Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τὰ τοπικὰ σύνοδα

Νικόδημος ὁ Ἁγιορείτης

Σχόλια στην Πρωτοδευτέρα Σύνοδο

Εισαγωγικά στοιχεία, ιστορικό πλαίσιο και ερμηνεία των κανόνων της Πρωτοδευτέρας Συνόδου, οι οποίοι ρυθμίζουν ζητήματα μοναχισμού, εκκλησιαστικής τάξης και διοίκησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 1 από 15

ΠΕΡΙ ΤΗΣ ΠΡΩΤΗΣ ΚΑΙ ΔΕΥΤΕΡΑΣ ΛΕΓΟΜΕΝΗΣ ΣΥΝΟΔΟΥ ΠΡΟΛΕΓΟΜΕΝΑ Ἡ Σύνοδος αὕτη ἐπιγράφεται οὕτως ἀπὸ τὸν Ζωναρᾶν, Βαλσαμῶνα, Βλάσταριν καὶ ἄλλους. Ἡ ἁγία καὶ μεγάλη Πρώτη καὶ Δευτέρα Σύνοδος, ἡ ἐν Κωνσταντινουπόλει συστᾶσα ἐν τῷ πανσέπτῳ Ναῷ τῶν ἁγίων Ἀποστόλων· συνήχθη (δὲ αὕτη) ἐπὶ Μιχαὴλ Βασιλέως τοῦ υἱοῦ Θεοφίλου, καὶ Βάρδα Καίσαρος, τοῦ ἀπὸ μητρὸς θείου αὐτοῦ, ἐν ἔτει 861. Πατέρες δὲ ἦσαν ἐν αὐτῇ τριακόσιοι δεκαοκτώ, ἀπὸ τοὺς ὁποίους ὑπερέχοντες ἦσαν, ὅτε Κωνσταντινουπόλεως ἁγιώτατος Φώτιος, νεωστὶ τότε μετὰ τὸ ἐξορισθῆναι τὸν θεῖον Ἰγνάτιον εἰς Μιτυλήνην, βίᾳ καὶ δυναστείᾳ τοῦ Καίσαρος Βάρδα, εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως ὑψωθείς, καὶ οἱ τοποτηρηταὶ τοῦ Πάπα Νικολάου, ὅτε Πόρτου Ῥοδόαλδος καὶ Ἀναγνίας Ζαχαρίας, οἵτινες ἦσαν τότε ἐν Κωνσταντινουπόλει, ἀποσταλέντες κατὰ τῶν εἰκονομάχων.

Ἡ αἰτία δὲ διὰ τὴν ὁποίαν ὀνομάζεται Πρώτη καὶ Δευτέρα εἶναι, κατὰ τὸν Ζωναρᾶν, Βαλσαμῶνα Βλάσταριν καὶ Μίλιαν αὕτη. Ἐγένετο πρώτη συνέλευσις τῆς Συνόδου ταύτης, καὶ ἀφ’ οὗ οἱ ὀρθόδοξοι διελέχθησαν μὲ τοὺς ἑτεροδόξους (ἴσως οὗτοι ἦσαν τὰ λείψανα ὁποῦ ἔμειναν ἀπὸ τοὺς εἰκονομάχους, ὡς εἴπομεν), καὶ ἐνίκησαν μὲν οἱ ὀρθόδοξοι, ἐνικήθησαν δὲ οἱ ἑτερόδοξοι, ἀπεφασίσθη νὰ γραφοῦν ὅσα ἐλαλήθησαν ἐν τῇ Συνόδῳ, ἵνα διαμένωσι βέβαια καὶ ἀσφαλῆ. Οἱ δὲ αἱρετικοὶ μὴ ὑποφέροντες νὰ γραφοῦν ταῦτα διὰ νὰ μὴ φανοῦν ὅτι ἐνικήθησαν, καὶ ἀκολούθως διὰ νὰ μὴ ἀποδιωχθοῦν ἀπὸ τὴν Ἐκκλησίαν καὶ τὴν ὁμήγυριν τῶν πιστῶν, τόσην ταραχὴν καὶ πόλεμον ἔκαμαν, ὥστε ὁποῦ εὔγαλαν καὶ μαχαίρια, καὶ φονικὰ ἔκαμαν· καὶ τοιουτοτρόπως διελύθη ἡ πρώτη συνέλευσις, χωρὶς νὰ γένῃ κᾀνένας ἔγγραφος ὅρος καὶ ἀποτέλεσμα. Μετὰ παρέλευσιν δὲ καιροῦ, πάλιν ἐγένετο τῆς αὐτῆς Συνόδου δευτέρα συνέλευσις, καὶ πάλιν διάλεξις ἔγινε τῶν ὀρθοδόξων μετὰ τῶν αἱρετικῶν περὶ τῶν αὐτῶν, καὶ τότε συνεγράφησαν τὰ λαληθέντα περὶ πίστεως δόγματα. Ὅθεν διὰ τοῦτο ἡ Σύνοδος αὕτη, μία οὖσα κυρίως καὶ ἀληθῶς, πρώτη καὶ δευτέρα ἐπωνομάσθη διὰ τὴν περίστασιν ταύτης τῆς πρώτης καὶ δευτέρας αὐτῆς συνελεύσεως. Ἐν δὲ τῇ Βʹ. αὐτῆς συνελεύσει ἐξεδόθησαν καὶ οἱ παρόντες ιζʹ.

Κανόνες, ἀναγκαῖοι μὲν ὄντες εἰς τὴν τῆς Ἐκκλησίας εὐκοσμίαν καὶ κατάστασιν, βεβαιούμενοι δὲ καὶ ἐπικυρούμενοι ἀπό τε τοῦ Νομοκάνονος τοῦ Φωτίου, ἀπὸ τοὺς ἑρμηνευτὰς τῶν Κανόνων, καὶ ἀπὸ ὅλην τὴν Ἐκκλησίαν. Σημείωσαι δὲ ὅτι ἔν τισι χειρογράφοις Κώδηξι τριάκοντα Κανόνες εὑρίσκονται εἰς ὄνομα τῆς παρούσης Συνόδου ἐπιγραφόμενοι· ἀλλ’ ἡμεῖς τοὺς ἐγνωσμένους μόνον παρὰ τῆς Ἐκκλησίας καὶ ἑρμηνευθέντας παρὰ τῶν ἐξηγητῶν ἑρμηνεύσαμεν, τοὺς δὲ ἄλλους, ὡς ἀγνώστους τῇ Ἐκκλησίᾳ, ἀφήκαμεν· προετάχθη δὲ ἀπὸ ὅλους τοὺς ἑρμηνευτὰς ἡ παροῦσα Σύνοδος τῶν ἄλλων προγενεστέρων αὐτῆς τοπικῶν Συνόδων· ἢ διατὶ ἐστάθη μεγάλη καὶ πολυανθρωποτέρα ἐκείνων, ἢ μᾶλλον, διατὶ ἀμέσως ἠκολούθησε μετὰ τὴν Οἰκουμενικὴν ζʹ. Σύνοδον, καὶ κατὰ τοὺς χρόνους, καὶ καθ’ ὅτι συνεκροτήθη κατὰ τῶν ἰδίων εἰκονομάχων, κατὰ τῶν ὁποίων καὶ ἐκείνη συνεκροτήθη, καὶ τρόπον τινά, κατὰ τοῦτο αὕτη ἐκείνης ἐγένετο ἀναπλήρωσις.

Οἱ ιζʹ. Κανόνες τῆς ἐν τῷ Ναῷ τῶν Ἁγίων Ἀποστόλων συστάσης Συνόδου, τῆς λεγομένης Πρώτης καὶ Δευτέρας, ἑρμηνευόμενοι. ΚΑΝΩΝ Αʹ. ΚΑΝΩΝ Αʹ. Πρᾶγμα σεμνὸν οὕτω καὶ τίμιον, καὶ τοῖς μακαρίοις καὶ ὁσίοις Πατρᾶσιν ἡμῶν πάλαι καλῶς ἐπινοηθέν, ἡ τῶν Μοναστηρίων οἰκοδομή, κακῶς ὁρᾶται πραττόμενον σήμερον. Τινὲς γὰρ ὄνομα Μοναστηρίου ταῖς οἰκείαις περιουσίαις καὶ ὑπάρξεσι περιθέμενοι, καὶ Θεῷ καθαγιάζειν ταύτας ἐπαγγελλόμενοι, κυρίους τε τῶν καθιερωθέντων ἑαυτοὺς ἀναγράφουσι, καὶ μόνῃ τῇ προσηγορίᾳ, τὸ Θεῖον ἀφοσιοῦν ἐκμηχανᾶσθαι διεγνώκασι. Τὴν αὐτὴν γὰρ ἐξουσίαν καὶ μετὰ τὴν ἀφιέρωσιν, οὐκ ἐρυθριῶσι σφετερίζεσθαι, ἤν περ ἔχειν οὐκ ἐκωλύοντο πρότερον. Καὶ τοσαύτη καπηλεία προσετρίβη τῷ πράγματι, ὥστε πολλὰ τῶν ἀφιερωθέντων παρ’ αὐτῶν γε τῶν ἀφιερωσάντων καθορᾶται πιπρασκόμενα, θάμβος καὶ μῖσος τοῖς ὁρῶσι παρεχόμενα. Καὶ οὐ μόνον οὐκ ἔστιν αὐτοῖς μεταμέλεια, ἐφ’ οἷς τῶν ἅπαξ ἀνατεθειμένων Θεῷ, τὴν ἐξουσίαν ἑαυτοῖς ἐπιτρέπουσιν, ἀλλὰ καὶ ἑτέροις ταύτην ἀδεῶς παραπέμπουσιν.

Ὥρισεν οὖν διὰ ταῦτα ἡ ἁγία Σύνοδος, μηδενὶ ἐξεῖναι Μοναστήριον οἰκοδομεῖν, ἄνευ τῆς τοῦ Ἐπισκόπου γνώμης καὶ βουλῆς. Ἐκείνου δὲ συνειδότος καὶ ἐπιτρέποντος, καὶ τὴν ὀφειλομένην ἐπιτελοῦντος εὐχήν, ὡς τοῖς πάλαι θεοφιλῶς νενομοθέτηται, οἰκοδομεῖσθαι μὲν τὸ Μοναστήριον, μετὰ πάντων δὲ τῶν αὐτῷ προσηκόντων σὺν αὐτῷ ἐκείνῳ βρεβίῳ ἐγκαταγράφεσθαι, καὶ τοῖς Ἐπισκοπικοῖς ἀρχείοις ἐναποτίθεσθαι· μηδαμῶς ἄδειαν ἔχοντος τοῦ ἀφιεροῦντος, παρὰ γνώμην τοῦ Ἐπισκόπου, ἑαυτὸν Ἡγούμενον, ἢ ἀνθ’ αὑτοῦ, ἕτερον καθιστᾷν.

