Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Νικόλαος Καβάσιλας

Ο Χριστός ως αιώνιος αρχιερέας

Ανάλυση του ρόλου του Χριστού ως νικητή του θανάτου και αιώνιου ιερέα, ο οποίος διατηρεί τα στίγματα του πάθους στο άφθαρτο σώμα του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 4

Διὰ τὸν κατὰ τοῦ θανάτου πόλεμον ἀθλητής, διὰ τὸ τρόπαιον νικητής, ὑπὲρ τῆς σφαγῆς ἱερεῖον, ὅτι τὴν σφαγὴν ἐδέξατο βουλόμενος, ἱερεύς, οὔτε τῶν Θεῷ προσηκόντων ἀπολειφθεὶς οὐδενός, οὔτε τῶν ἄνθρωπον ποιούντων ῥίψας οὐδέν, ἀλλ’ ἑκατέραν φύσιν ἐν ἅπασι σῴζων καὶ μηδετέραν ἐπωνυμίαν οὐδενὶ λόγῳ ψευσάμενος· μόνων δὲ τῶν ἀνθρωπίνων κακῶν, ὥσπερ τῆς ἁμαρτίας ἐξ ἀρχῆς, οὕτω νῦν φθορᾶς ἁπάσης ἀπηλλαγμένος. Ὧν πρὸς τὴν φύσιν οὐδέτερον, τὸ μὲν γὰρ ἡμεῖς εἰσηνέγκαμεν, ἐκεῖνο δὲ ἠκολούθησεν, εἴτε δίκῃ πεπλημμεληκόσιν, εἴτε φάρμακον ἀρρωστήσασιν· ὧν τὸ μὲν ἐξ ἀρχῆς ἠγνόησεν ὁ Σωτήρ, τὴν ἁμαρτίαν, τὸ δὲ ἐδέξατο, τὴν φθοράν, τὰ τῶν ἀνθρώπων οἰκονομῶν, ἵν’ οἷός τε γένοιτο περὶ αὐτῶν τυθῆναι καὶ τῆς θυσίας ἀντιλάβοι τῷ γένει τὴν ἀφθαρσίαν καὶ τοῦτο τῆς φθορᾶς κερδάνοι τὸ τὴν φθορὰν δυνάμενον ἐξελεῖν.

Ταῦτ’ ἄρα καὶ τυθεὶς καὶ τοῦ φθαρτοῦ σώματος ἀπολελαυκὼς ἃ προσῆκεν, ἀπέδυ μὲν εὐθὺς τὴν φθοράν, ἃ δὲ ἱερεῖον αὐτὸν ἐποίησεν οὐκ ἀπέλιπε, καὶ ταῖς οὐλαῖς κηρύττει τὴν σφαγὴν καὶ ὁ τὴν θυσίαν ἐργασάμενος σίδηρος τοῖς τὸ σῶμα ἐκεῖνο θεωμένοις οὐκ ἀπιστεῖται.

Καὶ οὕτως ἐπὶ μιᾶς τυθεὶς ἡμέρας, διηνεκές ἐστιν ἱερεῖον. Καὶ καθάπερ «ἐφάπαξ ἑαυτὸν ἀνενέγκας», ᾗ φησι Παῦλος, ἐξ ἐκείνου τὸν ἱερέα σώζει μέχρι παντός, «σὺ γάρ, φησίν, ἱερεὺς εἰς τὸν αἰῶνα», οὕτως ἅπαξ προσενεχθείς, ἱερεῖόν ἐστιν αἰώνιον· ἐπεὶ καὶ ἱερεὺς αἰώνιος οὐκ ἂν ἦν, εἰ μὴ ἱερεῖον ἦν, ἐπιλελοιπότος ὅπερ ἂν ἐποίει τὴν ἱερωσύνην αὐτῷ. Τοιοῦτον ἡ γῆ τῇ κτίσει πάσῃ τὸν κοινὸν δεσπότην ἀπέδωκε. Καὶ ἄνθρωποι μὲν παραπέμπουσι τὸν πρέσβυν, ἄγγελοι δὲ προσδέχονται καθαρώτερον αὐτοῖς ἀνίσχοντα τὸν Θεόν· ὁ πατὴρ τὸν ὁμόθρονον, στέφανον αὐτῷ κομίζοντα δόξης ἀπὸ τῶν τοῦ παιδὸς τροπαίων.