ἀποῤῥοφήσας ὁ ἄθλιος ἀπὸ τὰ θολερά, καὶ αἱρετικὰ νάματα Διοδώρου, καὶ Θεοδώρου Μομψουεστίας, κακόφρων ἐγένετο περὶ τὸ τῆς ἐνσάρκου οἰκονομίας Μυστήριον τὸν γὰρ ἕνα Χριστόν, εἰς δύο πρόσωπα καὶ ὑποστάσεις ἐμέριζε, ψιλὸν ἄνθρωπον ἀναπλάττων κατ’ ἰδίαν ὑπόστασιν, χωρὶς τοῦ προσλαβόντος Λόγου, καὶ Θεὸν παρὰ μέρος, γυμνὸν τοῦ προσλήμματος τῆς ἀνθρωπότητος.

Ταὐτὸν εἰπεῖν, τὸν ἕνα Υἱόν, εἰς δύω υἱοὺς διεμέριζε, καὶ ἄλλος μὲν ἔλεγε, νὰ ᾖναι ὁ τοῦ Θεοῦ Υἱός, ἄλλος δέ, ὁ τῆς Παρθένου, δι’ ὃ καὶ τὴν ἁγίαν Παρθένον καὶ κατὰ σάρκα μητέρα αὐτοῦ δὲν ἤθελε νὰ ὀνομάζῃ Θεοτόκον. Λοιπὸν ἡ ἁγία Σύνοδος αὕτη, διὰ ταῦτα τοῦτον ἀναθεματίσασα, ἴδιον ὅρον πίστεως ἐποίησεν, ἐν ᾧ τὸν μὲν Χριστὸν ἕνα καθ’ ὑπόστασιν ἐδογμάτισε, τέλειον Θεὸν τὸν αὐτόν, τέλειον καὶ ἄνθρωπον τὸν αὐτόν, οὐκ ἄλλον, καὶ ἄλλον, ἀλλ’ ἕνα Υἱόν, τὸν αὐτόν, ἄνω μὲν ἐκ Πατρὸς ἀμήτορα, κάτω δὲ ἐκ μητρὸς ἀπάτορα, τὴν δὲ ᾀειπάρθενον αὐτοῦ Μητέρα, κυρίως καὶ ἀληθῶς Θεοτόκον καλεῖσθαι παρέδωκεν, ὡς κυρίως, καὶ ἀληθῶς τὸν Θεὸν Λόγον σαρκὶ γεννήσασαν· ὅτε γὰρ τῆς Συνόδου ταύτης ἔξαρχος, ὁ Ἀλεξανδρείας, φημί, Κύριλλος, τάδε ἐν αὐτῇ ἀνεκήρυξεν. «Οὐκ ἄνθρωπον ἀποθεωθέντα κηρύττομεν, ἀλλὰ Θεὸν σαρκωθέντα ὁμολογοῦμεν. Τὴν οἰκείαν δούλην ὑπεγράψατο Μητέρα, ὁ κατ’ οὐσίαν ἀμήτωρ, καὶ κατ’ οἰκονομίαν ἐπὶ γῆς ἀπάτωρ.» Ἐν δὲ τῇ πρὸς Νεστόριον ἐπιστολῇ, τὴν ὁποίαν ὅρον ἴδιον ἐποίησεν ἡ γʹ. αὕτη Σύνοδος, (ὡς λέγει ὁ Δοσίθεος, καὶ ὡς δηλοῦται ἐκ τῶν πρακτικῶν τῆς Δʹ. Συνόδου σελ. 61. τοῦ βʹ. τόμου τῶν συνοδικῶν), ἧς ἡ ἀρχή· «Καταφλυαροῦσι μέν, ὡς μανθάνω. Ταῦτά φησιν ὁ αὐτὸς Κύριλλος.

Τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, δηλοῖ τὸν ἐκ Θεοῦ Λόγον· ὅτι οὐχ’ ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ’ οὐδὲ ὅτι εἰς ὅλον ἄνθρωπον μετεβλήθη τὸν ἐκ ψυχῆς καὶ σώματος. Ἐκεῖνο δὲ μᾶλλον, ὅτι σάρκα ἐμψυχομένην ψυχῇ λογικῇ ἑνώσας ὁ Λόγος ἑαυτῷ καθ’ ὑπόστασιν, ἀφράστως τε καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος, καὶ κεχρημάτηκεν υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνον ἡ εὐδοκίαν, ἀλλ’ οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνον, καὶ ὅτι, διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ Υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελασασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα Κύριον καὶ Χριστόν, καὶ Υἱόν, Θεότητός τε καὶ ἀνθρωπότητος, διὰ τῆς ἀφράστου καὶ ἀποῤῥήτου πρὸς ἑνότητα συνδρομῆς ... Καὶ πάλιν, ἐὰν δὲ τὴν καθ’ ὑπόστασιν ἕνωσιν, ἢ ὡς ἀνέφικτον, ἢ ὡς ἀκαλλῆ παραιτώμεθα, ἐμπίπτομεν εἰς τὸ λέγειν δύο Υἱούς. ...