Εἰ γὰρ ἅπερ τις ἀνθρώπῳ χαρίζεται, τούτων οὐκ ἔτι κύριος εἶναι δύναται, πῶς ἅπερ τις Θεῷ καθαγιάζει καὶ ἀνατίθησι, τούτων ὑφαρπάζειν τὴν κυριότητα παραχωρηθήσεται;

Ἑρμηνεία. Ἐπειδὴ μερικοὶ κτίζοντες Μοναστήρια, καὶ ἀφιερόνοντες τὰ πράγματά των εἰς αὐτά, πάλιν μετὰ τὴν ἀφιέρωσιν, οὐχὶ μόνον ἐξουσίαζον ταῦτα, ἀλλὰ καὶ ἐπώλουν, καὶ ἄλλους ἐκατέστηναν αὐτῶν ἐξουσιαστάς· διὰ τοῦτο ὁ παρὼν Κανὼν διορίζει· Ὅτι κάθε μὲν Μοναστήριον νὰ κτίζεται μὲ τὴν ἄδειαν καὶ γνώμην τοῦ κατὰ τόπον Ἀρχιερέως, ἐπιτελοῦντος τὴν συνειθισμένην εὐχήν, ὅταν θεμελιοῦται, νὰ γράφεται δὲ εἰς βρέβιον, ἤτοι εἰς μικρὸν καὶ σύντομον κώδηκα, τόσον αὐτὸ τὸ νεόκτιστον Μοναστήριον, ὅσον καὶ ὅλα τὰ πράγματα καὶ ὑποστατικὰ ὁποῦ ἀφιέρωσαν εἰς αὐτό, εἴτε ὁ κτίσας τοῦτο, εἴτε ἄλλοι χριστιανοί· καὶ ὁ Κώδηξ αὐτὸς νὰ φυλάττεται ἀσφαλῶς εἰς τὴν Ἐπισκοπήν, ἢ Μητρόπολιν, ἵνα διὰ τούτου μὴ ἠμπορῇ εἰς τὸ ἑξῆς ὁ ἀφιερώσας νὰ ἀφαιρέσῃ τι ἀπ’ αὐτά. Τόσον δὲ νὰ ᾖναι ἀποξενωμένος τοῦ Μοναστηρίου ὁ κτίτωρ αὐτοῦ καὶ ἀφιερωτής, ὥστε οὔτε αὐτὸς ὁ ἴδιος νὰ γίνεται αὐτοῦ Ἡγούμενος, χωρὶς τὴν γνώμην τοῦ Ἐπισκόπου, οὔτε ἄλλον τινὰ νὰ κατασταίνῃ Ἡγούμενον εἰς αὐτό, ὡς τάχα οἰκεῖον.

Ἐπειδὴ ἂν ἐκεῖνα ὁποῦ χαρίσῃ τινὰς εἰς ἄνθρωπον, δὲν ἠμπορεῖ νὰ τὰ ὁρίζῃ πλέον, πῶς αὐτὸς ἐκεῖνα ὁποῦ ἀφιέρωσε μίαν φορὰν εἰς τὸν Θεόν, δύναται πάλιν νὰ τὰ ἐξουσιάζῃ; Ἱερόσυλος γὰρ ὁ τοιοῦτος λογίζεται, καὶ τῆς καταδίκης τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας ὑπόδικος.

ΚΑΝΩΝ Βʹ. Ἐπειδή τινες τὸν μονήρη βίον ὑποδύεσθαι σχηματίζονται, οὐχ ἵνα Θεῷ καθαρῶς δουλεύσωσιν, ἀλλ’ ἵνα τῇ σεμνότητι τοῦ σχήματος δόξαν εὐλαβείας προσλάβωσι, καὶ τῶν οἰκείων ἐντεῦθεν ἡδονῶν ἄφθονον εὑρήσωσι τὴν ἀπόλαυσιν, καὶ τῶν τριχῶν καὶ μόνων τὴν ἀποβολὴν ποιούμενοι, ἐν τοῖς οἰκείοις οἴκοις παρεδρεύουσι, μηδεμίαν τῶν Μοναχῶν ἀποπληροῦντες ἀκολουθίαν, ἢ κατάστασιν· ὥρισεν ἡ ἁγία Σύνοδος μηδένα τῶν πάντων τοῦ Μοναχικοῦ σχήματος ἀξιοῦν, ἄνευ παρουσίας τοῦ ὀφείλοντος αὐτὸν εἰς ὑποταγὴν ἀναδέχεσθαι, καὶ τὴν ἐπ’ αὐτῷ ἡγεμονίαν, καὶ τῆς ψυχικῆς αὐτοῦ σωτηρίας τὴν πρόνοιαν ἐπαγγέλλεσθαι, ἀνδρὸς ὄντος δηλονότι θεοφιλοῦς καὶ Μονῆς προεστηκότος, καὶ ἱκανοῦ σώζειν ψυχήν, ἀρτίως τῷ Χριστῷ προσαγομένην. Εἰ δέ τις φωραθείη ἀποκουρεύων τινά, χωρὶς παρουσίας τοῦ εἰς ὑποταγὴν αὐτὸν ὀφείλοντος ἀναλαμβάνειν Ἡγουμένου, τοῦτον μὲν καθαιρέσει καθυποβάλλεσθαι, ὡς ἀπειθοῦντα τοῖς Κανόσι, καὶ τὴν μοναχικὴν εὐταξίαν καταλύονται, τὸν δὲ παραλόγως καὶ ἀτάκτως ἀποκουρευθέντα, ἐν ὑποταγῇ καὶ Μοναστηρίῳ, ἐν ᾧ ἂν ὁ κατὰ τόπον Ἐπίσκοπος δοκιμάσῃ, παραδίδοσθαι. Αἱ γὰρ ἄκριτοι καὶ ἐπισφαλεῖς ἀποκουραί, καὶ τὸ μοναχικὸν σχῆμα ἠτίμωσαν, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα βλασφημεῖσθαι πεποιήκασι.

Ἑρμηνεία. Τινὲς θέλοντες νὰ τοὺς εὐλαβῆται ὁ κόσμος (ἢ καὶ ἀπὸ ἀσθένειαν τινά, ἢ λύπην παρακινούμενοι), γίνονται μὲν Καλόγηροι καθ’ ὑπόκρισιν, ἀφ’ οὗ δὲ γίνουν, κάθηνται πάλιν ὡς τὸ πρότερον εἰς τοὺς οἴκους των ἐν τῷ κόσμῳ, χωρὶς νὰ φυλάττουν κἀμμίαν τάξιν καὶ Κανόνα καλογερικόν· τοῦτο λοιπὸν τὸ ἄτοπον ἐμποδίζωντας ὁ παρὼν Κανὼν διορίζει, ὅτι κἀνένας Ἱερεὺς ἢ καὶ Ἀρχιερεύς, νὰ μὴ κουρεύῃ Καλόγηρον χωρὶς νὰ ᾖναι παρὼν γέρωντας καὶ ἀνάδοχος Πνευματικός, ὅστις μέλλει νὰ ἀναλάβῃ τὴν φροντίδα τῆς ψυχικῆς σωτηρίας του, ἄνθρωπος δηλαδὴ Θεοφιλὴς καὶ προεστὼς Μοναστηρίου, καὶ ἀρκετὸς εἰς τὸ νὰ οἰκονομήσῃ πρὸς σωτηρίαν τοὺς νεοπαγεῖς καὶ ἀρχαρίους Μοναχούς. Εἰ δὲ καὶ ἤθελε κάμει τοῦτο τινάς, αὐτὸς μὲν νὰ καθαίρεται ὡς παραβάτης τῶν Κανόνων καὶ τῆς μοναδικῆς εὐταξίας, ὁ δὲ χωρὶς ἀναδόχου κουρευθεὶς νὰ ἐμβάλλεται εἰς ὑποταγὴν ἄλλου Μοναστηρίου, εἰς ὅποιον δηλαδὴ εὕρῃ εὔλογον ὁ Ἐπίσκοπος, ἐπειδὴ αἱ ἐσφαλμέναι καὶ παραλόγως γινόμεναι κουρεύσεις τὼν Μοναχῶν, ὄχι μόνον τὸ τιμιώτατον σχῆμα τῶν Μοναχῶν ἀτίμασαν, ἀλλὰ καὶ τοὺς ἀπίστους κάμνουσι νὰ βλασφημοῦν τὸ ὄνομα τοῦ Χριστοῦ, βλέποντας οὕτως ἀτάκτως, καὶ ἀδιαφόρως ζῶντας τοὺς Μοναχούς.

Ὅρα δέ, ὅτι, ὁ καὶ χωρὶς ἀναδόχου καὶ Γέροντος φθάσας νὰ γένῃ Μοναχός, δὲν δύναται πλέον νὰ εὐγάλῃ τὸ σχῆμα, ἀλλὰ φορῶν αὐτὸ ἐκδίδοται μόνον εἰς ἄλλο Μοναστήριον Ὅρα καὶ τὴν ὑποσημείωσιν τοῦ καʹ. τῆς ζʹ.

ΚΑΝΩΝ Γʹ. Καὶ τοῦτο κακῶς πραττόμενον, κατὰ πολὺ δὲ χεῖρον, παροράσει καὶ ἀμελείᾳ παραπεμπόμενον, τυχεῖν ἐκρίθη διορθώσεως, ἵνα εἴ τις, Μονῆς προϊστάμενος, τοὺς ὑπ’ αὐτὸν τεταγμένους Μοναχοὺς ἀποδιδράσκοντας, οὐ μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναζητοίη, ἢ ἐφευρίσκων, οὐκ ἀναλαμβάνοιτο, καὶ τῇ προσηκούσῃ καὶ καταλλήλῳ τοῦ πταίσματος ἰατρείᾳ τὸ νενοσηκὸς ἀνακτᾶσθαι, καὶ ἐπιῤῥωνύειν ἀγωνίζοιτο. Τοῦτον ὥρισεν ἡ ἁγία Σύνοδος, ἀφορισμῷ ὑποκεῖσθαι. Εἰ γὰρ ὁ ζώων ἀλόγων προστασίαν ἐγχειριζόμενος, καὶ τοῦ ποιμνίου καταμελῶν, οὐκ ἀτιμώρητος καταλιμπάνεται· ὁ τῶν τοῦ Χριστοῦ θρεμμάτων τὴν ποιμαντικὴν ἀρχὴν καταπιστευθείς, καὶ ῥᾳστώνῃ καὶ ῥᾳθυμίᾳ τὴν αὐτῶν σωτηρίαν ἀπεμπολῶν, πῶς οὐ δίκας τοῦ τολμήματος εἰσπραχθήσεται; Ἀπειθῶν δὲ ὁ ἀνακαλούμενος Μοναχὸς πρὸς τοῦ Ἐπισκόπου ἀφορισθήσεται.

Ἑρμηνεία. Ἐμποδίζει ὁ παρὼν Κανὼν τὸ νὰ φεύγουσιν οἱ Μοναχοὶ ἀπὸ τὰ ἴδιά των Μοναστήρια καὶ νὰ πηγαίνουν εἰς ἄλλα, ἢ νὰ περιπλανῶνται ἐδῶ καὶ ἐκεῖ. Ἐὰν δέ τινες ἄτακτοι κάμνουσι τοῦτο, εἰς ἀφορισμοῦ ἐπιτίμιον ὑποβάλλει τὸν Ἡγούμενον τοῦ Μοναστηρίου, ἀνίσως μετὰ πολλῆς ἐπιμελείας δὲν ζητήσῃ νὰ εὕρῃ τοὺς ἀποδράσαντας, ἤτοι τοὺς ἀποφυγόντας αὐτοὺς Καλογήρους του, καὶ ἀφ’ οὗ τοὺς εὕρῃ, ἂν δὲν ἀγωνίζεται νὰ τοὺς γυρίσῃ ὀπίσω, καὶ νὰ τοὺς θεραπεύῃ, καθ’ ἕνα κατὰ τὴν ψυχικὴν ἀσθένειαν ὁποῦ ἔχει. Διότι ἀνίσως παιδεύεται ὁ τὰ ἄλογα ζῶα βόσκων καὶ φυλάττων, ἐὰν αὐτὰ ἀμελῇ. πόσῳ μᾶλλον θέλει παιδευθῇ ὁ τὰ πρόβατα τοῦ Χριστοῦ βόσκων, καὶ ἀπὸ ἀμελείας του τὴν σωτηρίαν τούτων πωλῶν, τὴν ὁποίαν ἐξηγόρασεν ὁ Χριστὸς μὲ τὸ αἷμά του; ἐὰν δὲ ὁ ζητούμενος καὶ παρακαλούμενος Μοναχὸς εἰς τὸ νὰ ἐπιστρέψῃ, φανῇ ἀπειθής, παρὰ τοῦ Ἀρχιερέως νὰ ἀφορίζεται. Ἀνάγνωθι καὶ τὸν καʹ. τῆς ζʹ.

