Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Η αφιέρωση και παραμονή της Θεοτόκου στα Άγια των Αγίων

Περιγραφή της εισόδου και της υπερφυσικής διαβίωσης της Παρθένου στον ναό χωρίς ανάγκη καθαρμού, και θεολογική ανάλυση των Αγίων των Αγίων ως προτύπωσης της απόλυτης καθαρότητας της Παναγίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 8

11. Εἰ γὰρ, οὓς ὀνόματος μόνον ἠξίωσεν, ἀκριβεῖς ᾔδει τοῦ νόμου φύλακας, ἣν καὶ εἶναι δέδωκεν, αὐτῇ τῇ τεκούσῃ πῶς οὐ δῆλος ἦν, ὅτι τοῖς μὲν αὐτοῦ βουλήμασι καὶ τοῖς νόμοις, οὐδὲ πώποτε κατ’ οὐδένα λόγον, οὐδ’ ὁτιοῦν ἀπᾷδον συνέγνω, δικαιοσύνην δὲ τοσοῦτον πάσης ἀνθρωπίνης ὑψηλοτέραν, ὅσον τοῦ καλεῖσθαι μόνον τὸ ὡς ἀληθῶς εἶναι, καὶ τὰ πράγματα τῶν ὀνομάτων ἐπέκεινα. Καθάπερ γὰρ οὐκ ἦν ὅπως τεκεῖν ἐκεῖνον κάλλιον ἢ τέτοκεν, οὐδ’ ἀληθέστερον αὐτοῦ γενέσθαι μήτηρ ἢ γέγονε, ἀλλὰ τῆς πρὸς αὐτὸν γνησιότητος τὸν ἔσχατον κατείληφεν ὅρον, οὕτως, οὐδὲ τῆς εὐγνωμοσύνης, ᾗ συνέζησεν ἐξαρχῆς εἰς τέλος, οὐδὲν ἐξῆν περαιτέρω λαβεῖν. Κᾀκεῖνο δὲ σημεῖον ἐναργὲς τοῦ πάσης τὴν μακαρίαν παρθένον ἀπηλλάχαι κακίας· καὶ γὰρ τὸν ἱερώτατον εἰσελήλυθεν οἶκον, ὃς καὶ αὐτῷ τῷ τῶν ἱερῶν ἡγεμόνι μὴ πρότερον πᾶσαν ἁμαρτίαν καθηραμένῳ, καθάπερ οἷόν τε ἦν τηνικαῦτα καθαίρειν ἁμαρτίας, ἄδυτος ἦν.

Ἔδειξε γὰρ, ὡς οὐδὲν εἶχεν ὃ καθάροι, δι’ ὧν οὐχ ἱλαστηρίων ἐνταῦθά τινων ἐδεήθη καὶ καθαρσίων· ἐπεὶ μὴ μόνον οὕτως εἰσελήλυθε παραδόξως, ἀλλὰ καὶ ᾤκησεν ἀπὸ βρέφους, ἕως καὶ παῖς ἦν ἤδη· καὶ θυσιῶν οὐκ ἦν ἀνάγκη, οὔτε ἀρχομένης, οὔτε προϊούσης τῆς ἡλικίας αὐτῇ· καὶ τὸ παράδοξον, ὅτι καὶ τοῖς ἐπ’ ἐκείνων γενομένοις τῶν χρόνων, οὐδενὶ τῶν ἱερῶν θεσμῶν ἀπᾷδον οὐδὲν ἐδόκει· τὸν μὲν ἀρχιερέα φρίττειν καὶ δεδιέναι τὴν εἴσοδον, καὶ ταῦτα οὐκ ἄνευ τῶν καθαιρόντων αἱμάτων, καὶ δι’ ἐνιαυτοῦ τολμωμένην· τὴν παρθένον δὲ, καθάπερ οἰκίᾳ τοῖς ἀδύτοις χρωμένην, καὶ σιτίων ἅπτεσθαι καὶ ὕπνου μετέχειν, καὶ τὴν ἄλλην ἐνταῦθα δίαιταν ἔχειν· εἰ καὶ κρεῖττον ἢ κατ’ ἄνθρωπον τῶν ἀνθρωπίνων αὐτῇ μετῆν, ὅτε καὶ πρὸς τὴν τροφὴν, οὐ τῶν ἀπὸ γῆς καὶ χειρῶν ἐδέησεν ἀνθρωπίνων, ἀλλὰ τῆς τραπέζης αὐτῇ τεχνίτης ἄγγελος ἦν· καὶ ὡς ἔοικεν, ὡς κρείττων ἦν αἰτίας ἁπάσης καὶ καθαρώτερον εἶχεν ἢ δεῖσθαι τῶν νομικῶν τελετῶν, οὐ τῷ θεατῇ τῶν ἀφανῶν μόνον, ἀλλὰ καὶ τοῖς τῶν ἀνθρώπων δῆλον ἦν ὀφθαλμοῖς· οὕτως ἀρετῆς εἶχε λαμπρῶς καὶ μειζόνως ἢ δυνηθῆναι λανθάνειν.

