Ἡ ἀπὸ πάσης τῆς ἐν Ἀφρικῇ Συνόδου, πρὸς Βονιφάτιον τὸν τῆς Ῥωμαίων Ἐκκλησίας Ἐπίσκοπον, διὰ Φαυστίνου Ἐπισκόπου, Φιλίππου καὶ Ἀσέλλου πρεσβυτέρου, τῶν τοποτηρητῶν τῆς Ῥωμαϊκῆς Ἐκκλησίας, ἀποσταλεῖσα Ἐπιστολὴ Αʹ.
Ἐπειδὴ τῷ Κυρίῳ ἤρεσεν ἵνα, περὶ ὧν ἅμα ἡμῖν διεπράξαντο οἱ ἁγιώτατοι ἀδελφοὶ ἡμῶν, Φαυστῖνος ὁ Συνεπίσκοπος, καὶ οἱ Συμπρεσβύτεροι Φίλιππος καὶ Ἄσελλος, μὴ τῷ τῆς μακαρίας μνήμης Ζωσίμῳ τῷ Ἐπισκόπῳ, ἀφ’ οὗ πρὸς ἡμᾶς γράμματα καὶ ἐντολὰς ἤγαγον, ἀλλὰ τῇ ὑμετέρᾳ τιμιότητι εἰς τὸν ἐκείνου τόπον θεόθεν κατασταθήσῃ, ἡ ἡμετέρα βραχύτης ἀντιγράψῃ τὰ τῇ ἑκατέρων ἡμῶν ὁμονοίᾳ περατωθέντα, ὀφείλομεν διὰ βραχέων ἐμφανῆ καταστῆσαι. Οὐ μὴν τὰ τοῖς ἐκτεταμένοις τῶν πεπραγμένων κυλίσμασι κατεχόμενα, ἐν οἷς σωζομένης μὲν τῆς ἀγάπης, οὐ χωρὶς δὲ μικροῦ τῆς ἀμφισβητήσεως καμάτου παρειλκύσαμεν, σκεπτόμενοι τὰ εἰς τὸ πρᾶγμα συντείνοντα, τοῖς πεπραγμένοις ἐνθεῖναι. Κᾀκεῖνος γάρ, εἰ ἔτι ἦν ἐν τῷ σώματι τούτῳ, χαριεστέρως ἐδέχετο, ὅπερ ἔβλεπεν εἰρηνικωτέρως περατωθέν, Κύριε ἀδελφέ. Ἀπιάριος ὁ Πρεσβύτερος, οὗ τινος καὶ περὶ τῆς χειροτονίας καὶ τῆς ἀκοινωνησίας καὶ προκλήσεως ἀνεφύη, οὐ μόνον τῇ ἐν Σίκκῃ, ἀλλὰ καὶ τῇ ἐν πάσῃ τῇ Ἀφρικῇ Ἐκκλησίᾳ, οὐ μικρὸν σκάνδαλον, περὶ πάντων, ὧν ἐπλανήθη, συγγνώμην αἰτήσας, τῇ κοινωνίᾳ ἀπεκατέστη.