Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Ματθαῖον Καντακουζηνὸν καὶ τὴν αὐγούσταν Ἄνναν Παλαιολογίναν

Νικόλαος Καβάσιλας

Προοίμιο και καταγωγή του αυτοκράτορα Ματθαίου Καντακουζηνού

Ο ρήτορας αιτιολογεί το εγκώμιο, τονίζοντας την αξία του λόγου, και αναφέρεται στην ένδοξη βασιλική γενεαλογία και τα κατορθώματα των προγόνων του αυτοκράτορα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 5

Εἰς τὸν αὐτοκράτορα ἐγκώμιον. Ἄτοπόν τι νομίζω καὶ τῆς μεγίστης ἀγνωμοσύνης, εἰ πολλῶν καὶ μεγάλων παρ’ ὑμῶν ἀπολελαυκότες πραγμάτων, οὕτω περὶ τοὺς εὐεργετοῦντας δόξαιμεν κακοί, ὡς μηδὲ λόγοις ἐθέλειν ἀμείβεσθαι. Οὐ μόνον γὰρ αὐτὸ τοῦτο τὸ φαύλοις καὶ δοκεῖν καὶ εἶναι περιέσται ἡμῖν, ἀλλ’ ὅτι καὶ τῶν εὐεργεσιῶν ἡμᾶς αὐτοὺς ἀναξίους, οἷς οὕτω περὶ αὐτὰς ἔχομεν, ἀποδείκνυμεν, καὶ τούτων εἰκότως ἐκπίπτειν ἀνάγκη, μετὰ σιωπῆς πειρωμένους. Ὅτι γὰρ τοὺς μηδεμίαν τῶν, ὧν εὖ πεπόνθασι, χάριν εἰδότας, οὐδεὶς εὖ ποιεῖν εἰκότως ἂν ἕλοιτο, παντί· που δῆλόν ἐστιν· εἰκὸς οὖν ἂν εἴη, πάντων ἀνθρώπων τὰ παρ’ ἑαυτῶν εἰσφερόντων καὶ συντελούντων τοῖς περὶ ὑμᾶς γιγνομένοις, καὶ τοὺς περὶ τὸν Ἑρμῆν ἔχοντας καὶ τὰς Μούσας τῇ τῶν λόγων τέχνῃ πρὸς τὰς εὐεργεσίας κεχρῆσθαι, τοὺς εὐεργετοῦντας ὑμνοῦντας, δίκαιά τε ποιοῦντας καὶ μάλα προσήκοντα σφίσι τε αὐτοῖς καὶ τοῖς δεχομένοις.

Οἱ γὰρ λόγοι καὶ τοῖς ἄλλοις μὲν βασιλεῦσιν ἦσαν ἑταῖροι, καὶ μεγάλων παρ’ αὐτοῖς ἀξιούμενοι τῶν στεφάνων, οὐχ ἧττον αὐτοῖς τούτους κοσμοῦσιν ἢ παρ’ αὐτῶν κοσμουμένοις· μάλιστα δὲ πάντων σοι κράτιστε βασιλεῦ, οὕτω διαφέρουσι, καὶ περὶ τοσούτου τινὸς ἄγεις τὸ κατ’ αὐτούς, ὥστ’ εἰ μὴ καὶ κατ’ ἀνθρώπους πρότερον ἦσαν, πάντως ἄν, σοῦ κρατοῦντος, κατ’ ἀνθρώπους γενέσθαι, καὶ τὴν ἀρχὴν ἀπὸ σοῦ λαβεῖν εἰκότως· ὃς γὰρ σὺν λόγῳ καὶ μετὰ τοῦ γιγνομένου καὶ βουλεύεις πάντα καὶ πράττεις, καὶ ᾦ τῶν προσόντων οὐκ ἔστιν οὐδέν, ὃ μὴ μετὰ τοῦ προσήκοντος συμβέβηκε λόγου, δίκαιος ἂν εἴης καὶ λόγους μάλιστα τῶν ἄλλων περὶ πλείονος ἄγειν τῶν ἄλλων, καὶ δοῦναι σφίσι τὸ κρατεῖν παρὰ σοί. Εἶεν.