Καίτοι τῆς ἡλικίας αὐτῇ καὶ τοῦ γένους καὶ τῶν διατριβῶν τὴν ἀρετὴν κηρύττειν μὴ δυναμένων, καὶ ἅμα ἐν ἔτι τυφλώττουσι καὶ βαθεῖ σκότῳ βεβαπτισμένοις, ὡς ἂν τοῦ τῆς δικαιοσύνης ἡλίου μήπω φανέντος, ἀλλ’ ὅμως οὐδὲν ἐκώλυσε τὸ φῶς ἐκεῖνο φανῆναι, καὶ τὴν ὥραν τῆς ψυχῆς πάντα τὰ κωλύματα διασχοῦσαν καὶ τύφλοις αἴσθησιν ἐνθεῖναι τῆς ἀφιγμένης ἀκτῖνος. Εἰκότως. Τί γὰρ ἦν τοσοῦτον, ὥστε τὸ τῆς φιλοσοφίας ἐκείνης συγκαλύψαι μέγεθος, ἣ, κατὰ τὸν προφήτην, καὶ αὐτοὺς ἐκάλυψεν οὐρανούς; Ἣ γὰρ κακίας ἀνθρωπίνης ἁπάσης οὕτως ἐπικρατέστερον εἶχεν, ὥστε ῥᾳδίως ἅπασαν εὐθὺς καταλύσαι, φανεῖσα, ὑπὸ τῆς ἐκεῖθεν ἀχλύος πῶς ἂν συνεκαλύπτετο;

12. Διὰ τοῦτο τὰ* πάντων μέγιστα καὶ ὑπερφυᾶ, καὶ ἃ μηδενὶ τῶν ἄλλων, συνεγνωκότες αὐτῇ, ἄνθρωποι μὲν, οἷς εἶχον, ἐτίμων, εἰς τὸν ἱερώτατον οἰκίσαντες χῶρον· καὶ ὃν τῷ Θεῷ τῆς γῆς ἀπήρξαντο πάσης καὶ μόνῳ μόνον ἀνῆκαν, τοῦτον οἰκεῖν ἔδοσαν, τὸν αὐτὸν νομίσαντες χρῆναι καὶ Θεοῦ τέμενος εἶναι, καὶ τῇ πανάγνῳ διατριβὰς, ὡς ἀπὸ τῶν αὐτῶν δέον τόν τε Θεὸν θεραπεύειν καὶ τὴν παρθένον τιμᾶν· μᾶλλον δὲ ταὐτὸν ὂν ἐκείνην τε ἔνδον ἔχειν καὶ Θεοῦ νεὼν εἶναι τὸν οἶκον. Ὁ δὲ Θεὸς, ἅτε μᾶλλον ταύτην γινώσκων, ὡς ἂν εἰς καρδίαν βλέπων, καὶ ὧν παρ’ αὐτῷ τυγχάνειν ἀξιόχρεως εἴη, μόνος μὲν ἐπιστάμενος, μόνος δὲ δυνάμενος χορηγεῖν, τοῖς ὡς ἀληθῶς αὐτῆς ἀξίοις αὐτὴν ἐκόσμει· καὶ ἀπὸ τῶν ἱερῶν τούτων ἀδύτων ἐξαγαγὼν, ἐπ’ ἄλλην ἦγε σκηνὴν, οὐ νεφέλης πεποιημένην, οὐδὲ πτερύγων ἀγγέλων ἢ ἀρχαγγέλων, οὐδ’ ἄλλου τινὸς τῶν γεγενημένων καὶ δούλων, ἀλλ’ αὐτὸς ὑπῆρξε τῇ μακαρίᾳ σκηνὴ, ὁ φῶς οἰκῶν ἀπρόσιτον, ἡ τοῦ Ὑψίστου δύναμις, αὐτὸς ἐπεσκίασεν ὁ δεσπότης, καθάπερ ὁ ἱερώτατος ἐμήνυσε Γαβριήλ.

