Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Νικόλαος Καβάσιλας

Η είσοδος του Βασιλέως της δόξης και η μύηση των αγγελικών ταγμάτων

Η διάνοιξη των ουράνιων πυλών, η υπέρβαση των ασώματων δυνάμεων από τη θεωμένη σάρκα και η αποκάλυψη του μυστηρίου της θείας οικονομίας στους αγγέλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 4

Ἀνιόντι δὲ πύλαι ἀνοίγονται. Τίνας δὲ χρὴ τὰς πύλας ταύτας νομίζειν ἢ τοὺς τῶν ἀξιωμάτων καὶ ταγμάτων ἑκάστων ὅρους, οὓς ἡ τεθεωμένη σὰρξ ὑπερέβαινεν. Ἐπεὶ γὰρ τῷ Σωτῆρι τόπου τινὸς ἔδει διὰ τὸ σῶμα καὶ ὁ προσήκων ἦν τῶν γενητῶν οὐδαμοῦ, ἀλλὰ καὶ εἴ τις ἀγγέλων τόπος καὶ ἀρχαγγέλων καὶ τῶν ἔτι περαιτέρω καὶ τῶν χερουβὶμ αὐτῶν ἐλάττων ἦν ἢ προσήκειν, ὡς ἂν ὁμόθεον ὄν, τούτου χάριν ἀνιόντι τάξις τῶν ἀσωμάτων ἅπασα ὑπεχώρει καὶ τῶν ὑψηλοτέρων ἕκαστος ἑαυτοῦ παρεχώρει τόπων αὐτῷ· μετὰ τοὺς δευτέρους οἱ πρῶτοι καὶ μετ’ ἐκείνους ὅσον ὑψηλότερον, ἕως «ὑπεράνω πάσης ἀρχῆς ἦλθε καὶ ἐξουσίας καὶ δυνάμεως», κατὰ τὴν Παύλου φωνήν.

Διὰ τοῦτο μανθάνουσι παρὰ τῶν ἐλαττόνων οἱ μείζους καὶ παρὰ τῶν ἀρχομένων οἱ κορυφαῖοι τὸν ὑψηλότερον, τῶν δευτέρων πρώτων ὑπ’ ἐκείνου καταλειφθέντων, ὡς ἂν ἀπὸ τῶν ταπεινῶν ἐπὶ τὰ ὑψηλὰ χωροῦντος τοῦ θαύματος, ἐπεὶ καὶ «διὰ τῆς Ἐκκλησίας», ἣ τάξεων ἁπασῶν ἐστι κατωτέρω, «ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία», Παῦλός φησιν, «ἐγνώσθη ταῖς ἀρχαῖς καὶ ἐξουσίαις». Τούτων ἕνεκα κηρύττουσι μὲν τέως ἀγνοούμενον οἱ δεύτεροι τῶν ἀγγέλων, αἴρουσι δὲ τὰς πύλας οἱ τῶν τάξεων ἡγεμόνες, οἳ τοῦ τάγματος ἑκάστου τὸν τελευταῖον τῆς σεμνότητος ὅρον καὶ τὸν ἄκρον τόπον κατεῖχον.

Ἐπεὶ καὶ τῶν μὲν ἐλαττόνων ὑποχωρούντων οὔπω φανερὸν τοῦ τάγματος παντὸς ὁ τιμώμενος, ὡς ὑψηλότερος ἦν, τῶν ἀρχόντων δὲ τοῦτο ποιούντων παρ’ οἷς ἡ πᾶσα δόξα τοῦ χοροῦ, τοῦ κύκλου παντὸς ὁ προσκυνούμενος, δῆλος ἦν ἀνώτερος ὤν. Αἱ πύλαι δὲ αἰώνιοι, ὡς ἐξ αἰῶνος πεπηγυῖαι καὶ τῶν ἁπάντων εἰς τήνδε τὴν ἡμέραν παρασχοῦσαι πάροδον οὐδενί, ἀλλὰ «νῦν ἐπάρθητε», φησί, διιόντος, «ᾧ πᾶν γόνυ κάμψει ἐπουρανίων». Οὐδενὶ γὰρ ταύτην ἐλθεῖν ἐξεγένετο τὴν ὁδόν, οὐδεὶς τὸν οὐρανὸν ἀπὸ τῆς γῆς ἀνῆλθεν οὐδείς, ἀλλὰ πρῶτος καὶ μόνος ταύτην ἔτεμεν ὁ Σωτήρ. «Οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ, φησί, καταβάς».