Καὶ πάλιν, τοῦτο πρεσβεύει πανταχοῦ τῆς ἀκριβοῦς πίστεως ὁ λόγος. Οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας Πατέρας. Οὕτω τεθαῤῥήκασι Θεοτόκον εἰπεῖν τὴν ἁγίαν Παρθένον, οὐχ ὡς τῆς τοῦ Λόγου φύσεως, ἤτοι τῆς Θεότητος αὐτοῦ ἀρχὴν τοῦ εἶναι λαβούσης ἐκ τῆς Ἁγίας Παρθένου, ἀλλ’ ὡς γεννηθέντος ἐξ αὐτῆς τοῦ ἁγίου Σώματος, ψυχωθέντος τε λογικῶς, ᾧ καὶ καθ’ ὑπόστασιν ἑνωθεὶς ὁ Λόγος, γεννηθῆναι λέγεται κατὰ σάρκα.» (Ὅρα τὴν ἐπιστολὴν ταύτην καὶ ἐν σελ. 436. τοῦ αʹ. τόμου τῶν Συνοδικ.) Καὶ ὁ τότε Κυζίκου Πρόκλος ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ, καθημένου τοῦ αἱρεσιάρχου Νεστορίου, ἔτσι ἐπανηγύρισε· «Συνεκάλεσεν ἡμᾶς ἐνταῦθα ἡ ἁγία, καὶ Θεοτόκος Παρθένος Μαρία, τὸ ἀμόλυντον τῆς παρθενίας κειμήλιον, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ παράδεισος, τὸ ἐργαστήριον τῇ ἑνώσεως τῶν δύω φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, κτλ.» Διορίσασα δέ, ὅτι ἄλλο Σύμβολον ἔξω ἀπὸ ἐκεῖνο ὁποῦ ἐξέδωκεν ἡ Πρώτη, καὶ ἡ Δευτέρα αἱ οἰκουμενικαί, νὰ μὴ τολμήσῃ νὰ συγγράψῃ τινάς, ἢ ὅλως νὰ προσθέσῃ τι, ἢ νὰ ἀφαιρέσῃ ἀπὸ αὐτό, τοὺς παραβαίνοντας τὸ τοιοῦτον πρόσταγμα, ἀνεθεμάτισεν. Ἐπεκύρωσε δὲ αὕτη ἡ Σύνοδος καὶ τὴν καταδίκην τοῦ Πελαγίου καὶ Κελεστίου, τὴν ὁποίαν ἔλαβον προλαβόντως ἀπὸ πολλὰς τοπικὰς Συνόδους, καὶ μάλιστα ἀπὸ τὴν ἐν Καρθαγένῃ. Κοντὰ δὲ εἰς ταῦτα πάντα καὶ τοὺς παρόντας·

ηʹ. Κανόνας, καὶ τὴν εἰς Παμφυλίαν ταύτην ἐπιστολὴν ἐξέθετο, ἐν τῇ ζʹ. καὶ τελευταίᾳ πράξει αὐτῆς, ἀναγκαίους ὄντας εἰς τὴν τῆς Ἐκκλησίας εὐταξίαν καὶ κατάστασιν, τοὺς ὁποίους ἀορίστως μὲν ἐπεκύρωσεν ὁ αʹ. Κανὼν τῆς δʹ. ὀνομαστὶ δὲ καὶ ὡρισμένως ὁ βʹ. τῆς ϛʹ. καὶ ὁ αʹ. τῆς ζʹ.

Οἱ Ηʹ. Κανόνες τῆς ἁγίας καὶ Οἰκουμενικῆς Γʹ. Συνόδου ἑρμηνευόμενοι. ΚΑΝΩΝ Αʹ. Ἐπειδὴ ἐχρῆν καὶ τοὺς ἀπολειφθέντας τῆς ἁγίας Συνόδου καὶ μείναντας κατὰ χώραν ἢ πόλιν, διά τινα αἰτίαν, ἢ ἐκκλησιαστικήν, ἢ σωματικήν, μὴ ἀγνοῆσαι τὰ περὶ αὐτῶν τετυπωμένα, γνωρίζομεν τῇ ὑμετέρᾳ ἁγιότητι καὶ ἀγάπῃ, ὅτι περ, εἴτις Μητροπολίτης τῆς ἐπαρχίας ἀποστατήσας τῆς ἁγίας καὶ οἰκουμενικῆς Συνόδου, προσέθετο τῷ τῆς ἀποστασίας συνεδρίῳ, ἢ μετὰ τοῦτο προστεθείη, ἢ τὰ τοῦ Κελεστίου ἐφρόνησεν, ἢ φρονήσει, οὗτος κατὰ τῶν τῆς ἐπαρχίας Ἐπισκόπων διαπράττεσθαί τι οὐδαμῶς δύναται, πάσης ἐκκλησιαστικῆς κοινωνίας ἐντεῦθεν ἤδη ὑπὸ τῆς Συνόδου ἐκβεβλημένος καὶ ἀνενέργητος ὑπάρχων. Ἀλλὰ καὶ αὐτοῖς τοῖς τῆς ἐπαρχίας Ἐπισκόποις, καὶ τοῖς πέριξ Μητροπολίταις τοῖς τὰ τῆς ὀρθοδοξίας φρονοῦσιν ὑποκείσεται, εἰς τὸ πάντῃ, καὶ τοῦ βαθμοῦ τῆς ἐπισκοπῆς ἐκβληθῆναι.

Ἑρμηνεία. Οὗτος ὁ Κανὼν δηλοποιεῖ εἰς τοὺς μὴ εὑρεθέντας ἐν τῇ Συνόδῳ τὴν καθαίρεσιν Ἰωάννου Ἀντιοχείας, Θεοδωρήτου Ἐπισκόπου Κύρου, Ἴβα Ἐπισκόπου Ἐδέσσης, καὶ τῶν σὺν αὐτοῖς τριάκοντα Ἐπισκόπων, λέγων· Ἐπειδὴ οἱ μὴ παρουσιάσαντες εἰς τὴν ἁγίαν Σύνοδον ταύτην Ἐπίσκοποι διὰ κᾀμμίαν ὑπόθεσιν αὑτῶν ἐκκλησιαστικήν, ἢ σωματικήν, πρέπει νὰ ἠξεύρουν τὰ περὶ τῶν ῥηθέντων τούτων γενόμενα· δηλοποιοῦμεν εἰς τὴν ὑμετέραν ἀγάπην, ὅτι ὅποιος Μητροπολίτης ἐχωρίσθη μὲν ἀπὸ τὴν ἁγίαν καὶ Οἰκουμενικὴν ταύτην Σύνοδον, ἡνώθη δὲ μὲ τὸ συνέδριον τῆς ἀποστασίας, τοῦ Νεστορίου δηλαδή, καὶ Ἰωάννου καὶ τῶν σὺν αὐτῷ, ἢ θέλει ἑνωθῇ μετὰ ταῦτα· ἢ ἐφρόνησε τὰ τοῦ Κελεστίου αἱρετικὰ δόγματα· οὗτος οὐδεμίαν δύναμιν ἔχει νὰ πράξη τι κακὸν κατὰ τῶν Ἐπισκόπων, ἢ καὶ κατὰ τῶν λαϊκῶν, τῶν ὀρθοδόξων δηλαδή, μὲ τὸ νὰ ἔγινεν ἀπόβλητος ἀπὸ τὴν Σύνοδον ταύτην κάθε ἐκκλησιαστικῆς κοινωνίας καὶ ἱεροπραξίας, καὶ μὲ τὸ νὰ ἔχῃ νὰ γίνεται πάντη ἀπόβλητος εἰς τὸ ἑξῆς τοῦ τῆς Ἐπισκοπῆς βαθμοῦ, καὶ ἀπὸ αὐτοὺς ἀκόμη τοὺς ὀρθοδόξους Ἐπισκόπους, καὶ τοὺς πέριξ ὄντας Μητροπολίτας.