ΚΑΝΩΝ Δʹ. Πολυτρόπως ὁ πονηρὸς τοῦ Μοναχικοῦ σχήματος τὸ σεβάσμιον, ἐπωνείδιστον θῆναι ἠγωνίσατο, καὶ εὗρεν εἰς τοῦτο συνδρομήν, τῆς προκατασχούσης αἱρέσεως τὸν καιρόν. Τὰς γὰρ ἰδίας Μονὰς τῇ ἀνάγκῃ τῆς αἱρέσεως οἱ μονάζοντες καταλιμπάνοντες, οἱ μέν, εἰς ἑτέρας, οἱ δέ, εἰς κοσμικῶν ἀνδρῶν μετέπιπτον καταγώγια. Ἀλλὰ γάρ, ὅπερ αὐτούς, δι’ εὐσέβειαν τότε πραττόμενον μακαριστοὺς ἀπέφαινεν, εἰς ἔθος ἄλογον μεταπεσόν, καταγελάστους παρίστησι. Πανταχοῦ γὰρ νῦν τῆς εὐσεβείας ἐξηπλωμένης, καὶ σκανδάλων τῆς Ἐκκλησίας ἀπηλλαγμένης, ἔτι τινὲς τῶν οἰκείων Μοναστηρίων ἀποφοιτῶντες, καὶ καθάπερ τι ῥεῦμα δυσκάθεκτον ᾧδε κᾀκεῖσε μεταγγιζόμενοί τε καὶ μεταῤῥέοντες, πολλῆς μὲν πληροῦσι τῆς ἀκοσμίας τὰ Μοναστήρια, πολλὴν δ’ ἐν αὐτοῖς τὴν ἀταξίαν ἑαυτοῖς συνεισκωμάζουσι, καὶ τῆς ὑποταγῆς τὸ σεμνὸν διασπῶσί τε καὶ καταλυμαίνονται. Ἀλλὰ τούτων τὸ ἄστατον τῆς ὁρμῆς καὶ ἀνυπότακτον ἡ ἁγία Σύνοδος ἀνακόπτουσα, ὥρισεν· ἵνα, εἴ τις Μοναχὸς τῆς ἰδίας ἀποδράσας Μονῆς, εἰς ἕτερον μεταπέσοι Μοναστήριον, ἢ εἰς κοσμικὸν εἰσκωμάσοι καταγώγιον, αὐτός τε καὶ ὁ τοῦτον ὑποδεξάμενος ἀφωρισμένος εἴη, ἕως ἂν ὁ ἀποφυγὼν ἐπανέλθῃ, ἐξ ἧς κακῶς ἐξέπεσε Μονῆς.

Εἰ μέν τοί γε ὁ Ἐπίσκοπος τινὰς τῶν Μοναχῶν ἐπὶ εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρουμένους, εἰς ἕτερον Μοναστήριον ἐπὶ καταστάσει τῆς Μονῆς θελήσοι μετακομίσαι, ἢ καὶ εἰς κοσμικὴν οἰκίαν ἐπὶ σωτηρίᾳ τῶν ἐνοικούντων δοκιμάσοι καταστῆσαι, ἢ ἀλλαχόσε εὐδοκήσοι ἐπιστῆσαι, τοῦτο, οὔτε τοὺς ὑποδεχομένους, οὔτε τοὺς Μοναχοὺς ὑποδίκους ποιεῖ.

Ἑρμηνεία. Ἐπειδὴ εἰς τὸν καιρὸν τῆς εἰκονομαχίας ἐδιώκοντο ἀπὸ τοὺς εἰκονομάχους οἱ Μοναχοί, καὶ ἄφιναν τὰ Μοναστήριά των, καὶ ἢ εἰς ἄλλα ἐπήγαιναν Μοναστήρια (ὅρα τὸν ιγʹ. τῆς ζʹ.) ἢ εἰς τὰ κοσμικὰ ἐπρόσφευγαν καταγώγια. Ἀπὸ τότε δὲ συνειθίσαντες, καὶ εἰς τὸν καιρὸν τῆς ὀρθοδοξίας καὶ εἰρήνης ἐποίουν τοῦτο, ἀφίνοντες μὲν τὰ Μοναστήριά των, ὡσὰν δὲ ἕνα ποτάμι ἀκράτητον, μεταφερόμενοι ἀπὸ τόπον εἰς τόπον, καὶ ἀπὸ Μοναστήριον εἰς Μοναστήριον, ὥστε ὁποῦ μὲ τὴν ἀκαταστασίαν ταύτην, ὄχι μόνον ἀστόλιστα ἔκαμναν τὰ Μοναστήριά των (στολισμὸς γὰρ Μοναστηρίου εἶναι τὸ νὰ μένουν πάντοτε οἱ Μοναχοὶ εἰς αὐτὸ ἐν ἡσυχίᾳ, καὶ νὰ μὴ εὐγαίνουν συνεχῶς), ἀλλὰ καὶ πολλὰς ἀταξίας καὶ ἤθη διεφθαρμένα καὶ διάφορα ἔφερον μεθ’ ἡδονῆς εἰς αὐτὰ (τοῦτο γὰρ δηλοῖ τὸ εἰσκωμάζω). Διὰ νὰ ἐμποδίσῃ λοιπὸν ἡ Σύνοδος τὸ τοιοῦτον κακόν, ἀφορίζει διὰ τοῦ παρόντος Κανόνος, τόσον τοὺς φυγόντας Μοναχοὺς ἀπὸ τὰ Μοναστήριά των, ὅσον καὶ ἐκείνους ὁποῦ ἤθελαν ὑποδεχθοῦν αὐτούς, εἴτε Μοναχοὶ εἶναι οὗτοι ἄλλου Μοναστηρίου, εἴτε καὶ κοσμικοί, ἕως οὗ νὰ ἐπιστρέψουν ἐκεῖνοι εἰς τὰ ἑαυτῶν Μοναστήρια.

Ἀνίσως ὅμως ὁ κατὰ τόπον Ἀρχιερεὺς θελήσῃ νὰ μετατοπίσῃ τοὺς εὐλαβεῖς καὶ ἐναρέτους Μοναχοὺς εἰς ἄλλο Μοναστήριον διὰ βελτίωσιν αὐτοῦ καὶ κατάστασιν, ἢ εἰς κοσμικὸν ὀσπήτιον διὰ σωτηρίαν τῶν ἐν αὐτῷ κατοικούντων, ἢ εἰς ἄλλο μέρος, τότε, οὔτε οἱ πηγαίνοντες Μοναχοί, οὔτε οἱ δεχόμενοι αὐτοὺς εἶναι εἰς τὸν ἀφορισμὸν ἔνοχοι. Ἀνάγνωθι καὶ τὸν καʹ. τῆς ζʹ.

ΚΑΝΩΝ Εʹ. Τὰς ἀκρίτους καὶ ἀδοκιμάστους ἀποταγὰς ἐπὶ πολὺ τὴν Μοναχικὴν εὐταξίαν λυμαινομένας εὑρίσκομεν. Προπετῶς γάρ τινες εἰς τὸν μονήρη βίον ἑαυτοὺς ἐπιῤῥίπτοντες, καὶ πρὸς τὸ τραχὺ καὶ ἐπίμονον κατολιγωροῦντες τῆς ἀσκήσεως, ἐπὶ τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον ἀθλίως πάλιν ἐπαναστρέφουσιν. Ὥρισεν οὖν διὰ τοῦτο ἡ ἁγία Σύνοδος μηδένα τοῦ Μοναχικοῦ σχήματος καταξιοῦσθαι, πρὶν ἂν ὁ τῆς τριετίας χρόνος εἰς πεῖραν αὐτοῖς ἀφεθείς, δοκίμους αὐτοὺς καὶ ἀξίους τῆς τοιαύτης βιοτῆς καταστήσῃ, καὶ τοῦτο κρατεῖν παντὶ τρόπῳ παρεκελεύσατο· πλὴν εἰ μή πού τις βαρεῖα προσπεσοῦσα νόσος, τὸν χρόνον ἀναγκάσοι συσταλῆναι τῆς δοκιμασίας, ἢ εἰ μή πού τις ἀνὴρ εἴη εὐλαβής, καὶ τὸν Μοναχικὸν βίον ἐν τῷ κοσμικῷ διανύων σχήματι· ἐπὶ γὰρ τοῦ τοιούτου ἀνδρὸς εἰς ἀπόπειραν παντελῆ, καὶ ἑξαμηνιαῖος ἀρκέσει χρόνος. Εἰ δέ τις παρὰ ταῦτα διαπράξεται, τὸν μὲν Ἡγούμενον τῆς Ἡγουμενίας ἐκπίπτοντα, παιδείαν τῆς ἀταξίας τὴν ἐν ὑποταγῇ διαγωγὴν ἐφευρίσκειν, τὸν δὲ μονάσαντα, ἐν ἑτέρᾳ Μονῇ τὴν Μοναχικὴν ἀκρίβειαν φυλαττούσῃ παραδίδοσθαι.

Ἑρμηνεία. Ἐπειδὴ μερικοὶ χωρὶς νὰ κάμουν κᾀμμίαν δοκιμήν, ἀλλ’ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἢ μᾶλλον εἰπεῖν, αὐθαδῶς καὶ ἀτάκτως, γίνονται Καλόγηροι, ἔπειτα μὴ ὑποφέροντες τοὺς κόπους τῆς καλογηρικῆς, γυρίζουσι πάλιν εἰς τὴν προτέραν αὐτῶν φιλόσαρκον καὶ κοσμικὴν ζωήν· διὰ τοῦτο ὁ παρὼν Κανὼν διορίζει, ὅτι κἀνένας νὰ μὴ γίνεται Καλόγηρος, ἂν πρῶτον δὲν δοκιμάσῃ τρεῖς χρόνους ἐξάπαντος, ἔξω μόνον τότε νὰ συντέμνεται ὁ καιρὸς τῆς τριετίας, ἂν ἔλθῃ τινὰς εἰς κίνδυνον θανάτου ἀπὸ βαρεῖαν ἀσθένειαν, καὶ ἔξω μόνον, ἂν ᾖναί τινας εὐλαβής, καὶ ἐν τῷ κόσμῳ εὑρισκόμενος, ζῇ καλογηρικὴν ζωήν· εἰς τοῦτον γὰρ ἀρκετοὶ εἶναι πρὸς δοκιμὴν καὶ ἓξ μῆνες μόνον. Ὅποιος δὲ Ἡγούμενος κουρεύσῃ Καλόγηρον πρὸ τῶν τριῶν χρόνων αὐτῶν, αὐτὸς μὲν νὰ ἀποβάλλεται ἀπὸ τὴν ἡγουμενίαν, καὶ εἰς παιδείαν τῆς ἀταξίας του νὰ γίνεται ὑποτακτικός, ὁ δὲ νεόκουρος Καλόγηρος νὰ δίδεται εἰς ἄλλο Μοναστήριον, τὸ ὁποῖον φυλάττει τὴν καλογηρικὴν ἀκρίβειαν. Σημείωσαι, ὅτι οὐδὲ ὁ χωρὶς τῆς τριετοῦς δοκιμασίας φθάσας νὰ γένῃ Μοναχὸς εἰς τὸ ἑξῆς δύναται τὸ σχῆμα νὰ ἐκδυθῇ, ἀλλὰ μόνον ἐκδίδοται εἰς ἄλλο Μοναστήριον. Ὅρα τὴν ὑποσημείωσιν τοῦ καʹ. τῆς ζʹ. καὶ αὐτὸν τὸν καʹ.

