Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Ματθαῖον Καντακουζηνὸν καὶ τὴν αὐγούσταν Ἄνναν Παλαιολογίναν

Νικόλαος Καβάσιλας

Προάσπιση της πίστεως και φιλοσοφική καρτερία της αυγούστας

Αναφορά στην καθοριστική συμβολή της βασίλισσας στη διατήρηση της ορθοδοξίας, καθώς και στην αταραξία και εγκράτειά της απέναντι στις μεταβολές της τύχης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 5

Τῆς γὰρ περὶ Θεὸν εὐσεβείας ὑποπιπτούσης ἤδη ταῖς κακοδαίμοσι γλώσσαις, καὶ πάντων τῶν ἐν ἡμῖν κινουμένων, καὶ τῶν μὲν τοῖσδε, τοῖς δ’ ἑτέροις τιθεμένων, καὶ πάντων ἃ δεῖ λέγειν καὶ φρονεῖν οὐκ εἰδότων, τῶν μὲν ἀσεβούντων τἀληθῆ λέγειν δοκούντων, τῶν δ’ ἑτέρως ἐχόντων πᾶν τοὐναντίον, πρῶτα μὲν πρὸς τὸν ὑπὲρ αὐτῆς ἆθλον ὁ μέγας ἀποδύεται βασιλεύς, καὶ νικᾷ τὰ κρείττω καὶ τρόπαιον ἀπὸ τῶν βλασφήμων ἵσταται. Καὶ πάντα ἦν ἐν γαλήνῃ, τὴν προσήκουσαν περὶ Θεοῦ δόξαν τῶν ἀνθρώπων εἰληφότων· ἐπεὶ δὲ ἐκεῖνος λαμπρῶς ἐπὶ ταῖς νίκαις ἀπῆλθε, πολλὰ παραδείγματα καταλιπὼν εὐσεβείας, ἡ πάντων βελτίστη βασιλὶς οὕτω δεξιῶς ἄγαν τοὺς τοῦ βασιλέως ἔσωσε νόμους καὶ τὸ περὶ Θεὸν εὐσεβεῖν, ὡς μὴ μόνον ἀντ’ ἐκείνου σφίσι γενέσθαι, ἀλλὰ καὶ κινδυνεύοντας διεφθάρθαι, αὐτὴν ἀναλαβεῖν αὖθις.

Οὕτω γὰρ δεξιῶς ἄγαν τὴν εὐσέβειαν ἐπανήγαγε, καὶ μετὰ τοσαύτης ἀμέλει τῆς ὑπερβολῆς, ὡς τὸν μὲν τῆς κακίας προστάτην, ὃν ἔδει ποιμαίνειν, μετὰ τῶν λύκων φανέντα καὶ τὸν περὶ αὐτὸν ἅπαντα κύκλον οὕτως ἐκ μέσου γενέσθαι, ὥσπερ εἰ μηδὲ τὴν ἀρχὴν συνέστησαν· τοὺς δέ γ’ εὐσεβοῦντας, καὶ ὅσοι τῆς ὑγιαινούσης ἦσαν φατρίας μείζονας εἰς εὐσέβειαν γεγενῆσθαι, καὶ πολλῷ καλλίους καὶ μείζω δεχομένους ἔπαινον.