ΚΑΝΩΝ Βʹ. Εἰ δέ τινες ἐπαρχιῶται Ἐπίσκοποι ἀπελείφθησαν τῆς ἁγίας Συνόδου, καὶ τῇ ἀποστασίᾳ προσετέθησαν, ἢ προστεθεῖναι πειραθεῖεν, ἢ καὶ ὑπογράψαντες τῇ Νεστορίου καθαιρέσει ἐπαλινδρόμησαν πρὸς τὸ τῆς ἀποστασίας συνέδριον· τούτους πάντῃ, κατὰ τὸ δόξαν τῇ Ἁγίᾳ Συνόδῳ, ἀλλοτρίους εἶναι τῆς ἱερωσύνης καὶ τοῦ βαθμοῦ ἐκπίπτοντας.

Ἑρμηνεία. Καὶ οὗτος ὁ Κανὼν παρομοίως μὲ τὸν πρῶτον λέγει, ὅτι ἀνίσως τινὲς Ἐπίσκοποι ἐκ τῆς ἐπαρχίας τοῦ Ἀντιοχείας, δὲν εὑρέθησαν παρόντες εἰς τὴν Σύνοδον, ἀλλὰ ἢ ἡνώθησαν μὲ τὴν ἀποστασίαν τοῦ αὐτοῦ Ἀντιοχείας, ἢ θέλουν ἑνωθῇ μετὰ ταῦτα, ἢ καὶ ἀφοῦ ὑπέγραψαν καὶ ἐβεβαίωσαν τὴν τοῦ Νεστορίου καθαίρεσιν, πάλιν ἐγύρισαν εἰς τὸ ἀποστατικὸν αὐτοῦ ἄθροισμα· οὗτοι, λέγω, ἐφάνη εὔλογον εἰς τὴν ἁγίαν Σύνοδον, νὰ ᾖναι ξένοι τῆς ἱερωσύνης καὶ ἀπόβλητοι τοῦ βαθμοῦ τῆς ἐπισκοπῆς.

ΚΑΝΩΝ Γʹ. Εἰ δέ τινες τῶν ἐν ἑκάστη πόλει, ἢ χώρᾳ κληρικῶν ὑπὸ Νεστορίου καὶ τῶν σὺν αὐτῷ ὄντων, τῆς Ἱερωσύνης ἐκωλύθησαν διὰ τὸ ὀρθῶς φρονεῖν, ἐδικαιώσαμεν καὶ τούτους τὸν ἴδιον ἀπολαβεῖν βαθμόν. Κοινῶς δὲ τοὺς τῇ ὀρθοδόξῳ, καὶ οἰκουμενικῇ Συνόδῳ συμφρονοῦντας κληρικοὺς κελεύομεν τοῖς ἀποστατήσασιν ἢ ἀφισταμένοις Ἐπισκόποις μηδ’ ὅλως ὑποκεῖσθαι κατὰ μηδένα τρόπον.

Ἑρμηνεία. Ἐπειδή, Πατριάρχης Κωνσταντινουπόλεως ὢν ὁ Νεστόριος, ἀφώρισε, καὶ ἐκάθηρε τοὺς κληρικοὺς ἐκείνους ὁποῦ δὲν ἦσαν σύμφρονες μὲ αὐτόν, ἀλλὰ καὶ οἱ ὁμόδοξοι τούτῳ Ἐπίσκοποι ἐν ἄλλαις χώραις τὸ αὐτὸ ἔκαμαν· διὰ τοῦτο ὁ παρὼν Κανὼν ἔκρινε δίκαιον νὰ ἀπολάβωσιν οἱ καθαιρεθέντες οὗτοι τὸν ἐδικόν τους βαθμόν. Καὶ καθολικῶς εἰπεῖν, ἐπρόσταξε κατ’ οὐδένα τρόπον νὰ ᾖναι ὑποκείμενοι εἰς τοὺς ἀποστατήσαντας Ἐπισκόπους οἱ κληρικοὶ ἐκεῖνοι, ὁποῦ εἶναι ὁμόφρονες μὲ τὴν ὀρθόδοξον, καὶ Οἰκουμενικὴν Σύνοδον ταύτην.

ΚΑΝΩΝ Δʹ. Εἰ δέ τις ἀποστατήσαιεν τῶν κληρικῶν, καὶ τολμήσαιεν ἢ κατ’ ἰδίαν ἡ δημοσίᾳ, τὰ τοῦ Νεστορίου ἢ τὰ τοῦ Κελεστίου φρονῆσαι, καὶ τούτους εἶναι καθῃρημένους ὑπὸ τῆς ἁγίας Συνόδου δεδικαίωται.

Ἑρμηνεία. Καὶ οὗτος ὁ παρὼν Κανὼν παρομοίως μὲ τὸν ἀνωτέρω διαλαμβάνει διὰ τοὺς κληρικοὺς ἐκείνους ὁποῦ ἤθελαν ἀποστατήσει, καὶ ἢ κατ’ ἰδίαν, ἢ καὶ δημοσίως, ἤθελαν τολμήσει νὰ φρονῶσιν, ἢ νὰ διδάσκωσι τὸ δόγμα τοῦ Νεστορίου, καὶ τοῦ ὁμόφρονος αὐτῷ Κελεστίου, λέγων, ὅτι ἐκρίθη δίκαιον ἀπὸ τὴν ἁγίαν Σύνοδον, νὰ ᾖναι οἱ τοιοῦτοι ἀπὸ τὸν βαθμόν τους καθῃρημένοι.