ΚΑΝΩΝ ΣΤʹ. Οἱ Μοναχοὶ οὐδὲν ἴδιον ὀφείλουσιν ἔχειν. Πάντα δὲ τὰ αὐτῶν προσκυροῦσθαι τῷ Μοναστηρίῳ· φησὶ γὰρ ὁ, μακάριος Λουκᾶς περὶ τῶν εἰς Χριστὸν πιστευόντων, καὶ τὴν τῶν Μοναχῶν πολιτείαν διατυπούντων, «ὡς οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά.» Διὸ τοῖς ἐθέλουσι μονάζειν, ἄδεια δίδοται περὶ τῶν ὑπαρχόντων αὐτοῖς διατίθεσθαι πρότερον, καὶ οἷς βούλοιντο προσώποις, μὴ κεκωλυμένοις δηλονότι παρὰ τοῦ νόμου, τὰ αὑτῶν παραπέμπεσθαι. Μετὰ γάρ τοι τὸ μονάσαι, τῶν προσόντων αὐτοῖς ἁπάντων, τὸ Μοναστήριον ἔχει τὴν κυριότητα καὶ οὐδὲν περὶ τῶν οἰκείων φροντίζειν, ἢ διατίθεσθαι, τούτοις παρακεχώρηται. Εἰ δέ τις φωραθείη κτῆσίν τινα, ἥτις οὐ κατεκληρώθη τῷ Μοναστηρίῳ, ἰδιοποιούμενος, καὶ φιλοκτησίας πάθει δουλούμενος, ταύτην μὲν παρὰ τοῦ Ἡγουμένου ἢ τοῦ Ἐπισκόπου ἀναλαμβάνεσθαι, καὶ πολλῶν παρουσίᾳ πιπρασκομένην, πτωχοῖς καὶ ἀπόροις διανέμεσθαι. Τὸν δέ γε τὴν τοιαύτην κτῆσιν, κατὰ τὸν πάλαι Ἀνανίαν ὑποσυλᾷν μελετήσαντα, τῷ προσήκοντι ἐπιτιμίῳ ἡ ἁγία Σύνοδος ὥρισε σωφρονίζεσθαι.

Δῆλον δὲ ὡς ἅτινα περὶ μοναζόντων ἀνδρῶν ἡ ἁγία Σύνοδος ἐκανόνισε, τὰ αὐτὰ καὶ περὶ μοναζουσῶν γυναικῶν κρατεῖν ἐδικαίωσε.

Ἑρμηνεία. Διορίζει ὁ παρὼν Κανὼν ὅτι οἱ Μοναχοί, ὡς νεκροὶ ὄντες τῷ κόσμῳ, δὲν πρέπει νὰ ἔχουσι κᾀνένα ἰδιόκτητον πρᾶγμα, ἀλλὰ πᾶσαν τὴν περιουσίαν αὐτῶν νὰ ἀφιερώνουν εἰς τὸ Μοναστήριον ὅπου ἐκουρεύθησαν, ἵνα πληροῦται καὶ εἰς αὐτοὺς ἐκεῖνο ὁποῦ λέγει ὁ Εὐαγγελιστὴς Λουκᾶς ἐν ταῖς πράξεσι, περὶ τῶν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου πιστευσάντων Χριστιανῶν, καὶ τὴν κοινοβιακὴν εἰκονιζόντων πολιτείαν τῶν Μοναχῶν· ὅτι κᾀνένας ἀπὸ αὐτοὺς δὲν ἔλεγε πῶς εἶναι τίποτε ἐδικόν του, ἀλλὰ τὰ πράγματα τοῦ καθ’ ἑνὸς ἦσαν εἰς ὅλους κοινοβιάτικα. Διὰ τοῦτο, ὅσοι θέλουν νὰ καλογηρεύσουν, πρὸ τῆς καλογηρικῆς μὲν ἔχουσι τὴν ἄδειαν νὰ διαμοιράζουσι τὰ ὑπάρχοντά των εἰς ὅσα πρόσωπα δὲν ἐμποδίζουν οἱ πολιτικοὶ νόμοι (ὄχι δηλαδὴ εἰς αἱρετικοὺς κατὰ τὸν λʹ. καὶ πθʹ. Καρθαγ. οὔτε εἰς νόθους υἱούς.

Πλὴν τὸ δωδέκατον μέρος τῆς περιουσίας αὑτῶν νὰ δίδωσιν εἰς αὐτούς, ὅταν ἔχουσι καὶ γνησίους παῖδας, κατὰ τὸν Ζωναρᾶν)· ἀφ’ οὗ δὲ καλογηρεύσουν, δὲν ἔχουσι πλέον τὴν ἄδειαν νὰ φροντίζουν, ἢ νὰ μοιράζουν αὐτά, ἀλλ’ ὅλα τὰ ἐξουσιάζει τὸ Μοναστήριον. Εἰ δέ τινας μετὰ τὸ μονάσαι φωραθῇ, ἤτοι φανερωθῇ, ὅτι ἐκράτησε κᾀνένα πρᾶγμα διὰ λόγου του, καὶ δὲν τὸ ἀφιέρωσεν εἰς τὸ κοινόβιον, τὸ μὲν πρᾶγμα αὐτό, ὁποῖον καὶ ἂν ᾖναι, νὰ τὸ παίρνῃ ὁ Ἡγούμενος, ἢ ὁ κατὰ τόπον Ἀρχιερεύς, καὶ πωλῶν αὐτὸ ἔμπροσθεν εἰς πολλοὺς διὰ τὸ ἀνύποπτον, νὰ τὸ διαμοιράζῃ εἰς πτωχούς· ὁ δέ, κατὰ τὸν Ἀνανίαν, ἱεροσυλήσας αὐτὸ Μοναχὸς νὰ σωφρονίζεται μὲ τὸ πρέπον ἐπιτίμιον. Ταῦτα δὲ ὁποῦ ἐδιωρίσαμεν διὰ τοὺς ἄνδρας Μοναχούς, πρέπει παρομοίως νὰ φυλάττωνται καὶ εἰς τὰς γυναῖκας Μοναχάς.

ΚΑΝΩΝ Ζʹ. Πολλὰς τῶν Ἐπισκοπῶν ὁρῶμεν καταπιπτούσας, καὶ ἀφανισμῷ τελείῳ κινδυνευούσας παραδίδοσθαι, ὅτι περ οἱ τούτων προεστηκότες τὴν περὶ αὐτῶν φροντίδα καὶ ἐπιμέλειαν εἰς νεουργίας Μοναστηρίων καταναλίσκουσι, καὶ ταύτας διασπῶντες, καὶ τὸν σφετερισμὸν τῶν εἰσόδων ἐκμηχανώμενοι, τὴν ἐκείνων ἐπαύξησιν πραγματεύονται.

Ὥρισεν οὖν διὰ τοῦτο ἡ ἁγία Σύνοδος μηδενὶ τῶν Ἐπισκόπων ἐξεῖναι Μοναστήριον ἴδιον ἐπὶ καταλύσει τῆς ἰδίας Ἐπισκοπῆς νεουργεῖν. Εἰ δέ τις φωραθείη τοῦτο τολμῶν, αὐτὸν μὲν τῷ προσήκοντι ἐπιτιμίῳ καθυποβάλλεσθαι, τὸ δὲ νεουργηθὲν ὑπ’ αὐτοῦ, ὡς μηδὲ τὴν ἀρχὴν Μοναστηρίου δίκαιον ἀπηλειφός, ὡς ἰδιόκτητον τῷ Ἐπισκοπείῳ προσκυροῦσθαι· οὐδὲν γὰρ τῶν παρανόμως, καὶ ἀτάκτως παρυφισταμένων, πρόκριμα τῶν κανονικῶς συνισταμένων ἀποφέρεσθαι δύναται.

Ἑρμηνεία. Ἐμποδίζει ὁ παρὼν Κανὼν τὸ νὰ παραβλέπουσι μὲν τὰς κινδυνευούσας ἀφανισθῆναι Ἐπισκοπὰς τῶν οἱ Ἐπίσκοποι, νὰ κτίζουσι δὲ ἐδικά των Μοναστήρια μὲ τὰ ἔξοδα τῶν πραγμάτων τῶν Ἐπισκοπῶν. Ἐπειδή, καθὼς τὰ Μοναστήρια δὲν εἶναι δίκαιον νὰ στεροῦνται τὰ πράγματά των, ἔτσι παρομοίως οὔτε αἱ Ἐπισκοπαί, καὶ μάλιστα κινδυνεύουσαι· ὅποιος δὲ Ἐπίσκοπος ἤθελε τολμήσῃ νὰ κάμῃ Μοναστήριον, αὐτὸς μὲν νὰ λαμβάνῃ τὸ πρέπον ἐπιτίμιον, τὸ δὲ νεόκτιστον Μοναστήριον νὰ μὴ λαμβάνῃ ὅλως Μοναστηρίου δίκαιον, ἤτοι νὰ μὴ διοικῆται ἐν ἐλευθερίᾳ καθ’ ἑαυτό, ἀλλὰ νὰ γίνεται ἰδιόκτητον ἀφιέρωμα τῆς Ἐπισκοπῆς, ὡς διὰ τῶν ἐξόδων τῆς Ἐπισκοπῆς οἰκοδομηθέν, ἐπειδὴ τὰ παρανόμως γενόμενα δὲν βλάπτουσιν, οὔτε ἀνατρέπουσι τὰ νομίμως γινόμενα καὶ κανονικῶς. Ὁ δὲ Βαλσαμὼν λέγει, ὅτι, ἂν ἡ Ἐπισκοπὴ δὲν ἔχῃ κίνδυνον, οὔτε βλάβην, δύναται ὁ Ἐπίσκοπος ἐξ ἰδίων ἐξόδων (ἴσως δὲ καὶ ἐκ τῶν περισσευόντων ἐξόδων τῆς Ἐπισκοπῆς) καὶ νὰ οἰκοδομῇ ἐκ θεμελίων, καὶ νὰ ἀνακαινίζῃ τὰ διαφθαρέντα Μοναστήρια, καθὼς ὁ Πατριάρχης Φώτιος ἐκ θεμελίων ἔκτισε τὴν τοῦ Μανουὴλ Μονήν· ὁ Πατριάρχης Ἀλέξιος, τὴν τοῦ Ἀλεξίου· ὁ Θεοφύλακτος Πατριάρχης, τὴν περιβόητον Μονὴν τῶν Ῥουφινιανῶν, καὶ ἄλλοι ὁμοίως Πατριάρχαι καὶ Ἀρχιερεῖς. Ὅρα τὸν Ἀποστολικὸν ληʹ.

ΚΑΝΩΝ Ηʹ. Ὁ θεῖος καὶ ἱερὸς τῶν Ἀποστόλων Κανὼν τοὺς ἐκτέμνοντας ἑαυτοὺς αὐτοφονευτὰς κρίνει, καὶ ἱερεῖς μὲν ὄντας καθαιρεῖ, μὴ ὄντας δέ, καὶ τῆς εἰς ἱερωσύνην προκοπῆς ἀπείργει. Δῆλον ἐντεῦθεν καθιστῶν, ὡς εἴπερ ὁ ἑαυτὸν ἐκτέμνων αὐτοφονευτής ἐστιν, ὁ ἕτερον ἐκτέμνων πάντως φονευτὴς ἐστί· θείη δ’ ἄν τις τὸν τοιοῦτον δικαίως, καὶ τῆς δημιουργίας αὐτῆς ὑβριστήν. Διόπερ ὥρισεν ἡ ἁγία Σύνοδος· ὡς, εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, εὐνουχίζων τινὰ ἐλεγχθείη, ἢ αὐτοχειρίᾳ, ἢ ἐξ ἐπιτάγματος, τοῦτον καθαιρέσει καθυποβάλλεσθαι, εἰ δὲ Λαϊκὸς εἴη, ἀφορίζεσθαι· πλὴν εἰ μή που νόσημά τι περιπεσόν, πρὸς ἐκτομὴν τοῦ πεπονθότος ἐκβιάζοιτο. Ὥσπερ γὰρ ὁ τῆς ἐν Νικαίᾳ Συνόδου πρῶτος Κανών, τοὺς ἐν νόσῳ χειρουργηθέντας οὐ κολάζει διὰ τὸ νόσημα, οὕτω καὶ ἡμεῖς οὔτε τοὺς Ἱερεῖς ἐπιτάττοντας τοὺς νοσοῦντας εὐνουχίζεσθαι κατακρίνομεν, οὔτε μὴν τοὺς λαϊκούς, αὐτοχειρίᾳ πρὸς τὴν ἐκτομὴν χρωμένους, αἰτιώμεθα. Τοῦτο γὰρ ἰατρείαν τοῦ νοσήματος, ἀλλ’ οὐκ ἐπιβουλὴν τοῦ πλάσματος, ἢ τῆς πλάσεως ὕβριν λογιζόμεθα.

