Ἔργον
Νικόλαος Καβάσιλας – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Ύμνος, ικεσία και καταληκτήρια δοξολογία
Εγκωμιαστική προσφώνηση προς τον Σωτήρα του ανθρωπίνου γένους, ικεσία για την παροχή των θείων δωρεών και τελική τριαδική δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος, ικεσία και καταληκτήρια δοξολογία
Εγκωμιαστική προσφώνηση προς τον Σωτήρα του ανθρωπίνου γένους, ικεσία για την παροχή των θείων δωρεών και τελική τριαδική δοξολογία.
Ἄγε δὴ καὶ ἡμεῖς ὑπὲρ ὧν ὁ πόλεμος, τὸν νικητὴν προσείπωμεν. Ὦ τὸν κόσμον νικήσας καὶ τὸν ἰσχυρὸν δήσας καὶ τὰ σκῦλα διαρπάσας καὶ τοὺς δεσμώτας ἀπολυσάμενος! Ὦ μόνῳ τῷ βούλεσθαι πάντα ποιῶν καὶ μετατιθεὶς καὶ περὶ τῶν ἀνθρώπων εἰς ἀγῶνα καὶ πόλεμον καταστάς! Ὦ νεύματι μὲν μὴ ὄντας οἰκοδομήσας, πεσόντας δὲ σπουδῇ καὶ πόνοις ἀνορθωσάμενος! Ὦ τοὺς ἠτιμωμένους καὶ τεθνηκότας ἵνα ζῆν ποιήσῃς καὶ στεφανώσῃς, ἀγῶνα θανάτου δραμών!
Ὦ τῷ μὲν σεσυκοφαντῆσθαι λύσας εὐθύνης, τῷ δὲ σταυρῶσθαι δοξάσας, τῷ τεθνάναι δὲ ζωώσας τὸν ἄνθρωπον! Ὦ Θεὸς μὲν ὑπὲρ ἀνθρώπων, δεσπότης ὑπὲρ δούλων, ἀναμάρτητος ὑπὲρ τῶν πονηροτάτων ἀποθανών! Ὦ δι’ ὧν μὲν ἐπράθης τὴν ἐλευθερίαν, δι’ ὧν δὲ ἐπλήγης τὴν ἀφθαρσίαν, ὅτι δὲ ὠδυνήθης τὴν καθαρὰν ἡμῖν εὐφροσύνην μηχανησάμενος! Ὦ τῆς μὲν ψυχῆς τοὺς ἐχθρούς, τῶν αἱμάτων δὲ τοὺς ἀσεβεῖς ὠνησάμενος! Ὦ καὶ μισοῦντα φιλήσας ἄνθρωπον! Ὦ καὶ Σωτὴρ ἡμῖν ὁ αὐτὸς καὶ λύτρον! Ὦ καὶ ὁδὸς καὶ ἡγεμὼν καὶ καταγωγή! Ὦ πάντα τοῖς δούλοις, ἃ πρὸς οὐρανὸν φέρει γενόμενος!
Ὦ καινὴ καὶ ξένη γῆς ἀποικία μετοικίζουσα τὴν μητρόπολιν! Ὦ μηδὲν οὐρανοῦ καὶ γῆς καὶ Θεοῦ καὶ ἀνθρώπων μέσον ἀφείς! Ὦ τῷ μὲν κατελθεῖν εἰς τὴν γῆν τὸν οὐρανὸν κλίνας, τῷ δ’ ἀνελθεῖν εἰς τὸν οὐρανὸν τὴν γῆν ἀνυψώσας! Σὺ καὶ Θεὸς ἡμέτερος καὶ κληρονόμος ὕστερον καὶ δημιουργήσας ἐκτήσω καὶ πόνων ἆθλον ἔλαβες καὶ ὧν ἐξ αἰῶνος ἦσθα δεσπότης, τούτους ἐδουλώσω πριάμενος. Καὶ αὖθις ὧν παντοδαπὸς ἐγένου δεσπότης καὶ ἀδελφοὺς ἐποιήσω καὶ ὡς μέλεσιν ἐχρήσω καὶ πᾶσαν συγγένειαν καὶ κοινότητα καὶ σχέσιν εἰς ἡμᾶς ἔλαβες, ἵν’ εἰς ἑαυτὸν πάντα τρόπον ἁρμόσας καὶ διὰ πάντων συνάψας τὸν σαυτοῦ πλοῦτον ποιήσῃς ἡμέτερον. Καὶ Θεοῦ μὲν υἱὸς ὁ τῆς ἁμαρτίας δοῦλος ἀκούσῃ, ὁ δὲ δεδεμένος ἐστεφανωμένος ἀναδειχθῇ.
Ὦ πηλίκων σαυτῷ καὶ οἷον ὑπόχρεων εἰργάσω τὸν ἄνθρωπον! Ὦ χρεῶν λυθῆναι παρὰ μηδενὸς οὐδέποτε δυναμένων! Τί γὰρ ἂν καὶ παρ’ ἡμῖν εὕροις, ὃ μὴ φέρων ἔθηκας; Ἄν σοι καὶ φωνὴν ἀφῶμεν, κομίζουσάν τινα χάριν ὧν ἔδωκας, οὐκ ἀμοιβὴ τοῖς ἤδη δοθεῖσι, προσθήκη δὲ τοῖς ὀφλήμασιν, ὅτε καὶ τὸ φρονῆσαι ταῦτα καὶ τὸ δυνηθῆναι φθέγξασθαι παρὰ σοῦ. Σὺ δὲ σαὐτῷ τὸν καινὸν τοῦτον ἔθηκας νόμον καὶ ὧν ἑκάστοτε παρέχεις, σαὐτὸν ὀφειλέτην τοῖς δεχομένοις ἑτέρων χαρίτων ὁμολογεῖς. Ὅθεν εἰς τὴν σὴν πολυύμνητον χάριν, εἴ τι καὶ ἡμῖν ἐστιν ὑμνημένων, μὴ περιίδῃς, ἀλλὰ δείξαις τὸν εὐεργέτην μὴ πρὸς τὴν τῆς ἡμετέρας γνώμης πενίαν, τὸν δὲ πλοῦτον τῆς σῆς χειρὸς ἀπειδὼν καὶ λύσαις μὲν εὐθύνης ἐπὶ τοῦ παρόντος ἁπάσης, Κύριος ὤν, παράσχοις δὲ καθαρὰν τῆς σῆς ἡμερότητος αἴσθησιν, πείσαις δὲ τὴν ἀπόρρητον ταύτην αἰσχυνθῆναι φιλανθρωπίαν.
Ἐπειδὰν δὲ μετενέγκῃς ἐνθένδε, μετενέγκοις δὲ χαίροντας καὶ μετ’ ἐλπίδων χρηστῶν τοῦ τῶν ἑταίρων γράψαιο χοροῦ καὶ στήσαις μετὰ τῶν εἰδότων τὰ σὰ καὶ οὓς αὐτὸς ἔγνωκας, ἵνα κἀνταῦθα τῷ τῶν ἑορταζόντων ἤχῳ καὶ τῆς παρ’ ἡμῶν προστεθείσης βοῆς σὲ τὸν Σωτῆρα δι’ αἰῶνος ᾄδωμεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.