ΚΑΝΩΝ Εʹ. Ὅσοι δὲ ἐπὶ ἀτόποις πράξεσι κατεκρίθησαν ὑπὸ τῆς ἁγίας Συνόδου, ἢ ὑπὸ τῶν οἰκείων Ἐπισκόπων, καὶ τούτοις ἀκανονίστως κατὰ τὴν ἐν ἅπασιν ἀδιαφορίαν αὑτοῦ ὁ Νεστόριος, καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες ἀποδοῦναι ἐπειράθησαν, ἢ πειραθεῖεν, κοινωνίαν, ἢ βαθμόν, ἀνωφελήτους μένειν καὶ τούτους, καὶ εἶναι οὐδὲν ἧττον καθῃρημένους ἐδικαιώσαμεν.

Ἑρμηνεία. Ὁ παρὼν Κανὼν διορίζεται, ὅτι ὅσοι μὲν κληρικοὶ διά τινα ἁμαρτήματα, ἀφορισμόν, ἢ καθαίρεσιν ἐπάγοντα, ἀφωρίσθησαν, ἢ καθῃρέθησαν ἀπὸ τὴν ἁγίαν Σύνοδον ταύτην, ἢ ἀπὸ τοὺς ἐδικούς των Ἐπισκόπους, ὁ δὲ Νεστόριος, καὶ οἱ τούτου ὁμόφρονες, χωρὶς νὰ κάμουν κᾀμμίαν διαφορὰν ἀναμέσον κεκωλυμένου καὶ ἀκωλύτου, ἢ ἐτόλμησαν νὰ δώσουν εἰς αὐτοὺς συγχώρησιν τοῦ ἀφορισμοῦ καὶ τῆς ἱερωσύνης ἐνέργειαν, ἢ καὶ θέλουν τολμήσει μετὰ ταῦτα· οὗτοι, λέγω, ἐκρίναμεν δίκαιον νὰ μένουν ἀνωφελεῖς ἀπὸ τὴν τοιαύτην παρὰ Κανόνας συγχώρησιν, καὶ νὰ ᾖναι πάλιν ὥσπερ καὶ πρότερον καθῃρημένοι.

ΚΑΝΩΝ ΣΤʹ. Ὁμοίως δὲ καὶ οἵτινες βουληθεῖεν τὰ περὶ ἑκάστου πεπραγμένα ἐν τῇ ἁγίᾳ Συνόδῳ τῇ ἐν Ἐφέσῳ, οἱῳδήποτε τρόπῳ παρασαλεύειν, ἡ ἁγία Σύνοδος ὥρισεν, εἰ μὲν Ἐπίσκοποι εἶεν, ἢ κληρικοί, τοῦ οἰκείου παντελῶς ἀποπίπτειν βαθμοῦ, εἰ δὲ λαϊκοί, ἀκοινωνήτους ὑπάρχειν.

Ἑρμηνεία. Οἱ μὲν ἀνωτέρω Κανόνες μερικώτεροί εἰσιν, οὗτος δὲ κοινῶς διορίζεται, ὅτι, ὅσοι ἤθελαν τολμήσουν νὰ παρασαλεύσουν μὲ οἱονδήτινα τρόπον τὰ περὶ ἑκάστου ζητήματος πραχθέντα ἐν τῇ ἐν Ἐφέσῳ Συνόδῳ, οὗτοι, εἰ μὲν Ἐπίσκοποι εἶναι, ἢ κληρικοί, νὰ καθαιροῦνται, εἰ δὲ λαϊκοί, νὰ ἀφορίζωνται.

ΚΑΝΩΝ Ζʹ. Τούτων ἀναγνωσθέντων, ὥρισεν ἡ ἁγία Σύνοδος, ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προσφέρειν, ἢ γοῦν συγγράφειν, ἢ συντιθέναι, παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων Πατέρων τῶν ἐν τῇ Νικαέων συναχθέντων πόλει, σὺν ἁγίῳ Πνεύματι· τοὺς δὲ τολμῶντας, ἢ συντιθέναι πίστιν ἑτέραν, ἡ γοῦν προσκομίζειν, ἢ προσφέρειν τοῖς θέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, ἢ ἐξ ἑλληνισμοῦ, ἢ ἐξ ἰουδαϊσμοῦ, ἢ γοῦν ἐξ αἱρέσεως οἱασδήποτε, τούτους, εἰ μὲν εἶεν Ἐπίσκοποι, ἢ Κληρικοί, ἀλλοτρίους εἶναι τοὺς Ἐπισκόπους τῆς Ἐπισκοπῆς, καὶ τοὺς Κληρικοὺς τοῦ κλήρου, εἰ δὲ Λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι. Κατὰ τὸν ἶσον δὲ τρόπον, εἰ φωραθεῖέν τινες, εἴτε Ἐπίσκοποι, εἴτε Κληρικοί, εἴτε Λαϊκοί, ἢ φρονοῦντες, ἢ διδάσκοντες τὰ ἐν τῇ προκομισθείσῃ ἐκθέσει παρὰ Χαρισίου τοῦ Πρεσβυτέρου, περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἢ γοῦν τὰ μιαρὰ καὶ διεστραμμένα τοῦ Νεστορίου δόγματα, ἃ καὶ ὑποτέτακται, ὑποκείσθωσαν τῇ ἀποφάσει τῆς ἁγίας ταύτης καὶ Οἰκουμενικῆς Συνόδου. Ὥστε δηλονότι, τὸν μὲν Ἐπίσκοπον ἀπαλλοτριοῦσθαι τῆς Ἐπισκοπῆς, καὶ εἶναι καθῃρημένον, τὸν δὲ κληρικὸν ὁμοίως ἐκπίπτειν τοῦ Κλήρου. Εἰ δὲ Λαϊκός τις εἴη, καὶ οὗτος ἀναθεματιζέσθω, καθ’ ἃ εἴρηται.

