Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Ματθαῖον Καντακουζηνὸν καὶ τὴν αὐγούσταν Ἄνναν Παλαιολογίναν

Νικόλαος Καβάσιλας

Ηθικές αρετές, ευσέβεια και άνοδος στην εξουσία

Εγκωμιασμός της προσωπικής αρετής του αυτοκράτορα, της αφοσίωσης στον πατέρα του, της φιλανθρωπίας προς τους αντιπάλους, καθώς και της προάσπισης της ορθόδοξης πίστης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 5

Εἰ δὲ πρὸς τὴν προσοῦσαν ἀρετήν τις ἀπίδοι, ἥ τε εἰς ψυχὴν φέρει, καὶ ἣ τὸ σῶμα κοσμεῖ, Ῥωμαίους μὲν καὶ πᾶσαν τὴν ὑπ’ αὐτῷ γῆν Ῥωμαίων εὐδαιμονίσει, μάντις δὲ πολλῶν καὶ μεγάλων ἀγαθῶν ἐλπίδων φανεῖται, δυσχερανεῖ δὲ τὸν χρόνον, ὅτι μὴ πάλαι τὸν τοιοῦτον ἤνεγκε· τὸν δὲ θαυμάζειν μὲν ἐθελήσει, θαυμάσεται δὲ οὐδὲν μᾶλλον.

Τοσούτων τοίνυν πρὸς ἔπαινον τῶν σῶν χορηγούντων, καὶ τῶν μὲν τόδε, τῶν δ’ ἐκεῖνο κροτούντων, καὶ τῶν μὲν τὴν περὶ τὸ σῶμα ῥώμην ὑμνούντων, καὶ τὸ συγκεχωρηκὸς ἐν ταῖς μάχαις, καὶ λαμπρά τινα καὶ γενναῖα τῷ θαύματι προστιθέντων, καὶ οἵοις Ἀθηναῖοι τὸν πάλαι χρόνον, λαμπρὸν ἀπέδειξαν Μαραθῶνα, τῶν δ’ ἄλλο τι τῶν προσόντων ἀγαθῶν γλώσσης τρυφὴν ποιουμένων, αὐτὸς αἱροῦμαι τὰ μείζω δοῦναι τοῖς λόγοις, καὶ οἷς αὐτός, ὡς τῶν ἄλλων κρατοῦσι, μάλιστα τῶν ἄλλων προσέσχες, ᾧ βασιλεῦ, εἴπερ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν ψυχῆς ἀρετὴ καὶ τὸ κατ’ αὐτὴν ὑγιαίνειν.

Οὐ γὰρ τοιούτων μὲν φὺς καὶ πρὸς τοιούτους ἀνάγων, οἷς μέγας ἂν ἐδόκει, καὶ τῶν ἄλλως προσόντων ἀγαθῶν μὴ παρόντων, μηδὲν οἴκοθεν εἰσφέρων τῷ γένει, μόνοις δὲ τοῖς ἐκεῖθεν εἰς φιλοτιμίαν ἀρκούμενος ἀγαπᾶν ἐνόμισε δεῖν, ἀλλ’ ἐκεῖθεν τὸν βίον λαβών, καὶ θαυμασθεὶς ἐν τούτῳ τῷ μέρει, τοσοῦτον καὶ τοῖς οἴκοθεν ἀγαθοῖς αὐτὸν ὑπερῆρε καὶ πάντας νενίκηκεν, ὡς μὴ μόνον αὐτὸν ἑαυτῷ, ἀλλὰ καὶ τοῖς πατράσιν εἰς εὐδαιμονίαν οὕτως ἀρκέσαι, ὡς καὶ θαυμαστοὺς ὄντας ἐκείνους θαυμαστοτέρους ἄγαν τοῖς σφετέροις ἀγαθοῖς ἀποδεῖξαι καὶ μὴ μόνων τῶν ἄλλων, ἀλλὰ καὶ σφῶν αὐτῶν, ὡς εἰπεῖν, καλλίους, οὕτως ὑπερφυῶς, ὥστ’ εἰ μὴ καὶ τοὺς ἐπαίνους παρ’ αὐτῶν οἴκοθεν εἶχον, πάντως ἄν, οἶμαι, τῷ παιδὶ πρὸς τοῦτ’ ἂν ἥκειν δικαίως, καὶ μηδὲν ἧττον μεγάλοι δοκεῖν εἰκότως καὶ μάλ’ ἀξίως τῆς τε τῶν τεκόντων καλοκἀγαθίας τοῦ τε πρὸς αὐτοὺς αὐτοῦ διακειμένου καὶ ἣν ὡς οὐκ οἶδ’ εἴ τις ἔσχεν αἰδῶ.