Ἑρμηνεία. Καθὼς ὁ μὲν κβʹ. Ἀποστολικὸς Κανὼν προστάζει νὰ μὴ γίνεται Κληρικὸς ὅποιος εὐνουχίσῃ τὸν ἑαυτόν του, ὁ δὲ κγʹ. τοὺς Κληρικοὺς ὄντας καθαιρεῖ, ἐὰν εὐνουχισθοῦν ἀπὸ λόγου των, ὡς φονευτὰς τοῦ ἑαυτοῦ των, καὶ ὑβριστὰς τῆς δημιουργίας τοῦ Θεοῦ· οὕτω καὶ ὁ παρὼν Κανὼν καθαιρεῖ μὲν τοὺς Κληρικοὺς ἐκείνους, ὁποῦ, ἢ μὲ τὰ ἴδιά των χέρια, ἢ μὲ προσταγήν των εὐνουχίσουν τινά, ἀφορίζει δὲ τοὺς τοῦτο ποιήσαντας λαϊκούς. Εἰ δὲ πέσῃ τινὰς εἰς τοιοῦτον πάθος, διὰ τὸ ὁποῖον ἀναγκάζεται νὰ εὐνουχισθῇ, τότε, οὔτε οἱ προστάξαντες τὸν εὐνουχισμὸν αὐτὸν Ἱερεῖς καθαιροῦνται, οὔτε οἱ μὲ τὰ ἴδιά των χέρια εὐνουχίσαντες τὸν τοιοῦτον λαϊκοὶ ἀφορίζονται, ἐπειδὴ ὁ τοιοῦτος εὐνουχισμὸς αὐτῶν ἀποβλέπει εἰς ἰατρείαν τοῦ πάθους, καὶ ὄχι εἰς φόνον τοῦ ἀνθρώπου, ἢ εἰς ὕβριν τῆς φύσεως. Ἀνάγνωθι καὶ τὸν καʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ Θʹ. Τοῦ Ἀποστολικοῦ καὶ Θείου Κανόνος, τοὺς Ἱερεῖς τύπτειν ἐπιχειροῦντας πιστοὺς ἁμαρτήσαντας, ἢ ἀπίστους ἀδικήσαντας, καθαιρέσει καθυποβάλλεσθαι διοριζομένου, οἱ τὸν οἰκεῖον ἀποθεραπεύειν μηχανώμενοι θυμόν, καὶ τὰς Ἀποστολικὰς διατάξεις παραχαράσσοντες, τοὺς αὐτοχειρίᾳ τύπτοντας ἐξειλήφασι, μήτε τοῦ Κανόνος τι τοιοῦτον ὑποσημαίνοντος, μήτε τοῦ ὀρθοῦ λόγου τοῦτο νοεῖν ἐπιτρέποντος. Μάταιον γὰρ ὡς ἀληθῶς καὶ λίαν ἐπισφαλὲς τὸν αὐτοχειρίᾳ μέν, ἐν τῷ τύπτειν τρίς, ἢ τετράκις πλήξαντα, καθαιρεῖσθαι, ἀδείας δὲ διδομένης, τύπτειν ἐξ ἐπιτάγματος, τὸν ἀπηνῶς καὶ μέχρι θανάτου τὴν τιμωρίαν ἐπαύξοντα, παρορᾶσθαι ἀτιμώρητον. Δι’ ὅπερ τοῦ Κανόνος τό, τύπτειν ἁπλῶς κολάζοντος, καὶ ἡμεῖς οὕτω συμψηφιζόμεθα. Χρὴ γὰρ τὸν τοῦ Θεοῦ ἱερέα, καὶ διδασκαλίαις, καὶ νουθεσίαις, ἐσθ’ ὅτε δέ, καὶ τοῖς ἐκκλησιαστικοῖς ἐπιτιμίοις, τὸν ἀτακτοῦντα παιδαγωγεῖν, ἀλλὰ μὴ ταῖς μάστιξι καὶ ταῖς πληγαῖς εἰς τὰ σώματα τῶν ἀνθρώπων ἐπιπηδᾷν. Εἰ δέ τινες εἶεν παντελῶς ἀνυποτακτοῦντες, καὶ τῷ σωφρονισμῷ τῶν ἐπιτιμίων μὴ ὑπείκοντες, τούτους διὰ τῆς πρὸς τοὺς κατὰ τόπον ἄρχοντας ἐγκλήσεως, οὐδεὶς κωλύει σωφρονίζεσθαι. Καὶ γὰρ ὁ τῆς ἐν Ἀντιοχείᾳ εʹ. Κανών, τοὺς θορύβους καὶ στάσεις τῇ Ἐκκλησίᾳ παρεισάγοντας, διὰ τῆς ἔξωθεν χειρὸς ἐκανόνισεν ἐπιστρέφεσθαι.

Ἑρμηνεία. Ἐπειδὴ μερικοὶ ἱερωμένοι παρεξηγοῦντες τὸν κζʹ. Ἀποστολικὸν Κανόνα, ὅστις καθαιρεῖ τοὺς ἱερωμένους, ὁποῦ κτυποῦν πιστὸν ἢ ἄπιστον, λέγουσιν· ὅτι ὁ Κανὼν καθαιρεῖ μόνον ἐκείνους ὁποῦ κτυπήσουν μὲ τὸ ἴδιόν των χέρι, καὶ ὄχι ἐκείνους, ὁποῦ διὰ προσταγῆς των βάλλουν ἄλλους καὶ κτυπήσουν τινά, θέλοντες μὲ τὴν παρεξήγησιν αὐτὴν νὰ ἰατρεύσουν τὸν ἄλογον αὑτῶν θυμόν. Ἄτοπον εἶναι, λέγει ὁ παρὼν Κανών, τὸ νὰ νομίσωμεν, ὅτι οἱ Θεῖοι Ἀπόστολοι ἐπρόσταξαν νὰ καθαιρῆται μὲν ὁ ἱερωμένος ὁποῦ μὲ τὸ χέρι του κτυπήσῃ τρεῖς, θετέον, ἢ τέσσαρες φοραῖς, νὰ μὴ παιδεύεται δὲ ἐκεῖνος ὁποῦ βάλῃ ἄλλους νὰ κτυπήσουν τινὰ σκληρότατα καὶ μέχρι θανάτου. Ὅθεν, ἐπειδὴ ὁ Ἀποστολικὸς Κανὼν ἁπλῶς καὶ ἀδιορίστως λέγει νὰ καθαιρῆται ὅστις κτυπήσῃ τινά, εἴτε μὲ τὸ χέρι του, εἴτε ἄλλους βάλῃ, καὶ ἡμεῖς παρομοίως μὲ αὐτὸν διορίζομεν. Διότι οἱ Ἱερεῖς τοῦ Θεοῦ πρέπει νὰ παιδεύουν τοὺς ἀτάκτους μὲ νουθεσίας καὶ συμβουλάς, κᾄποτε δὲ καὶ μὲ τὰ ἐκκλησιαστικὰ ἐπιτίμια, ἀφορισμοὺς δηλαδή, ἢ ἀναθεματισμούς, ὅταν μὲ τὰς συμβουλὰς δὲν πείθωνται, καὶ ὄχι νὰ πηδοῦν ἐπάνω εἰς τοὺς ἀνθρώπους μὲ ταῖς ξυλιαῖς. Εἰ δὲ οὔτε μὲ τὰ ἐκκλησιαστικὰ ἐπιτίμιά τινες σωφρονίζονται, εἶναι ἄδεια νὰ τοὺς παραδίδουν εἰς τοὺς ἐξωτερικοὺς ἄρχοντας διὰ νὰ τοὺς παιδεύουν.

Καθὼς καὶ ὁ εʹ. τῆς ἐν Ἀντιοχείᾳ διορίζει νὰ σωφρονίζωνται μὲ τῶν ἀρχόντων τὸ χέρι οἱ τὴν Ἐκκλησίαν ταράττοντες. Ἀνάγνωθι τὸν ῥηθέντα κζʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ Ιʹ. Οἱ τοῖς πάθεσιν ἑαυτοὺς ἐκδότους παραστήσαντες, οὐ μόνον τὴν ἀπὸ τῶν ἱερῶν Κανόνων τιμωρίαν οὐ φρίττουσιν, ἀλλὰ καὶ αὐτῶν ἐκείνων κατορχεῖσθαι τετολμήκασι. Στρεβλοῦσι γὰρ ἑαυτούς, καὶ πρὸς τὸ ἐμπαθὲς αὐτῶν ἀποκιβδηλεύουσι τοῦ θελήματος, ἵνα τῇ φιλοτιμίᾳ τῆς ἐμπαθείας, κατὰ τὸν θεολόγον Γρηγόριον, μὴ μόνον ἀνεύθυνον αὐτοῖς ᾖ τὸ κακόν, ἀλλὰ καὶ Θεῖον νομίζοιτο. Τὸν γὰρ Ἀποστολικὸν Κανόνα, τὸν λέγοντα, σκεῦος χρυσοῦν, ἢ ἀργυροῦν ἁγιασθέν, ἢ ὀθόνην, μηδεὶς ἔτι εἰς οἰκείαν χρῆσιν σφετεριζέσθω· παράνομον γάρ. Εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ· τοῦτον οὖν εἰς οἰκείαν συνηγορΐαν τῶν ἑαυτῶν παρανομημάτων ἐκλαμβάνοντες, οὐ φασὶ δεῖν καθαιρέσεως ἀξίους κρίνεσθαι τοὺς τὴν σεβασμίαν τῆς ἁγίας Τραπέζης ἐνδυτὴν εἰς οἰκεῖον χιτῶνα, ἢ ἕτερόν τι τῶν ἀμφίων μετασχηματίζοντες.

Οὐμήν, ἀλλ’ οὐδὲ τοὺς τὸ ἅγιον Ποτήριον. Ὢ τῆς ἀσεβείας! ἢ τὸν σεπτὸν δίσκον, ἢ τὰ τούτοις παραπλήσια εἰς ἰδίαν ἐκδαπανῶντας χρείαν, ἢ καταχραίνοντας! Ὁ γὰρ Κανών φησι τοὺς εἰς τοῦτο περιπίπτοντας, ἀφορισμῷ καθυποβάλλεσθαι, ἀλλ’ οὐ καθαιρέσει ἐδικαίωσεν. Ἀλλὰ τίς ἂν ἀνάσχοιτο τῆς τοιαύτης παραποιήσεως καὶ δυσσεβείας τὸ μέγεθος; τοῦ γὰρ Κανόνος τοῖς τὸ μόνον ἁγιασθὲν εἰς χρῆσιν, ἀλλ’ οὐκ εἰς τελείαν ἁρπαγὴν σφετεριζομένοις, τὸν ἀφορισμὸν ἐπιπέμποντος, αὐτοὶ τοὺς καθαρπάζοντας καὶ ἱεροσυλοῦντας τὰ τῶν Ἁγίων ἅγια, ἐλευθεροῦσι τῆς καθαιρέσεως, καὶ τοὺς εἰς βρωμάτων ὑπηρεσίαν, ὅσον γε τῇ ὑφ’ ἑαυτῶν κρίσει, τοὺς σεβασμίους δίσκους, ἢ τὰ ἱερὰ Ποτήρια καταμολύναντας, ἀκαθαιρέτους εἰσάγουσι, καίτοι φανεροῦ καθεστηκότος τοῦ μιάσματος, καὶ δῆλον ὄν, ὡς, τὰ τοιαῦτα πράττοντες, οὐ μόνον καθαιρέσει, ἀλλὰ καὶ τῆς ἐσχάτης δυσσεβείας τῷ ἐγκλήματι περιπίπτουσι.

