Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Η εκπλήρωση του προορισμού της ανθρώπινης φύσης και η προετοιμασία της Ενσαρκώσεως

Η θεολογική αναγκαιότητα της παρουσίας ενός αναμάρτητου ανθρώπου, η συμβολή της Θεοτόκου στην ένωση των δύο φύσεων και η ανάδειξή της ως συνεργού του Δημιουργού στην ανάπλαση της ανθρωπότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 6 από 8

14. Καθάπερ γὰρ τὴν ἐν ταῖς σκιαῖς περιγραφὴν καὶ τὸ σχῆμα τῶν τυπούντων ὄντα σωμάτων αὐτὰ καθαρῶς σῴζει τὰ σώματα, τὸν ἴσον τρόπον τὸ πάντων τῶν ἀνθρωπίνων ἀποκεχωρηκὸς τῆς παρθένου, καὶ τὸ τῆς γῆς ἀνασχοῦσαν, ἔπειτα μηδὲν ἐκεῖθεν ἔχειν λαβοῦσαν, ἀλλ’ ἀπρόσιτον κεκτῆσθαι πάσῃ πονηρίᾳ τὴν γνώμην, ὡς ἐν ἀσαφεῖ τινι καὶ ἀμυδρῷ συμβόλῳ τοῖς τῶν ἁγίων ἁγίοις ἐγράφετο· τοῦτο δὲ καὶ τῷ λόγῳ τῶν εἰκότων καὶ τῇ τάξει τῶν πραγμάτων ἐπιεικῶς ἀκόλουθόν ἐστι καὶ συμβαῖνον· ἄνευ γὰρ τοῦ χρῆναι τὴν τοῦ ἀναμαρτήτου μητέρα καὶ ταύτῃ πρὸς ἐκεῖνον συγγενῶς ἔχειν, ἀνάγκη τις ἦν ἄνθρωπον παρ’ ἑαυτοῦ σπουδῇ λογισμοῦ καὶ ῥώμῃ πάσης ἁμαρτίας κρείττω γενέσθαι, πολλῶν ἕνεκα.

Πρῶτον μὲν γὰρ τὴν φύσιν αὐτὴν, ὃ τίποτε ἦν, ἐχρῆν φανῆναι τὴν ἀνθρώπειαν, ἵνα τῷ τεχνίτῃ τὴν πρέπουσαν φιλοτιμίαν ἔχῃ καὶ δόξαν· οὔτε γὰρ ἐν τῷ πρώτῳ τοῦ γένους καὶ τοῖς ἐξ ἐκείνου σῶν ἐξῆν εὑρεῖν τὸν ἄνθρωπον ἁμαρτίᾳ διεφθαρμένοις· ὅ τε δεύτερος Ἀδὰμ, τῷ καὶ φύσει Θεὸς εἶναι, τὴν ἑτέραν φύσιν, τὴν ἡμετέραν, καθαρῶς ὁρᾶν οὐ παρεῖχεν.

Ἐπεὶ μηδὲ οὕτω πρὸς τὴν ἁμαρτίαν ἐκεῖνος εἶχεν, ὥσπερ ἐχρῆν ἐν τῷδε τῷ βίῳ τὸν ἄνθρωπον· οὐ γὰρ πρὸς ἄμφω δύναμιν ἔχων, τοῦ πονηροῦ τὸ ἀγαθὸν εἵλετο, οὐδ’ ἐξὸν γενέσθαι κακὸς εἰς τἀγαθὸν ἔδραμεν· ἀλλ’ οὐδ’ οἷός τ’ ἦν ἁμαρτάνειν. Ὅθεν ἔδει φανῆναι τὸν δυνάμενον μὲν ἁμαρτάνειν, ἡμαρτηκότα δὲ οὐδὲν μᾶλλον, ὁποῖον ἐν τῷδε τῷ βίῳ τὸν ἄνθρωπον ὁ Θεὸς ἐβούλετο εἶναι. Ἄλλως γὰρ τῷ δημιουργῷ μάτην ἂν προῆλθεν ἡ τέχνη, καὶ ταῦτα ἐν τῷ καλλίστῳ τῶν ἔργων, τῆς φύσεως ἐν οὐδενὶ τῶν ἀνθρώπων τὸ εἶδος, ὃ λαβεῖν αὐτὴν τῷ τεχνίτῃ σκοπὸς ἦν, μὴ κομισαμένης· ἔπειτα μὴ τελείως τὸν τοῦ Θεοῦ σωθῆναι νόμον, ἀλλ’ ἔστιν ἃ νομοθετεῖν εἰκῆ τὸν σοφὸν, τοῦ τοῖς νόμοις ἀκολουθήσαντος ἅπασιν οὐδενὸς ἐσομένου, καὶ προστάττειν, οἷς οὐδένα τὸν πεισόμενον εἶχε, καὶ λέγοντα μὴ τυγχάνειν τῶν ὑπακούειν βουλησομένων, καὶ τὸν πάντα μακάριον μὴ καὶ ταύτῃ μακάριον εἶναι, πῶς εὔλογον;