Μόνον γὰρ ὁ Θεὸς ἑαυτὸν ἀξίαν ἔγνω σκηνὴν τῇ μόνῃ γενομένῃ ἀξίᾳ τοῦ Θεοῦ σκηνῇ 13. Τὸ δ’ ἐνοικῆσαι τοῖς ἀδύτοις ἐκείνοις, οὐ ταύτην, ἀλλὰ τὸ χωρίον ἐκεῖνο σεμνύνοντος ἦν· καθάπερ καὶ τὸ πάσχα τὸ πάλαιον, τῷ τὴν ἑαυτοῦ προσθεῖναι σφαγήν· καὶ τὸ βάπτισμα Ἰωάννου τὸ πνευματικὸν, καὶ τοὺς ἄλλους τῶν τύπων τοῖς ὡς ἀληθῶς πράγμασιν. Ἄλλων γὰρ τύπων πρὸς ἄλλα τῶν πραγμάτων φερόντων, τὰ ἅγια τῶν ἁγίων ἐπιεικῶς εἰς τὴν παναγίαν ἦγε παρθένον. Τό τε γὰρ τὸν ἀρχιερέα μόνον εἰσιόντα δέχεσθαι, καὶ δι’ ἐνιαυτοῦ, καὶ ἁμαρτιῶν καθαρθέντα, τὴν κατ’ αὐτὴν ἀπόρρητον ὑπεδείκνυ κυοφορίαν, τὸν ἅπαξ τῶν αἰώνων μιᾷ ἱερουργίᾳ πᾶσαν ἐξελόντα τὴν ἁμαρτίαν, τὸν μόνον ἀναμάρτητον ἐνεγκοῦσαν· τό τε τοῖς ἀνθρώποις, πλὴν τοῦ πάντων ἱερωτάτου, πᾶσιν ἄβατος εἶναι, σημεῖον ἦν τοῦ τὴν μακαρίαν παρθένον οὐδέποτε μηδὲν ἐνεγκεῖν ἐπὶ τῆς ψυχῆς, ὃ μὴ παντάπασιν ἱερόν. Ἐπεὶ καὶ οὕτω σφοδρῶς σεμνὸς ἦν, ὅτι λαμβάνειν ἐκείνην ἔμελλεν ἔνδον, ὡς τῶν γε ἄλλων οὐδαμόθεν τὴν αἰδῶ ταύτην λαβεῖν αὐτὸν εἰκὸς ἦν.

Οὐδὲν γὰρ ἐκείνων οὕτω τίμιον, ὥστε δι’ ἑαυτὸ τοῖς πολλοῖς τῶν ἀνθρώπων ἄψαυστον εἶναι· ὧν τὸ μάννα μὲν καὶ χερσὶ δέξασθαι, καὶ εἰς τὴν οἰκίαν εἰσαγαγεῖν καὶ σιτεῖσθαι πάντας ἐξῆν· ἥ τε ῥάβδος τῶν ἐνεγκόντων ἱερέων, καὶ ὑπὲρ ὧν τὸ φύλλον ἀνῆκεν, οὐδὲν σεμνότερον εἶχε· τῶν τε πλακῶν ὁ νόμος τὸ τιμιώτερον ἦν· ὃν τὰς ἐχούσας δέλτους αἱ πάντων ἔφερον χεῖρες. Τί οὖν τὸ τὸν χῶρον ἐκεῖνον οὕτω διαφερόντως ἐξαῖρον, εἰ μὴ τὰς τῆς πανάγνου θεῖμεν εἰκόνας, καὶ τὸ πρὸς αὐτὴν ἀναφέρειν; Διὰ τοῦτο γὰρ πᾶσιν ἀνθρώποις ἄδυτος ὢν, εἰσιτητὸς ἦν ἐκείνῃ· καὶ φανείσης εὐθὺς, τὸν ἐξαρχῆς ἔλυσε νόμον· ὅπερ ἦν σημαίνοντος τοῦτο μὲν, ὡς ἐκείνην τιμῶν, καὶ μόνῃ φυλάττων ἑαυτὸν, τὴν εἴσοδον οὐδενὶ παρεῖχε τῶν ἄλλων· τοῦτο δὲ, ὡς ὑπὲρ ἄνθρωπον ἦν, καὶ ταπεινότητος ἀνθρωπίνης ἁπάσης οὐδὲ μνήμην ἐδέξατο τὴν ἀρχήν· ἱν’ εἰδῶμεν, ὡς εἰ τῷ γράφοντι χωρίῳ τοσοῦτον ἦν τὸ παρὰ πάντων ἀφεστηκὸς, καὶ οὕτως οὐδὲν πρὸς τοὺς ἀνθρώπους, ὡς εἰπεῖν, καὶ τὴν οἰκουμένην εἶχε κοινὸν, ὁποῖα δεῖ ψηφίζεσθαι περὶ αὐτῶν τῶν παραδειγμάτων, ὡς ἔξεστιν ἀπὸ τοῦ μέτρου τῶν ἐλαττόνων γνῶναι τὴν τῶν μεγίστων ὑπερβολήν.