Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Προοίμιο

Εισαγωγή και επίκληση προς τον Θεό για πνευματική ωφέλεια μέσω της εξύμνησης της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΙ ΛΟΓΙΩΤΑΤΟΥ ΚΑΙ ΤΟΙΣ ΟΛΟΙΣ ΑΓΙΩΤΑΤΟΥ ΚΥΡΙΟΥ ΝΙΚΟΛΑΟΥ ΚΑΒΑΣΙΛΑ, ΤΟΥ ΚΑΙ ΧΑΜΑΕΤΟΥ ΛΟΓΟΙ ΔΙΑΦΟΡΟΙ ΚΑΙ ΣΥΝΤΑΓΜΑΤΑ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΕΝΔΟΞΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΓΕΝΝΗΣΙΝ. 1. Καὶ πρῶτα μὲν τὸν Θεὸν ἐνταῦθα καλῶμεν, οὐχ ὥστε τυχεῖν ἐφαμίλλου τοῖς πράγμασι τοῦ λόγου, καὶ πρὸς τὴν ὑπόθεσιν ἀποχρῶντος· ἐκεῖνο γὰρ ἀτεχνῶς τῶν ἀνθρωπίνων κρεῖττον ἐλπίδων· ἀλλὰ τοῦτο μὲν ὁπωσοῦν ἀπὸ τῶν παρόντων ἀνύσαι καὶ, πολλῶν ὄντων τῶν εἰπόντων, μὴ παρὰ πολὺ τῶν ἄλλων ὀφθῆναι· τοῦτο δὲ, πρὸς ἃ βέλτιόν ἐστιν, ἀπόνασθαι τῆς σπουδῆς, καί τινα κερδάναι τῶν λόγων ἁγιασμὸν, καθάπερ ἱεράν τινα τελούμενοι τελετήν· ταῦτα μὲν οὖν εὐξαίμην ἂν, ἃ καὶ τὴν ὑμνουμένην οἶδα τοῦ παντὸς τιμωμένην, καὶ τοῦτο, πρὸ τῶν ἄλλων, τοῖς ὑμνηταῖς βουλομένην, ψυχῆς ὄφελος· καὶ οἷς ἡμᾶς εὖ ποιεῖ, καὶ οἷς παρ’ ἡμῶν, ὑπὲρ ὧν εὖ ποιεῖ, λαμβάνειν ἀξιοῖ, τοῦτο ζητοῦσαν ἐν ἅπασιν.