Οὐ μόνον γὰρ ἐπ’ αὐτῷ φιλοτιμεῖσθαι παρέσχεν, ἀλλὰ καὶ τὴν μεγίστην, καὶ οἵαν οὐδείς πω τῶν πάντων εὔνοιαν δίδωσι, τιμῶν τὰ γιγνόμενα καὶ οἷα γονέας εἰκός· ὥσπερ γὰρ δὴ τῶν τῷ βασιλεῖ προσόντων βελτίστων κεφάλαιον τὸ κατ’ ἀρετὴν πολιτεύειν, οὕτω δὴ καὶ ταυτησὶ τῆς κατὰ Θεὸν ἐργασίας ἡ περὶ τοὺς γονέας αἰδώς· τῆς γὰρ περὶ Θεὸν εὐσεβείας τοῦτο δὴ κεφάλαιον κρίνων, ἅτε τῶν ἐκείνου νόμων ἄνω καὶ κάτω τοῦτο βοώντων, οὕτως ἠγαπήκει, καὶ οὕτω κατώρθωκεν, ὥσπερ εἰς τοῦτον τὴν ἀρχὴν τοῦ νόμου τεθέντος· τεκμήριον δέ· ἐπεὶ γὰρ τῶν πραγμάτων κακῶς ἐσχηκότων, τοῦ φθόνου διὰ πάντων χωροῦντος, ὁ τὴν συμφορὰν ἐπισχήσων καὶ τὰ πράγματα ἐπανάγειν μέλλων μετὰ μείζονος τῆς παρασκευῆς ἔξω τῶν πραγμάτων ἦν μετὰ τῆς ἀγαθῆς τύχης, ἀνδρῶν μηδενὸς ἀξίων τούτων ἐπειλημμένων καὶ πάντα στροβίλου δίκην κυκώντων, ἀγαθῶν μὲν ἐλαυνομένων, τῶν δὲ πονηρῶν κρατούντων, πάντων δέ, οἷς καὶ ὁπωσοῦν ἔμελε τοῦ βελτίστου, φευγόντων, διωκομένων, κρυπτομένων, τῶν δεινῶν ἡττωμένων, μόνου τἀγαθοῦ βασιλέως τοῖς κακοῖς περιειλημμένου, καὶ μείζονος ἢ κατ’ ἀνθρώπους ψυχῆς τοῦ πράγματος δεομένου, σὲ μόνον, ὦ βασιλεῦ, οὐδέν τι τῶν πάντων ἀπήνεγκε τοῦ πατρός, ἀλλὰ τοὺς μετ’ ἐκείνου κινδύνους καὶ πόνους πάσης ἡδονῆς ἡδίους κρίνων, ἔδειξας ἐναργῶς ὁποίους εἶναι χρὴ τοὺς υἱέας, πατέρας ὁρῶντας ἐν συμφοραῖς, κατὰ πάντων γενναίως ἱστάμενος, καὶ τύχης, καὶ φθόνου, καὶ συμφορῶν, πάντα γινόμενος αὐτῷ· στρατιᾷ στρατηγός, φύλαξ, ὑπασπιστής, βουλευτής, προκινδυνεύων, πάντα καὶ ποιεῖν καὶ πάσχειν ἑτοίμως ἔχων, ἐφ’ ᾧ μεταθεῖναι τῷ πατρὶ τὴν οὐκ ἀγαθὴν τύχην, ταυτὸν δ’ εἰπεῖν καὶ πᾶσιν ἀνθρώποις.

