Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν κοίμησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Προοίμιο: Το αδύνατον του επαρκούς εγκωμιασμού της Θεοτόκου

Ο συγγραφέας αναγνωρίζει την αδυναμία του ανθρώπινου λόγου να υμνήσει επαξίως την Παρθένο και παραθέτει τα προσωπικά κίνητρα συγγραφής του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 6

ΛΟΓΟΣ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΠΑΝΣΕΠΤΟΝ ΚΑΙ ΥΠΕΡΕΝΔΟΞΟΝ ΚΟΙΜΗΣΙΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΚΑΙ ΠΑΝΑΧΡΑΝΤΟΥ ΘΕΟΤΟΚΟΥ. 1. Τοῦ νῦν ἀγῶνος, ὡς οὐδὲν ἂν γένοιτο μεῖζον, εἴ τις πειρῷτο σῴζειν τὸ δέον, ἀγνοεῖν οὐδένα νομίζω· ἐγὼ δὲ τοσοῦτον ἀπέχω τὴν γιγνομένην ἐνταῦθα ζητῆσαι φωνὴν, ὥστε ἡγοῦμαι τῶν μὲν ἄθλων τούτων ὀφειλέτας εἶναι τῇ παρθένῳ πάντας ἀνθρώπους, τὸ δὲ πρὸς τὸ μέγεθος τῶν πραγμάτων ἕλκειν τοὺς λόγους οὐδ’ ἐλπίζειν ἀνθρώποις ἐξεῖναι. Ὅθεν οὔτε τόλμης ἄν τις ἡμᾶς ἕλοι δίκας. Ποῦ γὰρ τόλμης;

Τῶν δυνατῶν ἅπτεσθαι λόγων, καὶ παραιτεῖσθαι περὶ τῆς ἥττης, οὐκ ἂν εἴη λόγον σῷζον· ὧν μὲν γὰρ οὐκ ἔστιν ὃς τυχεῖν ἠδυνήθη, τοῖς ἀπολειφθεῖσιν οὐδ’ ἂν εἷς ἐγκαλέσαι· παραιτεῖσθαι δὲ πῶς ἔνι, περὶ ὧν οὐδεὶς ἐγκαλεῖ; Καὶ δὴ τὴν φωνὴν τῇ δυνάμει μετρήσας, ἐπὶ τοὺς ὕμνους ἀφίξομαι, ἐκεῖνο προσθεὶς, ὡς οὐχ ἵνα διδάξω, τῶν χαρίτων παρῆλθον τῆς ὑμνουμένης εἴ τι διέφυγε, τοὺς ἀκροωμένους· οὐ γὰρ ἔστιν, ὃς τὸ κοινὸν ἠγνόησεν ἀγαθόν· ἀλλ’ ὥστε μόνον οἷς ἔξεστι, μνησθέντα τῆς ἐμαυτοῦ σωτηρίας, τῇ μνήμῃ τὴν ψυχὴν ἀμείνω ποιῆσαι· ὑπὲρ οὗ μοι δοκοῦσι καὶ πάντες τὴν παναγίαν ὑμνῆσαι, καὶ εἶναι μηδένα, ὃς οὐκ εἰς τοῦτον ἀπεδύσατο τὸν ἀγῶνα, ὁ μὲν μικρὸν, ὁ δὲ μεῖζον πρὸς τὴν ὑπόθεσιν δυνηθείς· ἐπεὶ καὶ πολυύμνητός ἐστιν, οὐκ ἐξ οὗ γέγονε μόνον, ἀλλὰ καὶ πρὶν ἀνθρώποις δοθῆναι.