Οὕτω σύμμαχος ἀνεφάνης Θεοῦ, ταῦτ’ ἄρα καὶ σύ γ’ αὐτόν, ἐν ἅπαντι τῷ τῆς χρείας ἱσταμένῳ, συναιρόμενον ἔχεις. Ὅσα μὲν οὖν ἐντεῦθεν τῷ σῷ κράτει περιγεγόνασιν ἀγαθά, καὶ ὡς ἄρα καὶ τῶν πάσης μὲν τῆς ὕλης καὶ πάντων τῶν ἄλλων ἔξω γενομένων μόνης δὲ φιλοσοφίας ἀντεχομένων, ἐν τοσούτῳ φιλοσοφοῦσα πραγμάτων ὄχλῳ κεκράτηκας, καὶ θαυμαστὴν ἀνῄρησαι νίκην, ἐάσω· ὃ δὲ μέγιστον μὲν εἰς φιλοσοφίαν νομίζω, σοὶ καὶ πρόσεστι μεθ’ ὑπερβολῆς. Τῶν γὰρ πραγμάτων ἄνω καὶ κάτω ταρασσομένων, καὶ νῦν μὲν τῇδε, νῦν δ’ ἐκεῖσε χωρούντων, καὶ μηδαμοῦ μηδέποτε ἱσταμένων, ἀλλ’ ἐν ἀστάτῳ φορᾷ μενόντων ἀεί, οἷα τὰ τῆς τύχης πράγματα, σὺ μόνη, μεγίστη βασιλίς, οὐ συμμεταβάλῃ μεταβαλλόντων, ἀλλὰ πάντων συμπεριφερομένων τοῖς ἐκεῖθεν κύμασι, καὶ νῦν μὲν ἀθυμούντων, νῦν δὲ ἡδομένων, τῶν πραγμάτων νῦν μὲν τοῦτο, νῦν δ’ ἐκεῖνο διδόντων, σὺ μόνη τὴν ψυχὴν ἀκίνητον ἔχεις, ὥσπερ μηδενὸς καινοῦ γινομένου· καὶ ἃ πρὸς μὲν τῶν ὑπηκόων ἐστί, τῇ τύχῃ δὲ πολεμεῖ, μετὰ δὲ τῆς ἀρχῆς ἵσταται, τούτων διὰ παντὸς ἔχουσα τοῦ βίου μελέτην, καὶ τούτων ἀεὶ ποιουμένη φροντίδα, ὥσπερ κρατεῖν ἐθέλεις καὶ τῶν τοῦ δαιμονίου μεταβολῶν.

Εἰκότως· δεῖ γάρ, οἶμαι, μὴ μόνον βασιλέα, ἀλλὰ καὶ ἰδιώτην καὶ ἀνθρώπων ἕκαστον μὴ τῇ τῶν πραγμάτων καταπίπτειν φορᾷ, ἀλλ’ αἰεὶ τὸ φρόνημα σώζοντα καλῶς εἰδέναι, ὡς οὐ τῶν πραγμάτων εἵνεκα γεγόναμεν, ἀλλὰ δι’ ἡμᾶς τὰ πράγματα· καὶ δεῖ τὰ μὲν μεταβάλλειν, ἅτε κατὰ φύσιν χωροῦντα, ἡμᾶς δὲ κρείττους ὄντας πραγμάτων, κρείττους εἶναι μεταβολῆς· ἢ τὰ μὲν τοῦ πεφυκότος ἀνθέξονται, ἄνθρωπος δὲ μὴ κατὰ φύσιν χωρήσει· καὶ πῶς οὐκ ἄτοπον;

Ταῦτα τοίνυν εἰδυῖα, ὦ βελτίστη βασιλίς, τὴν ψυχὴν οὐκ ἐᾷς οὔτε συμφοραῖς καταπίπτειν καὶ ἀγεννῶς ὑφιέναι, κἀν ταῖς εὐτυχίαις παρασκευάζεις φιλοσοφεῖν, καὶ ὅλως ἐν ἀμφοτέροις δι’ ἴσου καὶ ὁμοίου χωρεῖν, καὶ τὴν αὐτὴν ἀεὶ μένειν ἐν τοῖς ἐναντίοις πράγμασιν, ὡς αἰεὶ τἀξίωμα σώζουσαν, καὶ τὸ τοῦ Πλάτωνος ἅρμα δεξιῶς ἄγαν διέπειν, καὶ παθῶν μὲν ἄρχειν, καὶ τῶν ἀλόγων τουτωνὶ κινημάτων, τῷ λογισμῷ δὲ μόνῳ χαρίζεσθαι καὶ μετ’ ἐκείνου κρατεῖν τὸ καὶ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ γλώττης καὶ τῆς ἐκεῖθεν ἀνάγκης οὕτω κρατεῖν δεδυνῆσθαι, ὡς μηδ’ ἂν ᾗ πᾶσα ἀνάγκη τῶν μὴ προσηκόντων τι φθέγξασθαι, μηδ’ ὃ μὴ προσῆκεν ἔπος ἐκφυγεῖν ἕρκος ὀδόντων, κατὰ τὸ ἔπος, ἀλλ’ αἰεὶ περὶ τοὺς λόγους τὰ γιγνόμενα.