15. Ὅτε τοίνυν ἀναγκαίως πανταχόθεν ἑπόμενον ἦν, ἐργάτην μὲν παντάπασιν ἀκριβῆ τῶν θείων ἐπιταγμάτων, πάσης δὲ πονηρίας γενέσθαι καθαρὸν ἄνθρωπον, τίνα τῶν ἄλλων εἰ μὴ τὸν ἄριστον εἰκὸς ἦν; Τοῦτο δὲ ἦν ταῖς τοῦ Θεοῦ ψήφοις ἡ μακαρία παρθένος, ἣν αὐτὸς ἐξεῖλεν ἑαυτῷ, καθάπερ τι τέμενος, ἁπάσης προκρίνας τῆς οἰκουμένης· ὅλως δὲ, ἕνα τινὰ ἄνθρωπον, ὅ τί ποτέ ἐστι, καθαρῶς δεῖξαι τὴν φύσιν ἀνάγκης οὔσης, ἔπειτα τῶν ἄλλων ἀνθρώπων ταυτησὶ τῆς φορᾶς ἁπάντων ἀπολειφθέντων, τὴν πανάμωμον τυχεῖν ὑπόλοιπον ἦν. Ἐπεὶ δ’ ἐνέθηκε μὲν ἰσχὺν ἡμῖν ὁ Θεὸς, νήφοντας καὶ σπουδῇ χρωμένους, ᾗ πρόσθεν ἔφην, τῆς ἁμαρτίας κρατεῖν, ἔμελλε δὲ νενικηκότας τῷ παντάπασιν ἀκινήτους εἰς τὸ καλὸν ἀποφαίνειν κοσμεῖν, ἀμφότερα τῇ φύσει διὰ μόνης γίνεται τῆς παρθένου, ἐκεῖνο μὲν δι’ ὧν ἐφ’ ἑαυτῆς αὐτὴ κατωρθώκει· τοῦτο δὲ δι’· ὧν ἐγένετο μήτηρ.

Ἐν αὐτῇ μὲν γὰρ ὁ ἄνθρωπος ἐπὶ τῶν ἔργων πολλῇ τῇ περιουσίᾳ τὴν ἐνοῦσαν αὐτῷ κατὰ τῆς ἁμαρτίας ἔδειξε ῥώμην, νήφοντι λογισμῷ, καὶ γνώμης εὐθύτητι, καὶ φρονήματος μεγέθει πᾶσαν πονηρίαν ἐξαρχῆς εἰς τέλος διαφυγών· ἐπὶ δὲ τοῦ παρ’ αὐτῆς τεχθέντος ἀρρήτως καὶ τὸ γέρας εἴληφε· καὶ ἦν ἀναμάρτητος, οὐ σπουδῇ νικήσας, ἀλλ’ ἐστεφανωμένος ὢν ἐξαρχῆς, καθάπερ ἀριστεὺς μετὰ τῶν τροπαίων τοῖς πολεμίοις φανείς. Οὐ γὰρ πονηρίαν δέξασθαι δυναμένην, ἀγρυπνῶν, ἀπαθῆ κακῶν διασεσώκει τὴν γνώμην, ἀλλ’ ἀκήρατον εἶχεν, ἀνεπίδεκτον ἁπάσης κακίας, ὥσπερ φθορᾶς ὕστερον, τὸ σῶμα ἀπὸ τοῦ τάφου λαβών· καὶ τῇ τάξει τοῦ γένους ἡ τάξις τῶν εἰς ἡμᾶς χαρίτων συνέβαινε.

Καὶ γὰρ ἐκείνη ταύτην ἔτεκε, λέγω δὴ, τὸ μετὰ σπουδῆς ἀναμαρτήτους γενέσθαι, τὸ παντελῶς τὸ ἀγαθὸν ἀκίνητον σχεῖν. 16. Καὶ οὕτω τὴν μὲν πρώτην τῇ προόδῳ καθαρότητα τῇ φύσει παρέσχεν ἡ μήτηρ· ὁ δὲ παῖς τὴν δευτέραν τε καὶ καλλίω· καὶ τοῦτο δὴ μακαρίᾳ μητρὶ προσῆκον παθοῦσα, τό γε τὰ πρὸς τὸν Υἱὸν αὐτῇ κατ’ εὐχὴν ἀπαντῆσαι καὶ τῆς τοῦ παιδὸς ἀρετῆς ἡττηθῆναι, καὶ μείζω δι’ αὐτοῦ δυνηθῆναι, καὶ λαμπροτέραν ἐκεῖθεν ἑαυτῇ ποιῆσαι τὴν δόξαν ἢ ἑαυτῆς. Καὶ οὕτως ἐν τῷ κόσμῳ τούτῳ, καθάπερ ἐν τῷ παραδείσῳ, καθαρὸν καὶ ὁλόκληρον τὸν ἄνθρωπον ἔδειξε, καὶ οἷος τὴν ἀρχὴν ἐπλάσθη, καὶ οἷον αὐτὸν μένειν ἐχρῆν, καὶ ὁποῖος ἂν ἦν ἔπειτα, περὶ τῆς εὐγενείας ἠγωνισμένος. Ἐπεὶ γὰρ τῇ φύσει τῇ θείᾳ τὴν ἀνθρωπείαν συνελθεῖν εἰκὸς ἦν, καὶ οὕτως ἀκριβῶς συναφθῆναι, ὡς μίαν ἀμφοτέροις ὑπόστασιν εἶναι, ἐχρῆν φανῆναι πρότερον ἑκάτερον ἀκραιφνές.