Τί δὲ πρὸς τὸ δεῖν ἀρθῆναι τὰς πύλας; «Ὅτι βασιλεὺς τῆς δόξης καὶ κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ», ὅτι τραυμάτων γέμων ἀνῆλθε. Καὶ τὸ ἀσθενὲς τῆς σαρκὸς καὶ ἣν ὑπέμενεν ἀδοξίαν ἐπίδειξις ἦν αὐτῷ. Καὶ δῆλος ἦν σταυρὸν ἐνεγκών. Καὶ ἦν θαυμαστὸς ἐν οὕτως ἀπορρήτῳ δυνάμει καὶ δόξῃ τὰ τῆς ἀδοξίας καὶ ἀσθενείας κομίζων ἴχνη, οἷς ἀντετίθεσαν οἱ κηρύττοντες τῶν ἀγγέλων, τῷ σταυρῷ μὲν τὴν ἐκεῖθεν δόξαν, τῇ ἀσθενείᾳ δὲ τὸ δι’ αὐτῆς τρόπαιον, καὶ ὡς οὐ λαμπρᾶς μόνον ὁ θριαμβεύων ἔτυχε δόξης, ἀλλὰ καὶ τῆς δόξης αὐτῆς ἐστι βασιλεύς. Ὃς μὴ χρησάμενος οὐδενὶ τῶν εἰωθότων δόξαν κομίζειν, ἀλλὰ διὰ τῶν ἐναντίων ἀφιγμένος καὶ ὅθεν ἦν ἀδοξεῖν, τῆς δόξης ἔπειτα τῆς ἑαυτοῦ, Δαβὶδ εἶπε, τὴν γῆν ἐπλήρωσεν ἅπασαν. Ἐκεῖνο μὲν γὰρ ἂν ἦν νόμοις δόξης ἀκολουθοῦντος, τοῦτο δὲ τὴν δόξαν αὐτὴν κατὰ τὸ δοκοῦν ἄγοντος. Οὔτε γὰρ ἀπὸ τῆς τῷ πυρὶ γιγνομένης ὕλης ἐγείρειν φλόγα κρατεῖν ἐστι τοῦ πυρός, ἅτε τὴν ἑαυτοῦ τὸν τρόπον τοῦτον χωροῦντος, ὥσπερ οὐδὲ τοῖς ἵπποις ᾗπερ ὁρμῶσιν ἀκολουθεῖν ἡνιόχου καὶ τοὺς ἵππους ἄγοντος, ἀλλ’ εἴ τις ἐπίσταιτο χαλινὸν ἔχων ἐπέχειν δεῆσαν καὶ τὴν ἐναντίον ἐλαύνειν, οὔτε δόξης Κύριος, ὃς ἀπὸ τῶν βελτίστων εἶναι δοκούντων δόξαν ἀθροίζειν ἑαυτῷ δύναιτο καὶ καλῶς ἀκούειν.

Ἀλλ’ ὁ Σωτήρ, καθάπερ πρότερον ἐν ὕδατι φλόγα δείξας καὶ πῦρ ἀνακαύσας τῇ σβέσαι δυναμένῃ παρασκευῇ, τοῦ πυρὸς ἑαυτὸν ἀπεδείκνυ δεσπότην, οὕτως ἀδοξίᾳ καὶ ἀτιμίᾳ λαμπρὸς ἀναφανεὶς ἅπασι καὶ ὑπερύμνητος, δῆλος ἐγένετο τῆς δόξης ὢν βασιλεύς. Διὰ ταῦτα, φησίν, οὐ χρὴ θαυμάζειν, εἰ σῶμα φέρων οὐλὰς ἔχον, τῶν ἀσωμάτων παραλλάττει τοὺς ὅρους, οὐδ’ ἀσθενείας ταυτὶ σημεῖα ποιησαμένους ἀσύμφωνον ἑαυτῷ διὰ τὰ ταπεινὰ νομίζειν εἶναι τὸν ὑψηλόν· τουναντίον μὲν οὖν, τῆς ὑπερφυοῦς ἰσχύος ἐναργῆ διαφερόντως ἀπόδειξιν ἐντεῦθεν λαβόντας τῆς κτίσεως αὐτὸν ἁπάσης συγχωρεῖν εἶναι δεσπότην.