Ἑρμηνεία. Ἐπειδὴ εἰς τὴν ἁγίαν, καὶ Οἰκουμενικὴν ταύτην Σύνοδον ἀνεγνώσθησαν, καὶ τὸ Σύμβολον τῆς ἁγίας καὶ Οἰκουμενικῆς αʹ. Συνόδου τῆς ἐν Νικαίᾳ, καὶ τὸ Σύμβολον τοῦ Ἰουδαιόφρονος Νεστορίου, ἐν ᾧ τὰ μιαρὰ αὐτοῦ δόγματα περιείχοντο, τὸ ὁποῖον ὁ Χαρίσιος Πρεσβύτερος τῆς Φιλαδελφείας ἔφερεν εἰς τὴν Σύνοδον: διὰ ταύτην τὴν ἀφορμήν, μετὰ τὴν τούτων ἀνάγνωσιν, τοῦτον τὸν Κανόνα ἡ ἁγία αὕτη Σύνοδος ἐξέδωκεν, ὁρίσασα, ὅτι δὲν εἶναι συγκεχωρημένον εἰς κᾀνένα νὰ συνθέτῃ καὶ νὰ συγγράφῃ, ἢ νὰ προσφέρῃ εἰς τοὺς πρὸς τὴν ὀρθοδοξίαν ἐπιστρέφοντας ἄλλην πίστιν, ἤγουν ἄλλο Σύμβολον πίστεως, ἔξω ἀπὸ τὸ Σύμβολον τῆς πίστεως τὸ ὁρισθὲν ἀπὸ τοὺς ἁγίους Πατέρας τοὺς συναχθέντας ἐν τῇ πόλει Νικαέων, διὰ φωτισμοῦ τοῦ ἁγίου Πνεύματος. Ἐκεῖνοι δὲ ὁποῦ τολμήσουν, ἢ νὰ συνθέσουν ἄλλο Σύμβολον πίστεως, ἢ νὰ προβάλλουσιν αὐτὸ εἰς τὸ φανερόν, καὶ νὰ προσφέρουν εἰς τοὺς ἐξ Ἑλλήνων καὶ Ἰουδαίων καὶ αἱρετικῶν ἐπιστρέφοντας πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, οἱ τοιοῦτοι, εἰ μὲν Ἐπίσκοποι ὧσι, καὶ Κληρικοί, νὰ ἦναι τῆς Ἐπισκοπῆς καὶ τοῦ κλήρου ἀπόβλητοι, εἰ δὲ Λαϊκοί, νὰ ἀναθεματίζωνται.

Παρομοίως δὲ καὶ ὅσοι φανερωθοῦν πῶς φρονοῦν καθ’ ἑαυτούς, ἢ διδάσκουν τοὺς ἄλλους τὰ μιαρὰ καὶ αἱρετικὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τοῦ Νεστορίου δόγματα, τὰ περιεχόμενα εἰς τὴν ὑπ’ αὐτοῦ μὲν συντεθεῖσαν ἔκθεσιν πίστεως, κομισθεῖσαν δὲ εἰς τὴν Σύνοδον ταύτην ἀπὸ τὸν Πρεσβύτερον Χαρίσιον, καὶ οὗτοι, λέγω, εἰ μὲν Ἐπίσκοποι ὦσι καὶ Κληρικοί, νὰ ᾖναι καθῃρημένοι, καὶ τῆς ἐπισκοπῆς καὶ τοῦ Κλήρου ἀπόβλητοι, εἰ δὲ Λαϊκοί, νὰ ἀναθεματίζωνται, ὡς προείπομεν.

ΚΑΝΩΝ Ηʹ. Πρᾶγμα παρὰ τοὺς Ἐκκλησιαστικοὺς θεσμούς, καὶ τοὺς Κανόνας τῶν ἁγίων Ἀποστόλων καινοτομούμενον, καὶ τῆς πάντων ἐλευθερίας ἁπτόμενον προσήγγειλεν ὁ θεοφιλέστατος συνεπίσκοπος Ῥηγῖνος, καὶ οἱ σὺν αὐτῷ θεοφιλέστατοι Ἐπίσκοποι τῆς Κυπρίων ἐπαρχίας Ζήνων, καὶ Εὐάγριος Ὅθεν ἐπειδὴ τὰ κοινὰ πάθη μείζονος δεῖται τῆς θεραπείας, ὡς καὶ μείζονα τὴν βλάβην φέροντα, καὶ μάλιστα, εἰ μὴ δὶ ἔθος ἀρχαῖον παρηκολούθησεν, ὥστε τὸν Ἐπίσκοπον τῆς Ἀντιοχέων πόλεως τὰς ἐν Κύπρῳ προεῖσθαι χειροτονίας, καθ’ ἃ διὰ τῶν Λιβέλλων καὶ τῶν οἰκείων φωνῶν ἐδίδαξαν οἱ εὐσεβέστατοι ἄνδρες, οἱ τὴν πρόσοδον τῇ ἁγίᾳ Συνόδῳ ποιησάμενοι ἕξουσι τὸ ἀνεπηρέαστον καὶ ἀβίαστον οἱ τῶν ἁγίων ἐκκλησιῶν, τῶν κατὰ τὴν Κύπρον προεστῶτες, κατὰ τοὺς Κανόνας τῶν ὁσίων Πατέρων, καὶ τὴν ἀρχαίαν συνήθειαν, δι’ ἑαυτῶν τὰς χειροτονίας τῶν εὐλαβεστάτων Ἐπισκόπων ποιοῦμεν.

Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων διοικήσεων, καὶ τῶν ἁπανταχοῦ Ἐκκλησιῶν παραφυλαχθήσεται, ὥστε μηδένα τῶν Θεοφιλεστάτων Ἐπισκόπων ἐπαρχίαν ἑτέραν οὐκ οὖσαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ὑπὸ τοῦ αὑτοῦ, ἤγουν τῶν πρὸ αὐτοῦ, χεῖρα καταλαμβάνειν, ἀλλ’ εἰ καί τις κατέλαβε, καὶ ὑφ’ ἑαυτὸν πεποίηται βιασάμενος, ταύτην ἀποδιδόναι, ἵνα μὴ τῶν Πατέρων οἱ Κανόνες παραβαίνωνται μηδὲ ἐν ἱερουργίας προσχήματι, ἐξουσίας τύφος κοσμικῆς παρεισδύηται, μηδὲ λάθωμεν τὴν ἐλευθερίαν κατὰ μικρὸν ἀπολέσαντες, ἣν ἡμῖν ἐδωρήσατο τῷ ἰδίῳ αἵματι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ πάντων ἀνθρώπων ἐλευθερωτής. «Ἔδοξε τοίνυν τῇ ἁγίᾳ καὶ Οἰκουμενικῇ Συνόδῳ σώζεσθαι ἑκάστῃ ἐπαρχίᾳ καθαρὰ καὶ ἀβίαστα τὰ αὐτῇ προσόντα δίκαια, ἐξ ἀρχῆς ἄνωθεν κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ἄδειαν ἔχοντος ἑκάστου Μητροπολίτου τὰ ἶσα τῶν πεπραγμένων πρὸς τὸ οἰκεῖον ἀσφαλὲς ἐκλαβεῖν. Εἰ δέ τις μαχόμενον τύπον τοῖς νῦν ὡρισμένοις προκομίσοι, ἄκυρον τοῦτον εἶναι ἔδοξε τῇ ἁγίᾳ πάσῃ καὶ Οἰκουμενικῇ Συνόδῳ.»

Ἑρμηνεία. Ἐπειδὴ ἡ Κύπρος, κατὰ τὴν ἐξωτερικὴν διοίκησιν, ἦτο ὑποκειμένη εἰς τὸν Δοῦκα τῆς Ἀντιοχείας, ὅστις καὶ ἔστελλε στρατηγὸν εἰς αὐτήν, ἐντεῦθεν ὁ Ἀντιοχείας τὸν ἐξωτερικὸν τοῦτον καὶ πολιτικὸν τύπον καὶ νόμον μιμούμενος, ἠθέλησε νὰ δείξῃ ὑποκειμένην εἰς τὸν ἑαυτόν του τὴν αὐτὴν Κύπρον, καὶ κατὰ τὴν ἐσωτερικήν, καὶ ἐκκλησιαστικὴν διοίκησιν, χειροτονῶν τοὺς ἐν Κύπρῳ Ἐπισκόπους ὑπερόρια, καὶ οὐ κατὰ παλαιὸν ἔθος ἀκολουθῆσαν. Πρᾶγμα ὁποῦ εἶναι ἔξω ἀπὸ τοὺς Ἀποστολικοὺς Κανόνας τὸν λδʹ. καὶ λεʹ. Ἀποδεξαμένη λοιπὸν ἡ Σύνοδος τὸν τῆς Κωνσταντίας, ἥτις πάλαι μὲν Σαλαμῖνα ἐλέγετο, τώρα δὲ Ἀμμόχωστος, Ἀρχιεπίσκοπον Ῥηγῖνον, καὶ τοὺς σὺν αὐτῷ Ἐπισκόπους Ζήνωνα τὸν Κυρήνης, καὶ Εὐάγριον Σόλων, τοὺς καὶ διὰ γραμμάτων καὶ διὰ ζώσης φωνῆς ἀναγγείλαντας ταῦτα, θεσπίζει διὰ τοῦ παρόντος Κανόνος, ὅτι κατὰ τοὺς Κανόνας, καὶ κατὰ τὴν ἀρχαίαν συνήθειαν οἱ τῆς Κύπρου Μητροπολῖται νὰ χειροτονοῦν αὐτοὶ ἀφ’ ἑαυτῶν τοὺς ἐν τῇ Κύπρῳ Ἐπισκόπους, καὶ ἀπὸ ἄλλον νὰ μένουν ἀνενόχλητοι καὶ ἀβίαστοι.

Κάμνοντες δὲ τὸν Κανόνα γενικὸν καὶ καθολικὸν οἳ Πατέρες ταύτης, προσθέτουσιν, ὅτι τοῦτο τὸ ἴδιον νὰ φυλάττεται καὶ εἰς τὰς ἄλλας ἁπανταχοῦ διοικήσεις καὶ ἐπαρχίας, ὥστε ὁποῦ νὰ μὴ σφετερίζῃ, καὶ οἰκειοποιῆται κἀνένας Ἐπίσκοπος ἄλλην ἐπαρχίαν ὁποῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς δὲν ἐστάθη ὑποκειμένη, ἢ εἰς τὴν ἐξουσίαν αὐτοῦ, ἢ εἰς τὴν τῶν προκατόχων αὐτοῦ. Ἐὰν δέ τινας μὲ βίαν οἰκειοποιηθῇ ταύτην, νὰ τὴν ἐπιστρέφῃ ὀπίσω, ἵνα μὴ παραβαίνωνται οἱ Κανόνες τῶν Πατέρων, καὶ ἵνα μὴ οἱ Ἀρχιερεῖς ὡς κάλυμμα προβάλλοντες τὴν ἱερουργίαν τάχα, ὑποκάτω εἰς αὐτὴν κοσμικῆς ἐξουσίας κενοδοξίαν κρυφίως λαμβάνωσι, καὶ ἐντεῦθεν δουλούμενοι εἰς τὴν ἀδικίαν, χάσουν ὀλίγον κατ’ ὀλίγον τὴν ἐλευθερίαν, τὴν ὁποίαν ὁ πάντων ἀνθρώπων ἐλευθερωτὴς Ἰησοῦς Χριστὸς ἐχάρισεν εἰς ἡμᾶς μὲ τὸ ἴδιον αἷμά του. Λοιπὸν ἐφάνη εὔλογον εἰς τὴν ἁγίαν ταύτην Οἰκουμενικὴν Σύνοδον νὰ μένουν καθαρὰ καὶ ἀβίαστα τὰ δίκαια προνόμια ὁποῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπὸ παλαιὰν συνήθειαν ἡ κάθε ἐπαρχία ἔλαβε, καὶ ὁ κάθε Μητροπολίτης νὰ ἔχῃ τὴν ἄδειαν νὰ λαμβάνῃ τὸ ἶσον τοῦ παρόντος Κανόνος, πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῶν τῆς Μητροπόλεως αὑτοῦ προνομίων.