Ἡμεῖς δέ, λέγειν μὲν εἰδότες οὐδενὸς μᾶλλον, τῷ δὲ τὰ σὰ κροτεῖν καὶ θαυμάζειν προτεθυμῆσθαι μηδενὸς ἡττώμενοι, εὐξαίμεθα μὲν ἄν, καὶ νῦν εἰπόντες, μὴ πόρρω τῶν εἰκότων εἰπεῖν· εἰ δὲ μὴ τὰ παρὰ τῆς εὐχῆς ἀπαντήσει, τὸ γοῦν μεγαλοψυχοῦντα πρὸς τοὺς ἐπαίνους τὸν ἐπαινούμενον ἴσχειν προσείη γ’ ἄν, οἶμαι, δικαίως, οὕτω πολλῶν καὶ μεγάλων τῶν πραγμάτων καθεστηκότων. Ὑπὲρ μὲν γὰρ τῶν ἄλλων βασιλέων, εἰς τὸ κρατεῖν ἐκ τῆς ἐσθῆτος μόνης προσῆν, τἄλλα μηδὲν οὖσι τῶν ὑπηκόων καλλίοσι, κἄν τις εἶπε μὴ ἐνδοιάζων, μὴ καὶ πάνυ τὴν γλῶσσαν ὢν ἀγαθός. Σὺ δέ, βέλτιστε πάντων, πάντων καθάπαξ τῶν ἐν ἐπαίνῳ τοῖς ἀνθρώποις καθεστηκότων καὶ ὧν οὐδ’ ἄν τις εὔξαιτ’ αὐτῷ καλλίω γενέσθαι, πλήρη τὴν ψυχὴν ἀποδείξας, πάντων μὲν καὶ ψυχὰς καὶ γλώσσας πρὸς σεαυτὸν ἐπιστρέφεις· καὶ οὕτω τῶν ὑπὲρ σοῦ λόγων γενναίους ῥήτορας παρασκευάζεις, ὡς πάνθ’ ὑπὲρ τούτων καὶ ποιεῖν καὶ λέγειν οἴεσθαι δεῖν· οὕτω δ’ ἡττωμένους τῶν σῶν ἀποφαίνεις καὶ κάτω πραγμάτων πίπτοντας, ὥσπερ εἰ μηδὲ τὴν ἀρχὴν τοῖς σοῖς ἐνεχείρησαν· οὕτως ὑπερφυῶν σοι τῶν ἐπαίνων προσήκει.

Ἐάν τε γὰρ τὸ γένος εἴπῃς καὶ τὴν ἐκεῖθεν εὐδαιμονίαν, τίς οὕτως Ἡρακλείων ἔξω στηλῶν, ἢ ποταμοῦ Φάσιδος, ὥστ’ ἀγνοεῖν σοι μόνῳ τῶν πάντων ταυτηνὶ τὴν νίκην προσοῦσαν, ᾧ πρόγονοι μὲν βασιλεῖς, πάπποι δὲ βασιλέων παῖδες, πολλῷ γ’ εὐδαιμονέστεροι καὶ καλλίους τῶν Αἰακιδῶν· οἷς πολλαὶ μὲν ἀπὸ βαρβάρων νίκαι καὶ τρόπαια, πολλαὶ δὲ παρὰ πάντων εὐφημίαι καὶ κρότοι, σωτῆρας σφῶν αὐτῶν καὶ κηδεμόνας καλούντων·

Πατέρες δέ· τούτων δὲ πέρι τί τις ἂν εἴποι; Βασιλεῖς βασιλέων ἁπάντων πολλῷ γ’ ἀμείνους καὶ θαυμαστότεροι, βασιλεύοντες μὲν ὑπηκόων τῷ συγκεχωρηκότι τῆς τύχης, βασιλεύοντες δὲ βασιλέων αὐτῶν, ὡς εἰπεῖν, καὶ ἀρετῆς εἵνεκα λέγω, καὶ φρονήσεως, καὶ λόγων, καὶ τοῦ διὰ πάντων, ὡς εἰπεῖν, ἥκοντος.