Καὶ οὐ παρ’ ἀλλήλων ἄγγελοι μόνον ἀλλὰ καὶ αὐτοῦ ταῦτα διδάσκονται τοῦ Σωτῆρος. Καὶ πυνθανομένοις, «ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια»; ἔστω σῶμα, φησί, περιέθου, τί δὲ καὶ πέπληξαι; «ληνὸν ἐπάτησα» φησίν. Ἑκὼν αὐτὸς ἐπλήγην. Οὐ γὰρ παρὰ μὴ βουλομένου τὸ ἐμὸν αἷμα ἐχέθη, οὐδ’ ἐξ ἀσθενείας ἐπὶ τὸν σταυρὸν ἦλθον, ἀλλ’ αὐτὸς «ἐπάτησα τὸν ληνόν», ὃ καὶ πρὸ τοῦ πάθους τοῖς ἀποστόλοις «οὐδεὶς αἴρει», φησίν, «τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν», τὴν ἄμαχον αὐτοῦ δεικνὺς δύναμιν. «Οὐκοῦν», φησίν, «ἄρατε πύλας». Καὶ τοῦτο οὐκ εἰσάπαξ, ἐκεῖνο δηλοῦντες ὡς οὐκ εἰδότας ἀνέμνησαν, ἀλλ’ ἀγνοοῦντας ἐδίδαξαν. Οὐ γὰρ ἂν δευτέρων αὐτοῖς ἐδέησε λόγων τοῖς μὲν ἐρωτῶσιν, ἐκείνοις δὲ ἀποκρινομένοις.

Ἐῴκεσαν γὰρ οἱ τῶν πυλῶν κύριοι τὸν μὲν τῶν δυνάμεων δεσπότην καὶ μάλα σαφῶς εἰδότες, τὸν βασιλέα δὲ τῆς δόξης, ὅστις ἐστίν, ἀγνοοῦντες. Ἐπεὶ τὸ μὲν πρὸ τῶν αἰώνων καὶ ὄνομα τῆς θεότητος ἦν αὐτῷ καὶ διὰ τοῦτο γνώριμον πᾶσι τοῖς τῶν ἀγγέλων χοροῖς, ἐκεῖνο δὲ ὕστερον λαθὼν αὐτούς, ὕστερον ἤκουσεν ἀπὸ τοῦ σταυροῦ καὶ τῶν ἐπονειδίστων τοῦτο λαβών, καθάπερ ἴσως καὶ Ἰησοῦν καλούμενον τὸν ἑαυτῶν δεσπότην ἠγνόουν καὶ Ναζωρηνὸν καὶ ἐσταυρωμένον, ἃ μόνοι τῶν ἀγγέλων ᾔδεσαν οἱ κυοφορουμένῳ καὶ γεννωμένῳ καὶ ἀποθνῄσκοντι καὶ ἀναβιωσκομένῳ διακονοῦντες, ἀνθ’ ὧν οἱ μὲν πρὸς ταύτην ἵστανται τὴν φωνὴν καὶ πυνθάνονται διαποροῦντες «τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης», τῶν δὲ διδασκόντων αὐτόν, ὡς ἂν τὴν γνωριμωτέραν ἐπωνυμίαν ἐπαγαγόντων «ὅτι Κύριος τῶν δυνάμεων».

