8. Τὸ μὲν γὰρ τὸν Θεὸν τὴν ἀρετὴν ἐν τοῖς τῶν ἀνθρώπων ἤθεσι νομίζειν, ὥσπερ τῶν τεχνητῶν ἄλλο τι, δημιουργεῖν, πρῶτον παρ’ αὐτὸν τὸν τῆς ἀρετῆς λόγον, ἣ θελητόν ἐστιν ἀγαθὸν, καὶ τῆς ἡμετέρας προαιρέσεως ἔργον· οἷς γὰρ ἐν τῷ λογισμῷ καὶ γνώμης αὐτονομίᾳ χρῆσθαι τὸ εἶναι, τούτοις καὶ τὸ εὖ εἶναι γένοιτ’ ἂν ἐν τῷ λογισμῷ καὶ γνώμης αὐτονομίᾳ χρῆσθαι καλῶς· οὐ γὰρ ἂν τὸ εὖ τῷ εἶναι λυμήναιτο, οὐδὲ τὸ βελτίους γενέσθαι παρέλοιτ’ ἂν τῶν ὑπαρχόντων ἡμῖν, προσθεῖναι προσῆκον· ὡς ἔστιν ἄτοπον, εἰ τὴν φύσιν αὐτὴν καὶ ὃ πεφύκαμεν, ἐξ ὧν εὖ πράττομεν, διαφθείρομεν, ἀρετῆς προσθήκῃ τὴν ἐλευθερίαν ἀφῃρημένοι. Ἔπειτα, τὸ ταῦτα τιθέναι καὶ μυρίων ἀτοπημάτων ἀρχή· ἀνάγκη γὰρ, ἢ μήτε μηδένα μηδεμία πονηρίας δίκην ὀφείλειν, μήτε τοὺς ἀγαθοὺς ἄθλων ἀξιοῦσθαι δικαίως, ὡς ἂν οὐκ αὐτοὺς σφᾶς αὐτοὺς ἄγοντας, οὐδὲ γνώμης ὄντας κυρίους, ἢ τοῦτο μὴ συγχωροῦντας ἄδικον εἶναι νομίζειν τὸν Θεὸν, ἐν οἷς διαιρῶν, τοὺς μὲν ἀναδεῖ, τοῖς δὲ τῶν ἐσχάτων τιμᾶται, μηδέτερον σὺν λόγῳ ποιοῦντα. Ἐκεῖνο δὲ κομιδῇ βάσκανον, εἰ πάντας ἐξὸν ἀνθρώπους ἀποφαίνειν ἀρίστους, καὶ τῆς ταῦτα δυναμένης χειρὸς τὸν ἴσον ἀξιοῦν τρόπον, ἔπειτα φείδοιτο.