Διόπερ ὥρισεν ἡ ἁγία Σύνοδος (τοὺς τὸ ἅγιον Ποτήριον, ἢ τὸν δίσκον, ἢ τὴν λαβίδα, ἢ τὴν σεβασμίαν ἐνδυτήν, καὶ τὸν λεγόμενον ἀέρα, ἢ ἁπλῶς τοὺς ἕν τι τῶν ἐν τῷ θυσιαστηρίῳ ἱερῶν καὶ ἁγίων σκευῶν, ἢ ἀμφιασμάτων, εἰς ἴδιον κέρδος ὑφαρπάζοντας, ἢ εἰς χρῆσιν ἀποχρωμένους ἀνίερον,) παντελεῖ καθαιρέσει καθυποβάλλεσθαι. Τὸ μὲν γάρ, ἐστὶ βεβηλῶσαι, τὸ δέ, συλῆσαι τὰ ἅγια. Τοὺς μέντοι τὰ ἔξωθεν τοῦ θυσιαστηρίου ἀφιερωμένα σκεύη, ἢ ἄμφια, εἰς χρῆσιν ἀνίερον ἑαυτοῖς, ἢ ἑτέρῳ παρέχοντας, τούτους ὁ Κανὼν ἀφορίζει, καὶ ἡμεῖς συναφορίζομεν· τοὺς δὲ παντελῶς ὑφαρπάζοντας, τῇ τῶν ἱεροσύλων καταδίκῃ καθυποβάλλομεν.

Ἑρμηνεία. Καὶ τὸν ογʹ. Κανόνα τῶν Ἀποστόλων, τὸν ἀφορίζοντα ἐκείνους ὁποῦ μεταχειρισθοῦν εἰς ὑπηρεσίαν κοινὴν καὶ ἀνίερον ἱερὸν σκεῦος, ἢ ἄμφιον, τινὲς παρεξηγοῦντες ἔλεγον· ὅτι δὲν εἶναι καθαιρέσεως ἄξιοι οἱ τὸ ἔνδυμα τῆς ἁγίας Τραπέζης, ὑποκάμισον, ἢ ἄλλο ἱμάτιον ἐδικόν τους κατασκευάζοντες, ἢ τὸ ἅγιον Ποτήριον, καὶ τὸν σεπτὸν δίσκον καὶ τὰ ἄλλα θειότατα σκεύη τὰ ἐν τῷ βήματι εἰς τὴν χρείαν αὐτῶν ἐξοδιάζοντες ἢ μολύνοντες μὲ ἀνίερον μεταχείρησιν, ἐπειδὴ οἱ Ἀπόστολοι ἀφορίζουσι μόνον τοὺς ποιοῦντας ταῦτα, καὶ ὄχι καθαιροῦσι.

Διορίζει λοιπὸν ὁ παρὼν Κανών, ὅτι οἱ ταῦτα λέγοντες, στρεβλοῦσι τὸν Ἀποστολικὸν Κανόνα, καὶ κατὰ τὰ πάθη αὑτῶν τοῦτον παρερμηνεύουσι. Διὸ ἂν ὁ Κανὼν ἀφορίζῃ ἐκείνους, ὁποῦ ὄχι ἁρπάσουν, ἀλλὰ μόνον μεταχειρισθοῦν εἰς κοινὴν ὑπηρεσίαν τὰ ἔξω τοῦ βήματος ἁγιασθέντα μόνον σκεύη μὲ τὴν εἰς τὸν ναὸν ἀφιέρωσιν, πῶς δὲν εἶναι ὑπεύθυνοι, ὄχι μόνον εἰς καθαίρεσιν, ἀλλὰ καὶ εἰς τὴν ἐσχάτην δυσσέβειαν ἐκεῖνοι ὁποῦ καὶ ἁρπάσουν, καὶ μὲ κοινὰς καὶ ἀκαθάρτους χρήσεις καταμολύνουν αὐτὰ τὰ Ἅγια τῶν ἁγίων, Ποτήρια λέγω καὶ θείους δίσκους, καὶ ἄλλα ὅμοια, διὰ μέσου τῶν ὁποίων ἐπιτελοῦνται τὰ φοβερὰ καὶ φρικτὰ Μυστήρια; Λοιπὸν ὅποιος Ἱερωμένος ἁρπάσῃ τὰ ἐν τῷ ἁγίῳ θυσιαστηρίῳ εὑρισκόμενα ἅγια σκεύη καὶ ἄμφια, ἢ τὰ μεταχειρισθῇ εἰς ὑπηρεσίαν ἀνίερον, οὗτος παντελῶς νὰ καθαίρεται, ἐπειδὴ ἡ ἁρπαγὴ αὕτη εἶναι (διὰ νὰ εἰποῦμεν ἔτσι) ἁγιοσυλία (ἥτις μεγαλητέρα εἶναι ἀπὸ τὴν ἁπλῶς ἱεροσυλίαν), ἡ δὲ ἀνίερος αὕτη ὑπηρεσία εἶναι βεβήλωσις καὶ μολυσμὸς τῶν ἁγίων. Τοὺς δὲ τὰ ἔξω τοῦ ἁγίου βήματος εὑρισκόμενα σκεύη ἢ ἄμφια μεταχειριζομένους εἰς ὑπηρεσίαν κοινὴν ἐδικήν των, ἢ εἰς ἄλλους τὰ δίδουν διὰ νὰ τὰ μεταχειρισθοῦν ἐκεῖνοι, καὶ ὁ Κανὼν τῶν Ἀποστόλων, καὶ ἡμεῖς ἀφορίζομεν· τοὺς δὲ μὲ τελειότητα ταῦτα ἁρπάζοντας, εἰς τὴν καταδίκην· τῶν ἱεροσύλων ὑποβάλλομεν. Ἀνάγνωθι καὶ τὸν ογʹ. αὐτὸν Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΑʹ. Τοὺς Πρεσβυτέρους ἢ Διακόνους, κοσμικὰς ἀρχὰς ἢ φροντίδας ἀναδεχομένους, ἢ τὰς ἐν τοῖς οἴκοις τῶν ἀρχόντων λεγομένας κουρατορείας, οἱ Θεῖοι καὶ ἱεροὶ Κανόνες καθαιρέσει καθυποβάλλουσι. Τοῦτο οὖν καὶ ἡμεῖς ἐπικυροῦντες, καὶ περὶ τῶν λοιπῶν τῶν ἐν τῷ Κλήρῳ κατειλεγμένων διοριζόμεθα, ὡς εἴ τις αὐτῶν κοσμικὰς ἀρχὰς μεταχειρίζοιτο, ἢ τὰς ἐν τοῖς τῶν ἀρχόντων οἴκοις, ἢ προαστείοις λεγομένας κουρατορείας ἀναδέχοιτο, τοῦτον τοῦ οἰκείου Κλήρου ἐκδιώκεσθαι. Οὐδεὶς γὰρ δύναται κατὰ τὴν τοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν αὐτόλεκτον καὶ ἀψευδεστάτην φωνὴν «δυσὶ κυρίοις δουλεύειν».

Ἑρμηνεία. Ὁ παρὼν Κανὼν ὄχι μόνον τοὺς ἐντὸς τοῦ βήματος ἱερωμένους, ὡς οἱ λοιποὶ Κανόνες διορίζουσιν, ἀλλὰ καὶ ὅλους τοὺς ἔξω τοῦ βήματος Κληρικοὺς ἐμποδίζει ἀπὸ τὸ νὰ λαμβάνουσι κοσμικὰ ἀξιώματα καὶ κουρατορείας, ἤτοι ἐπιστασίας καὶ φροντίδας, τόσον μέσα εἰς τὰ ὀσπήτια τῶν ἀρχόντων, ὅσον καὶ εἰς τὰ τσεφτιλίκια αὐτῶν. Ὅποιος δὲ ἐξ αὐτῶν τοῦτο ἤθελε κάμει, νὰ διώκεται ἀπὸ τὸν Κλῆρόν του, ἐπειδή, κατὰ τὸ λόγιον τοῦ Κυρίου· οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Ὅρα καὶ τὸν ϛʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΒʹ. Τῆς ἁγίας καὶ Οἰκουμενικῆς ἕκτης Συνόδου, τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις ἔνδον οἰκίας οὖσι, λειτουργοῦντας ἢ βαπτίζοντας Κληρικοὺς παρὰ γνώμην τοῦ Ἐπισκόπου, καθαιρέσει καθυποβαλλούσης, καὶ ἡμεῖς τοῦτο συμψηφιζόμεθα. Τῆς γὰρ ἁγίας Ἐκκλησίας ὀρθοτομούσης, καὶ τὸν ἀληθῆ πρεσβευούσης καὶ ἐκδικούσης λόγον, καὶ τὸ σεμνὸν τῆς πολιτείας συντηρούσης τε καὶ ἐκδιδασκούσης, ἀπηχὲς καὶ ἀνόσιον, παραχωρεῖν τοὺς ἀπαιδευσίᾳ συζῶντας, εἰς τὰς οἰκείας ὑποδυομένους, τὴν ταύτης εὐταξίαν διασπᾷν, καὶ πολλῆς ταραχῆς καὶ σκανδάλων ἀποπληροῦν. Διόπερ ἡ νῦν ἱερὰ καὶ θεοσυνέργητος Σύνοδος, τῇ Οἰκουμενικῇ καὶ ἁγίᾳ ϛʹ. Συνόδῳ συμφωνοῦσα, ἀποκεκληρωμένους εἶναι τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκους, ἔνδον οἰκίας οὖσι λειτουργοῦντας, διωρίσατο, τῆς ἀποκληρώσεως δηλονότι παρὰ τοῦ κατὰ τὸν τόπον Ἐπισκόπου αὐτοῖς ἀπονεμηθείσης. Εἰ δέ τινες παρὰ τούτους, τοῦ Ἐπισκόπου μὴ εὐδοκοῦντος, εἰς τὰς οἰκείας ἐμπίπτοντες, ἅπτεσθαι τῆς λειτουργίας ἀποτολμῶσι, τούτους μὲν καθαιρεῖσθαι, τοὺς δὲ τῆς αὐτῶν κοινωνίας μετασχόντας, τῷ ἀφορισμῷ καθυποβάλλεσθαι.

Ἑρμηνεία. Σύμφωνος εἶναι ὁ παρὼν Κανὼν μὲ τὸν λαʹ. τῆς ϛʹ. Συνόδου, τὸν ὁποῖον ἐξηγήσαμεν, καὶ ὅρα τὴν ἑρμηνείαν ἐκεῖ. Τοῦτο δὲ μόνον προστιθέασιν οἱ Πατέρες τῆς παρούσης Συνόδου, ὅτι ἐκεῖνοι ὁποῦ μέλλουν νὰ λειτουργοῦν εἰς τοὺς εὐκτηρίους οἴκους ἀνεγκαινιάστους, τοὺς ὄντας μέσα εἰς ὀσπήτια, πρέπει νὰ ᾖναι διωρισμένοι, καὶ ξεχωρισμένοι εἰς τοῦτο ἀπὸ τὸν κατὰ τόπον Ἀρχιερέα.

