Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Ματθαῖον Καντακουζηνὸν καὶ τὴν αὐγούσταν Ἄνναν Παλαιολογίναν

Νικόλαος Καβάσιλας

Αποδοχή των υπηκόων και επίλογος στον αυτοκράτορα Ματθαίο

Περιγραφή του καθολικού θαυμασμού των υπηκόων προς τον βασιλέα και ολοκλήρωση του πρώτου μέρους του εγκωμίου με ευχές υπέρ αυτού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 5

Οὕτω, κράτιστε βασιλεῦ, θαυμαστός τις τοῖς ἅπασιν εἶ, καὶ διὰ πάντων ἥκων, καὶ οὐκ ἔστιν οὐδεὶς τῶν ἁπάντων, ὃς τῶν ὑπὲρ σοῦ λόγων οὐδέν τι φίλτερον ἄγει, ἐπεὶ μηδ’ ἔστι μηδὲν τῶν βελτίστων, οὖ μὴ μετέσχες οὕτως αὐτός, ὡς μηδενὶ τῶν ἁπάντων ὑπερβολὴν λελοιπέναι. Καίτοι τί λέγω; Οὕτω γὰρ τοὺς ὁρῶντας ἄφυκτα τοῖς ἤθεσι φαρμακεύων, ταῖς ἐκεῖθεν ἴυγξιν ἐπὶ σαυτὸν ἀναρτήσας ἔχεις ὥστε καὶ πρὸ τῆς κρατούσης ἐσθῆτος, οὐδὲν ἧττον ἐκράτεις, τὰς ἁπάντων ψυχὰς καὶ γνώμας εὐνοίᾳ δουλευόμενος. Καὶ οὐκ ἔστιν οὐδείς, ὃς οὐ ταυτηνί σοι συνηύχετο τὴν ἀρχήν, ὡς μετ’ ἀγαθῶν βιωσόμενος τῶν ἐλπίδων. Καὶ τοῖς μὲν ἄλλοις εἰκόνες ἑστᾶσι τύχῃ δουλεύουσαι καὶ τῇ τῆς τύχης φορᾷ, αἳ καὶ τῷ χρόνῳ καμοῦσαι τὸ κλέος προύδωκαν· σοὶ δὲ ψυχαῖς ἁπάσαις, γνώμαις ἁπάσαις, ἀγαλμάτων ἕστηκε κύκλος, ὧν τὸ κλέος οὔποτ’ ὀλεῖται, ἔστ’ ἂν τὸ τῶν ἀνθρώπων γένος ἀθάνατον ᾖ.

Εἶεν. Οὕτω τοῖς παροῦσιν ἀγαθοῖς πάντας ἐκπλήττων καὶ πρὸς σαυτὸν ἐπιστρέφων, θαυμαστὰς ἅπαντας ἴσχεις, καὶ τῶν ὑπὲρ σοῦ πεντάθλων ἀγωνιστάς· ἡμεῖς δὲ τούτων τῷ περὶ σὲ πόθῳ μηδενὸς ὑστεροῦντες, καὶ πρὸς τὸν ὑπὲρ σοῦ τοῦτον ἆθλον ἡμᾶς αὐτοὺς καθήκαμεν, ἀντὶ πολλῶν καὶ μεγάλων τῶν εὐεργεσιῶν, χαίροντες μὲν—οἷς ἃ φιλοῦμεν δήπου κροτοῦμεν—, καὶ ἅμ’ ἀποδίδοντες, ἃ παντὸς μᾶλλον ἀποδιδόναι ἐχρῆν, δεδιότες δὲ μὴ πολλὰ καὶ μεγάλα προσάγειν προσῆκον· ἐγὼ δὲ πολλοῦ δέω φέρειν ἐνταῦθα· σὺ δέ, βέλτιστε πάντων, μεγαλοψυχίᾳ κεχρημένος πρὸς τοὺς ἐπαίνους, καὶ παρ’ ἀξίαν θαυμαζόμενος φέρων, σὺ δ’ ἔπειτα καὶ τοῖς ἄλλοις τῶν ὑπηκόων οὕτω προσέχοις, καὶ οὕτω λυσιτέλειά τις κοινὴ τῷ βίῳ φανείης, ὡς καὶ πάντας ἀνθρώπους ὑπὲρ τοῦ καὶ πολύν σε κτήσασθαι χρόνον χεῖρας ἀεὶ πρὸς οὐρανὸν αἴρειν.