Ἀλλὰ τοῦτο μὲν δὴ τοιοῦτον τῆς τοῦ βασιλέως ἀρετῆς τεκμήριον ἐναργές· τὸ δ’ ἐφεξῆς ὁποῖον; Ἐπεὶ γάρ, τοῦ κλύδωνος πεπαυμένου, τὰ πράγματα ἐκεῖνα κατέστη, καὶ πατὴρ μὲν ἁπάντων ἐκράτει, εἴσω δὲ χειρῶν ἧσαν οἱ διώκοντες, ἀγαπῶντες εἰ μὴ κακῶς ἀπολοῦνται, ὁ μὲν τὴν μεγίστην καὶ οἵαν οὐδείς πω τῶν πάντων εἰπεῖν ἔχει περὶ οὐδενὸς τῶν προτέρων, φιλανθρωπίαν περὶ τούτους ἐπιδειξάμενος, τῷ μὴ δίκην λαβεῖν καὶ τὸ εὖ ποιεῖν προσετίθει, καὶ μὴ μόνον ζῆν ἀδεῶς ἀφῆκεν, ἀλλὰ καὶ τὸ σκῆπτρον ἔδωκε, καὶ μεγάλης ἠξίωσε τῆς προνοίας, ὥσπερ πάντα εἰς αὐτὸν τὰ κάλλιστα εἰργασμένους.

Ὁ δὲ πάντα πόνον ὑπομεμενηκὼς ὑπὲρ τῆς νῦν κρατούσης εἰρήνης, καὶ πολλοὺς καὶ μεγάλους μετὰ τοῦ πατρὸς κινδύνους διενεγκών, ὁρῶν τοὺς ἐχθροὺς μὲν αὖθις κρατοῦντας, ἑαυτὸν δ’ ὑπ’ ἐκείνους, ἅτε τὸ δεύτερον τῆς βασιλείας ἔχοντα σχῆμα, οὐκ ἐλογίσατο τὰ δεινά, τὴν φυγήν, τοὺς πόνους, οὐκ ἐδυσχέρανε τὸν πατέρα τοὺς πολεμίους τοῦ παιδὸς προτιθέντα, οὐ δυστυχίαν οἰκείαν ἡγεῖτο τὴν ἐκείνων εὐδαιμονίαν, ὅπερ ἄλλος εἰκότως ἔπαθεν ἄν, ἀλλ’ ἐσπένδετο μὲν μετὰ τοῦ πατρός, ἠγάπα δὲ τοῖς παροῦσι, καὶ τῆς βασιλείας πάλαι διαφερούσης διὰ τὴν ἀρετὴν ἠλόγει, πειθόμενος τῷ πατρί, εὖ εἰδώς, ὡς τὸ μὲν ἀρετῇ κρατεῖν ἄριστα πάντων ἐστὶ κρατεῖν, τὸ δὲ τῆς τύχης γέρας, εἰ μὲν προσγένοιτο δήπου, ἐν προσθήκης ἂν εἴη μέρει, καὶ μεῖζον καὶ λαμπρότερον ἀπὸ τῆς ἀρετῆς τοῖς ὅλοις φανεῖται· εἰ δ’ οὖν, οὐκ ἂν ἀνιᾶσαι τὸν ἐν τοῖς τρόποις τὸ συγκεχωρηκὸς εἰληφότα, καὶ κρατοῦντα τῷ πάντων ἀρίστῳ κράτει, τῷ τῶν ἠθῶν.