Εἰ δὲ καὶ ἤθελαν τολμήσει νὰ λειτουργήσουν εἰς τοὺς εὐκτηρίους αὐτοὺς ἄλλοι τινὲς Ἱερωμένοι, μὴ ὄντες διωρισμένοι εἰς τοῦτο ἀπὸ τὸν Ἀρχιερέα, αὐτοὶ μὲν νὰ καθαίρωνται, οἱ δὲ συγκοινωνήσαντες εἰς τοῦτο μὲ αὐτοὺς λαϊκοὶ νὰ ἀφορίζωνται. Ὅρα καὶ τὸν λαʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΓʹ. Τὰς τῶν αἱρετικῶν ζιζανίων ἐπισπορὰς ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ ὁ παμπόνηρος καταβάλλων, καὶ ταύτας ὁρῶν τῇ μαχαίρᾳ τοῦ πνεύματος ἐκτεμνομένας προῤῥίζους, ἐφ’ ἑτέραν ἦλθε μεθοδείας ὁδόν, τῇ τῶν σχισματικῶν μανίᾳ τὸ Χριστοῦ Σῶμα μερίζειν ἐπιχειρῶν. Ἀλλὰ καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν ἡ ἁγία Σύνοδος ἀναστέλλουσα παντελῶς, ὥρισε τοῦ λοιποῦ, ἵνα, εἴτε Πρεσβύτερος, εἴτε Διάκονος, ὡς δῆθεν ἐπὶ ἐγκλήμασί τισι τοῦ οἰκείου κατεγνωκὼς Ἐπισκόπου, πρὸ συνοδικῆς διαγνώσεως καὶ ἐξετάσεως, καὶ τῆς ἐπ’ αὐτῷ τελείας κατακρίσεως ἀποστῆναι τολμήσοι τῆς αὐτοῦ κοινωνίας, καὶ τὸ ὄνομα αὐτοῦ ἐν ταῖς ἱεραῖς τῶν λειτουργιῶν εὐχαῖς, κατὰ τὸ παραδεδομένον τῇ Ἐκκλησίᾳ μὴ ἀναφέροι, τοῦτον ὑποκεῖσθαι καθαιρέσει, καὶ πάσης ἱερατικῆς ἀποστερεῖσθαι τιμῆς. Ὁ γὰρ ἐν Πρεσβυτέρου τάξει τεταγμένος, καὶ τῶν Μητροπολιτῶν ἁρπάζων τὴν κρίσιν, καὶ πρὸ κρίσεως αὐτὸς κατακρίνων, ὅσον τὸ ἐπ’ αὐτῷ τὸν οἰκεῖον πατέρα καὶ Ἐπίσκοπον, οὗτος οὐδὲ τῆς τοῦ Πρεσβυτέρου ἐστὶν ἄξιος τῆς τιμῆς ἢ ὀνομασίας. Οἱ δὲ τούτῳ συνεπόμενοι, εἰ μὲν τῶν Ἱερωμένων εἶέν τινες, καὶ αὐτοὶ τῆς οἰκείας τιμῆς ἐκπιπτέτωσαν, εἰ δὲ Μοναχοί, ἢ λαϊκοί, ἀφοριζέσθωσαν παντελῶς τῆς Ἐκκλησίας, μέχρις ἂν τὴν πρὸς τοὺς σχισματικοὺς συνάφειαν διαπτύσαντες, πρὸς τὸν οἰκεῖον ἐπιστραφεῖεν Ἐπίσκοπον.

Ἑρμηνεία. Τόσον μὲ τοὺς αἱρετικούς, ὅσον καὶ μὲ τοὺς σχισματικούς, ἐπιχειρεῖ ὁ διάβολος νὰ διαμερίσῃ τὸ σῶμα τοῦ Χριστοῦ, ἤτοι τὴν Ἐκκλησίαν αὐτοῦ. Διὰ τοῦτο ὁ παρὼν Κανὼν διορίζει, ὅτι ὅποιος Πρεσβύτερος, ἢ Διάκονος χωρισθοῦν ἀπὸ τὴν συγκοινωνίαν τοῦ Ἐπισκόπου των, καὶ τὸ ὄνομά του δὲν μνημονεύουσι κατὰ τὸ σύνηθες, πρὸ τοῦ νὰ ἐξετάσῃ ἡ Σύνοδος τὰ ἐγκλήματά του, καὶ νὰ τὸν καταδικάσῃ· οὗτοι μὲν νὰ καθαίρωνται, ἐπειδὴ δὲν εἶναι ἄξιοι νὰ ἔχουν τὸ ἀξίωμα καὶ τὸ ὄνομα τοῦ Πρεσβυτέρου καὶ Διακόνου, οἱ τὸν κατὰ πνεῦμα πατέρα αὑτῶν Ἐπίσκοπον κατακρίνοντες, καὶ τὴν κρίσιν τῶν Μητροπολιτῶν προαρπάζοντες· οἱ Μητροπολῖται γὰρ καὶ ὄχι οἱ Κληρικοὶ κρίνουσι τοὺς Ἐπισκόπους· οἱ δὲ συνακολουθοῦντες μὲ τοὺς τοιούτους ἀποστάτας, Πρεσβυτέρους καὶ Διακόνους, εἰ μὲν εἶναι Ἱερωμένοι, ἂς καθαίρωνται, εἰ δὲ Μοναχοὶ καὶ λαϊκοί, ἂς ἀφορίζωνται, ὄχι μόνον ἀπὸ τὰ θεῖα Μυστήρια, ἀλλὰ καὶ ἀπὸ τὴν Ἐκκλησίαν, ἕως ὅτου μισήσουν αὐτούς, καὶ ἑνωθῶσι μὲ τὸν ἐδικόν τους Ἐπίσκοπον. Ὅρα καὶ τὸν λαʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΔʹ. Εἴ τις Ἐπίσκοπος, ἐγκλήματος πρόφασιν ποιούμενος κατὰ τοῦ οἰκείου Μητροπολίτου, πρὸ συνοδικῆς διαγνώσεως ἀποστήσοι ἑαυτὸν τῆς πρὸς αὐτὸν κοινωνίας, καὶ μὴ ἀναφέροι τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ εἰθισμένον ἐν τῇ θείᾳ μυσταγωγίᾳ· τοῦτον ὥρισεν ἡ ἁγία Σύνοδος καθῃρημένον εἶναι, εἰ μόνον ἀποστὰς τοῦ οἰκείου Μητροπολίτου, σχίσμα ποιήσοι· δεῖ γὰρ ἕκαστον τὰ οἰκεῖα μέτρα γινώσκειν, καὶ μήτε τὸν Πρεσβύτερον καταφρονεῖν τοῦ ἰδίου Ἐπισκόπου, μήτε τὸν Ἐπίσκοπον τοῦ ἰδίου Μητροπολίτου.

Ἑρμηνεία. Παρομοίως μὲ τὸν ἀνωτέρω Κανόνα καθαιρεῖ καὶ ὁ παρὼν Κανὼν τοὺς Ἐπισκόπους ἐκείνους, ὁποῦ χωρισθοῦν ἀπὸ τὴν συγκοινωνίαν τοῦ Μητροπολίτου των, καὶ τὸ ὄνομά του δὲν μνημονεύουσι κατὰ τὸ σύνηθες· διότι οὔτε ὁ Πρεσβύτερος πρέπει νὰ καταφρονῇ τὸν Ἐπίσκοπόν του, οὔτε ὁ Ἐπίσκοπος τὸν Μητροπολίτην του. Ὅρα καὶ τὸν λαʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΕʹ. Τὰ ὁρισθέντα περὶ Πρεσβυτέρων καὶ Ἐπισκόπων καὶ Μητροπολιτῶν, πολλῷ μᾶλλον ἐπὶ Πατριαρχῶν ἁρμόζει. Ὥστε εἴ τις Πρεσβύτερος, ἢ Ἐπίσκοπος, ἢ Μητροπολίτης τολμήσοι ἀποστῆναι τῆς πρὸς τὸν οἰκεῖον Πατριάρχην κοινωνίας, καὶ μὴ ἀναφέροι τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ ὡρισμένον καὶ τεταγμένον, ἐν τῇ θείᾳ Μυσταγωγίᾳ, ἀλλὰ πρὸ ἐμφανείας συνοδικῆς καὶ τελείας αὐτοῦ κατακρίσεως, σχίσμα ποιήσοι· τοῦτον ὥρισεν ἡ ἁγία Σύνοδος πάσης ἱερατείας παντελῶς ἀλλότριον εἶναι, εἰ μόνον ἐλεγχθείη τοῦτο παρανομήσας. Καὶ ταῦτα μὲν ἐσφράγισταί τε καὶ ὥρισται περὶ τῶν προφάσει τινῶν ἐγκλημάτων τῶν οἰκείων ἀφισταμένων προέδρων, καὶ σχίσμα ποιούντων, καὶ τὴν ἕνωσιν τῆς Ἐκκλησίας διασπώντων. Οἱ γὰρ δι’ αἵρεσίν τινα παρὰ τῶν ἁγίων Συνόδων, ἢ Πατέρων, κατεγνωσμένην, τῆς πρὸς τὸν πρόεδρον κοινωνίας ἑαυτοὺς διαστέλλοντες, ἐκείνου δηλονότι τὴν αἵρεσιν δημοσίᾳ κηρύττοντος, καὶ γυμνῇ τῇ κεφαλῇ ἐπ’ Ἐκκλησίας διδάσκοντος, οἱ τοιοῦτοι οὐ μόνον τῇ κανονικῇ ἐπιτιμήσει οὐχ ὑπόκεινται πρὸ συνοδικῆς διαγνώσεως ἑαυτοὺς τῆς πρὸς τὸν καλούμενον Ἐπίσκοπον κοινωνίας ἀποτειχίζοντες, ἀλλὰ καὶ τῆς πρεπούσης τιμῆς τοῖς ὀρθοδόξοις ἀξιωθήσονται. Οὐ γὰρ Ἐπισκόπων, ἀλλὰ ψευδεπισκόπων καὶ ψευδοδιδασκάλων κατέγνωσαν, καὶ οὐ σχίσματι τὴν ἕνωσιν τῆς Ἐκκλησίας κατέτεμον, ἀλλὰ σχισμάτων καὶ μερισμῶν τὴν Ἐκκλησίαν ἐσπούδασαν ῥύσασθαι.

Ἑρμηνεία. Ἐκεῖνα ὁποῦ οἱ ἀνωτέρω Κανόνες ἐδιώρισαν περὶ Ἐπισκόπων καὶ Μητροπολιτῶν, τὰ αὐτὰ διορίζει, καὶ πολλῷ μᾶλλον, ὁ παρὼν Κανών, περὶ Πατριαρχῶν, λέγων· ὅτι, ὅστις Πρεσβύτερος, ἢ Ἐπίσκοπος, ἢ Μητροπολίτης ἤθελε χωρισθῇ ἀπὸ τὴν συγκοινωνίαν τοῦ Πατριάρχου αὑτοῦ, καὶ δὲν μνημονεύῃ τὸ ὄνομα αὐτοῦ κατὰ τὸ σύνηθες (ὁ Μητροπολίτης δηλ. μόνος· ὁ γὰρ Πρεσβύτερος τοῦ Ἐπισκόπου του τὸ ὄνομα μνημονεύει, ὁ δὲ Ἐπίσκοπος τοῦ Μητροπολίτου του) πρὸ τοῦ νὰ φανερώσουν τὰ κατὰ τοῦ Πατριάρχου αὐτῶν εἰς τὴν Σύνοδον, καὶ παρὰ τῆς Συνόδου αὐτὸς νὰ κατακριθῇ· οὗτοι, λέγω, πάντες νὰ καθαίρωνται παντελῶς, οἱ μὲν Ἐπίσκοποι καὶ Μητροπολῖται, πάσης Ἀρχιερατικῆς ἐνεργείας, οἱ δὲ Πρεσβύτεροι, πάσης Ἱερατικῆς.

Πλὴν ταῦτα μὲν νὰ γίνωνται, ἐὰν διὰ ἐγκλήματά τινα, πορνείαν θετέον, ἱεροσυλίαν καὶ ἄλλα, χωρίζωνται οἱ Πρεσβύτεροι ἀπὸ τοὺς Ἐπισκόπους των, οἱ Ἐπίσκοποι ἀπὸ τοὺς Μητροπολίτας των, καὶ οἱ Μητροπολῖται ἀπὸ τοὺς Πατριάρχας των· ἐὰν δὲ οἱ ῥηθέντες πρόεδροι ᾖναι αἱρετικοί, καὶ τὴν αἵρεσιν αὑτῶν κηρύττουσι παῤῥησίᾳ, καὶ διὰ τοῦτο χωρίζονται οἱ εἰς αὐτοὺς ὑποκείμενοι, καὶ πρὸ τοῦ νὰ γένῃ ἀκόμη συνοδικὴ κρίσις περὶ τῆς αἱρέσεως ταύτης, οἱ χωριζόμενοι αὐτοί, ὄχι μόνον διὰ τὸν χωρισμὸν δὲν καταδικάζονται, ἀλλὰ καὶ τιμῆς τῆς πρεπούσης, ὡς ὀρθόδοξοι, εἶναι ἄξιοι, ἐπειδή, ὄχι σχίσμα ἐπροξένησαν εἰς τὴν Ἐκκλησίαν μὲ τὸν χωρισμὸν αὐτόν, ἀλλὰ μᾶλλον ἠλευθέρωσαν τὴν Ἐκκλησίαν ἀπὸ τὸ σχίσμα καὶ τὴν αἵρεσιν τῶν ψευδεπισκόπων αὐτῶν. Ὅρα καὶ τὸν λαʹ. Ἀποστολικόν.

