Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Ματθαῖον Καντακουζηνὸν καὶ τὴν αὐγούσταν Ἄνναν Παλαιολογίναν

Νικόλαος Καβάσιλας

Προοίμιο και έπαινος των αρετών της αυγούστας Άννας Παλαιολογίνας

Το εγκώμιο στρέφεται προς τη βασίλισσα, η οποία επαινείται ως προστάτιδα της παιδείας και εξαίρεται για τη φιλανθρωπία της που υπερβαίνει την ευγενική της καταγωγή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 5

Τῇ εὐσεβεστάτῃ Αὐγούστῃ κυρᾷ Ἄννῃ τῇ Παλαιολογίνῃ. Νόμος μὲν ἅπασιν Ἕλλησιν ἔκειτο ἀπαρχὰς τῶν καρπῶν ἄγειν Ἀθήναζε, ὡς αἰτίας οὔσης σφίσι ταυτησὶ τῆς φορᾶς· σὲ δέ, μεγίστη βασιλίς, ἐπεί γε μὴ μόνον τῶν ἄλλων δήπου πραγμάτων ψυχήν, ὡς εἰπεῖν, καὶ κόσμον ἅπαντες ἴσμεν, ἀλλὰ καὶ τῶν πάντα βελτίστων, καὶ μάλιστα τῶν ἄλλων ἀνθρωπίνων) διαφερόντων λόγων, εἰκὸς ἂν εἴη δήπου μὴ μόνον σοι τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ τῶν λόγων πάντας ἀπάρχεσθαι τουτωνί, καὶ μηδὲν ἐλλείπειν εἰσφέροντας, ἅτε καὶ τιμῶντας ἐντεῦθεν οὐ τὴν ἀρχὴν μόνον καὶ τὴν αἰτίαν, —αἰτία γὰρ γίγνῃ τῶν λόγων, οἷς τιμᾷς τοὺς ἔχοντας, —ἀλλὰ καὶ σφᾶς αὐτοὺς καὶ τοὺς λόγους. Εἰ γὰρ Ἀθηναίοις τό γ’ εἰς θεοὺς τοὺς προγόνους ἀνάγειν μέγα ἐδόκει, καὶ διὰ τοῦτο μάλιστα τῶν ἄλλων Ἑλλήνων ἧσαν εὐδαίμονες, πῶς οὐ κοσμήσεις τοὺς λόγους αὐτή, καὶ μείζονας σφῶν αὐτῶν ἀποδείξεις, δι’ ὧν τε ἔφην, καὶ προσέτι διὰ τουτωνὶ τῶν συντελειῶν, αἰτία τούτων καὶ δοκοῦσα καὶ γιγνομένη;

Τὸ μὲν οὖν κοινὸν δίκαιον τοσοῦτον, ὃ παρὰ πάντων τῷ σῷ κράτει τῶν ἐν λόγοις ζώντων ὀφείλεται· ἐγὼ δέ, εἴ τι καὶ τοὐμὸν ἐν τοῖς λόγοις, οὐκ ἐντεῦθεν μόνον ὑπὲρ σοῦ λέγων ἔχω τὰ δίκαια ποιεῖν, ἀλλ’ ἔχω τι καὶ ἕτερον σπεύδοντα, κατὰ τὸ ἔπος, ὀτρύνον· ἔστι δὲ ἥ τε περὶ τὸν πατέρα τὸν ἐμόν, ἥ τε περὶ τὴν πατρίδα θαυμαστή σου φιλανθρωπία. Ἡ μὲν γὰρ ἐν τοσούτῳ τῶν πραγμάτων χειμῶνι, σοῦ, βελτίστη πασῶν, ἀνεχούσης, ἐκ κυμάτων γαλήνην ὁρᾷ, καὶ δυστυχεῖ μὲν τὸ κοινὸν τοῦτο πάσης Ἑλλάδος· σοὶ δὲ καὶ τῷ σῷ μέρει μετὰ τῆς ἀγαθῆς γίνεται τύχης, καὶ τὸ μὴ πάντη καταπεσεῖν πανταχόθεν βαλλομένην σὸν ἔργον, ὦ μεγίστη βασιλίς. Ὅ γε μὴν πατὴρ θαυμαστῶν ἑκάστοτε παρὰ σοῦ τῶν εὐεργεσιῶν ἀπολαύων, πάσας μὲν τῶν σῶν κρότων ἐπλήρωσεν ἀκοάς, πᾶσαν δὲ γλῶσσαν ἐπὶ τοὺς σοὺς ἐπαίνους κινεῖ. Καὶ τῶν ἐν Μακεδονίᾳ οὐδείς, ὃς οὐκ ἀκούσας ἐπῄνεσε. Βυζάντιοι καὶ ἀπὸ τῶν ἐκείνου γραμμάτων βοῶσι τὴν τῆς βασιλίδος φιλανθρωπίαν ὑμνοῦντες. Οὕτω κῆρυξ κατέστη τῶν σῶν, ὦ βελτίστη, παιάνων.