Ταῦτ’ ἄρα καὶ Θεὸν ἐντεῦθεν ἵλεων ἴσχων ἅτε τῶν ἐπιταγμάτων ἐκείνου μηδὲν προτιμότερον ἄγων, τοῦ πρότερον κρατοῦντος ἑκόντος ὄντος τὰ σκῆπτρα ῥίψαντος, καὶ διὰ τοῦτο φεύγειν ἀντὶ τοῦ βασιλεύειν ἠναγκασμένου, σύ, καιροῦ καλοῦντος, ἐπέβης τῆς ἀρχῆς μετὰ τῆς ἀγαθῆς τύχης, ἁπάντων ἀνθρώπων, μὴ μόνον τῶν γε ἄλλως ἐχόντων, ἀλλὰ καὶ οἳ πρὸς οὐρανὸν μόνον ὁρῶσιν ἀπὸ κοινοῦ βουλευτηρίου ταυτηνὶ τὴν ψῆφον ἐξενεγκάντων, ὑπέρ γε σφῶν αὐτῶν καὶ τοῦ κοινοῦ πᾶσι λυσιτελοῦντος, ὡς οὐκ ἐνὸν ἄλλως τὴν ἀμείνω τύχην κρατῆσαι, μὴ σοῦ τῶν πραγμάτων ἐπειλημμένου· ἐπεὶ καὶ τοῖς τῆς εὐσεβείας προστάταις περὶ Θεὸν ἔχουσι μόνον, εἴπερ εὐσεβείας πάντων μάλιστα μέλει, πάντων μάλιστα μελήσει δήπου τὰ σά.

Καὶ πρῶτα μὲν ἐξ ἀνθρώπων ἦν ἡ ψῆφος ἐπιθυμούντων εὐτυχῆσαι, νῦν δέ σοι Θεὸς αὐτὸς διὰ τῶν ἱερέων τὴν βασιλείαν ἐγχειρίζει, ὥσπερ ἐπιψηφίζων τῇ κρίσει τῶν κάτω, καὶ δεικνὺς ὡς ἄρα καλῶς περὶ ἑαυτῶν ἐβουλεύσαντο καὶ τὴν ἱερὰν ἐστεφάνωσε κορυφὴν πολλῷ πρότερον τῷ κύκλῳ τῶν ἀρετῶν κοσμηθεῖσαν, ὥστε τοῖς μὲν ἄλλοις σύμβολον ἀρχῆς τὴν ταινίαν εἶναι, καὶ τῶν βασιλικῶν πραγμάτων ἀρχήν· σοὶ δέ, βέλτιστε βασιλέων, αὐτό τε τοῦτο, καὶ πρό γε τούτου, τῆς περὶ τοὺς γονέας καὶ περὶ Θεὸν εὐσεβείας τεκμήριον ἐναργές, ὥσπερ ἑκατέρων ἀμείβεσθαί σε βουλομένων, τῶν τε γονέων καὶ τοῦ Θεοῦ, καὶ πρὸς ἀνάγκην ἀποδιδόντων ἀντ’ ἄλλου τινὸς ἄθλου τῆς περὶ αὐτοὺς σπουδῆς τουτονὶ τὸν στέφανον.

Καὶ νῦν τὸ πατρῶον εἴληφας σκῆπτρον, οὐ μᾶλλον ἀπὸ τοῦ γένους ἢ τῆς ἀρετῆς προσῆκον· μᾶλλον δὲ καὶ πολλῷ μειζόνως ἐκεῖθεν, ἐπεὶ τὸ μὲν εἰς βασιλέας τοὺς προγόνους ἀνάγειν ἔστιν οἷς καὶ τῶν αἰσχρῶν ἐξεγένετο· τὸ δ’ οὐκ ἄν τις εἰπεῖν ἔχοι. Οἳ σεμνοὶ μέν εἰσι περὶ τοῦ γένους δημηγοροῦντες, τρόπων δὲ πέρι καὶ τῆς προσηκούσης ἄρχουσιν ἀρετῆς, κἀν αἰσχυνθεῖεν ἐρωτώμενοι. Σὺ δέ, τὸ μὲν οὐ μέγα νομίζων, φύσεως εἶναι κρίνων τὸ πρᾶγμα, καὶ τύχης τὰ δίκαια ποιούσης, τὸ δ’ αὐτὸν δήπου τὴν ψυχὴν μεστὴν ἀρετῶν ἴσχειν καὶ τοῦ προσρήματος ἀξίαν, τοῦτο δὴ βασιλεῖ προσήκειν καὶ πρὸς ἐπαίνου γίνεσθαι, τἄλλα παρὰ φαῦλον ἄγων, τῶν γ’ εἰς τοῦτο φερόντων ἑνὸς οὐδενὸς τὸ παράπαν ἀπέχῃ.

