Ἡμεῖς τοιγαροῦν καὶ παρθενίαν μετὰ ταπεινοφροσύνης θαυμάζομεν, καὶ ἐγκράτειαν μετὰ σεμνότητος καὶ θεοσεβείας γινομένην ἀποδεχόμεθα, καὶ ἀναχώρησιν τῶν ἐγκοσμίων πραγμάτων μετὰ ταπεινοφροσύνης ἀγάμεθα, καὶ γάμου συνοίκησιν σεμνὴν τιμῶμεν, καὶ πλοῦτον μετὰ δικαιοσύνης καὶ εὐποιΐας, οὐκ ἐξουθενοῦμεν, καὶ λιτότητα καὶ εὐτέλειαν ἀμφιασμάτων, δι’ ἐπιμέλειαν μόνον τοῦ σώματος, ἀπερίεργον, ἐπαινοῦμεν, τὰς δὲ ἐκλύτους καὶ τετρυμένας ἐν τῇ ἐσθῆτι περιόδους ἀποστρεφόμεθα, καὶ τοὺς οἴκους τοῦ Θεοῦ τιμῶμεν, καὶ τὰς Συνόδους τὰς ἐπ’ αὐτοῖς, ὡς Ἁγίας καὶ ἐπωφελεῖς ἀσπαζόμεθα, οὐ συγκλείοντες τὴν εὐσέβειαν ἐν τοῖς οἴκοις, ἀλλὰ πάντα τόπον τὸν ἐπ’ ὀνόματι τοῦ Θεοῦ οἰκοδομηθέντα τιμῶντες, καὶ τὴν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ συνέλευσιν, ὡς ὠφέλειαν τοῦ κοινοῦ, προσιέμεθα, καὶ τὰς καθ’ ὑπερβολὴν εὐποιΐας τῶν ἀδελφῶν, τὰς κατὰ τὰς παραδόσεις διὰ τῆς Ἐκκλησίας εἰς τοὺς πτωχοὺς γινομένας, μακαρίζομεν, καὶ πάντα συνελόντως εἰπεῖν, τὰ παραδοθέντα ὑπὸ τῶν θείων Γραφῶν καὶ Ἀποστολικῶν παραδόσεων, ἐν τῇ Ἐκκλησίᾳ γίνεσθαι εὐχόμεθα.