Ἐξ ἄρα τοίνυν τούτων ἁπάντων καὶ ἡμεῖς ἐπὶ ταύτην ἥκομεν τὴν τόλμαν παρακληθέντες. Τὸ μὲν οὖν τῆς τύχης μέγα, καὶ ὁ περικείμενος τῆς ἀρχῆς ὄγκος, καὶ ὡς εἰς εὐδαιμονοῦντας τοὺς προγόνους ἀνάγεις, καὶ μάλα προσήκοντας, μεγάλα μέν, καὶ τῶν πάνυ θαυμαζομένων καὶ τῆς εὐδαιμονεστάτης μάλιστα μοίρας, ἀλλ’ οὔπω τῆς θαυμαστῆς σου ταῦτα ψυχῆς, καὶ ἧς ἔχει περὶ τὰ κρείττω φιλοτιμίας, ἀλλὰ μεγάλα μὲν καὶ πολλῶν ἀξιόχρεω τῶν ἐπαίνων, μικρὰ δέ, τῶν ἄλλων εἵνεκά γε τῶν σῶν, τοσοῦτον, ὅσον μηδὲ παραβάλλεσθαι· ὥστε σε μείζω μὲν εἶναι πάντων ἀνθρώπων διαφερόντως διὰ τὸ τῆς τύχης εὖ ἔχον, καὶ οἷς ἔφην ἅπασι· μείζω δὲ καὶ σαυτῆς, διὰ τὸν τῆς ἀρετῆς πλοῦτον καὶ τὴν μεγάλην ἐκείνην εὐδαιμονίαν.

Καὶ τοίνυν κοσμεῖ μὲν τοὺς ὑπὸ χεῖρα τὸ σκῆπτρον, καὶ ὃ σὺ περίκεισαι σχῆμα· σὺ δ’ αὖ ταῦτα δήπου σεμνύνεις, καὶ λαμπρότερα ἀποφαίνεις τοῖς οἴκοθεν κάλλεσι, καὶ ταῖς προσούσαις ἀρεταῖς, οὕτως εὐφυῶς ἄγαν καὶ μετὰ τοῦ γιγνομένου παντός, ὥστ’ ἀπὸ σοῦ μᾶλλον ἡδίω τὴν βασιλείαν εἶναι, καὶ ποθεινοτέραν χρῆσθαι.

Καὶ ὡς ἀληθῆ λέγω δῆλον ἐκεῖθεν· πᾶσι μὲν γὰρ οὐ πάντα δέδωκεν ὁ Θεός, ἀλλὰ τὸν μὲν τόδε, τὸν δ’ ἐκεῖνο, ἔστι δ’ ὃν καὶ πλείω κατωρθωκέναι, ὃς δ’ εἰς ἅπαντα καθῆκεν ἑαυτόν, ἐργῶδες εὑρεῖν. Σὲ δὲ πᾶσι τοῖς βελτίστοις κοσμήσας, ἄγαλμα συμπάσης ἀνέδειξεν ἀρετῆς, καὶ παντὸς ἀγαθοῦ τύπον, καὶ κεφάλαιον καλοκἀγαθίας, καὶ πρόσεστι τὸ δικαίως Δημοσθένης ἂν εἶπεν· Οὐ γὰρ δὴ τοῦτο καινόν, τοὐναντίον μὲν ἅπαν· εἰκὸς γὰρ δήπου τὴν κοινῇ πάντων προστᾶσαν καὶ τὰς κοινῇ πᾶσι προσούσας ἀρετὰς μόνην ἁπασῶν ἐν ἑαυτῇ συνηχέναι, ὡς κρατεῖν μὲν ἁπάντων ἀνθρώπων, μὴ μόνον διὰ τὸ σχῆμα καὶ τὸ τῆς ἀρχῆς συγκεχωρηκός, ἀλλὰ πολλῷ μειζόνως, καὶ τῷ τῆς ἀρετῆς περιόντι, καὶ διὰ πάντων τῶν βελτίστων μόνην ἐλάσαι καὶ ἃ τοὺς μεγάλους ἰδίᾳ σεμνύνει καὶ βελτίστους τίθησι· Θεῷ δὲ τῷ πάντων αἰτίῳ διὰ πάντων, ὡς εἰπεῖν, [ὁμοίαν] καὶ εἶναι καὶ λέγεσθαι, καὶ μετ’ ἐκείνου καὶ καθάπερ ἐκεῖνός τ’ ἀνθρώπινα πολιτεύεσθαι, διά τε τὴν ἀρχὴν καὶ τὸ δι’ ἀρετῆς, πρὸς αὐτὸν ὡς πρὸς παράδειγμα βλέπειν.

Τὸ μὲν οὖν μετριότητι διὰ πάντων κεχρῆσθαι, καὶ μηδενὶ μηδέποτε μέγα φρονεῖν, ἀλλ’ αἰεὶ τὸ φρόνημα σώζειν τό τε δικαιοσύνης μὲν κανόνα καὶ στάθμην καὶ νόμων συνήγορον καὶ δημαγωγὸν καὶ δοκεῖν καὶ γίνεσθαι, φιλανθρωπίᾳ δὲ οὔτω προσέχειν καὶ περὶ πλείστου ποιεῖσθαι, ὡς καὶ πρὸς τοὺς πάντων ἐχθίστους μὴ μόνον οὐκ ἀηδῶς ἔχειν, ἀλλὰ καὶ φιλανθρώπως ἄγαν προσίεσθαι, καὶ εἰς εὐεργετοῦντας τιθέναι, τό τε βεβουλευμένην μὲν ἃ προσῆκε καὶ τῷ κοινῷ λυσιτελεῖ συντελῆ, πράττουσαν δὲ μετὰ ῥᾳστώνης, καὶ ὡς οὐκ ἄν τις ᾤετο, τὰ βεβουλευμένα, κοινὴν ἁπάντων γίνεσθαι βοήθειαν, ταῦτα τοίνυν ἐάσω, πλείω τοῦ παρόντος ὄντα καὶ τοῦ καθ’ ἡμᾶς πράγματος, καὶ ἅμα πάντα πάντων εἰδότων· ὃ δὲ πρὸ τῶν ἄλλων ἔχω θαυμάσας, καὶ ὃ μάλιστα πάντων πάντας ἐκπλήττει, καὶ σοὺς θαυμαστὰς ἀτόπους ἐργάζεται.