ΚΑΝΩΝ ΙΣΤʹ. Διὰ τὰς φιλονεικίας τε καὶ ταραχὰς τὰς ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ συμβαινούσας, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖόν ἐστι. Τὸ μηδενὶ τρόπῳ Ἐπίσκοπον καταστῆναι ἐν τῇ Ἐκκλησίᾳ, ἧς ἔτι ὁ προεστὼς ζεῖ, καὶ ἐν τῇ ἰδίᾳ συνίσταται τιμῇ, εἰμὴ αὐτὸς ἑκὼν τὴν Ἐπισκοπὴν παραιτήσεται. Χρὴ γὰρ πρότερον τὴν αἰτίαν τοῦ μέλλοντος τῆς Ἐπισκοπῆς ἐκδιώκεσθαι, κανονικῶς ἐξεταζομένην, εἰς πέρας ἄγεσθαι, εἶθ’ οὕτω μετὰ τὴν αὐτοῦ καθαίρεσιν, ἕτερον ἀντ’ αὐτοῦ εἰς τὴν Ἐπισκοπὴν προβιβάζεσθαι. Εἰ δέ τις τῶν Ἐπισκόπων ἐν τῇ ἰδίᾳ συνιστάμενος τιμῇ, μήτε παραιτεῖσθαι βούλοιτο, μήτε τὸν οἰκεῖον ποιμαίνειν λαόν, ἀλλὰ τῆς οἰκείας ἀποστὰς Ἐπισκοπῆς, ὑπὲρ τὸ ἑξάμηνον ἐν ἑτέρῳ διατρίβει τόπῳ, μήτε Βασιλικῷ προστάγματι κατεχόμενος, μήτε ταῖς τοῦ οἰκείου Πατριάρχου λειτουργίαις ὑπηρετούμενος, μήτε μὴν ὑπὸ νόσου χαλεπῆς τε καὶ ἀκινησίαν ἐμποιούσης παντελῆ συνεχόμενος· ὁ τοιοῦτος οὖν ὁ κατὰ μηδεμίαν τῶν εἰρημένων προφάσεων κωλυόμενος, τῆς οἰκείας ἀφιστάμενος Ἐπισκοπῆς, καὶ ὑπὲρ τὸν ἑξαμηνιαῖον χρόνον ἐν ἑτέρῳ διατρίβων τόπῳ, τῆς τοῦ Ἐπισκόπου τιμῆς τε καὶ ἀξίας ἀλλοτριωθήσεται παντελῶς.

Τὸν γὰρ τῆς ἐμπιστευθείσης αὐτῷ καταμελοῦντα ποίμνης, καὶ ἐν ἑτέρῳ ὑπὲρ τὸ ἑξάμηνον χρονοτριβοῦντα τόπῳ, ὥρισεν ἡ ἁγία Σύνοδος, καὶ τῆς Ἀρχιερωσύνης, δι’ ἧς ποιμαίνειν ἐτάχθη, παντελῶς ἀλλότριον καθεστάναι, καὶ εἰς τὸν αὐτοῦ τῆς Ἐπισκοπῆς τόπον ἕτερον ἀντ’ αὐτοῦ καταλέγεσθαι.

Ἑρμηνεία. Διορίζει ὁ παρὼν Κανών, ὅτι νὰ μὴ χειροτονῆται Ἐπίσκοπος εἰς ἐπαρχίαν, τῆς ὁποίας ὁ Ἐπίσκοπος ἀκόμη ζῇ, καὶ εἰς τὴν Ἀρχιερατικὴν ἀξίαν ἀκόμη εὑρίσκεται. Σκάνδαλα γὰρ τοῦτο, καὶ ταραχὰς εἰς τὴν Ἐκκλησίαν προξενεῖ, ἔξω μόνον ἂν θεληματικῶς ὁ Ἐπίσκοπος παραιτήσῃ τὴν Ἐπισκοπήν του (διά τινα κωλυτικὴν κρυπτὴν ἀφορμὴν δηλαδή, περὶ οὗ ὅρα τὴν Ἐπιστολὴν τῆς γʹ. Συνόδου)· ἐὰν δὲ Ἐπίσκοπός τινας διὰ ἐγκλήματά του, ᾖναι ἄξιος νὰ διωχθῇ ἀπὸ τὴν Ἐπισκοπήν του, πρῶτον πρέπει νὰ ἐξετάζωνται συνοδικῶς τὰ ἐγκλήματά του ταῦτα, καὶ νὰ καθαιρῆται, μετὰ ταῦτα δὲ νὰ γίνεται εἰς αὐτὴν ἄλλος Ἐπίσκοπος. Ἀνίσως δέ τινας Ἐπίσκοπος μήτε θελήσῃ νὰ παραιτηθῇ, μήτε νὰ ποιμαίνῃ τὸν λαόν του, ἀλλὰ διατρίβῃ ἔξω τῆς ἐπαρχίας του περισσότερον ἀπὸ ἓξ μῆνας χωρὶς νὰ ἐμποδίζεται, οὔτε ἀπὸ Βασιλικὴν προσταγήν, οὔτε ἀπὸ ὑπηρεσίας τοῦ Πατριάρχου, οὔτε ἀπὸ κἀμμίαν δεινὴν ἀσθένειαν, ἀκίνητον ποιοῦσαν αὐτόν· ὁ τοιοῦτος καλούμενος καὶ μὴ ὑποστρέφων, ἀλλ’ ἀμελῶν τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον, νὰ καθαιρῆται παντελῶς ἀπὸ τὴν Ἀρχιερατικὴν ἀξίαν, καὶ ἀντὶ αὐτοῦ νὰ χειροτονῆται ἄλλος Ἐπίσκοπος.

Ὅρα δέ, ὅτι ὁ παρὼν Κανὼν εἰπὼν ἀνωτέρω, ἔξω μόνον ἂν θεληματικῶς παραιτήσῃ ὁ Ἐπίσκοπος τὴν Ἐπισκοπήν του, παρακάτω ὡσὰν νὰ ἐπιδιορθώνῃ τοῦτο, λέγει, ὅτι διὰ ἐγκλήματα πρέπει νὰ ἐκβάλλεται ὁ Ἐπίσκοπος ἀπὸ τὴν ἐπαρχίαν του, καὶ ὄχι ἁπλῶς μὲ θεληματικὴν παραίτησιν διὰ ῥᾳθυμίαν, ἢ καὶ ἀπραγμοσύνην του, εἰμὴ διά τινα, ὡς εἴπομεν, κρυπτὴν καὶ κωλυτικὴν ἀφορμήν.

Συμφωνία. «Συμφώνως μὲ τὸν παρόντα καὶ ὁ ϙϛʹ. τῆς ἐν Καρθαγ. διορίζει λέγων, ὅτι δὲν πρέπει νὰ ἀφαιρῆται ἡ Ἐπισκοπὴ ἀπὸ κἀνένα Ἐπίσκοπον πρὸ τοῦ νὰ λάβῃ ἔκβασιν ἡ κατ’ αὐτοῦ κρίσις. Ὁ δὲ δʹ. τῆς ἐν Σαρδικ. ἐμποδίζει τὸ νὰ γίνεται ἄλλος Ἐπίσκοπος εἰς τὴν Ἐπισκοπὴν τοῦ καθαιρεθέντος Ἐπισκόπου, πρὸ τοῦ νὰ ἀποφασίσῃ περὶ τούτου ὁ Ῥώμης, ἵνα μὴ ὦσιν ἐν τῇ αὐτῇ πόλει δύω Ἐπίσκοποι· ὅπερ παράνομόν ἐστι καὶ ἐμποδισμένον ἀπὸ τὸν ηʹ. τῆς αʹ. καὶ ιβʹ. τῆς δʹ.» Ὅρα καὶ τὸν νηʹ. Ἀποστολικόν, καὶ τὸν πʹ. τῆς ϛʹ.

ΚΑΝΩΝ ΙΖʹ. Ἐν πᾶσι τῆς ἐκκλησιαστικῆς εὐταξίας φροντίζοντες, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖον ἐθέμεθα, ὥστε τοῦ λοιποῦ μηδένα τῶν λαϊκῶν, ἢ Μοναχῶν, ἀθρόον εἰς τὸ τῆς Ἐπισκοπῆς ὕψος ἀνάγεσθαι, ἀλλὰ τοῖς ἐκκλησιαστικοῖς βαθμοῖς ἐξεταζόμενον πρότερον, οὕτω τῆς Ἐπισκοπῆς τὴν χειροτονίαν ὑποδέχεσθαι. Εἰ γὰρ καὶ μέχρι τοῦ νῦν ἀπὸ τῶν λαϊκῶν ἢ Μοναχῶν τινες, ἀπαιτούσης χρείας, παραυτίκα τιμῆς ἄξιοι γεγόνασιν Ἐπισκοπῆς, ἀρετῇ τε διαπρέψαντες, καὶ τὰς κατ’ αὐτοὺς Ἐκκλησίας ὑψώσαντες, ἀλλὰ τό γε σπάνιον οὐ νόμον τῆς Ἐκκλησίας τιθέμενοι, ὁρίζομεν τοῦ λοιποῦ μηκέτι τοῦτο γίνεσθαι, εἰ μὴ κατὰ λόγον ὁ χειροτονούμενος τῶν ἱερατικῶν προέλθοι βαθμῶν, ἐν ἑκάστῳ τάγματι τὸν νενομισμένον χρόνον ἀποπληρῶν.

Ἑρμηνεία. Ἐμποδίζει ὁ παρὼν Κανὼν τὸ νὰ ἀναβιβάζεταί τινας εἰς τὸ ὕψος τῆς Ἀρχιερωσύνης, ἤτοι νὰ χειροτονῆται Ἀρχιερεὺς ἀπὸ λαϊκούς, ἢ Μοναχούς, παρευθὺς ὁποῦ ψηφισθῇ εἰς τοῦτο, ἀλλὰ πρῶτον μὲν νὰ χειροτονῆται κατὰ τάξιν εἰς κάθε βαθμὸν τῆς Ἱερωσύνης, Ἀναγνώστης δηλαδή, Ὑποδιάκονος, Διάκονος καὶ Πρεσβύτερος, δεύτερον δὲ νὰ μένῃ ἀρκετὸν καιρὸν εἰς τὸν κάθε ἕνα βαθμόν· καὶ μετὰ ταῦτα, ἐὰν ἄξιος εὑρεθῇ, νὰ χειροτονῆται καὶ Ἐπίσκοπος. Διότι, ἀγκαλὰ καὶ μερικοὶ ἕως τῆς σήμερον ἐν καιρῷ ἀνάγκης, ἀπὸ λαϊκοὺς καὶ Μοναχοὺς ἔγιναν παρευθὺς Ἐπίσκοποι (δηλαδὴ χωρὶς νὰ κάμουν πρότερον τὸν συνήθη καὶ διωρισμένον καιρὸν εἰς κάθε βαθμὸν τῆς Ἱερωσύνης), οἵτινες καὶ ἄξιοι ἐφάνησαν, καὶ μὲ ἀρετὰς ἔλαμψαν, καὶ τὰς ἐπαρχίας αὐτῶν ἐδόξασαν· ἀλλ’ ὅμως, τὸ μερικὸν καὶ σπάνιον, καὶ ἐν καιρῷ ἀνάγκης γινόμενον, νόμος καθολικὸς εἰς τὴν Ἐκκλησίαν δὲν γίνεται (καθὼς τοῦτο αὐτὸ λέγει καὶ ὁ Θεολόγος Γρηγόριος, καὶ ἡ βʹ. πρᾶξις τῆς ἐν τῇ ἁγίᾳ Σοφίᾳ Συνόδου, λέγουσα «τὰ σπάνια ἀγαθὰ οὐ δύνανται νόμος εἶναι τοῖς πολλοῖς»). Ὅθεν τοῦτο ἀπὸ τῆς σήμερον καὶ εἰς τὸ ἑξῆς νὰ μὴ γίνεται. Ἀνάγνωθι καὶ τὸν πʹ. Ἀποστολικόν.