Ἐὰν δέ τινας ἤθελε δείξει τύπον, ἤτοι πολιτικὸν νόμον καὶ βασιλικὸν ἐναντίον εἰς τὸν παρόντα Κανόνα, ἐφάνη εὔλογον εἰς ὅλην ταύτην τὴν ἁγίαν Σύνοδον, ὁ πολιτικὸς αὐτὸς νόμος νὰ μένῃ ἄκυρος καὶ ἀργός. Ἀνάγνωθι καὶ τὰς ἑρμηνείας τοῦ λδʹ. καὶ λεʹ. Ἀποστολικοῦ.

Τῆς αὐτῆς ἁγίας, καὶ Οἰκουμενικῆς τρίτης Συνόδου ἐπιστολὴ πρὸς τὴν ἐν Παμφυλίᾳ εὐαγῆ Σύνοδον ὑπὲρ Εὐσταθίου τοῦ γενομένου αὐτῶν Μητροπολίτου. «Μετὰ βουλῆς πάντα ποίει, τῆς Θεοπνεύστου λεγούσης Γραφῆς, ἐχρῆν δὴ μάλιστα τοὺς ἱερᾶσθαι λαχόντας μετὰ πάσης ἀκριβείας τὴν ἐφ’ ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι διάσκεψιν. Διαβιοῦν γὰρ οὕτως ἐθέλουσιν, ἐν καλῷ τῆς ἐλπίδος κεῖσθαι τὰ κατ’ αὐτούς, καὶ οἷον ἐξ οὐρίας ἐν τοῖς κατ’ εὐχὴν ἀποφέρεσθαι, συμβαίνει, καὶ πολὺ τό γε εἰκὸς ὁ λόγος ἔχει. Ἀλλ’ οἶδεν ἐσθ’ ὅτε, δριμεῖα, καὶ ἀφόρητος λύπη κατασκήψασα νοῦ, καταθολῶσαί τε δεινῶς αὐτόν, καὶ τῆς τῶν δεόντων ἀποκομίσαι θήρας, ἀναπεῖσαί τε τὸ πεφυκὸς ἀδικεῖν, ὥς τι τῶν ὀνησιφόρων ἰδεῖν. Τοιοῦτόν τι πεπονθότα τεθεάμεθα τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Εὐστάθιον. Κεχειροτόνηται μὲν γάρ, ὡς μεμαρτύρηται, κανονικῶς· τεθορυβημένος δέ, ὥς φησι, παρά τινων καὶ ἀδοκήτοις περιστάσεσιν ἐμβεβηκός, εἶτα ἐκ πολλῆς ἄγαν ἀπραγμοσύνης ἀπειρηκὼς τὴν ἀντίστασιν τῶν ἐπενηνεγμένων αὐτῷ φροντίδων καὶ διακρούεσθαι τὰς παρὰ τῶν ἐπιφυομένων αὐτῷ δυσφημίας δυνάμενος, παραιτήσεως, οὐκ ἴσμεν ὅπως, προεκόμισε βιβλίον. Ἔδει γὰρ ὡς ἅπαξ ἐγκεχειρισμένον ἱερατικὴν φροντίδα, ταύτης ἔχεσθαι μετ’ εὐρωστίας πνευματικῆς, καὶ οἷον ἀνταποδύεσθαι τοῖς πόνοις, καὶ ἱδρῶτα τὸν ἔμμισθον ἐθελοντὶ ὑπομεῖναι.

Ἐπειδὴ δὲ ἅπαξ ὀλιγόρως ἔχοντα παρέδειξεν ἑαυτόν, τοῦτο παθὼν ἐξ ἀπραγμοσύνης μᾶλλον, ἢ ὄκνου καὶ ῥᾳθυμίας, κεχειροτόνηκεν ἀναγκαίως ἡ ὑμετέρα θεοσέβεια τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον ἀδελφὸν ἡμῶν, καὶ συνεπίσκοπον Θεόδωρον, φροντιοῦντα τῆς Ἐκκλησίας. Οὐ γὰρ ἦν ἀκόλουθον χηρεύειν αὐτήν, καὶ ἐπιστάτου δίχα διατελεῖν τοῦ Σωτῆρος τὰ ποίμνια. Ἐπειδὴ δὲ προσῆλθε κλαίων, οὐ περὶ τῆς πόλεως, οὐδὲ τῆς Ἐκκλησίας φιλονεικῶν τῷ μνημονευθέντι θεοσεβεστάτῳ Ἐπισκόπῳ Θεοδώρῳ· ἐξαιτῶν δὲ τέως τὴν τοῦ Ἐπισκόπου τιμὴν καὶ κλῆσιν, συνηλγήσαμεν ἅπαντες τῷ Πρεσβύτῃ, καὶ κοινὸν εἶναι λογισάμενοι τὸ αὐτοῦ δάκρυον, ἐσπεύδομεν μαθεῖν, εἰ καθαίρεσιν ἔννομον ὑπομεμένηκεν ὁ μνημονευθείς, ἢ γοῦν ἐπί τισι τῶν ἀτόπων ἐλήλεκται παρά τινων, καταφλυαρησάντων αὐτοῦ τῆς ὑπολήψεως, καὶ δὴ ἐμάθομεν πεπράχθαι μὲν τοιοῦτον οὐδέν, γενέσθαι δὲ μᾶλλον τῷ μνημονευθέντι ἀντὶ ἐγκλήματος τὴν παραίτησιν. Ὅθεν οὐδὲ τῇ ὑμετέρᾳ θεοσεβείᾳ ἐμεμψάμεθα χειροτονησάσῃ δεόντως εἰς τὸν αὐτοῦ τόπον τὸν μνημονευθέντα εὐλαβέστατον Ἐπίσκοπον Θεόδωρον.