Καὶ αὐτοὶ παύονται, τὸν ζητούμενον ἐξ ὧν ᾔδεσαν ἀναγνόντες, προϊόντα δὲ καὶ ὁ πατὴρ αὐτὸς ἐπὶ τοὺς λόγους ἐνάγει τούτους. Καὶ Ζαχαρίας ὁ προφήτης πυνθανόμενον μὲν ἐκεῖνον, ἀπολογούμενον δὲ τοῦτον εἰσάγων, καὶ αὐτὰς σημαίνει τὰς ἀμέσως τῷ Θεῷ συνούσας δυνάμεις, τὸν τῆς οἰκονομίας Λόγον πρότερον ἀγνοούσας, τηνικαῦτα μανθάνειν. Τὸ γὰρ μυστήριον αὐτοῦ διὰ τοῦ μονογενοῦς ἀνακαλύπτοντος τοῦ πατρός, αἱ πρῶται τῶν οὐσιῶν ἐῴκεσαν τελεῖσθαι, περὶ αὐτὸν ἑστῶσαι τὸν θρόνον. Ἐνταῦθα δὲ καὶ τὴν αἰτίαν τῆς σφαγῆς αἰνίττεται καὶ τί παθὼν ἐπὶ τὸν σταυρὸν ἦλθε, φιλανθρωπίαν εἶναι λέγων τὸ πεῖσαν. Τοῦ γὰρ πατρὸς τὰς ἐπὶ τῶν χειρῶν πληγὰς ἐρωτῶντος ὅθεν αὐτῷ· «τί γάρ, φησίν, αἱ πληγαὶ αὗται ἀναμέσον τῶν χειρῶν σου;» τὸν οἶκον αὐτὸς προβάλλεται τοῦ ἀγαπητοῦ. Καὶ τοῦτό φησι τὰς πληγὰς ἐνεγκεῖν αὐτῷ, τὸ συνελθεῖν τοῖς ἀγαπωμένοις καὶ συνοικῆσαι, «ἃς ἐπλήγην, φησίν, ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου»· ὅτι γὰρ ᾤκτειρε κειμένους καὶ οἰκτείρας συνῆλθε καὶ συνελθὼν ἀνεκτήσατο, τὰς ἀνακαλεσαμένας ἐπλήγη χεῖρας.

Καὶ οὕτως ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν ἔχων οἰκοδεσπότης, τὸ δηνάριον, τὸν τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ θανάτου λόγον, τοῖς δούλοις πᾶσι παρέσχεν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. Οὐρανόθεν εἰς τὴν γῆν ἦλθεν, ἵνα τοῖς ἐν γῇ τὸν ἐκεῖ πατέρα γνωρίσῃ, ἀπὸ τῆς γῆς εἰς τὸν ᾅδην κατῆλθεν, ἵνα τοῖς ἐν ᾅδῃ τὴν ἐπὶ γῆς οἰκονομίαν κηρύξῃ, ἐξ ᾅδου τοῖς ὑπὲρ γῆν αὖθις συνελήλυθεν, ἵνα τῆς καθόδου τὴν αἰτίαν μάθωσιν· ἐκ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀνέρχεται, ἵνα καὶ τοῖς ἀγγέλοις εὐαγγελίσηται, τοῦτο μὲν τὴν τῶν ἀνθρώπων σωτηρίαν (χαίρουσι γὰρ ἡμῖν ἀναπλαττομένοις, ὄντες φιλάνθρωποι), τοῦτο δὲ τὴν αὐτῶν ἐπὶ τὰ βελτίῳ πρόοδον, τά τε ἄλλα καὶ τὸν Θεὸν ἄμεινον ἢ πρόσθεν καταμαθόντες καὶ πρό γε πάντων, ἵν’ ὑπὲρ πᾶσαν γένηται κτίσιν καὶ τὴν προσήκουσαν λάβῃ χώραν τὸ πάσης κτίσεως ἐπέκεινα σῶμα· διὰ ταῦτα γὰρ ἴσως οὐδὲ εἶχε τὴν γῆν οἰκῶν ὅπου κλίνοι τὴν κεφαλήν. Καὶ ἄνεισιν ἄνθρωπος ἐν Θεοῦ μορφῇ, Θεὸς ἐν ἀνθρώπου σαρκί.