Καὶ ὁ μὲν Θεὸς ἐδείχθη, καθάπερ ἐξῆν φανῆναι Θεόν· ἡ δὲ παρθένος μόνη τὸν ἄνθρωπον ἔδειξε· καὶ οὕτως ὁ τοῦτο ὢν κᾀκεῖνο γενόμενος Ἰησοῦς ἀνεδείχθη, χωρὶς πρότερον ἑκατέρου τῶν ἐξ ὧν ἐκεῖνος φανέντων. Καὶ καθάπερ τὸν νοῦν ὁ Θεὸς ὑποστήσας, εἶτα τὴν αἴσθησιν δημιουργήσας, τρίτον ἔπειτα κτίζει τὸ συνεστὸς ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον, οὕτω τοῦ Θεοῦ μὲν ἐξαρχῆς ὄντος, ἀνθρώπου δὲ πρὸς τῷ τέλει τῶν αἰώνων μόλις φανέντος, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ὁ θεάνθρωπος ἀνεδείχθη· ὑπὲρ οὗ μοι δοκεῖ μηδὲ πρότερον ὁ Θεὸς, ἀλλ’ ὄψε τῶν αἰώνων τῆς ἀνθρωπείας φύσεως μετασχεῖν, ὡς ἂν ἀληθῶς οὔπω γενομένης, ἀλλὰ τηνικαῦτα πρώτως φανείσης.

17. Οὕτως ἡ πανάμωμος οὐκ ἐδημιούργησε τὸν ἄνθρωπον, ἀλλ’ εὗρεν ἀπολωλότα· οὐδὲ τὴν φύσιν ἔδωκεν ἡμῖν, ἀλλὰ συνετήρησεν· οὐδ’ ἔπλασεν, ἀλλ’ οἷς ἀνεπλάσθημεν συνεισήνεγκε, καὶ βοηθὸς ὑπῆρξε τῷ πλάστῃ, καὶ τὸ ἄγαλμα συνειργάσατο τῷ τεχνίτῃ.

Καὶ γὰρ ἡ μὲν, ὅπερ ἦν πρότερον, ἔδωκεν αὐτῷ· ὁ δὲ προσέθηκεν ὅπερ οὐκ ἦν, τὸ δεύτερον οὐκ ἂν ἐκεῖνος προσθεὶς, εἰ μὴ τὸ πρότερον εὗρε· καὶ ᾧπερ ἐχρῆν προσθεῖναι τὸ δεύτερον, καὶ τῷ μὲν Ἀδὰμ μόνη τῶν ἄλλων ζώων ἡ Εὖα βοηθὸς ἦν· τῷ δὲ Θεῷ πρὸς τὴν τῆς χρηστότητος ἐπίδειξιν, μόνη τῶν ὄντων ἐβοήθησεν ἡ παρθένος· οὔτε γὰρ ἐκείνῳ τῆς φύσεως οὐδὲν μετεῖχε τῶν ἄλλων, ὅθεν οὐδ’ ἐκοινώνει τῶν ἔργων· οὔτε τῷ Θεῷ τῆς χρηστότητος οὐδὲν οὕτως ἐκοινώνει τῶν ὄντων, ὅθεν οὐδ’ ἐδύνατο βοηθεῖν.

Καὶ τεχνίτης μὲν ἄριστος τὰ ἑαυτοῦ ποιεῖ, καὶ δῆλός ἐστιν ἄριστος ὢν, ἐπειδὰν ὀργάνου τύχῃ πρὸς πᾶσαν δυναμένου τὴν τέχνην· ὁ δὲ Θεὸς οὐχ ὅσον ὀργάνου διὰ πάντων αὐτῷ συμβαίνοντος, ἀλλὰ καὶ συνεργοῦ τυχὼν ἐπικαιροτάτου, τῆς μακαρίας, ἑαυτὸν ἔδειξε· καὶ τὸν ἄλλον ἅπαντα χρόνον, ὡς εἰπεῖν, τῷ πλείστῳ μέρει λανθάνων, ὡς ἂν τοῦ δεικνύντος οὐδενὸς ὄντος, ἐπεὶ ἡ παρθένος ἦν, καὶ αὐτὸς παντάπασι δῆλος ἦν, ὥσπερ διὰ τοῦ ἀέρος μόνου σωμάτων, αὐτὸν ὁρῶμεν καθαρῶς τὸν ἥλιον, οἴκοθεν μηδὲν μετὰ τοῦ φωτὸς προστιθέντος τοῖς ὀφθαλμοῖς· τὸν γὰρ ἴσον ἐκείνη τρόπον οὐδὲν εἶχε πλὴν καθαρότητος, καὶ ὃ τῷ πρώτῳ φωτὶ διαφερόντως συγγενὲς ἦν.