Ἐπειδὴ δὲ τῇ ἀπραγμοσύνῃ τοῦ ἀνδρὸς οὐ σφόδρα φιλονεικεῖν ἀκόλουθον, ἔδει δὲ μᾶλλον ἐλεῆσαι πρεσβύτην, ἔξω καὶ πόλεως τῆς ἐνεγκούσης αὐτόν, καὶ πατρῴων ἐνδιαιτημάτων ἐν μακροῖς οὕτω γεγονότα χρόνοις, ἐδικαιώσαμεν καὶ ὡρίσαμεν δίχα πάσης ἀντιλογίας ἔχειν αὐτόν, τό, τε τῆς Ἐπισκοπῆς ὄνομα, καὶ τὴν τιμὴν καὶ κοινωνίαν. Οὕτω μέντοι, ὥστε μὴ χειροτονεῖν αὐτὸν μήτε μὴν ἐκκλησίαν καταλαβόντα ἱερουργεῖν ἐξ ἰδίας αὐθεντίας, ἀλλ’ εἰ ἄρα συμπαραλαμβανόμενον, εἴτουν ἐπιτρεπόμενον, εἰ τύχοι, παρὰ ἀδελφοῦ καὶ συνεπισκόπου, κατὰ διάθεσιν καὶ ἀγάπην τὴν ἐν Χριστῷ.

Εἰδέ τι βουλεύσησθε χρηστότερον ἐπ’ αὐτῷ, ἢ νῦν, ἢ εἰς τὸ μετὰ ταῦτα, ἀρέσει καὶ τοῦτο τῇ ἁγίᾳ Συνόδῳ».

Ἑρμηνεία. Ὁ Εὐστάθιος οὗτος, περὶ οὗ λέγει ἡ παροῦσα ἐπιστολή, Ἐπίσκοπος ἦτο τῆς Παμφυλίας, ἥτις ἐστὶν ἐπαρχία τῆς Ἀτταλείας. Πεσὼν δὲ εἰς τὰς φροντίδας καὶ ὑποθέσεις τῆς Ἐπισκοπῆς, καὶ ἀποκαμὼν διὰ τὴν μικροψυχίαν καὶ ἀπειρίαν ὁποῦ εἶχε τῶν τῆς Ἐπισκοπῆς πραγμάτων καὶ πειρασμῶν, ἐποίησεν ἐγγράφως παραίτησιν, ὅθεν εἰς τὸν τόπον αὐτοῦ ἐχειροτόνησεν ἄλλον ἡ ἐκεῖσε Σύνοδος. Οὗτος λοιπὸν μετὰ ταῦτα ἦλθεν εἰς τὴν ἁγίαν ταύτην καὶ Οἰκουμενικὴν Σύνοδον μετὰ δακρύων, ζητῶν, ὄχι τὴν Ἐπισκοπὴν ὁποῦ παρῄτησεν, ἀλλὰ τὸ νὰ ἔχῃ τὴν τιμὴν καὶ τὸ ὄνομα τοῦ Ἐπισκόπου.

Ἡ δὲ Σύνοδος συναλγήσασα, καὶ συμπονέσασα τοῦτον, τοῦτο μὲν διὰ τὸ γῆρας αὐτοῦ καὶ τὰ δάκρυα, καὶ τὴν ἀποξένωσιν τῆς πατρίδος, καὶ τῶν πατρικῶν αὐτοῦ οἴκων, ἐξαιρέτως δέ, καὶ μάλιστα, διὰ τί, ὄχι διά τινα κακίαν του καθαιρεθεὶς παρῃτήσατο, ὄχι διὰ ἀμέλειάν του καὶ ῥαθυμίαν (δι’ ὅτι ἂν ταῦτα ἤθελαν ἀκολουθήσει, βεβαιότατα δὲν ἤθελε τὸν ἐλεήσει ποτὲ ἡ Σύνοδος, οὐδὲ ψιλὸν τὸ ὄνομα τοῦ Ἐπισκόπου ἤθελε δώσει εἰς αὐτὸν), ἀλλὰ διὰ τὴν μικροψυχίαν του καὶ ἀνεπιτηδειότητα εἰς τὰ πράγματα, ὥρισε νὰ ἔχῃ καὶ τὸ ὄνομα τοῦ Ἐπισκόπου, ἤγουν τὸ νὰ λέγεται Ἐπίσκοπος, καὶ τὴν τιμήν, ἤτοι τὸ νὰ συγκάθηται μὲ τοὺς Ἐπισκόπους, καὶ τὴν κοινωνίαν, ἤγουν τὸ νὰ συμμεταλαμβάνῃ, καὶ νὰ συλλειτουργῇ, καὶ νὰ συγχειροτονῇ μετὰ Ἐπισκόπων, ὄχι ὅμως αὐτὸς ἀπὸ λόγου του, ἀλλὰ μὲ τὴν ἄδειαν καὶ ἐπιτροπὴν τοῦ κατὰ τόπον Ἐπισκόπου. Λέγει δὲ πρὸς τούτοις εἰς τοὺς τῆς Παμφυλίας Ἐπισκόπους ἡ Σύνοδος, πῶς, ὅτι ἄλλο στοχασθοῦν καλλίτερον καὶ ἀνώτερον διὰ νὰ δώσουν εἰς τὸν Εὐστάθιον, ἢ τώρα ἢ μετὰ ταῦτα, θέλει ἀρέσει τοῦτο καὶ εἰς αὐτήν. Τοῦτο δὲ δὲν εἶναι ἄλλο, καθὼς ἑρμηνεύει ὁ Ἀνώνυμος ἐξηγητής, πάρεξ, τὸ νὰ τὸν καταστήσουν Ἐπίσκοπον εἰς κἀμμίαν σχολάζουσαν ἐπαρχίαν.