Καὶ τοίνυν σωφροσύνης μὲν ἐραστὴς καλῆς καὶ θαυμαστός τις εἶ σπουδαστὴς τοῦ κατ’ αὐτὴν πράγματος, δικαιοσύνης δὲ περιέχῃ, διαιτῶν μὲν τὰ δίκαια σαυτῷ, οἷς ἃ τῶν βελτίστων διώκων· ἃ πρὸς μὲν ἐλαττώματός ἐστι, πρὸς δὲ στεφάνους ἥκιστα φέρει ταῦτα χαίρειν ἐᾷς· διαιτῶν δὲ τοῖς τῶν ὑπηκόων πράγμασι, καὶ νῦν μὲν ἀδικουμένοις ἀμύνων, καὶ νόμων προϊστάμενος, καὶ τἀκείνων βεβαιῶν, νῦν δὲ κακουργοῦντας τοῦ κακουργεῖν ἀπάγων, καὶ πείθων καὶ λόγοις καὶ ἔργοις τῶν δικαίων ἔχεσθαι· καὶ μὴν καὶ φρονήσεως οὕτως εὖ ἥκων, ὡς μηδένα σοι τῶν ἁπάντων ἀμφισβητεῖν ἂν ἔχειν περὶ τῶν ἴσων. Βουλεύεις μὲν λυσιτελέστερον Νέστορος καὶ γέροντός περ ὄντος, καὶ ταῖς θαυμασταῖς γνώμαις πάντας ἐκπλήττεις, ὥσπερ ἀπὸ τρίποδος ᾄδων, οὕτω πᾶν τὸ συνοῖσον δημηγορῶν· πράττεις δὲ πολλῷ μείζω καὶ θαυμαστότερα παρὰ πᾶσαν ἡντιναοῦν προσδοκίαν τοῖς πράγμασι ἐπιβάλλων, κατὰ τὸν Ἀναξαγόραν ἐκεῖνον, ὡς βουλεύοντα μὲν νικᾶν καθάπαξ τοὺς ἄλλους, πράττοντα δὲ καὶ σαυτόν.

Εὐσέβεια δὲ τίνι τῶν πάντων οὕτως ἐμέλησεν; ᾧ γε πόνος μὲν ἅπας ὑπὲρ ταύτης ἡδύς, οὕτω δὲ μέγα δοκεῖ δήπου τὸ κατ’ αὐτήν, ὡς καὶ βασιλείας καὶ ψυχῆς αὐτῆς προτιθέναι καὶ περὶ πλείονος ἄγειν. Τὸ γὰρ πρὸς μὲν τοὺς κάκιστ’ ἀπολουμένους κατ’ αὐτῆς ἱσταμένους οὕτως ἀηδῶς ἔχειν, ὡς μηδ’ ὁρᾶν ἀνέχεσθαι, καὶ πολεμεῖν ἐκείνοις, νῦν τῇ σαυτοῦ φύσει, νῦν δὲ ταῖς τοῦ πατρὸς καὶ βασιλέως ἀποδείξεσι χρώμενον, τοὺς δὲ τῆς εὐσεβείας ἑταίρους ἀμέλει καὶ σαυτοῦ νομίζειν ἑταίρους, καὶ τιμᾶν, καὶ κεχρῆσθαι, καὶ οὕτω τῶν ἄλλων μείζους ἡγεῖσθαι, ὥσπερ τῶν οἰκειοτάτων ὄντας σαυτῷ, πῶς οὐκ ἀνδρός, ὡς ἐγὦμαι, καλῶς εὐσεβεῖν εἰδότος καὶ μάλ’ ἀκριβῶς ἐπισταμένου, ὡς οὐκ ἔστιν οὐδὲν μεῖζον τοῦ μετ’ εὐσεβείας κρατοῦντος;