Εἰ γὰρ, ὥστε τηρηθῆναι τοῖς ἀνθρώποις ταύτην τὴν ἐν φθορᾷ ζωὴν, καὶ τὴν κοινὴν φύσιν ἐν ὀλίγοις σώμασιν ὑπερσχοῦσαν τοῦ κοινοῦ κλυδωνίου διασωθῆναι, ἀνὴρ ἐξελέγη τῶν τότε γενομένων ὁ δικαιότατος· καὶ πρὸς τὴν Ἑβραίων ἐλευθερίαν, στρατηγοῦ τινος ἐδέησεν, οὐ τῶν πολλῶν ἑνὸς, ἀλλὰ Μωσῆς ταύτῃ τετίμητο τῇ τιμῇ, ὃς πρὸς πᾶσαν ἡντιναοῦν ἀρετὴν τὴν ψυχὴν ἀσκήσας, τῶν ἐπ’ αὐτοῦ πάντων διαφερόντως Θεὸν ἰδεῖν ἐδυνήθη, καὶ φωνῆς ἐκεῖθεν ἀκοῦσαι, καὶ πρὸς τὴν τῆς ἐπηγγελμένης γῆς κομιδὴν, Ἰησοῦς ἤρκεσεν ὁ πάνυ· καὶ πρὸ τούτων, Ἀβραὰμ εὐσεβείας εἴληφε, ἆθλον, τὸ πατὴρ ἔθνους γενέσθαι τὸν Θεὸν σέβειν ἐπισταμένου· καὶ ὅλως, τῶν κοινωφελῶν οὐκ ἔστιν οὐδεὶς, ὃς οὐ σύμφωνον πρότερον καὶ διὰ πάντων συμβαίνουσαν παρέσχετο τὴν ψυχὴν, ὧν ἔπειτα τοῖς ἄλλοις αἴτιος ἦν, ὅτε πᾶσαν ἔδει τῆς τῶν δαιμόνων τυραννίδος ἀπολυθῆναι τὴν οἰκουμένην· καὶ τὴν μὲν ἀθανασίαν εἰς τὸν τῶν θνητῶν βίον εἰσενεχθῆναι, τὴν δὲ τῶν ἀγγέλων δίαιταν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς φυτευθῆναι· καὶ, τὸ πᾶν εἰπεῖν, τῇ γῇ τὸν οὐρανὸν συνελθεῖν, ὁποίους τινὰς εἰκὸς εἶναι νομίζειν τοὺς διακόνους, οἷς ὁ Θεὸς ἐχρήσατο, τὴν θαυμαστὴν ταύτην τῷ κόσμῳ κατατιθέμενος χάριν, ὡς ἂν ὀργάνοις τῆς αὐτοῦ φιλανθρωπίας, ἢ συνεργοῖς, ἢ ὅτι βέλτιον χρὴ καλεῖν;